Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • κοινὴν δὲ Τυρρηνοῖσι χώραν νεμόμενοι.
  • Τυρρηνίαν δʼ ὁ Λυδὸς Ἄτυος ἔκτισεν
  • Τυρρηνὸς ἐπὶ τοὺς Ὀμβρικοὺς ἐλθών ποτε.
  • Ἐν τῷ πόρῳ κεῖνται δὲ νῆσοι πελάγιαι,
  • Κύρνος τε καὶ Σαρδὼ, μεγίστη λεγομένη
  • μετὰ τὴν Σικελίαν νῆσον, αἵ τε πρίν ποτε
  • 205
  • Σειρηνίδες Κίρκης τε νῆσοι λεγόμεναι.
  • Εἰσὶ δ᾿ ἐπάνω μὲν τῶν Πελασγῶν Ὀμβρικοί, ---
  • οὓς ᾤκισ᾿ οὑκ Κίρκης Ὀδωσσεῖ γενόμενος
  • Λατῖνος, Αὔσονές τε μεσόγειον τόπον
  • ἔχοντες, Αὔσων οὓς συνοικίσαι δοκεῖ,
  • Ὀδυσσέως παῖς καὶ Καλυψοῦς γενόμενος.
  • Ἐν τοῖς ἔθνεσι τούτοις δὲ Ῥώμη ᾿ στὶν πόλις
  • ἔχουσʼ ἐφάμιλλον τῇ δυνάμει καὶ τοὔνομα,
  • ἄστρον τι κοινὸν τῆς ὅλης οἰκουμένης,
  • ἐν τῆ Λατίνῃ· Ῥωμύλον δʼ αὐτὴν κτίσαι
  • θέμενον ἀφʼ αὑτοῦ φασι τοῦτο τοὔνομα.
  • Μετὰ δὲ Λατίνους ἔστιν ἐν Ὀπικοῖς πόλις
  • τῆς λεγομένης λίμνης Ἀόρνου πλησίον
  • Κύμη, πρότερον ἣν Χαλκιδεῖς ἀπῴκισαν,