In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Ὀλισθαίνει δὲ τὰ πλεῖστα ἐς τὸ εἴσω μέρος, ἔστι δ’ ὅτε καὶ ἐς τὸ ἔξω, ποτὲ δὲ καὶ ἐς τὴν ἰγνύην. τούτων ἁπάντων αἱ μεταβολαὶ οὐ χαλεπαὶ, ἀλλὰ τὰ μὲν ἔξω καὶ ἔσω ὀλισθαίνοντα καθῆσθαι μὴ χρὴ τὸν ἄνθρωπον ἐπὶ χαμαιζήλου τινὸς, τὸ δὲ σκέλος ἀνωτέρω ἔχειν, μὴ μὲν πολλῷ.

Καθ’ ἃ μέρη μᾶλλον ἡ διάρθρωσις ἔσφιγκται, κατὰ ταῦθ’ ἧττον ὀλισθαίνει. τελεώτατα μὲν οὖν ἔσφιγκται τὰ πρόσω μέρη, καθ’ ἃ καὶ ἡ μύλη. καλοῦσι δὲ αὐτὴν εἰκότως ἔνιοι τῶν ἰατρῶν ἐπιγονατίδα καθόλου τοῦ γόνατος ἐπικειμένην. αὐτὴν δὲ ταύτην ἐπιπεφυκώς τις ἔξωθεν τένων πλατὺς σφίγγει τὴν ἀρχὴν ἐκφύσεως ἔχων ἐκ τῶν προσθίων τοῦ μηροῦ δεσμῶν ὑπερβαίνων τε τὴν μύλην ὅλην ἐπιφυόμενος τῆς κνήμης ἀρχή· τὸ μὲν πρόσω μέρος τῆς κατὰ γόνυ διαρθρώσεως διά τε τὴν μύλην τόν τε εἰρημένον τένοντα καταφυόμενον, ὡς εἶπον, εἰς τὴν ἀρχὴν τῆς κνήμης

627
ἀκριβῶς ἔσφιγκται. κατὰ δὲ εἰς τὸ ὀπίσω μέρος τῆς διαρθρώσεως ἡ κεφαλὴ τοῦ κάμπτοντος τὴν κνήμην μυὸς, τοῦ μηροῦ δ’ ἓν ἀκριβῶς στρογγύλον τὸ ταύτης μέρος σφίγγει τῆς διαρθρώσεως. οὗτος ὁ μῦς αὐτὸς μὲν σμικρός ἐστι καὶ διὰ τοῦτ’ ἔλαθε τοὺς ἀνατομικοὺς ἐγκατακρυπτόμενος τῇ διαρθρώσει. παχυτάτην δὲ ἔχει τὴν κεφαλὴν συνδέσμων οὖσαν ἰσχυροτάτων. ὑπόλοιποι δέ εἰσι δύο χῶραι τῆς κατὰ γόνυ διαρθρώσεως, ἥ τ’ ἔξω καὶ ἡ ἔνδεν οὐδὲν ἔχουσαι τοιοῦτον εἰς φυλακὴν, οἷον ἥτε πρόσω καὶ ἡ ὀπίσω. διὰ τοῦτ’ οὖν ὀλισθαίνειν πέφυκεν ὁ μηρὸς εἰς ταύτας καὶ μᾶλλον εἰς τὸν ἔνδον, ὅτι μᾶλλον ἄσφιγκτος αὕτη.