In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Διεστραμμένα δὲ διορθῶσαι· τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, δεῖ τὰ μὲν ἐπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει, τὰ δὲ ἐναντία ἐναντίως.

Αἱ διαστροφαὶ γίνονται ποτὲ μὲν ἀποχωροῦντός τινος ἐκ τῆς ἰδίας ἕδρας ἐπὶ τὰ ἐκτὸς τοῦ σώματος, ποτὲ

817
δὲ ἐπελθόντος εὐρυχωρίᾳ τινὶ τῶν ἔνδον τοῦ σώματος, οἷον ἐπὶ τῆς ῥινός. ἐὰν μὲν εἰς τὴν ἐκτὸς χώραν ἤτοι τῶν ὀστῶν αὐτῆς ἢ καὶ τῶν πτερυγίων ἀποχωρῇ τι, διαστροφὴ γίνεται πρὸς τοὐκτὸς, ἐὰν δὲ εἰς τὸν ἔνδον πόρον ἀφίκηται, διαστρέφεται πρὸς τοῦτον ἡ ῥίς. ἀνάλογον δὲ κἀπὶ τῶν ἄλλων μορίων διαστροφαὶ γίνονται. δηλονότι κἀπὶ τούτων ὁ κοινὸς ἅπασι σκοπὸς τῆς θεραπείας ἐνδείξεται τὰ βοηθήματα. κοινὸς δὲ πᾶσιν ἦν σκοπὸς τἀναντία τῶν ἐναντίων ἰάματα, ὥστε καὶ νῦν τὰ μὲν ἀπεληλυθότα προσακτέον ἐστὶ καὶ δι’ ἄλλων μὲν τῶν βοηθημάτων, ὑπὲρ ὧν οὐ πρόκειται λέγειν, ἀτὰρ οὖν καὶ δι’ ἐπιδέσμων. αὐτὸς δὲ εἶπον τοὺς ἐξ ἐπιδέσμων τόπους εἰς ταῦτα χρησίμους. ἐπίδεσιν μὲν, ὡς καὶ πρόσθεν αὐτὸς ἔγραψεν, ἐπί τε τῶν ἀφεστώτων καὶ ἐκπεπτωμένων καὶ συνεληλυθότων, ἀνακόλλησιν δὲ, ὡς ἐν τῷ περὶ ἄρθρων, ἐπὶ ῥινὸς καὶ γένυος, ἀνάληψιν δὲ ὡς ἐν τῷ περὶ καταγμάτων, ἔνθα φησίν· ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχει ἀναλελαμμένην. τυγχάνει δὲ ἡ ταινίη κατὰ
818
τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτον ἀνάγκη τὸ ἕτερον ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος. ἢν δὲ κατεαγότων τῶν ὀστέων οὕτως ἄκρην τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει καὶ περὶ τὸν ἀγκῶνα, ὁ δ’ ἄλλος πῆχυς μὴ μετέωρος εἴη, οὗτος εὑρεθήσεται τὸ ὀστέον εἰς τὸ κάτω μέρος διεστραμμένον ἔχον. χρὴ οὖν ἐν τῇ ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι. ἡ ῥῆσις οὖν αὕτη μοχθηρὰν ἀνάληψιν, ἥτις διαστροφὴν ἐργάζεται διδάσκουσα καὶ τὴν τῶν διεστραμμένων ἴασιν ἐνδείκνυται. φέρε γάρ τινι διεστράφθαι πρὸς τὸ κάτω τὸν πῆχυν, ἀναληψόμεθα τοῦτο ὑποθέντες αὐτῷ πρὸς τὸ κάτω ταινίαν στενήν. εἰ δὲ πρὸς τὰ ἄνω διεστραμμένος εἴη, τὴν πρὸς τὰ κάτω διαστρέφουσαν ἀνάληψιν παραληψόμεθα, καθ’ ἣν τὰ μὲν πρὸς τῷ καρπῷ καὶ τῷ ἀγκῶνι μόρια ταινία ἔχει, τὸ δὲ μεταξὺ ἀστήρικτόν ἐστιν, ὥσπερ γε καὶ εἰ ἐν τῷ καρπῷ διαστροφὴ γένοιτο πρὸς τὰ ἄνω, τὴν ἐπὶ τὰ κάτω διαστρέφουσαν ἐπίδεσιν προσάξομεν,
819
ἥτις συνέχουσα τὰ πρὸς ἀγκῶνα τὸ πρὸς τῷ καρπῷ πέρας ἀστήρικτον ἀπολείποι. κατὰ ταῦτα δὲ καὶ περὶ τῆς πρὸς ἀγκῶνα διαστροφῆς πρὸς τὴν ἄνω τὴν ἀνέδραστον μόνον τοῦτον καταλιποῦσαν ἀνάληψιν προσάξομεν, ἥτις τόπῳ διεστραμμένῳ αὐτὴ διέστρεφεν εἰς τὰ κάτω. συνελόντι δὲ εἰπεῖν, εἴ τινα μήπω διεστραμμένα διαστρέφουσιν, αὐτὰ τὰ πρὸς τὸν ἐναντίον τρόπον διεστραμμένα κατευθύνουσι. ἀνάλογον δὲ τούτοις ἁμαρτάνεται καὶ κατορθοῦται κατὰ κνήμην καὶ μηρὸν ἐν ταῖς ὅλου τοῦ σκέλους θέσεσιν. ὅπερ γὰρ ἐπὶ χειρὸς ἀνάληψις, τοῦτο θέσις ἐπὶ σκέλους καὶ χρὴ προσυπακοῦσαι τῷ τῆς ἀναλήψεως ὀνόματι καὶ τὴν θέσιν. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, τὰ δὲ ἐναντία ἐναντίως, ἐγχωρεῖ καὶ περὶ τῶν εἰρημένων ἐπιδέσεων λέγεσθαι. τὰ γὰρ ἐναντία γενήσεται τοῖς εἰρημένοις πάθεσι λέγειν αὐτὸν ἐναντίως ἐπιδούμενα κατορθοῦσθαι, τουτέστι τοῖς μὲν ἀφεστῶσι τὰ παρὰ φύσιν ἐξευθυσμένα, λέλεκται δέ μοι τὰ περὶ τούτων ἔμπροσθεν ἐν τῷ κατ’ ἰητρεῖον βιβλίῳ. πρῶιον μὲν ἁπάντων γέγραπται λόγος ὁ περὶ τῶν φυσικῶν κριτηρίων,
820
οἶς χρώμεθα πάντες ἄνθρωποι, τά τε κατὰ τὰς τέχνας ἁπάσας διοικοῦσι καὶ σύμπαντα τὸν βίον. ἔχρῃζε γὰρ οὐ πρὸς τὰ προκείμενα νῦν μόνον, ὅσα κατὰ χειρουργίαν, ἀλλὰ καὶ πάσας τὰς ἐν ἰατρικῇ διαγνώσεις τῶν παθῶν, ἃς δὴ καὶ σημειώσεις ὀνομάζουσιν ὡρισμένοι τῶν διαγνωστικῶν κριτηρίων. δεύτερος ἐπὶ τῷδε λόγος ἐν τῷ προκειμένῳ βιβλίῳ γέγραπται, περὶ τῶν κατὰ τὴν ἐν ἰατρικῇ χειρουργίαν διδάσκων, ἐκ τίνων συμπληροῦται. ἐφ’ ᾧ τρίτος ὁ περὶ ἐπιδέσεως, ὁποίαν χρὴ γίνεσθαι τὴν ἐπίδεσιν, τὴν ἔνδειξιν ἡμῶν λαμβανόντων ἀπό τε τῆς τοῦ πεπονθότος μορίου, φύσεως καὶ αὐτοῦ τοῦ πάθους, ἐν τῷ νῦν ἡμῖν εἰρημένῳ λόγῳ περὶ καταγμάτων ποιεῖ τὴν διδασκαλίαν, ὑποπεπτωκότων πάθει γενικῷ τῇ λύσει τῆς συνεχείας. οὕτως γὰρ ἐγὼ προσαγορεύειν εἴωθα τοῦτο τὸ γένος τοῦ πάθους. ὁ δὲ Ἱπποκράτης ἀφεστῶτα καλεῖ τὰ σώματα τὰ οὕτω πεπονθότα, ὥστε καὶ τὸ πάθος αὐτῶν ἀπόστασις εἰκότως ὀνομασθήσεται καὶ γενήσεται ἕν τι εἶδος τοῦ γένους τῶν παθῶν, ὃ 
821
καλοῦσιν ἰδίως ἀπόστασίν τε καὶ ἀπόστημα. ταῦτα μὲν οὖν αὐτὰ τὰ νῦν εἰρημένα χάριν ἀναμνήσεως ὧν ἔμπροσθεν ἐξηγησάμην εἴρηταί μοι. καιρὸς δὲ ἤδη τῶν ἐφεξῆς ἄρξασθαι.

Σπληνῶν μήκεα, πλάτεα, πάχεα, πλήθεα. μῆκος ὅσον ἡ ἐπίδεσις, πλάτος τριῶν ἢ τεσσάρων δακτύλων, πάχος τριπτύχους ἢ τετραπτύχους, πλῆθος κυκλεῦντας μη ὑπερβάλλειν μηδὲ ἐλλείπειν.

Ἐν τῷ περὶ τῶν καταγμάτων λόγῳ τῷ νῦν αὐτῷ προκειμένῳ πρῶτον μέμνηται τῶν προκειμένων σπληνῶν καλουμένων, κελεύων αὐτοὺς εἶναι τῷ μήκει μὲν ἴσους τῇ ἐπιδέσει καὶ παραλαμβάνηται δι’ ἐκείνην ἕνεκα τοῦ στηρίζειν καὶ κατέχειν αὐτὴν ἀκίνητον. τῷ δὲ πλάτει τριῶν ἢ τεττάρων δακτύλων, τῶν τοῦ αὐτοῦ τοῦ ἐπιδουμένου δηλονότι, τῷ

822
πάχει δὲ ἢ τριπτύχους ἢ τετραπτύχους· ἔνθεν μὲν ἀσφαλεστέρας φρουρᾶς ἡ ἐπίδεσις δεῖται τετραπτύχους, ἔνθα δὲ οὐ τοιαύτης, ἀρκοῦν ἡγούμενος καὶ τοὺς τριπτύχους. εὔδηλον δ’ ὅτι τὰ συντετριμμένα μᾶλλον ὀστᾶ, πλέονος ἀσφαλείας δεῖται. τὸ δὲ πλῆθος τῶν σπληνῶν τοσοῦτον, φησὶν, εἶναι χρὴ, ὡς ἐν κύκλῳ περιληφθῆναι τὸ ἐπιδούμενον κῶλον. οὐ γὰρ δὴ τοῖς τῆς κλειδὸς ἢ πλευρᾶς κατάγμασι περιλαμβάνειν ἐν κύκλῳ δυνατὸν, ἀλλ’ ἐπ’ ἐνίων τὸ μέγεθος τοῦ κατάγματος ἐνδείξεταί σοι τὸν ἀριθμὸν τῶν σπληνῶν ἐπὶ τῆς κλειδὸς εἰώθαμεν ὡς τὸ πολὺ χρῆσθαι τρισὶ τετραπτύχοις σπλήνισι τοὺς δύο μὲν τοὺς πρώτους εἰς ὁμοιότητα τοῦ γράμματος ἐπιβάλλοντες, ὡς κατ’ αὐτοῦ τοῦ συντετριμμένου τὸ μέσον ἑκατέρου καθ’ ὃ συμβάλλουσιν ἐνίοις ἐπικεῖσθαι. τρίτον δὲ αὐτοῖς καὶ ἔξωθεν ἐπιθέντες κατὰ τὸ τοῦ σώματος μῆκος ἐντεταμένον, αὐτούς γε τοὺς ὑποκειμένους σφίγγοντα καὶ τὸ κατεαγὸς μέρος τῆς κλειδὸς πιλοῦντα.

823
Οἷσι δὲ ἐς διόρθωσιν μῆκος κυκλεῦντας πλάτος καὶ πάχος τῇ ἐνδείῃ τεκμαίρεσθαι, μὴ ἀθρόα πληρεῦντας.

Θαυμάζω πῶς οὐκ εἶπε πρῶτον μὲν τὰς χρείας τῶν σπληνῶν, εἶθ’ ὅπως ἄν τις αὐτῶν τύχοι. χρεία μὲν γὰρ αὕτη διττὴ κράτησίς τε τῶν ὑποδεσμίδων ἀναπλήρωσίς τε κατὰ τοιαῦτα τῶν μορίων, ἃ καλεῖν αὐτὸς εἴωθεν ἀπόξη τε καὶ ἀπόξηρα, καθάπερ ἐστὶ, πήχεος μὲν πρὸς καρπῷ, κνήμης δὲ πρὸς ποδί. περιβάλλειν γὰρ ἐν τούτοις ἀξιοῖ κυκλοτερῶς τοὺς σπλῆνας, ὡς μετὰ τὴν ἐπιβολὴν τῶν ἔξωθεν ἐπιδέσμων ἴσην εἶναι τῷ πάχει τὴν ἐπίδεσιν. οὐσῶν οὖν δυοῖν χρειῶν τῆς ἐπιδέσεως τῶν σπληνῶν κρατήσεώς τε καὶ ἀναπληρώσεως, ἣν αὐτὸς ὠνόμασε διόρθωσιν, ἀξιῶν αὐτοὺς εἶναι τῷ μὲν μήκει τηλικούτους, ὡς ἐν κύκλῳ περιλαμβάνειν τὸ ἐπιδούμενον σῶμα, τῷ πάχει δὲ καὶ τῷ πλάτει κατὰ τὴν ἔνδειαν τῶν μορίων δηλονότι. τῷ μήκει μὲν ἐὰν

824
μικροὶ γενηθῶσι, κυκλοτερῶς περιβαλεῖν τὸ μόριον, ἀναγκαῖόν ἐστι τὸ ἕτερον αὐτῶν πέρας ἐπὶ θατέρου τεθὲν ὑψηλότερον ἀποφῆναι τὸ μέρος ἐκείνου τοῦ κώλου τῶν ἑκατέρωθεν, ὥστε ἀνώμαλον εἷναι τὴν ἐπίδεσιν καὶ διὰ τοῦτο χαλαράν. ἐὰν δὲ βραχύτεροι γενηθέντες ἢ ὥστε ψαύειν ἀλλήλων τὰ πέρατα αὐτῶν, μεταξύ τινα χώραν ἀπολείπουσι κενὴν, ἀνωμάλως πάλιν αὖ ἔσται κατὰ τὸν ἐναντίον τρόπον ἡ ἐπίδεσις· ὡς γὰρ ἐπὶ τῶν μακροτέρων κυρτότητά τινα καὶ ἐξοχὴν, οὕτως ἐπὶ τούτων ἔνδειάν τέ τινα καὶ κοιλότητα λαβεῖν ἀναγκαῖον ἔσται τὸ χωρίον. τὴν περιβολὴν δὲ τούτων τῶν σπληνῶν οὐκ εἰς ἅπαξ ἀθρόαν, ἀλλὰ κατὰ βραχὺ κελεύει ποιεῖσθαι, λεπτομερεῖς μὲν γὰρ τῷ πάχει τοὺς ἀνωτέρους τιθεμένους εἶναι δεήσει, παχυτέρους δὲ τοὺς κατωτέρους. ἐὰν ἀθρόως ἕνα περιβάλῃς, ἔσται σοι σχῆμα τῆς κατ’ αὐτὸ τὸ χωρίον ἐπιδέσεως, οἷον ἐξ ἀρχῆς ὑπῆρχε τῷ κώλῳ.

825
Τῶν δὲ ὀθονίων ὑποδεσμίδες εἰσὶ δύο τῇ πρώτῃ ἐκ τοῦ σίνεος εἰς τὰ ἄνω, τῇ δὲ δευτέρῃ ἐκ τοῦ σίνεος εἰς τὰ κάτω τελευτώσῃ.

Λέλεκταί μοι καὶ πρόσθεν ὑποδεσμίδας ὀνομάζειν αὐτὸν τοὺς πρὸ τῶν σπληνῶν ἐπιδέσμους, ἁπάντων πρώτους ἐπιβαλλομένους τῷ πεπονθότι σώματι. γέγραπται δὲ ἐν τῷ περὶ ἀγμῶν τῆς ἑκατέρου περιθέσεως ἡ χρεία. ὁ μὲν γὰρ πρότερος αὐτῶν οὐ μόνον ἀνείργει τὴν ἐπιῤῥοὴν, ἀλλὰ καὶ τοῦ περιεχομένου κατὰ τὸ πεπονθὸς ἀπωθεῖταί τι πρὸς τὴν ἄνω χώραν. ὁ δὲ δεύτερος ἐκθλίβει τὸ περιττὸν αἵματος πεπονθότος μορίου πρὸς τὸ τοῦ κώλου πέρας. κοινὴ δὲ ἀμφοτέρου ἡ χρεία, κατέχειν τὸ διαπεπλασμένον ὀστοῦν ἀδιάστροφον.

826
Κατὰ τὸ σῖνος πιέζειν μάλιστα ἥκιστα τὰ ἄκρα, τὰ δὲ ἄλλα κατὰ λόγον.

Καὶ τούτων ὁ λογισμὸς ἐν τῷ περὶ ἀγμῶν εἴρηται. καθόλου γὰρ ἐπὶ πάσης ἐπιδέσεως, ἔνθα μὲν ἔσφιγκται μᾶλλον ἡ ὑποκειμένη σὰρξ, ἐκθλίβεται τὸ περιεχόμενον ὑγρὸν ἐν αὐτῇ πρὸς τὰ πέριξ, ἔνθα δὲ ἧττον, ἐνταῦθα δέχεται τὸ μεταῤῥέον ἐκ τῶν μᾶλλον θλιφθέντων.

Ἡ δὲ ἐπίδεσις πουλὺ τῆς ὑγιέος προσλαμβανέτω.

Καὶ ταύτης τῆς συμβουλῆς ὁ λογισμὸς δῆλος· ἐν γὰρ τῷ πολὺ τοῦ ὑγιοῦς ἐπιλαμβάνειν τὴν ἐπίδεσιν, ἥ τε κράτησις ἀσφαλεστέρα τοῦ διαπεπλασμένου γίνεται καὶ μᾶλλον ἐκθλίβονται τοῦ πεπονθότος ἰχῶρες εἰς τὰ πλησιάζοντα καὶ ἐκ τῶν ἄνωθεν ἐπιῤῥοὴ κωλύεται μᾶλλον.

827
Ἐπιδέσμων δὲ πλῆθος, μῆκος, πλάτος· πλῆθος μὲν μὴ ἡσσᾶσθαι τοῦ σίνεος μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι μηδὲ ἄχθος μηδὲ περίῤῥεψιν μηδὲ ἐκθήλυνσιν ἐπιδέσμου.

Οἱ δὲ ἄλλοι σχεδὸν ἅπαντες οὐ διωρίσαντο ἐπιδέσμους ὑποδεσμίδων. ὁ δὲ Ἱπποκράτης τοὺς μὲν αὐτῷ τῷ σώματι περιβεβλημένους ἐπιδέσμους ὑποδεσμίδας ὀνομάζει, τοὺς δὲ τοῖς σπλήνεσιν ἔξωθεν ἐπιδουμένους ἐπιδέσμους. τούτων οὖν ἡλίκον εἶναι χρὴ τὸ πλῆθος καὶ τὸ μῆκος καὶ τὸ πλάτος ἐν τῇδε τῇ ῥήσει διέρχεται, πλῆθος μὲν ἀξιῶν εἶναι τοσοῦτον, ὡς κρατεῖν ἀσφαλῶς αὐτὸ τὸ διαπεπλασμένον ὀστοῦν. τὸ γὰρ μὴ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστιν ὡς ἄν τε μὴ κρατῶσιν οἱ ἐπίδεσμοι τοὐναντίον αὐτοῖς συμβήσεται, νικᾶσθαί τε καὶ ἡττᾶσθαι τοῦ σίνεος, τουτέστι τοῦ βεβλαμμένου μέρους. εἰ γὰρ τὸ νικᾷν ᾖ αὐτοῖς ἐν τῷ φυλάττειν ἀκίνητον τὴν διάπλασιν, ἐὰν αὐτὴ κινηθῇ κατά τι,

828
προσηκόντως ἄν τις αὐτοὺς ἡττᾶσθαι φαίη. τὸ μηδὲ νάρθηξιν ἐνέρεισιν εἶναι, τοιόνδε ἔσται, ἐὰν ὀλιγώτεροι τοῦ δέοντος οἱ ἐπίδεσμοι τύχοιεν ὄντες, ἐνέρεισις τῶν ἄρθρων, ὅπερ ἐστὶ βία καὶ θλίψις ἔσται σῖνος διήκουσα. καὶ μέντοι καὶ τοσούτους αὐτοὺς ποιήσεις ὡς βαρύνειν τὸν ἀσθενοῦντα καὶ οὕτως ἁμαρτήσεις τοῦ συμμέτρου. φυλαττόμενος οὖν ἑκάτερον τῶν σκοπῶν τοῦ πλήθους στόχασον. τῶν ἐπιδέσμων οἱ σκοποὶ δύο εἰσὶ, τὸ μήτε θλίβειν μήτε βαρύνειν. ἀλλὰ μηδὲ περίῤῥεψιν εἶναί φησι περὶ τῷ πλήθει τῶν ἐπιδέσμων. ἡ δὲ περίῤῥεψις ἀπὸ τοῦ περιῤῥέπειν ἐπὶ θάτερον μέρος, ἤτοι τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν, ὅλην τὴν ἐπίδεσιν ὀνομάζεται. τοῦτο δὲ αὐτὸ περιῤῥέπον, ἀμετρία τοῦ πλήθους αὐτῶν γίνεται. τὴν δὲ ἐκθήλυνσιν, εἴρηται γὰρ αὐτῷ, οἱ μὲν τινὲς ἀπὸ τῶν μορίων ἤκουσαν, ἐν οἷς τὸ σῖνος, ὡς ἀσθενῶν καὶ μαλακῶν ἐσομένων διὰ τὸ πλῆθος ἐπιβεβλημένων ἔξωθεν ὀθονίων, ἔνιοι δὲ ἐπὶ τῆς ἐπιδέσεως αὐτῆς, ὡς ἀτόνου γινομένης· ἐκλύεται γὰρ καὶ ἡ τῶν ἐπιθεμένων
829
ναρθήκων κράτησις ὑπὸ τοῦ πλήθους τῶν ὑποβεβλημένων ὀθονίων.

Μῆκος δὲ καὶ πλάτος τριῶν ἢ τεττάρων ἢ πέντε ἢ ἕξ, πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος.

Τῶν ἰδίων τοῦ ἐπιδουμένου δακτύλων καὶ πήχεων δηλονότι τοσούτων ἀξιοῖ τὴν ἐπίδεσιν εἶναι. τὸν δὲ ὅρον αὐτοῦ τοῦ μήκους καὶ τοῦ πλάτους οὐχ ἕνα μόνον ἐποίησε, διὰ τὸ μηδὲν τῆς ἐπιδέσεως ἴσον ἐν ἅπασι γενέσθαι τὸ μῆκος, ἀλλὰ κατὰ τοῦ κατάγματος μέγεθος ὑπαλλάττεσθαι, διορίζει πλήθη καὶ μήκη καὶ πλάτη τῶν ὀθονίων. ἐν ἅπαντι τούτῳ τῷ λόγῳ ἡ τελευτὴ ἐπιδέσεώς ἐστιν, ἣν μὲν ἐν τῷ περὶ ἀγμῶν βιβλίῳ κατ’ ἐκεῖνον ἀξιοῖ τὸν χρόνον γίγνεσθαι, καθ’ ὃν ἀφλεγμαντότατον τὸ πεπονθὸς ἐς νάρθηκας ἐμβάλλεται.

830
Αἱ παρέρματος περιβολαὶ τοσαῦται, ὥστε μὴ πιέζειν.

Τοσαυτάκις ἀξιοῖ τὸ πάρερμα περιβάλλειν τοῖς ἐπιδέσμοις, ὁποσάκις ἂν αὐτῶν ἐκείνων ἕκαστός ἐστι περιβεβλημένος. τὸ δὲ ὡς μὴ πιέζειν περὶ τοῦ μέτρου τῆς σφίγξεως αὐτῶν διδάσκει. μέχρι γὰρ τοσούτου ἐσφίγχθαι χρὴ κατὰ τὸ τῶν ἐπιδέσμων πάρερμα, μέχρις ἂν ἐπιμένῃ μὲν ἀσφαλῶς, μηδέπω δὲ πιέζῃ. τί οὖν ἄμεινον ἢ συνάπτειν ἀλλήλοις τὰ μέρη τῆς ῥήσεως, ὡς εἶναι τὸν λόγον τοιοῦτον· παρέρματος περιβολὰς τοσαύτας ποιητέον ἐστὶν, ὡς μὴ πιέζειν, ὡς τῶν πάνυ πολλῶν πιεζουσῶν. ἄμεινον δέ ἐστιν ἴσως ἀντὶ τοῦ τοσαῦτα τοιαῦτα τὸ τρίτον γράμμα ἀπὸ τῆς ἀρχῆς σ ποιήσαντας ι· τῇ γὰρ ποιότητι μᾶλλον αἱ περιβολαὶ τοῦ παρέρματος ἴσχουσι τὸ σύμμετρον τῆς ἐπιδέσεως, οὐ τῇ ποσότητι.

831
Μαλθακὰ δὲ, μὴ παχέα.

Πάντα ταῦτα δηλονότι κελεύει μαλθακὰ, μὴ παχέα παραλαμβάνεσθαι φυλαττόμενον, ὥσπερ ἐπὶ τῶν ὀθονίων ἔμπροσθεν εἴπομεν, οὕτω κἀνταῦθα τὴν θλίψιν τῶν ὑποκειμένων σωμάτων.

Ταῦτα πάντα ὡς ἐπὶ μήκει καὶ πλάτει καὶ πάχει τοῦ παθόντος.

Εἴρηται πρόσθεν ἤδη τοῦτο ἐπ’ ἄλλης ὕλης πραγμάτων ὁμοίας τῇ νῦν. καὶ μεμνῆσθαι χρὴ παρὰ πάντα τὸν λόγον ὡς ὅτι ἂν ἤτοι περὶ μήκους ἢ πλάτους ἢ πάχους ἢ ἀριθμοῦ τῶν ὀθονίων λέγεται, ἀναφορὰν ἔχειν πρὸς τοῦ πεπονθότος μορίου μῆκος καὶ πλάτος καὶ πάχος.