Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • οὐχὶ μόνον ἑτερόφυλον ἀνθρώπων βίον,
  • ἐθνῶν ὅλων δὲ γνώσετʼ ἄστη καὶ νόμους.
  • Λαβοῦσα δʼ ἡ σύνταξις ἐπιφανέστατον
  • ἀρχηγέτην σε φιλάγαθόν τε προστάτην
  • ἥξει διὰ λόχους ἐπμελεῖς εἰς τὸν βίον,
  • τὸ σόν τε, βασιλεῦ, πᾶσι κηρύξει κλέος
  • διαπεμπομένη πρὸς ἕτερον ἀφʼ ἑτέρου τόπον
  • καὶ τοῖς μακρὰν ἀπέχουσι τὴν εὐφημίαν.
  • Ἤδν δ᾿ ἐπʼ ἀρχὴν εἶμι τῆς συντάξεως
  • τοὺς συγγραφεῖς ἐκθέμενος, οἷς δὴ χρώμενος
  • τὸν ἱστορικὸν εἰς πίστιν ἀναπέμπω λόγον·
  • τῷ τὴν γεωγραφίαν γὰρ ἒπιμελέστατα
  • γεγραφότι, τοῖς τε κλάμασι καὶ τοῖς σχήμασιν,
  • Ἐρατοσθένει μάλιστα συμπεπεισμένος,
  • Ἐφόρῳ τε καὶ τῷ τὰς κτίσεις εἰρηκότι
  • ἐν πέντε βίβλοις Χαλκιδεῖ Διονυσίῳ,
  • 199
  • Δημητρίῳ τε Καλλατιανῷ συγγραφεῖ
  • καὶ τῷ Σικελῷ Κλέωνι καὶ Τιμοσθένει,
  • τὴν τῆς 42?]τέ 3[τῶν?] θέσιν.
  • καὶ τὸν πολίτην δʼ ἐκ 8