Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Τὸ τῆς θαλάττης τῆς Ἀτλαντικῆς στόμα
  • σταδίων μὲν εἶναί φασιν ἑκατὸν εἴκοσιν·
  • ἡ περιέχουσα δʼ αὐτὸ χώρα πλησίον
  • ἡ μὲν Λιβύης ἡ δʼ ἐστὶν Εὐρώπης ἄκρα.
  • Νῆσοι δὲ τούτων ἑκατέρωθεν κείμεναι
  • διέχουσʼ ἀπʼ ἀλλήλων τριάκοντα σχεδόν
  • 200
  • σταδίους· καλοῦνται δʼ ὑπό τινων Ἡρακλέους
  • στῆλαι. Μιᾶς τούτων δὲ Μασσαλιωτική
  • πόλις ἐστὶν ἐγγὺς, Μαινάκη καλουμένη·
  • αὕτη πρὸς Εὐρώπην δὲ τῶν Ἑλληνίδων
  • πόλεων ἁπασῶν ἐσχάτην ἔχει θέσιν.
  • Κάμψαντι τὴν ἄκραν δὲ τὴν κατʼ ἀντικρύ
  • πρὸς ἥλιον δύνοντα πλοῦς ἐσθʼ ἡμέρας·
  • εἶτ᾿ ἐχομένη ᾿ στὶ νῆσος ἡ καλουμένη
  • Ἐρύθεια, μεγέθει μὲν βραχεῖα παντελῶς,
  • βοῶν δʼ ἀγέλας ἔχουσα καὶ βοσκημάτων,
  • προσεμφερεῖς ταύροις τε τοῖς Αἰγυπτίοις
  • καὶ τοῖς κατὰ τὴν Ἤπειρον ἔτι Θεσπρωτίοις·