Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • ἀπὸ σταδίων εὔδηλα πᾶσι πλειόνων,
  • καὶ διαπύρων εἰς ὕψος ἀναβολαὶ μύδρων,
  • ἔργα τε σιδήρειός τε ῥαιστήρων κτύπος.
  • 207
  • Μία δʼ ἐστὶν αὐτῶν Δωρικὴν ἀποικίαν
  • ἔχουσα, Λιπάρα δʼ ὄνομα, συγγενὶς Κνίδου.
  • Ἑξῆς Σικελία νῆσος εὐτυχεστάτη,
  • ἣν τὸ πρότερον μὲν ἑτερόγλωσσα βάρβαρα
  • λέγουσι πλήθη κατανέμεσθʼ Ἰβηρικά,
  • διὰ τὴν ἑτερόπλευρον δὲ τῆς χώρας φύσιν
  • ὑπὸ τῶν Ἰβήρων Τρινακρίαν καλουμένην
  • χρόνῳ Σικελίαν προσαγορευθῆναι πάλιν,
  • Σικελοῦ δυναστεύσαντος· εἶθ᾿ Ἑλληνικάς
  • ἔσχεν πόλεις, ὥς φασιν, ἀπὸ τῶν Τρωϊκῶν
  • δεκάτη γενεᾷ μετὰ ταῦτα Θεοκλέους στόλον
  • παρὰ Χαλκιδέων λαβόντος· ἦν δʼ οὗτος γένει
  • ἐκ τῶν Ἀθηνῶν· καὶ συνῆλθον, ὡς λόγος,
  • Ἴωνες εἶτα Δωριεῖς οἰκήτορες.
  • Στάσεως δʼ ἐν αὐτοῖς γενομένης, οἱ Χαλκιδεῖς
  • κτίζουσι Νάξον, οἱ Μεγαρεῖς δὲ τὴν Ὕβλαν,
  • τὸ δʼ ἐπὶ Ζεφύριον τῆς Ἰταλίας Δωριεῖς