Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • οὐκ ἔστι, τῷ μέτρῳ δὲ περιειλημμένην
  • ἔστιν κατασχεῖν εὐσκόπως καὶ πιστικῶς·
  • ἔχει γὰρ ἐπιτρέχουσαν ἐν ἑαυτῇ χάριν,
  • ὅταν ἱστορία καὶ λέξις ἔμμετρος πλεκῇ.
  • Κεῖνος μὲν οὖν κεφάλαια συναθροίσας χρόνων
  • εἰς βασιλέως ἀπέθετο φιλαδέλφου χάριν,
  • ἃ καὶ διὰ πάσης γέγονε τῆς οἰκουμένης,
  • ἀθάνατον ἀπονέμοντα δόξαν Ἀττάλῳ
  • τῆς πραγματείας ἐπιγραφὴν εἰληφότι.
  • Ἐγὼ δʼ ἀκούων, διότι τῶν νῦν βασιλέων
  • μόνος βασιλικὴν χρηστότητα προσφέρεις,
  • πεῖραν ἐπεθύμησʼ αὐτὸς ἐπʼ ἐμαυτοῦ λαβεῖν
  • καὶ παραγενέσθαι καὶ τί βασιλεύς ἐστʼ ἰδεῖν,
  • ἵνʼ αὐτὸς ἑτέροις πάλιν ἀπαγγέλλειν ἔχω.
  • Διὸ τῇ προθέσει σύμβουλον ἐξελεξάμην
  • τὸν συγκατορθώσαντα καὶ τῷ σῷ πατρί
  • τὰ τῆς βασιλείας πρότερον, ὡς ἀκούομεν,
  • παρὰ σοί τε, βασιλεῦ, γνησίως τιμώμενον
  • κατὰ πάντα, τὸν Ἀπόλλωνα τὸν Διδυμῆ λέγω,
  • τὸν καὶ θεμιστεύοντα καὶ μουσηγέτην.