Ad Nicomedem regem, vv. 1-980

Pseudo-Scymnus

Pseudo-Scymnus, creator; Geographi graeci minores Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

  • Πάντων ἀναγκαιότατον ἡ κωμῳδία,
  • θειότατε βασιλεῦ Νικόμηδες, τοῦτʼ ἔχει
  • τὸ καὶ βραχέως ἕκαστα καὶ φράζειν σαφῶς
  • καὶ ψυχαγωγεῖν πάντα τὸν ὕγιῆ κριτήν.
  • Διὸ δὴ δοκιμάσας τὸ πιθανὸν τῆς λέξεως
  • σοί τε διὰ ταύτης ἐντυχεῖν ἐσπούδασα
  • καὶ διαλεγῆναι βραχέα, τό τε συνηγμένον
  • εὐπεριγράφως ὠφέλιμον ἀναδοῦναι τάδε
  • σύνταγμα, κοινὴν πᾶσι τὴν εὐχρηστίαν
  • διὰ σὲ παρέξων τοῖς θέλουσι φιλομαθεῖν.
  • Βουλόμενος οὖν σοι πρῶτον ἐκθέσθαι σαφῶς
  • τὸν ἀπολογισμὸν τῆς ὅλης συντάξεως,
  • αἰτῶ δοθῆναι τῇ προεκθέσει λόγον
  • μὴ πολύν· ἐμοὶ γὰρ κρίνεται λακωνικῶς
  • περὶ μεγάλων ἐλάχιστα πραγμάτων λέγειν.
  • Ἔστι δʼ ἃ γράφω τοιαῦτα. Τοῖς ἐν Περγάμῳ
  • βασιλεῦσιν, ὧν ἡ δόξα καὶ τεθνηκότων
  • παρὰ πᾶσιν ἡμῖν ζῶσα διὰ παντὸς μένει,
  • τῶν Ἀττικῶν τις γνησίων τε φιλολόγων,
  • γεγονὼς ἀκουστὴς Διογένους τοῦ Στωῖκοῦ,