Descriptio Graeciae

Heraclides, Criticus

Dicaearchus, Messenius (Pseudo); Heraclides, Criticus, author; Geographi Graeci Minores, Volumen Primum, ed. Karl Müller; Ambroise Firmin Didot, Paris, 1855

Τὴν μὲν οὖν Ἑλλάδα ἀπὸ Πελοποννήσου τὴν ἀρχήν λαβὼν μέχρι τοῦ Μαγνήτων ἀφορίζω [Ὁμολίου καὶ τῶν Θετταλῶν] στάμπου. Τάχα δὲ φήσουσί τινες ἡμᾶς ἀγνοεῖν τὴν Θετταλίαν τῆς Ἑλλάδος καταριθμοῦντας, ἄπειροι τῆς τῶν πραγμάτων ὄντες ἀληθείας.

(2) Ἡ γὰρ Ἑλλὰς τὸ παλαιὸν οὖσά ποτε πόλις ἀφʼ Ἕλληνος τοῦ

109
Αἰόλου ἐκλήθη τε καὶ ἐκτίσθη, τῆς τῶν Θετταλῶν οὖσα χώρας, ἀναμέσον Φαρσάλου τε κειμένη καὶ τῆς τῶν Μελιταιέων πόλεως. Ἕλληνες μὲν γάρ εἰσι τῷ γένει, δὲ οἱ τὴν Ἀττικήν κατοικοῦντες Ἀττικοὶ μέν εἰσι τῷ γένει, ταῖς δὲ διαλέκτοις ἀττικίζουσιν, ὥσπερ Δωριεῖς μὲν οἱ ἀπὸ Δώρου τῇ φωνῇ δωρίζουσιν· αἰολίζουσι δὲ οἱ ἀπὸ Αἰόλου, ἰάζουσι δὲ οἱ ἀπὸ Ἴωνος τοῦ Ξούθου φύντες.

(2) Ἡ οὖν Ἑλλὰς ἐν Θετταλία ἦν, ὅτε ποτὲ ἦν, οὐκ ἐν τῇ Ἀττικῇ. Ὁ γοῦν ποιητής φησι·

  • Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί,
  • Μυρμιδόνας μὲν λέγων εἶναι τοὺς περὶ τὴν Θετταλίας Φθίαν κατοικοῦντας, Ἕλληνας δὲ τοὺς μικρῷ πρότερον ῥηθέντας, Ἀχαιοὺς δὲ τοὺς καὶ νῦν ἔτι κατοικοῦντας Μελίταιάν τε καὶ Λάρισσαν τὴν Κρεμαστὴν καλουμένην καὶ Θήβας τὰς Ἀχαΐδας πρότερον Φυλάκην καλουμένην, ὅθεν ἦν καὶ Πρωτεσίλαος ὁ στρατεύσας εἰς Ἴλιον. Ἔστιν οὖν ἡ Ἑλλὰς ὑφʼ Ἕλληνος οἰκισθεῖσα πόλις τε καὶ χώρα.

    (3) Μαρτυρεῖ δὲ καὶ Εὐριπίδης·

  • Ἕλλην γὰρ, ὡς λέγουσι, γίγνεται Διὸς,
  • τοῦ δʼ Αἴολος παῖς· Αἰόλου δὲ Σίσυφος,
  • Ἀθάμας τε Κρηθεύς θ᾿, ὅς τʼ ἐπʼ Ἀλφειοῦ ῥοαῖς
  • θεοῦ μανείς ἔρριψε Σαλμωνεὺς φλόγα.
  • (4) Ἑλλὰς μὲν οὖν ἐστὶ, ὥσπερ μικρῷ πρότερον εἰρήκαμεν, ἣν ὁ Διὸς Ἕλλην ἔκτισεν, ἀφʼ οὗ καὶ τὸ ἑλληνίζειν τὴν προσηγορίαν εἴληφεν· Ἕλληνες δ᾿ οἱ ἀφʼ Ἕλληνος. Οὗτοι δ εἰσὶν Αἴολος καὶ Σίσυφος, ἔτι δὲ Ἀθάμας καὶ Σαλμωνεὺς καὶ οἱ τούτων φύντες ἔκγονοι.

    (5) Ἡ δὲ καλουμένη νῦν Ἑλλὰς λέγεται μὲν, οὐ μέντοι ἐστί τὸ γὰρ ἑλληνίζειν ἐγὼ εἶναί φημι οὐκ ἐν τῷ διαλέγεσθαι ὀρθῶς, ἀλλʼ ἐν τῷ γένει τῆς φωνῆς αὕτη δʼ ἐστὶν ἀφ᾿ Ἕλληνος· ἡ δὲ Ἑλλὰς ἐν Θετταλίᾳ κεῖται. Ἐκείνους οὖν ἐροῦμεν τὴν Ἑλλάδα κατοικεῖν καὶ ταῖς φωναῖς ἑλληνίζειν.

    (6) Εἰ δὲ καὶ κατὰ τὸ ἴδιον τοῦ γένους τῆς Θετταλίας ἡ Ἑλλάς ἐστι, δίκαιον καὶ κατὰ τὸ κοινὸν, ὡς νῦν ὀνομάζονται Ἕλληνες, τῆς Ἑλλάδος αὐτὴν εἶναι.

    (7) Ὅτι δὲ πᾶσα ἣν κατηριθμήμεθα Ἑλλάς ἐστι, μαρτυρεῖ ἡμῖν ὁ τῶν κωμῳδιῶν ποιητὴς Ποσείδιππος, μεμφόμενος Ἀθηναίοις, ὅτι τὴν αὑτῶν φωνὴν καὶ τὴν πόλιν φασὶ τῆς Ἑλλάδος εἶναι, λέγων οὕτως·

  • Ἑλλὰς μέν ἐστι μία, πόλεις δὲ πλείονες.
  • Σὺ μὲν ἀττικίζεις, ἡνίκ᾿ ἂν φωνήν λέγης
  • αὑτοῦ τινʼ· οἱ δ᾿ Ἕλληνες ἑλληνίζομεν.
  • Τί προσδιατρίβων συλλαβαῖς καὶ γράμμασιν
  • τὴν εὐτραπιλἴαν ἀηδίαν ἄγεις;
  • 110

    8. Πρὸς μὲν τοὺς οὐχ ὑπολαμβάνοντας εἶναι τὴν Θετταλίαν τῆς Ἑλλάδος οὐδὲ τοὺς Θετταλοὺς Ἕλληνος ἀπογόνους ὄντας ἑλληνίζειν ἐπὶ τοσοῦτον εἰρήσθω. Τὴν δὲ Ἑλλάδα ἀφορίσαντες ἕως τῶν Θετταλῶν στομίου --- καὶ τοῦ Μαγνήτων Ὁμολίου, τὴν διήγησιν πεποιημένοι, καταπαύομεν τὸν λόγον.