Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • τοῖς πλήθεσίν τε τῶν κατοικούντων ἴσα·
  • ἡ δʼ Αἰθιόπων πλέονʼ ἐστὶ χώραν καὶ Σκυθῶν
  • ἐρημίαν δʼ ἔχουσα πλείστην, διὰ τὸ καί
  • τὰ μὲν ἔμπυῤ εἶναι μᾶλλον αὐτῶν τὰ δʼ ἔνυγρα.
  • Χρῶνται δὲ Κελτοὶ τοῖς ἔθεσιν Ἑλληνικοῖς,
  • ἔχοντες οἰκειότατα πρὸς τὴν Ἑλλάδα
  • διὰ τὰς ὑποδοχὰς τῶν ἐπιξενουμένων·
  • σὺν μουσικῇ δʼ ἄγσυσι τὰς ἐκκλησίας,
  • ζηλοῦντες αὐτὴν ἡμερώσεως χάριν.
  • Τούτων δ᾿ κεῖται λεγομένη τις ἐσχάτη
  • στήλη βόρειος· ἔστι δʼ ὑψηλὴ πάνυ
  • 203
  • εἰς κυματῶδες πέλαγος ἀνατείνουσ᾿ ἄκραν.
  • Οἰκοῦσι τῆς στήλης δὲ τοὺς ἐγγὺς τόπους
  • Κελτῶν ὅσοι λήγουσιν ὄντες ἔσχατοι
  • Ἔνετοί τε καὶ τῶν ἐντὸς εἰς τὸν Ἀδρίαν
  • Ἴστρων καθηκόντων· λέγουσι δʼ αὐτόθεν
  • τὸν Ἴστρον ἀρχήν λαμβάνειν τοῦ ῥεύματος.
  • Τῶν πρὸς τὸ Σαρδῷον δ᾿ πέλαγος κειμένων
  • οἰκοῦσι Λιβυφοίνικες, ἐκ Καρχηδόνος
  • ἀποικίαν λαβόντες· ἑξῆς δʼ, ὡς λόγος,