Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • τὴν τῆς 42?]τέ 3[τῶν?] θέσιν.
  • καὶ τὸν πολίτην δʼ ἐκ 8
  • 8[π . ψ?]3 ασιν 1γνω[ρι1μεν?]3εἰ[σ?]1φ2[καί?]
  • [ὸγε2φετ?]7π[α?]ρ' ἱ[στορεῖν?]
  • [ἐ1πι 2λλομέν?]3 τόπους4
  • 6ἀκολου[θῶν?] δὲ καὶ Καλλισθέν[η?]
  • 3[ἰληφα?] καὶ κ31 χ?] 1 ενίων δὲ καί
  • Τίμαιον, ἄνδρα Σικελὸν ἐκ Ταυρομενίου,
  • ἐκ τῶν ὑφʼ Ἡροδότου τε συντεταγμένων·
  • ἃ δʼ αὐτὸς ἰδίᾳ φιλοπόνως ἐξητακώς
  • αὐτοπτικὴν πίστιν τε προσενηνεγμένος,
  • ὡς ὢν θεατὴς οὐ μόνον τῆς Ἑλλάδος
  • ἢ τῶν κατʼ Ἀσίαν κειμένων πολισμάτων,
  • ἵστωρ δὲ γεγονὼς τῶν τε περὶ τὸν Ἀδρίαν
  • καὶ τῶν κατὰ τὸν Ἰόνιον ἑξῆς κειμένων,
  • ἐπεληλυθὼς δὲ τούς τε τῆς Τυρρηνίας
  • καὶ τοὺς Σικελικοὺς καὶ πρὸς ἐσπέραν ὅρους
  • καὶ τῆς Λιβύης τὰ πλεῖστα καὶ Καρχηδόνος.
  • Τὰ δὲ πολλὰ συνελὼν ἄρξομαι τῶν πραγμάτων,
  • πρῶτον δὲ τάξω τοὺς κατʼ Εὐρώπην τόπους.