Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ἐκ τοῦ Κρότωνος ἥτις ἔσχʼ ἀποικίαν·
  • ἀπὸ τοῦ σύνεγγυς κειμένου δὲ τῇ πόλει
  • αὐλῶνος αὕτη τοὔνομα σχοῦσʼ ὔστερον
  • μετωνομάσθη τῷ χρόνῳ Καυλωνία.
  • Ἑξῆς δὲ ταύτης ἦ πρὶν εὐτυχεστάτη
  • εὐανδροτάτη πόλις τε γενομένη Κρότων,
  • Μύσκελος Ἀχαιὸς ἣν ἀποικίσαι δοκεῖ.
  • Μετὰ δὲ Κρότωνα Πανδοσία καὶ Θούριοι·
  • ὅμορον δὲ τούτοις ἐστὶ τὸ Μεταπόντιον.
  • Ταύτας Ἀχαιοὺς ἐκ Πελοποννήσου κτίσαι
  • ἀφικομένους λέγουσι πάσας τὰς πόλεις.
  • Εἶτεν μεγίστη τῶν ἐν Ἰταλία Τάρας,
  • ἀπό τινος ἥρωος Τάραντος λεγομένη,
  • Λακεδαιμονίων ἄποικος, εὐδαίμων πόλις.
  • Οἱ Παρθενίαι ταύτην γὰρ ἔκτισαν προτοῦ
  • εὔκαιρον, ὀχυρὰν, φυσικὸν εὐτύχημά τι·
  • συναγομένη γὰρ λιμέσιν ἐπὶ νῆσον δυσίν
  • 210
  • πάση σκεπεινὴν νηὶ καταγωγὴν ἔχει.
  • Ἦν καὶ πρότερον μέγιστον ἐξυμνημένη
  • πόλις μεγάλη, βαρεῖα, πλουσία, καλή,