In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Γένοιτο δ’ ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κατέηγεν ἢ πήχεος ἢ κνήμης.

Ἴδιόν ἐστι τῆς Ἱπποκράτους βραχυλογίας ἅμα σαφηνείας διὰ τῶν ἐπιφερομένων ἐπιδείκνυσθαι τὸ παραλελειμμένον ἐν τῷ προειρημένῳ λόγῳ, τοῦτ’ οὖν ἐποίησε νῦν. εἰρηκὼς γὰρ ὀγκηρότερα γίνεσθαι τὰ ὀστέα τῶν θεραπευομένων διὰ τῆς πρώτης παραγωγῆς, οὐ προωρίσατο πότερον ἁπάντων ἤ τινων, ἀλλ’ ἔν τε τῇ νῦν ῥήσει σαφῶς ἐδήλωσεν ὅτι μὴ πάντων, ἀλλ’ ἐκείνων μόνων ὅσον τὸ ἀμφότερον ὀστοῦν ἔπαθεν ὄγκον. μήτ’ ἆρ’ ἴσχει τὰ μέρη τοῦ κατάγματος, ὡς ἂν μὴ πιληθέντα καὶ σφιγγέντα διὰ παντὸς τοῦ γένους τοῦ χρόνου τῆς θεραπείας, οὐ μὴν βραχύτερόν γε γίγνεται τὸ κῶλον, ὡς ἔνθα θατέρου τῶν ὀστῶν ὅσον ἀπαθὲς ἔμεινε διαφυλάττοντος αὐτῷ τὸ κατὰ φύσιν μέγεθος, ἀλλ’ ἐφ’ ὧν γε τὰ δύο καταγῇ, συνέβη δηλονότι συνανασπασθῆναι τοῖς μυσὶν, ὡς ἔμπροσθεν ἐδείχθη, τὰ

541
ὑψηλότερα μέρη τῶν παθόντων ὀστῶν, οὗπερ ἕνεκα καὶ τὴν κατάτασιν ἐποιεῖτο πρὸ τῆς διαπλάσεως· ἀλλ’ ἐπεὶ χωρὶς τῆς προσηκούσης ἐπιδέσεως οὐκ ἂν ἡ σύνθεσις τῶν ὀστῶν φυλαχθείη, διὰ τοῦτ’ ἀκριβοῦς ἐπιδέσεως ποὐνοήσατο μέχρι τῆς πωρώσεως. οἱ τοίνυν ἀμελοῦντες μὲν ταύτης, ἑλκώσεως δὲ πεφρονηκότες, οὐ μόνον εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν ἄγουσι τὸ κῶλον, ἀλλὰ καὶ μικρότερον ἀποφαίνουσιν.

Ἄλλοι δ’ αὖ τινές εἰσιν οἱ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύουσιν εὐθέως καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖς ὀθονίοισι, κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι καὶ ἐῶσιν ἀνεψῦχθαι, ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι καὶ σπλήνεσιν οἰνηροῖσιν ἢ εἰρίοισιν ῥυπαροῖσι θεραπεύουσιν. αὕτη ὁ ἴησις κακή. καὶ εἰκὸς τοὺς ἰήτρεύοντας τὰ μέγιστα ἀσυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι κατήγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ
542
γινώσκειν καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρὴ καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς τις βάλληται μηδὲ πιέζῃ ᾗ μάλιστα χρή, ἀλλὰ ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραμμένοισιν ὁποῖα ἐφ’ ἑκατέρων ἀποβαίνει, μαρτυρεῖ δὲ καὶ αὕτη ἡ ἰατρική· ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ ἕλκος.

Τῶν μεγάλως βλαπτόντων ἐἰητρεύονταςν τούτῳ τῷ λόγῳ μέμνηται, σαφῶς διδάσκων αὐτὸς ἃ πράττουσιν ἅπαντα· καὶ μέντοι καὶ τὰς ἁμαρτίας αὐτῶν ἐλέγχει σαφῶς, ὥστε μηδ’ ἂν ἐμοῦ δεῖσθαι τὸν ἐθέλοντα φιλοπόνως τοῖς λεγομένοις προσέχειν τὸν νοῦν.

Καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν καὶ ἔνθεν ἐπιδεθείη, ἐν μέσῳ δὲ διαλειφθῇ, μάλιστα κατὰ τὴν διάληψιν οἰδήσειεν
543
ἂν καὶ ἀχοιήσειεν. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτα ἂν πάθοι;

Ὅτι τὸ σαρκῶδες ὀνομάζει χρῶτα λέλεκταί μοι καὶ πρόσθεν· ἀλλὰ νῦν γε πρόσεχέ μοι τὸν νοῦν, ὅπως ἂν ἢν ὁ λογικὸς εὑρίσκῃ τὸ προσῆκον, οὐ περιμένει μακρὰν πεῖραν. οἴονται μὲν ἕλκος ἀνεπίδετον ἐῶντες, ἑκατέρωθεν δ’ αὐτοῦ περιβάλλοντες ἐπιδέσμους, οὐκ ἐξ ὦν αὐτοὶ πράττουσιν, ἀλλὰ διὰ τὴν κακοήθειαν τοῦ παθήματος ἐπιμίγνυσθαι φλεγμονὰς καὶ μοχθηρῶς διατίθεσθαι τὸ ἕλκος, τοῦ μὲν πρώτου τὴν τοιαύτην θεραπείαν ἐπινοήσαντος, ἑαυτὸν παρακρουσαμένου λόγῳ μοχθηρῷ, τῶν διαδεξαμένων δ’ αὐτὸ τὸ ἔθος φυλαξάντων διὰ τὸ μὴ τολμᾷν ὑπαλλάξαι. τί δὲ εἰ τοῦ μέγα κακὸν ἐργάσασθαι; τοῦτο γὰρ ἐπιεικῶς συμβαίνει τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις τὰς τέχνας, ὥστε μόνος ὁ ἀπολογισμὸς θαῤῥῶν ἐξ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος ὑπαλλάττειν ἐπιχειρεῖται δι’ ἔθους μακροῦ πραττόμενα κακῶς. τίς οὖν ὁ λόγος ἐστὶν ᾦ

544
θαῤῥήσας ὁ Ἱπποκράτης ὑπήλλαξε τῆς θεραπείας αὐτῶν οὐ μὰ Δία πιθανῶν, οὐδὲ ξένων δεχομένων λημμάτων, ἀλλ’ ἐξ ἐπιστημονικῶν τε καὶ ἀναγκαίων. εἰ γὰρ ἐπὶ τῶν ὑγιαινόντων σωμάτων ὁ τοιοῦτος τρόπος τῆς ἐπιδέσεως εἰς τὴν μεταξὺ τῶν ἐπιδουμένων χώραν ἐκθλίβων ἑκατέρωθεν τὸ αἷμα φλεγμονὴν ἐργάζεται, πῶς οὐ πολὺ μᾶλλον ἐπὶ τῶν ἤδη πεπονθότων ἐργάσεται.

Ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπιεσμένον τὸ ἕλκος εἶναι, δακρυῶδες δὲ καὶ ἀνεκπύητον εἶναι, ὀστέα δὲ καὶ μὴ μέλλοντα ἀποστῆναι ἀποστατικὰ γενέσθαι.

Τὰ καταλαμβάνοντα συμπτώματα διὰ τὴν μοχθηρὰν ἐπίδεσιν ἔγραψεν ἐν τούτῳ τῷ λόγῳ, γιγνόμενα πάντα διὰ τὸ μέγεθος τῆς φλεγμονῆς. ἐκτρέπονται μὲν γὰρ τοῦ ἕλκους τὰ χείλη διὰ ταύτην, ὥσπερ αὐτὰ τὰ κυρίως ὀνομαζόμενα χείλη τοῦ στόματος, ὅταν φλεγμαίνῃ. κακόχρουν

545
δὲ τὸ σύμπαν χωρίον εἰκότως φαίνεται. καὶ γὰρ καὶ τοῦτο σύμπτωμά ἐστι μεγάλης φλεγμονῆς. ἐξ αὐτοῦ δὲ τοῦ ἕλκους ἰχὼρ λεπτὸς καὶ ἄπεπτος ῥυεῖ, καθάπερ ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν φλεγμαίνωσι, τὸ δάκρυον· ἐντεῦθεν μὲν ὠνόμασται κατὰ μεταφορὰν τὸ οὕτω διακείμενον ἕλκος δακρυῶδες. οὐκοῦν ἐνδέχεται πέψιν ἀκολουθῆσαι τοῖς τὴν φλεγμονὴν ἐργαζομένοις χυμοῖς, ἄχρις ἂν οὕτως ἐπιδέηται τὸ μόριον· ἀλλὰ καὶ τῶν ὀστῶν ἀνάγκη τι τῷ χρόνῳ βλαβῆναι, διαδεχομένων ὑπὸ τῆς περιουσίας τῶν ἀπέπτων χυμῶν. οὐδὲν οὖν θαυμαστὸν ὑποστῆναί τι μέρος αὐτῶν, εἰ μὴ παύσαιτο ὑπό τε τῆς μοχθηρᾶς ἐπιδέσεως οὕτω θεραπεύων. τὰ δ’ ἄλλα κατὰ μέρος ἐν ὅλῳ τῷ λόγῳ σαφῆ πάντ’ ἐστὶ τοῖς προσέχουσι τὸν νοῦν, ὡς ἔφην, καὶ μεμνημένοις τῶν προδεδιδαγμένων· εἰς ἐκεῖνα γὰρ ἀναφέρεται πάντα καὶ μαρτυρεῖ τοῖς καλῶς διδαχθεῖσιν, ὡς καὶ αὐτὸς Ἱπποκράτης ἐπισημαίνεται.

546
Σφυγηῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη, ἀναγκάζονται δὲ διὰ τὸ οἶδος ἐπικαταπλάσσειν. ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν. ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίνεται. τελευτῶντες δὲ ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπότ’ ἄν σφιν παλιγκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος. οὐδὲν δ’ ἧσσον καὶ ἤν τι ἄλλο τρῶμα τοιοῦτο λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν καὶ τὴν ἀνάψυξιν τοῦ ἕλκεος αἰτίην, ἀλλ’ ἄλλην τινὰ ἀτυχίην· οὐ μέντοι γε ἂν ἔγραφον περὶ τουτέου τοσαῦτα, εἰ μὴ εὖ μὲν ᾔδειν ἀσύμφορον ἐοῦσαν τὴν ἐπίδεσιν, συχνοὺς δὲ οὕτως ἰητρεύοντας, ἐπίκαιρον δὲ τὸ ἀπομάθημα. μαρτύριον δὲ τοῦ ὀρθῶς γεγράφθαι τὰ πρόσθεν γεγραμμένα, εἴτε μάλιστα πιεστέα τὰ κατήγματα εἴτε ἥκιστα. χρὴ δὲ ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος ᾖ ἡ τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρεύειν, ὥσπερ ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ
547
ἔχοντα. τάς τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν ὀστέων τὸν αὐτὸν τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν παραπλησίαν. ἐπὶ μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κηρωτὴν χρίσαντα σπλῆνα λεπτὸν ἐπιδεθῆναι, τὰ δὲ πέριξ κηρωτῇ λεπτῇ χρίειν. τὰ δὲ ὀθόνια καὶ τὰ ἄλλα πλατύτερά τινι ἐσχισμένα ἔστω ἢ εἰ μὴ ἕλκος εἶχε· καὶ ᾧ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔσται τοῦ ἕλκεος πλατύτερον. τὰ γὰρ στενώτερα τοῦ ἕλκεος ζώσαντα ἔχει τὸ ἕλκος. τὸ δ’ οὐ χρὴ, ἀλλ’ ἡ πρώτη περιβολὴ ὅλον κατεχέτω τὸ ἕλκος.

Μικρὸν ἔμπροσθεν ἔφη τῶν οὕτως ἐπιδεομένων ἐκθλίβεται τὸ οἶδος εἰς αὐτὰ τὰ ἕλκη. οἶδος δὲ δηλονότι τὸ οἴδημα λέγων ὡς εἶναι τὸν λόγον τοιόνδε· διὰ τὴν κακὴν ἐπίδεσιν ἑκατέρωθεν τοῦ ἕλκους γιγνομένην ἐκθλιβόμενον τὸ αἷμα τὸν παρὰ φύσιν ὄγκον ἐργάζεται. τοῦτο γὰρ οἶδός τε καὶ οἴδημα δι’ ἔθους ἐστὶν ὀνομάζειν αὐτῷ. προσλαβὼν δὲ σφυγμὸν ὁ τοιοῦτος ὄγκος καὶ θερμασίαν πυρώδη

548
τὴν ὀνομασθεῖσαν πρότερον ἰδίως ἀποτελεῖ φλεγμονήν. πάλαι γὰρ οὐχ οὕτως, ἀλλὰ τὴν φλόγωσιν ἅπασαν ὠνόμαζον φλεγμονὴν, ὡς πολλάκις ἡμῖν δέδεικται. ἀλλὰ ἀπό γε τῶν Ἐρασιστράτου χρόνων εἰθίσθη τὸ τῆς φλεγμονῆς ὄνομα λέγεσθαι κατὰ τῶν ὄγκων ἐκείνων, ἐν οἷς οὐ μόνον ἐστὶ θερμασία φλογώδης, ἀλλὰ καὶ ἀντιτυπία καὶ σφυγμός. ἐξ ἀνάγκης δ’ ἂν ἔχωσιν οὕτω καὶ τὸ καλούμενον ἔρευθος. ἐκ μὲν γὰρ τῆς πλείονος θερμασίας τοῦτο τὴν γένεσιν ἀναγκαῖον λαμβάνειν, ἡ δ’ ἀντιτυπία καὶ ὁ σφυγμὸς ἐκ τοῦ πεπληρῶσθαι. δυνάμενος οὖν εἰπεῖν ὁ Ἱπποκράτης πυρετῶδες γίγνεσθαι τὸ ἕλκος, πυρῶδες εἶπεν ἀπὸ τοῦ πυρὸς ἐργασάμενος τὴν παράκαυσιν εἰς ἀνάμνησιν ἐμοὶ δοκεῖν, ὅτι καὶ αὐτὸς ὁ πυρετὸς ἀπὸ τοῦ πυρὸς ὠνόμασται καὶ τοῦτ’ ἔστιν αὐτῷ τῷ πυρετῷ εἶναι τὸ θερμασίαν ἔχειν καπνώδη.

Καὶ ὑπερεχέτω τὸ ὀθόνιον ἔνθεν τε καὶ ἔνθεν.
549

Σπανίως τοίνυν τὸ ἄνωθεν καὶ κάτωθεν ὀνομάζεται πρὸς τῶν παλαιῶν ἔνθεν καὶ ἔνθεν· ὡς τὰ πολλὰ γὰρ εἰώθασιν ἐπὶ τῶν κατὰ τὰ πλάγια μερῶν τοιαύτῃ χρῆσθαι λέξει. νῦν μέντοι τῷ παλαιῷ τρόπῳ τῆς ἑρμηνείας ὁ Ἱπποκράτης ἐχρήσατο.

Βάλλεσθαι μὲν οὖν χρὴ τὸ ὀθόνιον κατ’ αὐτὴν τὴν ἴξιν τοῦ ἕλκεος, πιέζειν δὲ ὀλίγῳ ἧσσον ἢ εἰ μὴ ἕλκος εἶχεν· ἐπινέμεσθαι δὲ τῇ ἐπιδέσει, ὥσπερ καὶ πρόσθεν εἴρηται. τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου τοῦ μαλθακοῦ ἵστωσαν. μᾶλλον δέ τε δεῖ ἐν τοῖσι τοιούτοισιν ἢ εἰ μὴ ἕλκος εἶχε. πλῆθος δὲ τῶν ὀθονίων μὴ ἐλάσσω ἔστω τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω· ἢν δὲ ἐπιδεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέσθαι δὲ μή. φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. τοὺς δὲ χρόνους αὐτοὺς μὲν χρὴ, εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι. τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ καὶ ἐν τοῖσι πρόσθεν εἴρηται, μετεπιδεῖν δὲ διὰ τρίτης πάντα μεταποιέοντα ἐς τοὺς τρόπους τοὺς παραπλησίους,
550
ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν ἐς τὸ σύμπαν ἧσσόν τινι πιέζειν ταῦτα ἢ ἐκεῖνα· καὶ ἢν κατὰ λόγον τὰ εἰκότα γένηται ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται τὸ κατὰ τὸ ἕλκος. ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ τῆς ἐπιδέσιος κατεχόμενον καὶ αἵ τε ἐκπυέσιες ἔσονται θάσσους ἢ τῶν ἄλλων ἰητρευμένων ἑλκέων. ὅσα τε σάρκια ἐν τῷ τρώματι ἐμελάνθη καὶ ἐθανατώδη θᾶσσον περιῤῥηγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ τῇ ἰητρείῃ ἢ ἐν τῇσιν ἄλλῃσιν ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ ἕλκος, οὕτως ἢ ἄλλως ἰητρευμένον. πάντων δὲ τούτων αἴτιον ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ δὲ τὰ περιέχοντα.

Ἴξιν ἀεὶ τὴν εὐθυωρίαν ὀνομάζει ποτὲ μὲν τὴν κατὰ τὸ μῆκος τοῦ σώματος, ἔστι δ’ ὅτε τὴν κατὰ τὸ πλάτος, ὥσπερ νῦν, ἀξιῶν τοῦ πρώτου τῶν ἐπιδέσμων τὴν ἀρχὴν ἢ ἐκ τῶν δεξιῶν ἢ τῶν ἀριστερῶν μερῶν τοῦ ἕλκους θέντας ἐπιλίττειν ὅλον αὐτὸ καταληφθῆναι καὶ μηδὲν ἀπολειφθῆναι μέρος γυμνόν.

551
Τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥστε ἄνευ ἑλκωσίων ὀστέα καταγνύμενα, τοὺς δὲ νάρθηκας οὐ χρὴ προστιθέναι. διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισιν πλείω εἶναι ἢ τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται, ὅτι τε οἱ νάρθηκες βραδύτερον προστίθενται.

Τοὺς νάρθηκας ἐπιβάλλειν φυλάττεται τοῖς ἡλκωμένοις κατάγμασι δεδιὼς δηλονότι τὴν ἐξ αὐτῶν θλίψιν. δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῖς ὀθονίοις ταῦτα μὴ πιέζειν ἐκέλευσε καὶ δι’ ἄμφω δὲ ταῦτα πλέοσιν αὐτοῖς χρῆσθαι. μέμνησο τοιγαροῦν ὡς αὐτὸς εἶπεν ὀθονίοισι πλείοσι χρῆσθαι, διότι τε ἧττον πιέζεται καὶ οἱ νάρθηκες βραδύτερον προστίθενται.

Ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μη κατὰ τὴν ἴξιν τοῦ ἕλκεος προστιθέναι, ἀλλ’ ὥστε καὶ χαλαρῶς προστιθέναι,
552
προθυμεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη ἔσται ἀπὸ τῶν ναρθήκων. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι πρότερον γεγραμμένοισι· τὴν μέντοι δίαιταν ἀκριβεστέρην καὶ πλείω χρόνον χρὴ ποιέεσθαι, οἶσιν ἐξ ἀρχῆς ἕλκεα γίνεται, καὶ οἶσιν ὀστέα ἐξίσχει, καὶ τὸ ξύμπαν δὲ εἰρῆσθαι ἐπὶ τοῖσιν ἰσχυροτάτοισι τρώμασιν ἀκριβεστέρην καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν.

Τὴν κατὰ τὸ μῆκος ἴξιν ἀκούειν προσήκει νῦν, κατὰ ταύτην γὰρ οἱ νάρθηκες ἐπιβάλλονται. ἔμπροσθεν μὲν ὡς κωλύων νάρθηξι χρῆσθαι τὸν λόγον ἐποιεῖτο, νῦν δὲ ὡς συγχωρῶν ἐνίοτέ φησιν· ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, ὅπερ ἐγὼ ποιεῖν ἐπὶ τῶν τοιούτων εἴωθα· καὶ αὖ σκέλει πράττειν οὐκ ἔχω διατείνεσθαι, μηδένα αὐτοῦ διορισμὸν προστιθέντος. ὃ δ’ ἐγὼ ποιῷ καὶ δὴ φράσω. τῶν μετὰ κατάγματος ἑλκώσεων ἐνίοτε κατὰ τὸ μῆκος τοῦ κώλου γιγνομένων ἐγχωρεῖ τοὺς νάρθηκας ἑκατέρωθεν τοῦ ἕλκους ἐπιβάλλειν. ὅταν δὲ ἐγκάρσιον γένηται

553
τὸ ἕλκος, κωλύει τὴν ἐπίθεσιν τῶν ναρθήκων καὶ μάλιστα εἰ μεῖζον ᾖ.

Ἡ αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων καὶ οἶσιν ὀστέα μὲν κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ᾖ. ἢν δὲ ἐν τῇ ἰητρείῃ ἕλκος γένηται ἢ τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος ἢ ὑπὸ νάρθηκος ἐνέδρης ἢ ὑπὸ ἄλλης τινὸς προφάσιος. γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος ὑπῇ τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν, καὶ τὸ οἴδημα τὸ ἐν τοῖσιν ἄκροισιν, σκληρὸν γίνεται τῶν τοιουτέων καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις ἐξαείραται, ἀτὰρ καὶ αὖθις ὑποτρέχει ταχέως. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα χρὴ, ἢ μὲν ᾖ κνησμὸς κατὰ τὰς ὑποδεσμίδας ἢ ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι.

Ὁ λόγος αὐτῷ νῦν ἐστι περὶ τῶν ἐπιγινομένων ἑλκῶν τοῖς κατάγμασιν ἐν τῷ χρόνῳ ἐκ τῆς τῶν ναρθήκων ἐπιδέσεως.

554
ἐδήλωσεν οὖν τάς τε τῶν γενέσεων αὐτῶν αἰτίας καὶ τὰ σημεῖα, δι’ ὧν ἄν τις γνωρίσαι γεγονὸς ἕλκος. εἶτα συμβουλεύει μὴ περιμένειν τὸν εἰθισμένον τρόπον τῆς ἐπιδέσεως, ἀλλὰ θᾶττον ἀφελόντα τοὺς ἐπιδέσμους τὴν προσήκουσαν ποιεῖσθαι θεραπείαν ἣν αὐτὸς σαφῶς ἔγραψεν.

Ἤν δὲ τούτων μὲν μηδὲν ᾖ, αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκεται μέλαν ἐπὶ πουλὺ ἢ ἀκάθαρτον, καὶ τῶν μὲν σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν δεῖ ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι τὰς ἐκπυήσιας ταύτας, ἀλλ’ ἰητρεύειν. τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς ἕλκος ἐγένετο.

Ἀναψύχειν ἔοικεν ἐπὶ τοῦ γυμνῶσθαι φέρειν, ὅπερ σημαίνει τὴν καταγματικὴν ἐπίδεσιν ἀφελόντας, ὡς ἕλκος μὲν θεραπεύειν. οὐ γὰρ δὴ τό γε μηδὲν ἐπιτιθέναι καὶ

555
παντάπασιν ἐᾷν γυμνὸν ἀναψύχειν ὠνόμασε προσγεγραμμένον, οὐδὲ τὸ ἀναψύχειν τὸ παντάπασι δείκνυταί τι διὰ μέσην ὁδὸν ἐπιμελείας. εἴη δ’ ἂν μέση τοιάδε τις, εἰ τὸ ἕλκος, ὡς εἴρηκεν, ἔχον τι τῶν προειρημένων σημείων κινηθέντων αὐτίκα τελευτῆσαι βούλεται τὴν καταγματικὴν ἐπίδεσιν, ἐπιμέλειάν τε ποιησάμενος τῶν κατὰ τὸ ἕλκος ἡμέρᾳ μιᾷ καὶ δευτέρᾳ πάλιν ἐπιδήσαιμεν τὸ κῶλον, ὡς αὐτὸς ἐκέλευσε διὰ τῆς ἐχομένης λέξεως.

Τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖς ἀκραίοις πάνυ χαλαροῖσι καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω καὶ πεπιέχθαι μὲν μηδαμῇ. ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος τὰ μὲν ἄλλα ἐπὶ ἧσσον, τὰ δὲ ὀθόνια τὰ πρῶτα ταῦτα μὲν καθαρὰ ἔστω καὶ μὴ στενά· τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω ὅσονπερ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιτο ἢ ὀλίγῳ ἔλασσον.
556

Ἐν τούτῳ τῷ λόγῳ δῆλός ἐστιν ἐπίδεσιν ἀξιῶν ἀρξαμένην ἀπὸ τοῦ οἰδήματος, ὅπερ ἂν ἐν ἄκροις τοῖς κώλος γένηται προσεπινέμεσθαι κατὰ τὸ συνεχὲς ἀπ’ ἐκείνου καὶ ἀνέρχεσθαι μέχρι τοῦ κατάγματος, ἔνθα ἡ ἕλκωσίς ἐστιν, ὡς συνῆφθαι τὴν θεραπευτικὴν τῶν οἰδημάτων ἐπίδεσιν τῇ καταγματικῇ καὶ μίαν τάσιν γενέσθαι διὰ μικρῶν ἐπιδέσεων συντελουμένων. ἀξιοῖ δ’ αὐτὴν ἡρμόσθαι κατὰ τὸ ἕλκος, ὅπερ ἐστὶ χαλαρὰν, σφίγγειν δ’ οὐδέπω. τά τ’ ἄλλα μέρη τὰ κατὰ τὸ κάταγμα κελεύει, [καθάπερ ἐπὶ τῶν χωρὶς τὸ κάταγμα ἑλκῶν, οὕτω καὶ νῦν ἧσσον πεπιέχθαι.] φυλάττει γὰρ ἀεὶ τὸ μᾶλλον ἐκεῖνο πεπιέχθαι τὸ μέρος ἐπὶ πάσης ἐπιδέσεως, ὅθεν ἐκθλίβεσθαι βούλεται τὸ δ’ αἷμα. τὰς δ’ ἐπὶ τῶν ἄκρων αὐτῶν τῶν οἰδισκομένων ἐπιβολὰς τῶν ὀθονίων χαλαρωτέρας εἶναι κελεύει, τοσοῦτον αὐτῶν μόνον φροντίζων, ὡς εἰς μίαν ἕνωσιν ἐπιδέσεως ἀγαγεῖν· οὐ μὴν τὸ σύμπαν τῆς ὅλης θεραπείας κεφάλαιον αὐτοῖς ἀνατίθησιν. οὐ γὰρ τοιαῦτά ἐστιν ἃ θεραπεύειν νῦν τοὺς μελασμοὺς καὶ νεκρώσεις ἀγμῶν ἔοικεν. εἰρήκει γὰρ ὑπὲρ αὐτοῦ κατὰ λέξιν οὕτως· καὶ τὸ οἴδημα τὸ ἐν τοῖς ἄκροις

557
σκληρότερον γίγνεται τῶν τοιούτων, καὶ εἰ τὸν δάκτυλον ἐπάγοις, τὸ ἔρευθος ἐξαείραται καὶ αὖθις ὑποτρέχει ταχέως κατὰ τὸ μέγεθος. ταῦτ’ οὖν συμπτώματα μέν ἐστιν οἰδημάτων, ὅθεν εἰκότως τὰ μέλη παντάπασιν αὐτῶν, ὥσπερ τῶν μαλθακῶν, οὔτε τὸ κῦρος ὅλης θεραπείας ἐπ’ αὐτὰ μετατίθησιν.

Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ κεκρισμένον, ἤν τε γὰρ σὰρξ ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται. τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰητρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυτα, μετεπιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι, ἀτρεμέειν δὲ ἐπὶ μᾶλλον ἢ τὸ πρόσθεν καὶ ὀλιγοσιτέειν. εἰδέναι δὲ χρὴ εἴτε σὰρξ εἴτε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ περιέχοντα ἔσται, ἢ εἴ τις ἀπολύσας τὰ ὀθόνια ἐπιθείη
558
τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. καίτοι καὶ ἢν ἐκπέσῃ τὸ ἐκπυησόμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως ἢ ἑτέρως ἰητρευόμενον καὶ θᾶσσον ὠτειλοῦται. πάντα μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι. προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα ἢν οἷα χρὴ εἶναι καὶ ἡ ἄλλη δίαιτα καὶ τῶν ὀθονίων ἡ ἐπιτηδειότης.

Διὰ τί μὲν γὰρ οὐ χρὴ δριμέσι θεραπεύειν φαρμάκοις τοῖς τοιούτοις ἕλκεσιν, αὐτὸς εἶπεν εἰκάσας πυρικαύτοις αὐτὰ, ἐπειδὴ γέγονεν ἐξ ἐπικράσεως τῶν δριμέων καὶ θερμῶν χυμῶν. εὐθέως δὲ ὃ συνενδείκνυται καὶ πισσηρὰ κηρωτὴ, ὡς ἔστι δριμυτέρα τῆς λευκῆς· ἡ γάρ τοι πίσσα ὅσον ἐστὶ θερμοτέρα κηροῦ, κατὰ τοιοῦτον καὶ δριμυτέρα.

Ἢν δ’ ἄρα ἐξαπατηθῇς ἐν τοῖς νεοτρώτοισι μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ’ ἐπίδοξα ᾖ ἀναπλῶσαι, οὐ χρὴ ὀῤῥωδέειν τὸν τρόπον τῆς ἰητρείης.
559
οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἶος ἔσῃ τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι.

Οὐ χρὴ, φησὶ, δεδιέναι τὸν καταγματικὸν τρόπον τῆς ἰατρείας, κἂν ἀποστάσεως ὀστῶν φανῇ σημεῖα. τίνα δ’ ἐστὶ ταῦτα διὰ τῶν ἑξῆς ῥήσεων μαθήσῃ.

Σημεῖον δὲ τόδε ἢν μέλλῃ ὀστέων ἀπόστασις ἔσεσθαι ἐν τῷ τρόπῳ τούτῳ τῆς ἰητρείης, πῦον γὰρ συχνὸν ῥεῖ ἐκ τοῦ ἕλκεος καὶ ὀργᾷν φαίνεται.

Ὅταν πλέον ᾖ τὸ ἀποῤῥέον πῦον ἢ κατὰ τοῦ ἕλκους μέγεθος ὑποπτεύειν χρὴ, πεπονθέναι τὸ ὑποκείμενον ὀστοῦν. ἐὰν οὖν καὶ ὀργᾷν φαίνεται, τουτέστιν ἐπειγόμενον πρὸς τὴν ἀπόκρισιν τὸ πεπονθὸς μέρος, ἔχῃς ἂν ἤδη βεβαίαν τὴν γνῶσιν. πόθεν οὖν ὅτι πρὸς τὴν ἀπόκρισιν ἐπείγεται; πρῶτον μὲν ἐξ αὐτῶν τῶν χειλῶν τοῦ ἕλκους οὐκ ἐθελόντων

560
συνιέναι πρὸς ἄλληλα, διισταμένων τε καὶ ἐκτρεπομένων, εἶτα καὶ τῆς τοῦ κάμνοντος αἰσθήσεως ἐν τῷ βάθει κινήσεώς τινος ἀμυδρᾶς αὐτῷ φαινομένης, ὅταν ἔστ’ ἂν ἀπαγαγὼν τῶν ἄλλων ἁπάντων τὰς αἰσθήσεις καὶ τὴν διάνοιαν ἐκείνῳ μόνῳ τῷ μορίῳ προσέχῃ τὸν νοῦν, ἐν ᾧ τὰ προειρημένα συμπτώματα.

Πυκνότερον οὖν μετεπιδέεσθαι διὰ τὸν πλάδον, ἐπεὶ ἄλλως τε καὶ πυρετοὶ γίνονται, καὶ ἢν μὲν κάρτα πιέζωνται ὑπὸ τῆς ἐπιδέσιος, καὶ τὸ ἕλκος καὶ τὰ περιέχοντα ἰσχνά.

Οὕτως οὖν εἴωθεν ὀνομάζειν τὰς περιττὰς ὑγρότητας, εἴτε λεπτῶν κατὰ τὴν σύστασιν ὑγρῶν εἴτε καὶ παχυτέρων εἶεν, ὥσπερ νῦν ἐστι τὸ πῦον ὑπὲρ οὗ προείρηκεν, ὅτι συχνὸν εἴωθε ῥεῖν, ὅταν ἀφίστασθαι μέλλῃ μόριον ὀστοῦ.

561
Ὅσα μὲν οὖν λεπτῶν πάνυ ὀστέων ἀποστάσιες οὐδεμιῆς μεγάλης μεταβολῆς δέονται, ἀλλ’ ἢ χαλαρωτέρως ἐπιδεῖν, ὡς μὴ ἀπολαμβάνηται τὸ πῦον, ἀλλ’ εὐαπόῤῥυτον ᾖ καὶ πυκνότερον μετεπιδεῖν, ἔστ’ ἂν ἀποστῇ τὸ ὀστέον, καὶ νάρθηκας μὴ προστιθέναι.

Ἔν τισι μὲν τῶν ἀντιγράφων χωρὶς τοῦ μεγάλης ἁπλῶς γέγραπται, οὐδεμιᾶς μεταβολῆς καὶ δοκεῖ τοῦτο εὐλογώτερον εἶναι. τριττῶς γὰρ ἐξαλλαττόντων τε καὶ μεταβαλλόντων τὸν καταγματικὸν νόμον τῆς ἐπιδέσεως οὐκ ἂν εἶπεν ἁπλῶς οὕτως οὐδεμιᾶς μεταβολῆς, ὅπου καὶ μετὰ τῆς προσθήκης ἴσως τις ἐγκαλέσει καὶ φήσει ψεύδεσθαι τὸν ἄνδρα χαλαρώτερά τε κελεύοντα νῦν ἐπιδεῖν τὰ ὀθόνια καὶ πυκνῶς λύοντα μετεπιδεῖν καὶ νάρθηκας μὴ προστιθέναι· καὶ τέταρτον τὸ καθόλου δηλονότι παρῃνημένον ὑπ’ αὐτοῦ τὸ πλῆθος αὐξάνειν τῶν ὀθονίων, ὅταν ἐκλύσῃς αὐτῶν τὴν τάσιν ἢ νάρθηκας μὴ προσφέρειν· ἀλλ’ ὅ γε τρόπος τῆς

562
ἐπιδέσεως ὁ καταγματικὸς ὅστις φυλάττεται, πρὸς ὃν ἀναφέρων τὸν λόγον εἶπε μὴ δεῖσθαι μεγάλης μεταβολῆς τὴν ἀγωγήν. ὑποδεσμίδι τε γὰρ χρήσῃ καὶ ἄρξῃ μὲν ἀπὸ τοῦ πεπονθότος, ἐπειδὴ ἐπιδήσεις τρὶς αὐτῷ περιβάλλων ἄνω τελευτήσεις τοιαῦτα μεταξὺ χρησάμενος τῇ νομῇ τῶν ὀθονίων, ὁποίαν ἐδίδαξέ σε, καὶ τὴν β΄ ἐπιδεσμίδα πάλιν ἐπιβάλλειν μὲν τῷ αὐτῷ τόνῳ. τὴν νομὴν δ’ ἐπὶ τὸ κάτω ποιήσεις καὶ παλινδρομήσεις ἄνω τὰς ἐπιβολὰς τῶν ὀθονίων χαλαρωτέρας ποιούμενος. ἐπιθήσεις δὲ τοὺς σπλῆνας ἔξωθεν, ὡς ἔμαθες, ἐπιδέσμους τε κατ’ αὐτῶν, ὡς ἐδιδάχθης ἅπαντα τῆς καταγματικῆς ἐπιδέσεως. ἐὰν μέντοι μεγάλων ὀστῶν παρασχίδα ἀποστήσεσθαι προσδοκοῖ, τὸν καταγματικὸν νόμον τῆς ἐπιδέσεως οὐκέτι προσάγει καθ’ ὅ τι δηλώσει διὰ τῆς ἐχομένης ῥήσεως. εἰκότως οὖν νῦν ἔφη μηδεμιᾶς μεταβολῆς μεγάλης δεῖσθαι· εἰ δὲ καὶ χωρὶς τοῦ μεγάλης εἴη γεγραμμένον, ἀκουσόμεθα λέγοντος αὐτοῦ, μὴ μεταβαλεῖν τὸν καταγματικὸν τρόπον τῆς ἐπιδέσεως. κατὰ μηδὲν γὰρ καί γε ὑποδεσμίσι χρῆται ταῖς ὑπ’ ἐκείνου καὶ
563
τὴν ἀρχὴν τῆς ἐπιδέσεως τὴν αὐτὴν ποιεῖται καὶ τὰς πρώτας ἐπιβολὰς καὶ τὴν ἐφεξῆς ἐπινομήν. καὶ μετὰ ταῦτα τοὺς σπλῆνας ὡσαύτως ἐπιβάλλει καὶ τούτους αὐτοὺς ὁμοίως ἐπιδεῖ, τὸν αὐτὸν δηλονότι τρόπον φυλάττει.

Ὁκόσοις δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε ἐξ ἀρχῆς προγνῷς ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκέτι τῆς αὐτῆς ἰητρείης δεῖται, ἀλλὰ τὰς μὲν κατατάσιας καὶ τὰς διορθώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται. σπλῆνας δὲ χρὴ διπλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους μὴ ἐλάσσους. ὁκοῖον δὲ ἄν τι καὶ τρῶμα ᾖ, πρὸς τοῦτο τεκμαίρεσθαι· μῆκος δὲ βραχυτέρους μὲν ὀλίγῳ ἢ ὥστε δὶς περιικνέεσθαι περὶ τὸ σῶμα τὸν τετρωμένον, μακρατέρους δὲ συχνῷ ἢ ὥστε ἅπαξ περιικνέεσθαι. πλῆθος δὲ ὁκόσους ἂν ξυμφέρει ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς
564
ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσσοντα τὰς ἀρχὰς ἀφιέναι.

Περὶ τῆς ἐπιβολῆς ἐπιδέσμου κἀν τῷ κατ’ ἰητρεῖον εἶπεν ἁπλοῦν, εὔκυκλον, σκέπαρνον. ἔστι δὲ σκέπαρνον αὐτὴ περιβολὴ βραχυνομένη ἀπὸ τῆς εὐθείας καὶ κινουμένη πρὸς τὸ πλάγιον, οὔπω δ’ οὖσα λοξὴ, λέγουσα δὲ κατὰ τῶν τεκτόνων σκέπαρνα, διότι βραχὺ τῆς εὐθείας ἐγγίγνεται πρὸς ὑποκαμπὴν οὕτως ὠνόμασται. τοὺς σπλῆνας οὖν κατὰ τοῦτο τὸ σχῆμα ἀξιοῖ τῆς περιβολῆς τὸ κατεαγὸς κῶλον περιλαμβάνειν, οὕτως περιτεθειμένους ὡς ὑπὸ δυοῖν ἀρχῶν ἐπίδεσμος ἐπιδεῖται, τουτέστι τῆς μεσότητος τῶν σπληνῶν, πρώτως ἐπιβαλλομένης τῷ κώλῳ, εἶτα τῶν οἷον σκελῶν τοῦ σπληνὸς, οὐ κυκλοτερῶς περιλαμβανόντων τὸ θεραπευόμενον μέρος, ἀλλὰ ἐγκλινομένων ὀλίγον ὡς ἀλλήλων συμβαλεῖν κατὰ τὸ ἀντικείμενον μέρος ἢ ὅθεν ἤρξατο καὶ γενέσθαι τὴν συμβολὴν αὐτῷ τῷ χ γράμματι παραπλησίαν, ὅπερ εἰ κυκλοτερῶς ἐπιλειχθήσεται, οὐκ ἂν ἐγένετο. συμβαίνει γὰρ τοσούτῳ περιλαμβανομένου ἀπαντᾷν

565
ἀλλήλοις ἄντικρυς. τὸ δὲ μῆκος τῶν σπληνῶν ἐδήλωσεν ἐκ τοῦ φάναι, βραχυτέρους οὐκ ὀλίγῳ δεῖ ὑπάρχειν ἢ ὥστε τὸ δὶς ἀλλήλων ἀπαντῆσαι. μακροτέρους δὲ πολλῷ ἢ ὥστε ἅπαξ· βούλεται γὰρ πολλάκις ὑπ’ αὐτῶν κρατεῖσθαι τὸ κῶλον, ἅπαξ ἑκάστου περιλαμβάνοντος αὐτό. γίγνοιτο δ’ ἂν οὐκ ἀσφαλὴς ἡ κράτησις, εἰ καθ’ ὃν ἀπήντησεν ὁ σπλὴν αὐτῷ τόπον ἐπαύσατο μὴ προσεκτάσας ἔτι καὶ προσεπιλαμβάνων τι μέρος τοῦ κώλου. σχεδὸν γὰρ τὸ ἥμισυ βούλεται περιλαμβάνειν αὐτὸ τοὺς σπλῆνας ἐκ τοῦ φάναι, μὴ ὀλίγῳ μὲν ἥσσους εἶναι δεῖν αὐτοὺς ἢ ὥστε δύνασθαι περιληφθῆναι τὸ κῶλον, συχνῷ δὲ μείζους ἢ ὡς τὸ ἅπαξ. γένοιτο δ’ ἂν τοῦτο κατὰ μέσον αὐτῶν παυσαμένου τοῦ κατὰ τὸ κῶλον κύκλον, ὥστ’ εἴπερ ἔμελλον ἔσεσθαι ποδιαῖοι τὸ μῆκος ἅπαξ περιληψόμενοι διπλασίους αὐτοὺς γενομένους δεῖ συμπεριλαμβάνειν. ἐὰν οὖν ἐν τῷ μέσῳ παύσονται, τοσοῦτον ἔτι προσθέντες τῶν ἅπαξ, ὅσον ἀπελείφθησαν τοῦ δι’ ἑνὸς καὶ ἡμίσεος αὐτοὺς ἔσεσθαι ποδός.
566
ἀκριβῶς οὖν κατασκεψάμενος τὸ πάχος τοῦ κώλου στοχάσασθαι τηνικαῦτα, τηλικούτους ποιῆσαι τῷ μήκει τοὺς σπλῆνας, ὡς μιᾶς καὶ ἡμισείας γενέσθαι περιβολῆς. εἰ δὲ μὴ θαῤῥῶν σου τῷ στοχασμῷ θατέρῳ ὁκόσῳ τῷ ὑγιεῖ προσπεριβάλλων αὐτοὺς ἀκριβῶς ἂν εὕροις τὸ μῆκος. εὔδηλον δηλονότι συνεχεῖς ἀλλήλοις ἐπιβαλεῖν χρὴ τοὺς σπλῆνας, ὡς μηδεμίαν αὐτῶν μεταξὺ λείπεσθαι κενὴν χώραν· οἴνῳ δὲ αὐτοὺς κελεύει βεβρέχθαι, κατὰ μὲν τὴν χροιὰν μέλανι, κατὰ δὲ τὴν γεῦσιν αὐστηρῷ δηλονότι καὶ κατὰ τὴν σύστασιν, ὁποῖός ἐστι παχύς. ὠφελιμώτατος γὰρ ἁπάντων οἴνων εἰς τὰς τοιαύτας διαθέσεις ὁ μέλας καὶ αὐστηρός· τὸ μὲν κοινὸν ἀγαθὸν ἔχων οὗ χάριν εἰς ἐπιβολὰς ἑλκῶν παραλαμβάνεται, τῶν δ’ ἄλλων οἴνων τῶν στυφόντων ἀδηκτότερος ὢν, ὅπερ οὐ τὸ τυχὸν ἀγαθόν ἐστιν ἐν ταῖς τοιαύταις θεραπείαις, ἐπειδὴ διὰ τὴν ὀδύνην ἐδιδάχθησαν αἱ φλεγμοναὶ γενόμεναι, δι’ ὃ κἂν μὴ λίαν αὐστηρὸς, ἀλλὰ μετρίως ᾖ, τοιοῦτος ἀμείνων ἐστίν. ὀδύνην γὰρ ὁ λίαν αὐστηρὸς φέρει συνάγων καὶ πιλῶν τὴν σάρκα περαιτέρω τοῦ
567
προσήκοντος· ὅθεν οὐδ’ ὁ λεπτομερὴς κατ’ οὐσίαν, οἷοσπερ ἐστὶν ὁ λευκὸς ἢ ξανθὸς ἢ κιῤῥὸς ἐπιτήδειος. ἐνδυόμενος γὰρ εἰς ὅλον τὸ βάθος τῆς ἡλκωμένης σαρκὸς αἴσθησιν ὀδυνηρὰν πλέον φέρει διὰ τὴν γιγνομένην ἐν ἑαυτῇ σφίγξιν τε καὶ πίλησιν. ὁ δὲ παχυμερὴς, ὁποῖος ὁ μέλας, οὐ καταδυόμενος εἰς τὸ βάθος τῆς σαρκὸς, ἀλλὰ μόνῃ τῇ τῆς ποιότητος διαδέσει ψύχων τε καὶ συνάγων αὐτὴν ἀποκρούεται μὲν τοὺς ἤδη περιεχομένους χυμοὺς, ἀναστέλλει δὲ τοὺς ἐπιῤῥέοντας. ὁ μὲν οὖν λόγος οὕτω μαρτυρεῖ τῷ μέλανι καὶ αὐστηρῷ, τῇ πείρᾳ δ’ εἰ βουληθείης βασανίσαι τὴν δύναμιν αὐτοῦ κατὰ τῶν μεγίστων τε καὶ χαλεπωτέρων τραυμάτων χρησάμενος εὑρήσεις ἀληθεύοντά με. λέλεκται δὲ καὶ πρόσθεν ὡς ἀεὶ χρὴ τέγγεσθαι τὸ ἕλκος ὑπ’ αὐτοῦ. ξηρανθέντων γὰρ ἐπ’ ὀλίγον καὶ θερμανθέντων ὑποβεβλημένων ὀθονίων τῷ ἕλκει φλεγμονὴν ἀναγκαῖον ἀκολουθῆσαι, καὶ μάλιστα ἐν θέρει, καθ’ ὃν καιρὸν ἀεὶ παρ’ ἡμῖν ἐν Περγάμῳ τῶν ἀρχιερέων τὰς καλουμένας μονομαχίας ἐπιτελούντων τοὺς κάκιστα τρωθέντας ἐθεράπευσα,
568
πτύγματα μὲν ὀθονίων ἐπιθεὶς τοῖς τραύμασιν οἴνῳ τοιούτῳ βεβρεγμένα, κατ’ αὐτῶν δ’ ἔξωθεν σφόγγους καθεὶς μαλθακοὺς, εἶτα δι’ ὅλης σχεδὸν ἡμέρας τε καὶ νυκτὸς ἐπιβρέχων. προϋποβάλλων δὲ τῷ τετρωμένῳ κώλῳ δέρμα κοιλαῖον ἀτρέμα κατὰ τὴν ποδῶν χώραν, ὡς δι’ αὐτοῦ φέρεσθαι τὸν ἐκ τῆς βροχῆς οἶνον. κενοῦσθαι δὲ καθάπερ δι’ ὀχετῶν δεχομένης αὐτοῦ τὴν ἐκροὴν λεκάνης κενῆς, ὥστ’ ἀναλαμβανόμενον αὖθις τὸν ἀθροιζόμενον οἶνον ἐν αὐτῇ καταντλῆσαι δεύτερον. ἐπὶ γὰρ τοῖς ἄλλοις ἀγαθοῖς οἶς ὁ τοιοῦτος οἶνος ἔχει καὶ τῆς ὀσμῆς ἀμυδρὸν ὑπάρχει μέγιστον αὐτῷ τῶν ἀγαθῶν· τῶν γὰρ ἄλλων ὅσοι τοιαύτην ἔχουσι σφόδρα πληττόντων τὴν κεφαλὴν ὁ μέλας αὐστηρὸς οἶνος οὐδὲ κατὰ τοῦτο βλάπτοι, εἰ συμβέβηκε δ’ αὐτῷ τὸ τῆς ὀδμῆς ἀσθενὲς ἐπὶ τῇ τῆς κράσεως ψυχρότητι. δέδεικται γὰρ ἐν τοῖς περὶ φαρμάκων ὁ αὐστηρὸς οἶνος ἐκ γεώδους οὐσίας ψυχρᾶς συνιστάμενος, ὥστ’ ἐπειδήπερ ὁ τοιοῦτος οἶνος ἐπιμιξίας γεώδους ψυχρᾶς· γέγονεν αὐστηρὸς, ἥκιστα θερμοὺς ἀτμοὺς ἀναπέμπει πρὸς τὸ μετέωρον. εἷπον
569
δὲ κατὰ τὴν ἀρχὴν εὐθέως τῶνδ’ ὑπομνημάτων ὡς διὰ τὸ πολλοὺς τῶν καταμιγνυμένων ὅσα τοιαύτας ἀπορίας ἀπορεῖν, οἵαν ἐπὶ τῶν μονομάχων ἐποιούμην ἐγὼ τὴν ὑγρὰν κηρωτὴν, ἣν περιλαμβάνομεν ἐπὶ τῶν ἁπλῶν καταγμάτων ἀσθενεστέραν μὲν οὖσαν πολὺ τοῦ οἴνου, δυναμένην δ’ αὐτάρκως ὧν χρήζομεν ἀπεργάζεσθαι.

Ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος, καὶ πεπιέχθω μὲν μὴ, ἀλλ’ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος προσκείσθω.

Πάλιν ἐνταῦθα τὸ ἔνθεν καὶ ἔνθεν οὐ κατὰ τὸ πλάτος εἶπεν, ἀλλὰ κατὰ τὸ μῆκος τοῦ κώλου φυλάττων τὸ καθόλου παράγγελμα τὴν ἐπίδεσιν ἐπιλαμβάνων ἀεὶ τοῦ ὑγιοῦς οὐκ ὀλίγον, καὶ μάλιστα ἐπὶ τῶν μεγάλων διαθέσεων.

570
Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν ἤ τι τῶν ἐναίμων ἤ τι τῶν ἄλλων φαρμάκων ὅ τι ξύντροφός ἐστιν ἐπιτέγξει.

Τὸ κῦρος τῆς θεραπείας ἡ ἐπίτεγξις ἔχει κατά γε τὰς πρώτας ἡμέρας, ἡνίκα ἐκθλίβεσθαι χρὴ, τῶν ἡλκωμένων μορίων, ὅσον ἤδη φθάνει κατ’ αὐτὰ περὶ τῆς ὑγρότητος ἠθροῖσθαι, κωλῦσαι δὲ τὸ ἄνωθεν ἐπιῤῥέον. ἀπὸ δὲ τῆς τρίτης ἡμέρας ἡ πισσηρὰ κηρωτὴ χρησιμωτέρα πέττουσα τὰ κατὰ τὸ ἕλκος. ἀλλ’ ὁ Ἱπποκράτης εὐθέως ἐξ ἀρχῆς ἐπ’ αὐτῇ παραλαμβάνει τὴν ἐκ τοῦ οἰκείου δύναμιν οὐκ ἐθέλων ἀκραιφνῆ προσπίπτειν τοῖς ἡλκωμένοις μορίοις, ἀλλὰ κατὰ διάθεσιν, ὅπως μή τις αὐτοῖς ἀνία γένηται διὰ τὴν στύψιν. οὐκ ἂν ἁπλῶς ἀπὸ ξίφους γεγονὸς θεραπεύει νῦν τραῦμα, συντεθλασμένης δέ πως ἐξ ἀνάγκης ἢ μᾶλλον ἢ ἦττον ὅλης τῆς περὶ τὸ ἕλκος σαρκός. αἱ γὰρ κάταγμα ποιοῦσαι περιστάσεις καὶ τῆς σαρκός τι συνθλῶσιν· εἰκότως

571
οὖν προσεπιβάλλειν τι τοῖς ἕλκεσιν ἔναιμον φάρμακον ἰατικόν τε καὶ παρηγορικὸν τῶν τεθλασμένων, ὃ τοιοῦτον εἶναι βούλεται κατὰ τὴν δύναμιν, ὡς οἰκειοῦσθαι καὶ προσίεσθαι τὴν ἔξωθεν περιβροχήν. ἀκουστέον γὰρ ἐνταῦθα σύντροφον τὸ οἰκεῖον.