Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • τίνα μιγάδων λεγόμενα, ποῖα νομαδικά,
  • τίνες ἥμεροι, τινες εἰσὶν ἀξενώτατοι
  • ἔθεσι, τρόποις τʼ ἔργοις τε βαρβαρώτατοι,
  • τίνα τῶν ἐθνῶν μέγιστα πολυανδροῦντά τε.
  • τίσιν νόμοις ἕκαστα χρῆται καὶ βίοις,
  • τῶν ἐμπορίων ὅσα τʼ ἐστὶν εὐτυχέστατα,
  • νήσων τε πασῶν τῶν πρὸς Εὐρώπην θέσιν,
  • ἑξῆς τε τῶν σύνεγγυς Ἀσίᾳ κειμένων,
  • κτίσεις τε πόλεων τῶν ἐν αὐταῖς φερομένων,
  • ἀπλῶς θʼ ἀπάντων ὁρικῶς * διέξοδον
  • καὶ τὴν ὅλην περίοδον ἐν ὀλίγους στέχοις,
  • ἧς ὁ κατακούσας οὐ μόνον τερφθήσεται,
  • ἅμα δʼ ὠφελίαν ἀποίσετʼ εὔχρηστον μαθών,
  • εἰ μηθὼν ἕτερον, φασί, ποῦ ποτʼ ἔστι γῆς,
  • κἀν τίσι τόποις τὴν πατρίδα κειμένην ἔχει,
  • τίνων τε πρότερον γενομένην οἰκητόρω
  • πόλεσί τε ποίαις συγγένειαν ἀναφέρει·
  • συνελόντι δʼ εἰπεῖν, οὐχὶ τὴν Ὀδυσσέως
  • ἀναδεξάμενος, ὥς φασιν οἱ μῦθοι, πλάνην,
  • ἐπὶ τῆς ἰδίας δὲ καταμένων εὐδαιμόνως,