In Hippocratis De officina medici

Galen

Galen, In Hippocratis De officina medici

Ἐπιδέσιος δύο εἴδεα, εἰργασμένον καὶ ἐργαζόμενον. ἐργαζόμενον μὲν ταχέως, ἀπόνως, εὐπόρως, εὐρύθμως, ταχέως μὲν ἀνύειν τὰ ἔργα, ἀπόνως δὲ ῥηϊδίως δρῇν. εὐπορίη δὲ ἐς πᾶν ἑτοίμη, εὐρυθμίη δὲ ὁρῆσθαι ἡδέως. ἀφ’ ὧν δὲ ταῦτα ἀσκημάτων εἴρηται.
720

Τὰ μέντοι κοινὰ ταῖς ἐπιδέσεσιν ἀμφοτέραις ἐστὶ, τὰ δὲ καθ’ ἑτέραν αὐτῶν ἴδια, τὰ μὲν εὐπόρως καὶ ταχέως τῆς γενομένης ἐπιδέσεως ἴδια, τὰ δὲ ἀγαθῶς καὶ καλῶς τῆς ἤδη γεγονυίας. ὀνομάζει δ’ αὐτὸς τὸ μὲν τῆς γινομένης ἐπιδέσεως ἐργαζόμενον εἶδος, τὸ δὲ τῆς ἤδη γεγονυίας εἰργασμένον, τὸ δὲ ἀπόνως καὶ εὐρύθμως ἄμφω ἐστὶ κοινά· τὸ μὲν ἀπόνως κατ’ ἄμφω, τῷ τε ὀνόματι καὶ τῷ σημαινομένῳ, τὸ δὲ εὐρύθμως τῷ μὲν ὀνόματι κατ’ ἄμφω, τῷ σημαινομένῳ δὲ οὐχ ὡσαύτως. ἐπὶ μὲν γὰρ τῆς ἔτι γιγνομένης ἐπιδέσεως ἡ εὐρυθμία κατὰ τὴν τῶν χειρῶν γίγνεται κίνησιν, ἐπὶ δὲ τῆς γεγονυίας ἤδη κατὰ τὴν οὖσαν περιβολὴν τῶν ὀθονίων. ἐγχωρεῖ δὲ τὴν γιγνομένην ἔτι περιβολὴν τῶν ἐπιδέσμων εὔρυθμον γίγνεσθαι φάναι κατὰ τὸ ἐργαζόμενον εἶδος τῆς ἐπιδέσεως. μή τι δὲ καὶ τὸ ἀπόνως ἐπὶ πλέον ἐστὶν ἐν τῇ γιγνομένῃ τῆς ἤδη γεγονυίας. ἡ μὲν γὰρ ἤδη γεγενημένη κατὰ τὴν τῶν ἐπιδέσμων μόνην θλίψιν ὀδύνην φέρει· ἡ δὲ γιγνομένη καὶ κατὰ τοῦτο μὲν, ἀλλὰ κατὰ καὶ τὸ κρατεῖσθαι τὸ κῶλον οὐ

721
προσηκόντως, ἢ μή. θλίβεται γὰρ ἐνίοτε κατὰ τοῦτο μὲν αὐτῆς τῆς ἐπιβολῆς τῶν ἐπιδέσμων ἀναμαρτήτως ἐπιτελουμένης. ἐγχωρεῖ δὲ φάναι καὶ κατὰ τὴν τῶν ψαυόντων ὁμιλίαν ἤτοι ψαύουσαν ἢ μὴ, κοινὴν ἀμφοῖν εἶναι· κατὰ μὲν τὴν γιγνομένην ἐπίδεσιν ὑπὸ τῶν κρατούντων τὸ θεραπευόμενον μέρος ἤτοι θλιβόντων ἢ μή· κατὰ δὲ τὴν ἤδη γεγονυῖαν ἐκ τῆς ἀναλήψεως μὲν ὡς ἐπὶ χειρὸς τὴν ταινίαν, ἀποθέσεως δὲ ὡς ἐπὶ σκέλους τὰ ἐπιβεβλημένα, καθ’ ἃ ἐστήρικται. οὐ μικρὸν δὲ τῇ τῆς γιγνομένης ἐπιδέσεως ἀπονίᾳ συντελεῖ τὸ τάχος τῆς ἐνεργείας, ὃ πάλιν αὐτὸ διὰ τῆς εὐπορίας μάλιστα συμπληροῦται. καὶ δὴ ταῦτά ἐστι τὰ κυριώτατα τῆς γιγνομένης ἐπιδέσεως ἀγαθὰ, τό τε τῆς κρατήσεως ἄθλιπτον καὶ τὸ τῆς εὐπορίας ἕτοιμον. ἡ γὰρ ἐν τῷ σχήματι πλημμέλεια κοινὴ καὶ τῶν ἐπιδεδεμένων μορίων ἐστί. καὶ νῦν ὁ λόγος ἐνέστηκεν αὐτῷ περὶ τῆς ἐν τῷ προσήκοντι σχήματι γιγνομένης ἐπιδέσεως. ἰδίαι ἀρεταὶ καὶ κακίαι τῶν σχημάτων εἰσὶν, ὥσπερ καὶ τῶν ἐπιδέσμων, ὑπὲρ ὧν νῦν μόνον ποιεῖται τὸν λόγον ἄνευ τοῦ σχήματος. ὅταν
722
οὖν εὐπόρως ἡ ἐπίδεσις γένηται, ταχέως ἀνύει τὸ ἔργον. αὐτὸς γὰρ ἐδήλωσε τὴν εὐπορίαν ὅ τι ποτὲ δύναται σημαίνειν ἐν τῷ φάναι, εὐπορίη δὲ ἐς πᾶν ἑτοίμη. καὶ γίγνεται τοῦτο προεγνωσμένου τοῦ νῦν ἐπιδοῦντος, ὡς μηδεμίαν ἀμφιβολίαν αὐτῷ καὶ σκέψιν ὑποπίπτειν, ἐνεργοῦντος πρότερον ὡς δεῖ, πῶς ἢ ὡς μὴ δεῖ, πῶς ἄγειν τὸν ἐπίδεσμον. ἡ γοῦν ἐλευθερία ταυτὸν οὖσα τῷ ἑτοιμωτάτη ῥᾴστην ἀποτελεῖ τὴν ἐνέργειαν. αὐτὸς δὲ εἶπε τὴν ἀπονίαν ἐκ τοῦ ῥᾳδίως δρᾷν γίγνεσθαι. πρόδηλον δὲ ὅτι καὶ τάχος ἔζευκται ταῖς εὐπόροις τε καὶ ταχείαις ἐνεργείαις. ἡ μὲν οὖν ἀπονία τῶν λυσιτελεστάτων ἐστὶ τῷ χειριζομένῳ καὶ δι’ αὐτὴν τὸ τάχος εὐπορία ῥᾷστον, εἰ καὶ ταῖς ἐνεργείαις εὐπορίζουσα. τὸ δὲ τῆς εὐρυθμίας ἡδονὴν τοῖς ὁρῶσιν ἐργαζόμενον, ὡς ἐφεξῆς αὐτὸς εἶπεν, ὡς ἐκ περιουσίας κεῖται τῷ χειρίζοντι, ἐπαῦξον αὐτῷ τὴν παρὰ τοῖς ἰδιώταις δόξαν. ἧς ὁ μὲν φιλόδοξος ἀνὴρ ἥττων ἐστὶν ὡς ἐραστὴς παιδικῶν, ὁ δὲ φιλάνθρωπος
723
οὐ ἥττων μὲν, ἀντιποιεῖται δὲ ἐπαινεῖσθαι, φροντίζων τοῦ μᾶλλον πιστεύεσθαι παρὰ τοῖς κάμνουσι· καὶ γὰρ καὶ πειθομένους αὐτῷ μᾶλλον ἕξει, λυσιτελὲς δὲ μᾶλλον τοῦτ’ ἔστιν αὐτοῖς. ἕνεκα τοίνυν ταύτης τῆς παρὰ τοῖς πολλοῖς εὐδοξίας οὐ μόνον ἰατρὸς, ἀλλὰ καὶ φιλόσοφος ἀντιποιεῖται. μᾶλλον γὰρ ὠφελεῖ τοὺς ἀνθρώπους τιμώμενός τε καὶ θαυμαζόμενος ὑπ’ αὐτῶν, ὡς ἂν καὶ μᾶλλον μιμουμένων ἃ πράττει καὶ πειθομένων οἷς κελεύει, καθάπερ τινὸς θεοῦ προστάγμασιν. ἀφ’ ὧν δὲ ταῦτα ἀσκημάτων εἴρηται· τὸ ταχέως καὶ ἀπόνως καὶ ῥᾳδίως καὶ εὐπόρως, ἀφ’ ὧν ἀσκημάτων περιγίγνεται τοῖς ἰατροῖς, εἰρῆσθαί φησι. καὶ γὰρ εἴρηται μάλιστα μὲν ἐν τῷ τοῖς ἔργοις ἀσκεῖν, ἑκατέρῃσι δρῶντα καὶ ἀμφοτέρῃσιν ἅμα. ὅμοιαι γάρ εἰσιν ἀμφότεραι, ἤδη δὲ κἀν τῷ ἀσκεῖν δακτύλοις μὲν ἄκροις, τὰ πλεῖστα λιχανῷ πρὸς μέγαν, ὅλῃ δὲ καταπρηνεῖ, ἀμφοτέρῃσι δὲ ἐναντίῃσι.

724
Εἰργασμένον δὲ ἀγαθῶς, καλῶς· καὶ καλῶς μὲν ἁπλῶς, εὐκρινέως ἢ ὅμοια ἢ ἴσα, καὶ δὲ ἴσως καὶ ὁμοίως ἢ ἄνισα καὶ ἀνόμοια, ἀνίσως καὶ ἀνομοίως. τὰ δὲ εἴδεα, ἁπλοῦν, ἔγκυκλον, σκέπτρον, σιμὸν, ὀφθαλμὸς, ῥόμβος καὶ ἡμίτομον. ἁρμόζον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεομένου.

Δύο τῆς ἐπιδέσεως εἰπὼν εἴδη καὶ καλέσας αὐτῶν τὸ μὲν ἔτι γιγνόμενον ἐργαζόμενον, τὸ δὲ ἤδη γεγενημένον εἰργασμένον, ἐν τῇ πρὸ ταύτης ῥήσει τὸ ἐργαζόμενον ὅπως ἂν ἄριστα γίγνοιτο διῆλθεν, ἐν δὲ ταύτῃ τῇ νῦν προκειμένῃ τὸ εἰργασμένον, ἐν ᾧ τὸ μὲν καλῶς φησιν αὐτὸς γίγνεσθαι, καὶ διά τε τοῦ ἁπλῶς καὶ εὐκρινέως, τοῦ μὲν ἁπλῶς, μήτε πεπαγμένον αὐτῷ τι τῶν ὀθονίων μήτ’ ἐνδεδιπλωμένον μήτε ῥυσίδας ἔχον, ἀλλ’ ὁμαλῶς ἅπαντα μέρη τεταγμένον· τοῦ δ’ εὐκρινέως, ὅταν αἱ δεύτεραι καὶ τρίται κατὰ

725
τὸν αὐτὸν νομαὶ προσηκόντως γίγνονται. καί μοι δοκεῖ κἀνταῦθα τῶν εἰρημένων ὑπ’ αὐτοῦ δυοῖν, ἐξ ὧν συμπληροῦνται τὸ καλῶς ἐπιδεδέσθαι, τὸ μὲν ἕτερον τὸ ἁπλῶς ἀνεξήγητον ὡς σαφὲς εἰρηκέναι, τὸ δ’ εὐκρινῶς ἐξηγούμενος εἰρηκέναι τὰ ἐφεξῆς πάντα. καὶ τοίνυν ἤδη πρόσεχε τὸν νοῦν αὐτοῖς, μεμνημένος ὡς ἀρτίως ἐγὼ τὸ εὐκρινῶς ἔφην εἶναι προσηκόντως. πρόσκειται μὲν δευτέραν οὖν βολὴν τοῦ ἐπιδέσμου ποτὲ μὲν ἀκριβῶς ἴσην καὶ τῇ πρώτῃ μηδαμόθεν παραλλάττουσαν, ἐνίοτε δὲ οὐκ ἴσην. γένοιτο δ’ ἂν ἴσα τι τῶν κατὰ τὸ πλάτος αὐτοῦ μερῶν περάτων ἐς ταῦτα τελευτώντων, ὡς μήτε ὑπερβάλλειν μήτ’ ἐνδεῖν τὸ ἕτερον, ἀλλ’ ἀμφοῖν γενέσθαι τὸ πέρας, ὡς εἰ καὶ μία τις ᾖ ἑνὸς ἐπιδέσμου διπτύχου θέσις. ὡσαύτως δὲ ἤδη αὐτῇ καὶ τὴν τρίτην γίγνεσθαι καὶ εἰ τετάρτης δέοι, καὶ ταύτην. ἐπὶ οὖν τοῦ καλουμένου ῥόμβου τε καὶ ἡμιρομβίου τὴν ἀκρίβειαν ταύτην φυλάττεσθαι χρή.

726

Τὴν μέντοι καταγματικὴν ἐπίδεσιν, ὅταν ἐπὶ πήχεος ἢ βραχίονος ἢ μηροῦ γίγνηται τὸν εὐκρινέστερον τόπον ἴσχειν συμβαίνει. νέμεσθαι γὰρ ἐπ’ αὐτῆς κελεύει τὸν μὲν πρῶτον ἐπίδεσμον ἄνω, τὸν δὲ δεύτερον· πρότερον μὲν κάτω, μετὰ ταῦτα δὲ αὖθις ἄνω μέχρις ἐς ταὐτὸν ἀφίκηται πέρας τῷ δευτέρῳ. τοῦτο δὲ οὐ δύναται γενέσθαι χωρὶς τοῦ παραλλάττειν ἄλληλα τὰ πέρατα τοῦ πλάτους τῶν ὀθονίων. ἐν τούτῳ δὴ πάλιν αὐτὸ γενήσεται, φυλαττομένης διὰ πάσης τῆς ἐπιδέσεως ἴσης τῆς ἐγκλίσεως, ἣν ἀπὸ τῆς εὐκύκλου περιβολῆς ἐποιησάμεθα. καλεῖται δὲ εὔκυκλος ἡ πάντα κύκλον ἀπαρεγκλίτως περιλαμβάνουσα τὸ πεπονθὸς μέρος. ἐπὶ ταύτης μὲν οὖν τὰ τῆς δευτέρας καὶ τρίτης τῶν ὀθονίων τοῦ πλάτους πέρατα, κατ’ ἀλλήλων ἐπικεῖσθαι μήτε ὑπερέχοντός τινος μήτ’ ἐνδέοντος.

Τῆς δὲ ἐγκεκλιμένης ἀναγκαῖον μὲν δήπου τὴν νομὴν ἢ πρὸς τὰ κάτω μέρη τοῦ πεπονθότος μέρους ἢ ἄνω γίγνεσθαι· φυλάττοις δὲ κἀν τούτῳ τῆς ἐγκλίσεως ὁμοίας διὰ

727
παντὸς εὐκρινὴς οὕτως ἡ ἐπίδεσις ἔσται. εἴπερ ἤδη προσέχεις τὸν νοῦν τοῖς εἰρημένοις, ἤδη σοι δῆλόν ἐστιν ἕνα μὲν τρόπον εἷναι τῆς ἐγκύκλου περιβολῆς τῶν ὀθονίων, οὐκ ἔχοντα τὸ μᾶλλον καὶ ἧττον, οὐχ ἕνα δὲ τῆς ἐγκεκλιμένης. ἧττόν τε γὰρ καὶ μᾶλλον ἑτέραν ἑτέρας ἐγκεκλίσθαι δυνατόν· ὅμως δ’ οὖν ἐνταῦθα τὴν μὲν ὀλίγον ἐγκεκλιμένην σκέπαρνον ὀνομάζει, τὴν δὲ πολὺ σιμὴν ἐκ μεταφορᾶς, τοῖς ὀνόμασι χρώμενος, σκέπαρνον μὲν οἱ τέκτονες ὀνομάζουσιν ὄργανόν τι κατὰ τὸ πέρας αὐτοῦ, καθ’ ὃ τέμνει τὰ ξύλα, βραχεῖαν ἐπιστροφὴν ἔχον ὀφρυώδη, καθάπερ ἡ ἄμβη.

Σιμὰ δὲ καλοῦσιν οἱ Ἕλληνες χωρία καθ’ ἃ συνάπτει λόφῳ πεδίον, ἐν αὐτῇ συμβολῇ γεννᾶται τὸ σιμὸν, ἑκατέρου καθ’ ἑαυτὸ τῶν συμβαινόντων οὐκ ὄντος σιμοῦ. τὸ μὲν γὰρ πεδίον εὐθὺς ὁμαλές ἐστιν, ὁ δὲ λόφος ἀνάντης καὶ ὑψηλὸς, καὶ ἔνθα ἀλλήλοις συμβάλλουσι τὸ σιμὸν γίγνεται σχῆμα. ὡσαύτως τὸ κἂν ὁδὸς κατάντης ἀντισυνάπτει, κατὰ τὴν

728
συμβολὴν αὐτῶν γίγνεται. οὕτω καὶ τῆς ῥινὸς τὸ σιμὸν, ἐν ᾧ καὶ μέσον τῶν ἑκατέρωθεν ὑψουμένων τὴν γένεσιν ἔχει, καὶ ἤδη σύμπασα ἡ ῥὶς ἀπὸ τούτου τοῦ μέρους ὀνομάζεται σιμή. πολλὰς γὰρ ἴσμεν ὅλοις τοῖς σώμασι προσηγορίας ἀπὸ τῶν μορίων τινὶ συμβεβηκότων γιγνομένας, ὥσπερ καὶ αὐτὸν τὸν σιμὸν ἄνθρωπον. οὐ γὰρ οὕτω σιμὸς, ὡς παχὺς ἢ ἰσχνὸς ἢ λευκὸς ἢ μέλας, ἀλλ’ ὡς ἢ γλαυκὸς ἢ χαροπὸς ἢ κυρτὸς λέγεται. ἐπὶ μὲν οὖν τῆς ῥινὸς καὶ τῶν ὀδόντων ἡ σιμότης κυρίως ὀνομάζεται· ἐπὶ δὲ τῆς ἐπιδέσεως ὑφ’ Ἱπποκράτους, ὥσπερ καὶ ἡ ἄμβη καὶ τὸ σκέπαρνον εἶδος τῆς περιβολῆς τῶν ὀθονίων. ὅταν γὰρ κελεύῃ τοὺς σπλῆνας σκεπαρνηδὸν περιβαλεῖν τῷ κώλῳ, διορίζει τῆς ἐγκύκλου περιβολῆς τὸ ἐγκεκλιμένον οὕτως, ὡς τὸ τεκτονικὸν σκέπαρνον. οὐ γὰρ βούλεται λοξὴν ἱκανῶς γίγνεσθαι τὴν περιβολὴν τῶν σπληνῶν ἀφεστηκυῖαν πολὺ τῆς ἐγκύκλου καλουμένης, ἀλλ’ ἐγκεκλίσθαι μικρὸν, ὅσον ἱκανὸν ἀσφαλεστάτην ἐργάσασθαι τὴν κράτησιν τῶν συντετριμμένων.

729

Εὔδηλον δὲ ὅτι καθ’ ἑκατέραν τῶν εἰρημένων ἐπιβολὴν τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν, οὐδετέρας αὐτῶν ἁπλῆς οὔσης οὐδὲ μονοειδοῦς, ὥσπερ ἡ ἔγκυκλος. ἐπ’ ἐκείνης μὲν οὖν ὑπεναντίαν ἀνάγει τῇ ἁπλῇ ἔγκυκλον· ἐφεξῆς δὲ τό τε σκέπαρνον καὶ τὸ σιμὸν ἑκάτερον ἰδίᾳ καὶ καταμόνας, ὡς διώρισται. τὸ τοίνυν εὐκρινέως σημαίνει μὲν τὸ οἷον διακεκριμένως τε καὶ διωρισμένως γίγνεσθαι, ὡς ἔφην, ἤτοι πασῶν τῶν περιβολῶν τοῦ ἐπιδέσμου τὰ αὐτὰ πέρατα κατὰ τὸ πλάτος ἐχουσῶν ἢ τὴν ἔγκλισιν τεταγμένην. ὀνομάζω. δὲ τεταγμένην ἔγκλισιν, εἰ τὰ φαινόμενα μετὰ τοῦ πλάτους τῶν ὀθονίων ἴσον ἀλλήλων ἀφέστηκεν. ἔσται δὲ καὶ τοῦτο τὴν ἴσην ἔγκλισιν ἀεὶ φυλάττοντος τοῦ ἐπιδοῦντος, ἣν ἐξ ἀρχῆς ἐνεστήσατο.

Καινοτομοῦντες δὲ, ὥσπερ ἐν ἄλλοις καὶ μετατιθέντες τὰς παλαιὰς γραφὰς, ὅ τε Ἀρτεμίδωρος καὶ ὁ Διοσκουρίδης οὕτως κἀνταῦθα μεταβάλλοντες τὴν κλίσιν, ἤγουν τὴν λέξιν, ἁπλοῦν ἐγκύκλως ἔγραψαν, νοήσαντες μὲν ὀρθῶς, μεταγράψαντες δὲ τολμηρῶς. ἐπὶ μέντοι τῶν πλείστων οὐδὲ

730
καλῶς νοήσαντες ἐτόλμησαν μεταγράψαι, διὰ τοῦτο νῦν αὐτῶν ἐμνημόνευσα, καίτοι μυρία τῶν ἔμπροσθεν ἄχρι τοῦ δεῦρο μεταγεγραφότων οὐ μνημονεύσας· ἐπεὶ καὶ τοῦτ’ ἔδοξάν μοι, καλῶς μὲν νενοηκότες, ἐπὶ τὸ σαφέστερον δὲ μεταγράψαι σφαλέντες ἐν τοῖς μικροῖς καὶ μὴ νοήσαντες, ὡς ὁ γραφεὺς βούλεται. περὶ μὲν δὴ τούτων ἅπαξ ἀρκέσει λελέχθαι. προειπὼν δὲ ὁ Ἱπποκράτης καλῶς μὲν, ἁπλῶς, εὐκρινέως, ἐφεξῆς δὲ προσθεὶς, ὅμοια καὶ ἴσα καὶ ἴσως καὶ ὁμοίως καὶ ἄνισα καὶ ἀνόμοια καὶ ἀνίσως καὶ ἀνομοίως, ὡς τὸν κοινὸν σκοπὸν ἐδίδαξε τῶν εὐκρινῶν ἐπιδέσεων. τὰ μὲν γὰρ ἴσα καὶ ὅμοια μέλη τοῦ σώματος ἴσως καὶ ὁμοίως κατὰ πάνθ’ ἑαυτῶν τὰ μόρια τὸν ἐπίδεσμον ἐπιδεῖσθαι δεῖται, τὰ δὲ ἄνισα καὶ ἀνόμοια ἀνίσως καὶ ἀνομοίως, καὶ τά γε παλαιὰ τῶν ἀντιγράφων καὶ οἱ ἐξηγησάμενοι τὸ βιβλίον ἐλλιπῶς ἴσασι γεγραμμένην τὴν λέξιν, οὐ προκειμένου τοῦ ἀνίσως καὶ ἀνομοίως, ἀλλὰ μόνου γεγραμμένου τούτου, ἄνισα καὶ ἀνόμοια, προσυπακούειν κελεύουσι τὸ ἀνίσως
731
καὶ ἀνομοίως περιλελειμμένον ὑπ’ αὐτοῦ διὰ τὸ φαίνεσθαι σαφῶς ἐξ ἀκολουθίας τῆς πρὸς τὰ εἰρημένα. τὸ δὲ τῆς ἑρμηνείας εἶδος οὐ βραχυλογίας ἴδιόν ἐστιν, ἀλλ’ ἡμαρτημένον πρόδηλον. ἄμεινον, εἴπερ οὕτως εὑρεθῇ γεγραμμένον, ἡγεῖσθαι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν πρώτων ἀντιγράφων ἡμαρτήθη, καὶ τοῦτο συμβῆναι, τοῦ μὲν βιβλιογράφου παραλιπόντος αὐτὰ, φυλαχθείσης δὲ ἄχρι δεῦρο τῆς ἁμαρτίας. περὶ μὲν οὖν βραχίονος ἴσως καὶ ὁμοίως ἐγχωρεῖ ποιεῖσθαι τὰς περιβολὰς, ἐπὶ δὲ μηροῦ καὶ πήχεος ἀπολειπομένας, βραχὺ δὲ πλεῖον ἐπὶ κνήμης. ἐπ’ ὤμου μέντοι καὶ ἰσχίου ἀντικειμένων μερῶν δεόμεθα, καθάπερ κἀπὶ τῶν πλαγίων τῆς κεφαλῆς. τὰ μὲν γὰρ κατὰ μέτωπον καὶ ἡ ῥὶς ἐγκύκλου δεῖται τῆς περιβολῆς, ἴσως καὶ ὁμοίως γιγνομένης, καθάπερ καὶ τὰ κατὰ τὴν κορυφὴν, εἰ καὶ μὴ ἐγκύκλως, ἀλλ’ ἴσως τε καὶ ὁμοίως, κἀνταῦθα τῆς ἐπιδέσεως γιγνομένης χρῄζει. περὶ μὲν οὖν τούτων ἐν τοῖς ἐφεξῆς ἐπιμελέστερον εἰρήσεται. νυνὶ δὲ ἐπὶ τὸ λοιπὸν τῆς ῥήσεως ἴωμεν.

732

Διελθὼν γὰρ ὁ Ἱπποκράτης τὰς ἁπλᾶς περιβολὰς τῶν ἐπιδέσμων, τρεῖς οὔσας, ἔγκυκλον, σκέπαρνον, σιμὸν, ἐφεξῆς μέμνηταί τινων συνθέτων, ὀφθαλμοῦ, ῥόμβου καὶ ἡμιτόμου. καλοῦσι δὲ τὸ ἡμίτομον τοῦτο καὶ ἡμιρόμβιον. εἶτ’ ἐφεξῆς πάλιν φησὶν, ἁρμόττον τὸ εἶδος τῷ εἴδει καὶ τῷ πάθει τοῦ ἐπιδεσμένου τὸ εἶδος τοῦ ἐπιδέσμου κελεύων ἁρμόττον εἶναι τῷ τε τοῦ πεπονθότος μέρους εἴδει καὶ τῷ κατ’ αὐτὸ πάθει. τὸ μὲν γὰρ τῆς ἐπιδέσεως εἶδος, ὃ καλοῦμεν ὀφθαλμὸν, ἐπ’ ὀφθαλμοῦ παραλαμβάνομεν, ἤτοι πρόπτωσιν κινδυνεύοντος ἢ κρατήματος, ἕνεκα τῶν ἐπικειμένων αὐτῷ· τὸν δὲ ῥόμβον ἐπὶ κεφαλῆς ἤτοι ῥαφὰς κεχαλασμένας βουλόμενοι συναγαγεῖν ἢ ἕλκους ἐκπεπταμένα χείλη, καί ποτε καὶ προστεῖλαι καὶ κολλῆσαι τὸ δέρμα μέχρι πλείονος ἀποσεσυρμένον. ἀνάλογον δὲ τοῖσδε καὶ ἡ τοῦ ἡμιρομβίου γίγνεται χρεία.

Ταῦτα μὲν οὖν ὡς παραδείγματα γέγραφεν Ἱπποκράτης. ἀναλόγως δὲ αὐτοῖς ἡμᾶς ἐξευρίσκειν δεῖ καθ’ ἕκαστον μέρος καὶ πάθος ἐπίδεσιν ἁρμόττουσαν ἢ παρὰ τῶν

733
εὑρηκότων μανθάνειν. ἄμεινον δὲ καὶ διδάσκοντα, μὴ ἁπλῶς κελεύειν, ἀλλὰ μετὰ τοῦ τὴν ὁδὸν ὑφηγεῖσθαι, καθ’ ὃν αὐτὸς εὗρε τὸν ἐπίδεσμον. ἥ τε γὰρ ἀνάμνησις τοῖς μανθάνουσι, κἂν ἐπιλανθάνωνταί ποτε, γίγνοιτ’ ἂν οὕτως ἤτοι καὶ τὸ προσεπινοεῖν, ὃ μεμαθήκασιν ὑπάρξει. διὰ τούτων ἴσως ἄμεινόν ἐστι καὶ ἡμᾶς ἰδίαν ποιήσασθαι καθ’ ἓν ὑπόμνημα διδασκαλίαν, περὶ τῆς πρεπούσης ἐπιδέσεως καὶ τῷ μέρει τοῦ σώματος καὶ τῷ πάθει.

Ἀγαθῶς δὲ δύο εἴδεα τοῦ ἐπιδεομένου, ἰσχύος μὲν ἢ πιέξει ἢ πλήθει ὀθονίων.

Ὅτι μὲν εἴδη λέγειν εἴωθε τὰς διαφορὰς ἔμπροσθεν εἴρηται. ζήτημα δὲ μέγιστον εἰργάσατο, διαφωνίας αἴτιον τοῖς ἐξηγουμένοις τὸ βιβλίον, οὐκ εἰπὼν ὀνομαστὶ δύο εἴδη, καθάπερ ἔμπροσθεν ἐπ’ ἄλλων ἐποίησε. τὸ μὲν οὖν τῶν εἰδῶν ἐστιν ἐν τῷ ποσῷ τῆς ποιήσεως, ὅπερ αὐτὸς ἰσχὺν 

734
ὠνόμασε, δηλῶν ἐκ τοῦ λέγειν ἰσχύος μὲν ἢ πιέξει ἢ πλήθει ὀθονίων. ἔστι γάρ τις συμμετρία τῆς κατὰ τὴν ἐπίδεσιν ἰσχύος, ὗς ὑπερβαλλούσης μὲν οἱ κάμνοντες ὀδυνῶνται θλιβομένων τῶν μορίων, ἐλλειπούσης δὲ χαλαρὸν τὸ σχῆμα ὁ ἐπίδεσμος γίνεται· τὸ δὲ ἕτερον εἶδος τῆς ἀγαθῆς ἐπιδέσεως οὐκ εἶπεν, ἐφεξῆς δὲ οἷς περὶ τῆς ἰσχύος ἔγραψεν, ὡδί πως φησί.

Τὸ μὲν οὖν αὕτη ἡ ἐπίδεσις ἰῆται, τὸ δὲ τοῖς ἰωμένοισιν ὑπηρετέει.

Τοῦτο δὲ οὐκ ἔστιν ἕτερον εἶδος ἀγαθῆς ἐπιδέσεως, ἀλλ’ ἐν τῷ καθόλου χρεῖαι κοιναὶ πασῶν ἐπιδέσεων καὶ μέντοι καὶ μετὰ ταῦτα πῶς ἡ συμμετρία τῆς ἐπιδέσεως φυλαχθῇ ἡ γραφὴ καὶ μετὰ τοῦτο περὶ ἅμματος· εἶθ’ οὕτως ἄρχεται τῆς ἐφεξῆς διδασκαλίας λέγων. εὖ γε μέν ἐστι

735
γνῶναι, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει πᾶς ἐπίδεσμος, οἷον κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω καὶ τὰ τούτων ἐφεξῆς λεγόμενα. μετὰ ταῦτα λοιπὸς ὁ λόγος αὐτοῦ περὶ τοῦ ποίου τῆς ἐπιδέσεως γίγνεται. τεμνομένου δὲ καὶ τοῦδε πάλιν εἴς τε τὸ γνῶναι πόθεν ἄρχεσθαι προσήκει καθ’ ἕκαστον μέρος καὶ πάθος, εἰς ὅτι γε πάντων ὕστατον ἄγειν τὴν τελευτὴν τῆς ἐπιδέσεως· ἔτι τε τὴν ἐν τῷ μεταξὺ νομὴν τῶν ἐπιδέσεων, ὁποῖόν τινα χρὴ ποιεῖσθαι τάς τε καθ’ ἕκαστον μέρος ἐπιβολὰς, καὶ ταῦτ’ ἐδίδαξεν, ἐν οἷς γάρ φησι· τὰ δὲ κινούμενα οἷον ἄρθρα, ὅπη μὲν συγκάμπτεται τὸν τρόπον τῆς ἐπιβολῆς τῶν ἐπιδέσμων διέρχεται, καὶ μέντοι καὶ ὅπως χρὴ τὰ πέρατα τῶν ἐπιδέσμων ἀσφαλῶς τούτοις φυλάττεσθαι ἐφεξῆς ἔγραψεν. ἐντεῦθέν τε μεταβὰς τίνα τῶν ἐπιδέσμων ἐστὶν ἔργα διῆλθεν, ὥστε τῆς ἀγαθῆς γενομένην ἐπιδέσεως τὸ ἕτερον εἶδος, ὃ τῷ τῆς ἰσχύος ἀντιδιαιρεῖται, τὴν ὅλην ποιότητα τῆς ὅλης ἐπιδέσεως εἷναι. χαλεπὸν δ’ ὂν ἑνὶ περιλαβεῖν κοινῷ ὀνόματι τὰς ἐν τούτῳ τῷ εἴδει μερικὰς διαφορὰς, διὰ τοῦτ’ ἴσως
736
οὐδ’ ἐπεχείρησεν ἔτι τοῦ ἀντιδιῃρημένου τῇ ἰσχύϊ διαμεῖναι παρηγορίας δηλῶσαι. ὅτι δὲ τοῦτο οὕτως ἔχει δι’ αὐτῶν τῶν ῥήσεων ἔσται φανερὸν, δι’ ὧν σημαίνει τὰς γενομένας αὐτὰς μεταβολὰς εἰς ἐφ’ ἕκαστον τῶν εἰρημένων κατὰ μέρος κεφαλαίων. ὠνομάσθω δὲ ἅπαν αὐτὸ τὸ γένος, ἕνεκα σαφοῦς διδασκαλίας καὶ συντόμου, ποιότης ἐπιδέσεως, ἰσχύος μὲν καὶ πιέξει ἢ πλήθει ὀθονίων, ὥσπερ τὸ τῆς δυνάμεως ὄνομα, ποτὲ μὲν ἀντίον τάττοντες τῷ τῆς ἀσθενείας λέγουσι, ποτὲ δὲ ἐπὶ τοῦ κοινοῦ ῥώμης τε καὶ ἀῤῥωστίας ἐπιφέρουσιν. οὕτως δὲ καὶ τὸ μέγεθος λέγουσι καὶ ἄλλα πολλὰ τῶν κατὰ μέρος ὁμωνύμως τῷ κοινῷ καὶ νῦν ὡσαύτως κέχρηται τῷ τῆς ἰσχύος ὀνόματι. προσήκει γὰρ οὔτε ἰσχυρῶς πιέζειν οὔτε ἀσθενῶς περιλαμβάνειν τὰ πεπονθότα μόρια τοῖς ἐπιδέσμοις, ὡς μὴ αἰσθάνεσθαι περικειμένων αὐτῶν τὸν ἀσθενοῦντα· καὶ μέντοι καὶ τὸ πλήθει τῶν ὀθονίων ἀντὶ τοῦ ποσότητι δεκτέον, ὡς μηδὲ ἐνταῦθα τὸ ἀντιδιαιρούμενον τῇ ὀλιγότητι πλῆθος ἀκούειν ἡμᾶς. ἡ γὰρ
737
συμμετρία τὸ τῆς ἐπιδέσεως ἀγαθὸν ἐργάζεται, καλῶς δὲ ἀγαθῶς δηλονότι τὸ συμφέρον τε καὶ ὠφέλιμον αὐτῆς. ἐν μέντοι τῶν πρός τι παραλαμβανομένων ἀλλήλαις δυοῖν ἐπιδέσεων ἰσχυροτέραν μὲν πεπιέχθαι, τὴν ἀσθενεστέραν δὲ τὴν ἑτέραν ἐροῦμεν. οὐδὲν γὰρ ἄτοπον ὡς πρὸς μὲν τὴν ὑποκειμένην διάθεσιν ἀεὶ συμμέτρως ἔχειν τὴν ἐπίδεσιν, πρός τε ἑτέραν καὶ παραλαμβανομένην ἰσχυρὰν ἢ ἀσθενῆ λέγεσθαι. ὁπηνίκα δὲ λύειν ἢ ἐπιτείνειν χρὴ τὴν ἐπίδεσιν ἢ τὸ τῶν ὀθονίων πλῆθος αὐξάνειν ἢ μειοῦν ἐν τῷ περὶ ἀγμῶν αὐτὸς ἐδίδαξε σαφέστατα.

Ἐς μὲν οὖν ταῦτα νόμος.

Οἱ κατὰ πόλεις νόμοι λόγοι τινές εἰσι προστακτικοὶ μὲν ὧν χρὴ ποιεῖν, ἀπαγορευτικοὶ δὲ ὧν οὐ χρή. τούτοις οὖν τοῖς νόμοις ἐοικέναι φησὶ τὰ νῦν εἰρημένα μηδὲν ἔχοντα στοχαστικὸν ἢ ἀμφιβολίαν ἢ ὡς ἄλλα τινὰ τῶν κατὰ

738
τὴν ἰατρικὴν τέχνην. τὸ δ’ αὐτὸ κἀν τῷ περὶ καταγμάτων εἴρηκεν ἐπὶ τὸ μετριώτερον ὑφεὶς τὸ τῆς ἀποφάσεως σφοδρόν. οὐ γὰρ ἁπλῶς εἶπεν, ἐς μὲν οὖν ταῦτα νόμος ὡς νῦν, ἀλλ’ οὗτος ὁ λόγος ὥσπερ νόμος δίκαιος κεῖται περὶ καταγμάτων ἰήσιος.

Ἐν δὲ τουτέοισι μέγιστα ἐπιδέσιος πίεξις μὲν ὥστε τὰ ἐπικείμενα μὴ ἀφεστάναι, μηδὲ ἐρηρεῖσθαι, ἀλλὰ ἡρμόσθαι μὲν, προσηναγκάσθαι δὲ μὴ, ἧσσον μὲν τὰ ἔσχατα, ἤκιστα δὲ τὰ μέσα.

Ἐν τούτοις φησὶ τοῖς κατὰ τὸ τῆς ἰσχύος εἶδος διδασκομένοις μέγιστα παραγγέλματα τῆς ἐπιδέσεως εἶναι τὰ ἐπικείμενα τοῦ πεπονθότος μορίου, λέγεται δὲ δηλονότι τὰ ὀθόνια μήτε ἀφεστάναι τοῦ χρώματος μήτε θλίβειν, ἀλλ’ ἡρμόσθαι μὲν, τουτέστιν ἀσφαλῶς ἐρηρεῖσθαι, προσηναγκάσθαι 

739
δὲ μή. σημαίνει δὲ αὐτὸ δηλονότι τὸ προσηναγκάσθαι τὸ ὀθόνιον οὕτως καὶ σφοδρῶς περιβεβλῆσθαι τοῖς πεπονθόσι μορίοις, ὡς ὀδύνην παρέχειν. αὐτὰ δὲ ταῦτα τὰ παραγγέλματα περὶ τοῦ ποσοῦ τῆς πιέσεως ἔνθεν τὸ πάθος ἐστὶν, ἥκιστα παραλαμβάνειν προσήκει. κατὰ δὲ τὰ πέρατα φροντίζειν μὲν κἀνταῦθα πάντως, ἀλλ’ ἦττον ἢ κατὰ μέσα. κάλλιστον γὰρ ἀναμάρτητον εἶναι τέχνην. εἰ δέ πού τι μικρὸν ἁμαρτάνει, κατ’ ἐκεῖνα γίγνεσθαι τὰ μόριά τε καὶ πάθη, καθ’ ἃ καὶ ἡ βλάβη μικροτέρα, ἥκιστα δὲ ἁμαρτάνειν ἐν οἷς ἀξιόλογος ἡ βλάβη.