Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • κατέσχον. Ἀρχίας δὲ τούτους προσλαβών
  • ὁ Κορίνθιος μετὰ Δωριέων κατῴκισεν
  • ἀπὸ τῆς ὁμόρου λίμνης λαβούσας τοὔνομα
  • τὰς νῦν Συρακούσας παῤ αὐτοῖς λεγομένας.
  • Μετὰ ταῦτα δʼ ἀπὸ Νάξου Λεοντῖνοι πόλις,
  • ἡ τὴν θέσιν τʼ ἔχουσα Ῥηγίου πέραν,
  • ἐπὶ τοῦ δὲ πορθμοῦ κειμένη τῆς Σικελίας,
  • 208
  • Ζάγκλη, Κατάνη, Καλλίπολις ἔσχʼ ἀποικίαν.
  • Πάλιν ἀπὸ τούτων δύο πόλεις, Εὔβοια καί
  • Μύλαι κατῳκίσθησαν ἐπικαλούμεναι,
  • εἶθ᾿ Ἱμέρα καὶ Ταυρομένιον ἐχομένη·
  • εἰσὶν δὲ πᾶσοι Χαλκιδέων αὗται πόλεις.
  • Τὰς Δωρικὰς δὲ πάλιν ἀναγκαῖον φράσαι.
  • Μεγαρεῖς Σελινοῦνθ᾿ , οἱ Γελῷοι δ᾿ ἔκτισαν
  • Ἀκράγαντα, Μεσσήνην δʼ Ἴωνες ἐκ Σάμου,
  • Συρακόσιοι δὲ τὴν Καμάριναν λεγομένην·
  • αὐτοὶ δὲ ταύτην ἦραν ἐκ βάθρων πάλιν,
  • πρὸς ἓξ ἔτη καὶ τετταράκοντʼ ᾠκημένην.
  • Αὗται μὲν οὖν εἰσ᾿ αἱ πόλεις Ἑλληνίδες·
  • τὰ δὲ λοιπὰ βάρβαῤ ἐστὶ τῶν πολισμάτων,