Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Καρχηδονίων ἐντειχισάντων τοὺς τόπους.
  • Ἡ δʼ Ἰταλία προσεχὴς μέν ἐστʼ Οἰνωτρίᾳ,
  • μιγάδας τὸ πρότερον ἥτις ἔσχε βαρβάρους,
  • ἀπὸ τοῦ δυναστεύσαντος Ἰταλοῦ τοὔνομα
  • λαβοῦσα, μεγάλη δʼ ὕστερον πρὸς ἐσπέραν
  • 209
  • Ἑλλὰς προσαγορευθεῖσα ταῖς ἀποικίαις.
  • Ἑλληνικὰς γοῦν παραθαλαττίους ἔχει
  • πόλεις· Τέρειναν πρῶτον, ἢν ἀπῴκισαν
  • Κροτωνιᾶται πρότερον, ἃς θʼ οἱ πλησίον
  • Ἱαπώνιον καὶ Μέδμαν ᾤκισαν Λοκροί.
  • Εἶτ᾿ εἰσὶ Ῥηγῖνοι πόλις τε Ῥήγιον,
  • ὅθεν ἐστὶν ἐγγυτάτω πλέοντι διάβασις
  • εἰς τὴν Σικελίαν· Χαλκιδεῖς δὲ Ῥήγιον
  • ἀποικίσαι δοκοῦσιν. Οἱ δὲ λεγόμενοι
  • Ἐπιζεφύριοι πλησίον κεῖνται Λοκροί.
  • Τούτους δὲ πρώτους φασὶ χρήσασθαι νόμοις
  • γραπτοῖσιν, οὓς Ζάλευκος ὑποθέσθαι δοκεῖ·
  • εἰσὶν δʼ ἄποικοι τῶν Ὀπουντίων Λοκρῶν·
  • ἔνιοι δὲ Λοκρῶν φασι τῶν ἐν Ὀζόλαις.
  • Ἔχεται δὲ τούτων πρῶτα μὲν Καυλωνία,