Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • εἶτ᾿ Αἰολεῖς· [οὗ Κερβέριόν τι δείκνυται?]
  • 206
  • [ὑποχθόνιον μαντεῖον· ἐλθεῖν φασι δέ]
  • [δεῦρο παρὰ Κίρκης ἐπανάγοντʼ Ὀδυσσέα.]
  • [Ἐκ τῆς δὲ Κύμης τῆς πρὸς Ἀόρνῳ κειμένης]
  • [κτίσιν κατὰ χρησμὸν ἔλαβιν ἡ Νεάπολις. ]
  • Τούτοις δὲ Σαυνῖται παροικοῦσʼ ἐχόμενοι
  • τῶν Αὐσόνων· μεθʼ οὓς μεσόγειοι κείμενοι
  • οἰκοῦσι Λευκανοί τε Καμπανοί θʼ ἅμα.
  • Προσεχεῖς δὲ τούτοις εἰσὶ πάλιν Οἰνώτριοι
  • μέχρι τῆς Ποσειδωνιάδος ὠνομασμένης,
  • ἥν φασι Συβαρίτας ἀποικίσαι προτοῦ,
  • καὶ Μασσαλιωτῶν Φωκαέων τʼ Ἐλέα πόλις,
  • ἣν ἔκτισαν φυγόντες ὑπὸ τὰ Περσικά
  • οἱ Φωκαεῖς· [μάλιστα δʼ εὐανδρουμένη]
  • [κατὰ τὴν Ἀσίαν Φωκαία κειμένη πόλις.]
  • Ἐν τῷ πόρῳ κεῖνται δὲ τῷ Τυρρηνικῷ
  • νησῖδες ἑπτὰ τῆς Σικελίας οὐ πρόσω,
  • ἃς δὴ προσαγορεύουσι νήσους Αἰόλου,
  • ὧν ἔστιν Ἱερὰ λεγομένη τις εὐλόγως·
  • καιόμενα φαίνεται γὰρ ἐξ αὐτῆς πυρά