Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Οὗ δὴ σχεδὸν μάλιστα καὶ πεπεισμένος
  • πρὸς σὴν κατὰ λόγον ἧκα κοινὴν γὰρ σχεδόν
  • τοῖς φιλομαθοῦσιν ἀναδέδειχας ἑστίαν·
  • θεὸς δὲ συνεφάψαιτα τῇ προαιρέσει.,
  • Ἐκ τῶν σποράδην γὰρ ἱστορουμένων τισίν
  • ἐν ἐπιτομῇ σοι γέγραφα τὰς ἀποικίας
  • κτίσεις τε πόλεων, τῆς ὅλης τε γῆς σχεδόν
  • ὅσ᾿ ἐστὶ πλωτὰ καὶ πορευτὰ τῶν τόπων.
  • Τούτων δʼ ὅσα μὲν εὔσημά τʼ ἐστὶ καὶ σαφῆ
  • ἐπὶ κεφαλαίου συντεμὼν ἐκθήσομαι,
  • ὅσα δʼ ἐστὶν αὐτῶν οὐ σαφῶς ἐγνωσμένα,
  • ὁ κατὰ μέρος ταῦτʼ ἐξακριβώσει λόγος,
  • ὥστε, βασιλεῦ, τὸν πάντα τῆς οἰκουμένης
  • ἔχειν σε περιορισμὸν ἐπιτετμημένον,
  • ποταμῶν τε μεγάλων ἰδιότητας καὶ ῥύσεις,
  • 198
  • τὴν τῶν δύʼ ἠπείρων τε κατὰ μέρος θέσιν,
  • ἐν ἑκατέρᾳ τινες εἰσὶν Ἑλλήνων πόλεις,
  • τίνες ἐκτίσαν, κατὰ τίνας ᾤκησαν χρόνους,
  • τοὺς ὁμοεθνεῖς ὄντας τε τούς τʼ αὐτόχθονας,
  • τίνʼ ἔστι πλησιόχωρα βαρβάρων γένη,