In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Καὶ ἢν μὲν ἡ ὥρη θερινὴ ᾖ, ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆνας πυκνὰ, ἢν δὲ χειμερινὴ ἡ ὥρη ᾖ, εἰρία πολλὰ ῥυπαρὰ νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ ἐπικείσθω.

Ἐπειδὴ ταῖς τοιαύταις διαθέσεσιν ἡ σφοδρὰ ψύξις ἐνίοτε κίνδυνον ἐπιφέρει σπασμοῦ, ψυχρῷ δ’ οἴνῳ κατά τε τὴν ἕξιν καὶ τὴν δύναμιν χρῆσθαι, διὰ τοῦτ’ εὐλαβηθεὶς ἀπαντῆσαί τι χαλεπὸν ἐν χειμῶνι τῷ τῆς θεραπείας ἔθει μιχθείσης τῆς κατὰ τὴν ὥρην ψύξεως, ἐρίων τε περιθέσει πολλῇ καὶ μίξει βραχέος ἐλαίου καθαιρεῖ τὸ σφοδρὸν τῆς

572
ψύξεως. εἶναι δ’ ἀξιοῖ ῥυπαρὰ τὰ ἔρια διὰ τὸν οἴσυπον ἔχοντά τι καὶ θερμότητος καὶ ψύξεως.

Ἰξάλην δ’ αἰγὸς χρὴ ὑποτετάσθαι καὶ εὐαπόῤῥυτα ποιέειν, φυλάσσοντα τοὺς ὑποῤῥόους.

Εἴτ’ αἰγὸς δέρμα προσαγορεύεται κυρίως ἰξάλη εἴτε κατ’ ἄλλου τινὸς ὑποφέρεσθαι δύναται τοὔνομα περιττὸν ἐν τῇδε τῇ διδασκαλίᾳ ζητεῖν. οὐ γὰρ ἐξηγήσις λέξεων, ἀλλὰ θεραπεία πρόσκειται παθῶν, εἰς ἣν ἀρκεῖ γιγνώσκειν ὅτι μανὸν, οὐ πυκνὸν ὑποτετάσθαι χρὴ δέρμα, οὐ μόνον ὅσον ἐκ τῆς ἐπιβροχῆς συῤῥεῖ δυνάμενον ἐξοχετεύειν, ἀλλὰ καὶ τοὺς ἀποπλυνομένους ἰχῶρας, ἐσχηματισμένον ἐν τοῖς πρὸς ποδῶν μέρεσιν, ὡς ἔμπροσθεν εἴπομεν.

573
Μεμνημένον ὅτι οἱ τόποι οὗτοι ἐν τοῖσιν αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι ἐκτρίμματα δυσάκεστα ποιέουσι.

Θερμαινόμενα τὰ κατὰ τὸ ἱερὸν ὀστοῦν, ὃ δὴ καὶ πλατὺ καλοῦσιν, ἐξέδοντά τε καὶ νάρκην καὶ ὑπ’ αὐτῷ τῷ δέρματι δυσιάτους ἑλκύσεις ἐργάζεται, μετὰ γὰρ τὸ δέρμα χονδρώδη πέρατα τῶν ὀστῶν ἐστι καὶ γυμνωθέντα δυσχερῶς ἐπουλοῦνται.

Ὅσους δὲ μὴ οἷόν τε ἐπιδέσει ἰήσασθαι διά τινα τούτων τῶν εἰρημένων τρόπων ἢ τῶν εἰρησομένων, τούτους περὶ πλείονας χρὴ ποιέεσθαι, ὅκως εὐθέτως σχήσωσι τὸ κατεηγὸς τοῦ σώματος κατ’ ἰθυωρίην προσέχοντα τὸν νόον καὶ τῷ ἀνωτέρω δὲ μᾶλλον ἢ κατωτέρω.
574

Ἀκριβῶς κατ’ εὐθυωρίαν ἀξιοῖ χρῆσθαι τὸ σκέλος, ἀλλὰ βραχεῖ τινι τὸ πέρας ὑψηλότερον εἶναι. λέλεκται δέ μοι καὶ πρόσθεν ἤδη περὶ τούτου ὅτι τὸ μὲν κατάῤῥοπον σχῆμα συγχωρεῖ πλέον ἐπιῤῥεῖν τῷ σκέλει, τὸ δ’ ἀνάῤῥοπον ὀδύνην ἐργάζεται· διὰ ταῦτα τοιγαροῦν τὸ μὲν κατάῤῥοπον ἀεὶ φεύγειν προσήκει, τοῦ δ’ ἀναῤῥόπου μεταχειρίζεσθαι τοσοῦτον, ὅσον οὐδέπως τὸ σκέλος δυνήσει.

Εἰ δέ τις μέλλοι καλῶς καὶ εὐχερῶς ἐργάζεσθαι, ἄξιον καὶ μηχανοποιήσασθαι, ὅκως κατάτασιν δικαίην καὶ μὴ βιαίην σχήσῃ τὸ κατεηγὸς τοῦ σώματος, μάλιστα δὲ ἐν κνήμῃ ἐνδέχεται μηχανοποιέειν. εἰσὶ μὲν οὖν τινες οἳ ἐπὶ πᾶσι τοῖσι τῆς κνήμης κατήγμασι καὶ τοῖσιν ἐπιδεομένοισι τὸν πόδα ἄκρον προσδέουσι πρὸς τὴν κλίνην ἢ πρὸς ἄλλο τι ξύλον παρὰ τὴν κλίνην κατορύξαντες. οὗτοι μὲν οὖν οὖν πάντα κατὰ ποιέουσιν, ἀγαθὸν δὲ οὐδέν. οὔτε γὰρ τοῦ κατατείνεσθαι ἄκος ἐστὶ τὸ προσδεδέσθαι
575
τὸν πόδα, οὐδέν τε ἧσσον τὸ ἄλλο σῶμα προσχωρήσει πρὸς τὸν πόδα, καὶ οὕτως οὐκ ἂν ἔτι τείνοιτο, οὔτ’ αὖ ἐς τὴν ἰθυωρίην οὐδὲν ὠφελέει, ἀλλὰ καὶ βλάπτει. στρεφομένου γὰρ τοῦ ἄλλου σώματος ἢ τῇ ἢ τῇ οὐδὲν κωλύσει ὁ δεσμὸς τὸν πόδα καὶ τὰ ὀστέα τῷ ποδὶ προσηρτημένα ἐπακολουθέειν τῷ ἄλλῳ σώματι. εἰ δὲ μὴ προσεδέδετο, ἧσσον ἂν διεστρέφετο. ἧσσον γὰρ ἂν ἐγκατελείπετο ἐν τῇ κινήσει τοῦ ἄλλου σώματος.

Ὅτι τὴν διὰ τῶν ὀργάνων τάσιν, ἣν προείρηκεν ἐπὶ μακρῶν τούτων, ὁμαλῶς ἅπαν τὸ κῶλον τείνουσαν, καὶ μηδὲν μόριον ἐπιτρέπουσαν ἧττον ἢ μᾶλλον τετάσθαι καὶ νῦν λέγει, δεδήλωταί μοι καὶ πρόσθεν. ἃ δ’ εἰς τὸ περὶ τῶν προσδεόντων ἄκρον τὸ κῶλον γέγραπται τῷ Ἱπποκράτει, πρόδηλα. παρελθὼν οὖν ταῦτα τὸν περὶ τῶν σφαιρῶν ἤδη προχειριοῦμαι λόγον.

576
Εἰ δέ τις σφαίρας δύο ῥάψαιτο ἐκ σκύτεος Αἰγυπτίου, τοιαύτας οἵας φοροῦσιν οἱ ἐν τῇσι μεγάλῃσι πέδῃσι πολλὸν χρόνον πεπεδημένοι, αἱ δὲ σφαῖραι ἔχοιεν ἔνθεν καὶ ἔνθεν χιτῶνας τοὺς μὲν πρὸς τοῦ τρώματος βαθυτέρους, τοὺς δὲ πρὸς τῶν ἄρθρων βραχυτέρους, εἶεν δὲ ὀγκηραὶ μὲν καὶ μαλθακαὶ, ἁρμόζουσαι δὲ ἡ μὲν ἄνωθεν τῶν σφυρῶν, ἡ δὲ κάτωθεν τοῦ γόνατος. ἐκ δὲ πλαγίης ἑκατέρωθεν ἔχοι προσηρτημένα ἢ ἁπλοῦ ἱμάντος ἢ διπλόου βραχύτερα ὥσπερ ἀγκύλας, τὰ μέν τι τοῦ σφυροῦ ἑκατέρωθεν, τὰ δέ τι τοῦ γούνατος· καὶ ἡ ἄνωθεν σφαῖρα ἕτερα τοιαῦτα ἔχοι κατὰ τὴν ἰθυωρίην τὴν αὐτὴν, κἄπειτα κραναΐνας ῥάβδους λαβὼν ἴσον τὸ μέγεθος ἀλλήλῃσιν ἐχούσας, πάχος μὲν ὡς δυκτυλιαίας, μῆκος δὲ ὡς κεκαμμέναι ἐναρμόζωσιν ἐς τὰ ἀπαιωρήματα.

Ὁ περὶ τῶν ἐπινοηθεισῶν ὑπὸ τῶν σφαιρῶν λόγος ἐμοὶ μὲν οὕτω δοκεῖ σαφὴς ὑπάρχειν, ὡς μηδ’ ἐπιχειρεῖν αὐτὸν ἑτέρως ἑρμηνεύειν. ἐπειδὴ πολλάκις ἔφασάν τινες

577
ἀγνοεῖν τὰ λεγόμενα κατὰ τὸν τρόπον ὑφ’ Ἱπποκράτους, οὐκ οἶδ’ ὅ τι πράξω. τοῖς μὲν γὰρ λέγουσι μὴ νοεῖν αὐτὰς τὰς σφαίρας ἐπιδείξας ἀναγινωσκομένου τοῦ βιβλίου σαφῆ τὸν λόγον ἐποιήσατο, προσαρμόττων ἑκάστην αὐτοῦ λέξιν ἐκείνῳ τῷ μέρει τῆς σφαίρας δεικνυμένῳ, περὶ οὗ τὴν διδασκαλίαν ἐποιεῖτο. κατὰ δὲ τὸ βιβλίον οὐκ ἔνεστι δεικνύναι τὰς σφαίρας, ὥστ’ οὐκ οἶδα τίς ἔσται μηχανὴ τοῦ σαφῆ ποιεῖσθαι τὸν λόγον. εἰ γάρ τις οὐ μανθάνει τῆς Ἱπποκράτους ἑρμηνείας οὔσης σαφοῦς, οὐδὲ τῆς ἐμῆς συνήσει. πολλάκις οὖν αὐτὴν ἀναγνώτω προσέχων τὸν νοῦν ἀκριβῶς, καὶ εἰ μὴ πρόσθεν, ἀλλ’ οὕτω γε πράττων οἶδ’ ὅτι νοήσει πάντως. ἐγὼ δ’ οὖν καὶ αὐτῆς ὅσον οἷόν τε ἔτι συντελέσαι πρὸς τὴν νόησιν οὐκ ἐκλείψω. σφαίρας τοίνυν οὐ τοιαύτας ἐχρῆν νοεῖν οἵας οἱ παῖδες παίζουσιν· αὗται μὲν γὰρ σφαιροειδεῖς εἰσιν ὄντως. ἃς δ’ Ἱπποκράτης ἀξιοῖ κατασκευασθῆναι, παραπλησίαι ταῖς πέδαις ὑπάρχουσιν, ὡς αὐτὸς ἐδήλωσεν. ἔνι δὲ συννοεῖν τὸ παράδειγμα· παραπλησίας αὐτὰς νόει τοῖς ὄφεσιν ἢ τοῖς
578
ἀλλᾶσιν. ὥσπερ οὖν οἱ μάγειροι τὴν ἔνδον εὐρυχωρίαν τῶν ἐντέρων πληροῦντες ἢ σεμιδάλεως, κρεῶν συγκεκομμένων ἤ τινος ἑτέρου τοιούτου ἀλλᾶντας ἐργάζονται, τὸν αὐτὸν τρόπον καὶ σὺ ποιήσας σκύτος ῥάπτων ὅμοιον ἐντέρῳ κενῷ πλήρωσον αὐτὸ μαλακῆς οὐσίας. ἀξιοῖ δὲ τὸ σκύτος Αἰγύπτιον εἶναι, τουτέστιν εὔτονόν τε καὶ μαλθακὸν, ὥστε κἂν ἐν Ἰταλίᾳ καὶ ἐν Θράκῃ κἂν ἑτέρωθί που τῆς οἰκουμένης εὐπορῇς τοιούτου σκύτους, οὐ ζήτει τὸ Αἰγύπτιον. ἔστω δὲ τὸ μῆκος τηλικοῦτον τὸ εἰσραμμένον σκύτος, ὡς περιβάλλεσθαι κυκλοτερῶς τοῖς σφυροῖς ὁμοίως ταῖς πέδαις. ἕτερον δὲ ὑποκάτω τοῦ γόνατος οὐχ ὁμοίως περιβεβλήσθω· δυοῖν γάρ ἐστι τούτων χρεία καθ’ ἕκαστον τῶν θεραπευομένων κῶλον, διὸ καὶ παρεσκευάσθαι σοι χρὴ πλείονα ζεύγη διαφέροντα τοῖς μεγέθεσιν, ὡς τὸ μὲν μείζονι περιβάλλεσθαι, τὸ δ’ ἐλάττονι. εἰ δέ τι σύμμετρον ἑκάστῳ, προσήκει γὰρ τοὺς χιτῶνας τούτους, ἃς σφαίρας ὠνόμασεν, ἀκριβῶς εἶναι κυκλοτερεῖς, οὐδ’ ἴσας ὁμαλῶς κατά γε πλάτος καὶ ὕψος, ἀλλὰ καθ’ ὃ μὲν ἐπιβάλλονται τῷ χρωτὶ, πλατύνεσθαί πως ἀτρέμα, τὸ δ’ εἰς ὕψος αὐτῶν ἀνατετραμμένον
579
εἶναι ἄμεινον περιφερές· οὐδὲ τοῦτο ἀκριβῶς τοιοῦτον, ἀλλ’ ἐκ μὲν τῶν ἔνδον πρὸς ἄλλο ὕψος ἀνατεταμένον, αὖθις δ’ ἀπὸ τούτων κυκλοτερὴς αὐτῶν ἡ κατάβασις ἄχρι τοῦ χρωτὸς γιγνέσθω διὰ τῶν ἔζω μερῶν, ὅπερ ἐν μὲν τῇ κάτω σφαίρᾳ τὸ ταπεινὸν αὐτῶν ἐστι πλησιάζον τῷ ποδὶ, κατὰ δὲ τὴν ἄνω τὸ ὑψηλὸν ὃ τῷ γόνατι γειτνιᾷ. τοιούτων δ’ οὐσῶν τῶν σφαιρῶν, ὡς εἴρηται, καὶ περιτεθειμένων ἐξαρτημάτων τινῶν, καθάπερ ὅταν βούληται καθ’ ἑκατέραν εἶναι διττὰ τὰ μὲν ἐν τῇ κάτω σφαίρᾳ τὸ κοῖλον σαυτῷ μέρος ἄνω βλέπον ἔχοντα ὡς πρὸς γόνυ, τὰ δὲ ἐν τῇ ἄνω κατὰ τοὐναντίον εἰς τὸ κάτω μέρος ἐστραμμένην ἔχοντα τὴν κοιλότητα. ἐπεῤῥάφθω δὲ ἑκάτερα τῶν σφαιρῶν αὐτὰ ταῦτα κατὰ τὸ πλάγιον μέρη, τουτέστι τοῦ ῥηθέντος ὑψηλοτάτου μέρους ἓν ἔνθεν, τὸ δὲ ἔνθεν. ἐνθεῖναι γὰρ βούλεται τούτοις τὰ πέρατα ῥάβδων τεττάρων ἐν αὐτῷ τῷ χρόνῳ εὐθέως ἀτρέμα κάμπτων αὐτὰ χάριν τοῦ μετὰ τὴν ἔνθεσιν εἰς τὴν κατὰ φύσιν εὐθύτητα πάλιν ἐπανερχομένων ὠθεῖσθαι τῶν σφαιρῶν, τὴν μὲν ταπεινὴν εἰς τὸ κάτω μέρος τοῦ κώλου, τὴν δὲ ὑψηλὴν ἄνω. γενομένου γὰρ τούτου
580
συμβήσεται τὰ μέρη τοῦ κατάγματος ἅμα μὲν ἀκριβῆ φυλάττειν τὴν διάπλασιν, εἶτα δὲ ἀντιτείνεσθαι τὸ μὲν ἄνω, τὸ δὲ κάτω. κρανέας δὲ κελεύει τὰς ῥάβδους εἶναι διὰ τὴν εὐτονίαν τοῦ ξύλου· πρόδηλον γὰρ ὡς εἰς τὴν προκειμένην χρείαν ἄμεινόν ἐστι τοιοῦτον εἶναι ξύλον. ὅτι δὲ τὸ μηχανικὸν καλούμενον γλωσσόκομον ἄριστον εἰς τὰς τοιαύτας ἀντιτάσεις ἐστὶν ἔμπροσθεν εἴρηταί μοι κατὰ τὸ πρῶτον ὑπόμνημα, καθ’ ὃ καὶ περὶ τῆς κατασκευῆς αὐτοῦ διῆλθον.

Ἐπιμελεόμενος ὅκως τὰ ἄκρα τῶν ῥάβδων μὴ ἐς τὸν χρῶτα, ἀλλ’ ἐς τὰ ἄκρα τῶν σφαιρέων ἐγκέλσῃ. εἶναι δὲ χρὴ ζεύγεα τρία τῶν ῥάβδων καὶ πλέω καί τινι μακροτέρας τὰς ἑτέρας τῶν ἑτέρων καί τινι καὶ βραχυτέρας καὶ μικροτέρας, ὡς καὶ μᾶλλον διατείνειν ἢν βούληται. ἔστωσαν δὲ αἱ ῥάβδοι ἑκάτεραι ἔνθεν καὶ ἔνθεν τῶν σφυρῶν.

Τὸ μὲν ἐγκέλσαι τὸ οἷον ἐνερεῖσαι, δῆλον. βούλεται γὰρ τὰς ῥάβδους, ὅσαι μεταξὺ τῶν σφαιρῶν τιθέμεναι

581
τὴν μὲν ἑτέραν ἄνω, τὴν δὲ ἑτέραν ὠθοῦσι κάτω, μὴ ψαύειν τοῦ χρωτὸς, ἀλλ’ ὑψηλὰς ἀπ’ αὐτοῦ τοῖς ἐναιωρήμασι τῶν σφαιρῶν ἐνστηρίζεσθαι. κραναΐνας δὲ ἐκέλευσεν αὐτὰς εἶναι διὰ τὴν εὐτονίαν, ἵνα δηλονότι κατὰ τὴν ἔνθεσιν βιαίως καμφθεῖσαι, μετὰ ταῦτα πάλιν ἑαυτὰς ἐπανάγωσιν εἰς τὴν ἀρχαίαν εὐθύτητα· οὐκ ἄδηλον δὲ οὐδ’ ὅτι τοσοῦτον ἄνω καὶ κάτω τὰς σφαίρας ἀπώσουσιν, ὅσον ἂν εἰς μῆκος ἀπίωσιν ἐκτεινόμεναι.

Ταῦτα τοίνυν εἰ καλῶς μηχανοποιηθείη τήν τε κατάτασιν δικαίην ἂν παρέχοι καὶ ὁμαλὴν κατὰ τὴν ἰθυωρίην καὶ τῷ τρώματι πόνος οὐδεὶς ἂν εἴη. τὰ γὰρ ἀποπιέσματα, εἴ τι καὶ ἀποπιέζοιτο, τὰ μὲν ἂν ἐς τὸν πόδα ἀπάγοιτο, τὰ δὲ ἐς τὸν μηρὸν, αἵ τε ῥάβδοι εὐθετώτεραι αἱ μὲν ἔνθεν, αἱ δὲ ἔνθεν τῶν σφυρῶν, ὥστε μὴ κωλύεσθαι τὴν θέσιν τῆς κνήμης, τό τε τρῶμα εὐκατάσκηπτον καὶ εὐβάστακτον.
582

Δικαίην ἔφην ὑπ’ αὐτοῦ λέγεσθαι τὴν ἴσην. δόξει δ’ ὑποπεπτωκέναι ταὐτῷ σημαινομένῳ καὶ ἡ ὁμαλότης καὶ ἰσότης ἐφεξῆς· ἀλλ’ αὕτη μὲν ἐν τοῖς μέρεσιν ἑνὸς πράγματος ἔχει τὴν γένεσιν. ἡ δικαία δ’ ἐν δυσὶ τὸ ἐλάχιστον συνίσταται, διὸ καὶ νῦν δικαίαν μὲν κατάτασιν ἀκουστέον εἰρῆσθαι παρ’ αὐτοῦ κατά τε τὴν ἀντίτασιν, ἣν αἱ δύο σφαῖραι ποιοῦνται, καὶ κατὰ τὰς ἐμβεβλημένας αὐταῖς κραναΐνας ῥάβδους, ὁμαλὴν δὲ τὴν καθ’ ἑκάστην αὐτῶν, οἷον τὴν κατὰ τὰ σφυρὰ μόνην αὐτὴν καθ’ ἑαυτὴν ἐξεταζομένην, εἶτα τὴν πλησίον τοῦ γόνατος, εἶτα τὴν ἀπὸ τῆς κατὰ τὸ δεξιὸν μέρος ῥάβδου καὶ μετὰ ταύτην ὑπὸ τῆς περὶ τὸ ἀριστερόν.

Οὐδὲ γὰρ ἐμποδὼν εἴ τις ἐθέλοι τὰς δύο τῶν ῥάβδων τὰς ἀνωτέρω αὐτὰς πρὸς ἀλλήλας ζεῦξαι καὶ ἤν τις κούφως βούλοιτο ἐπιβαλλόμενον μετέωρον ἀπὸ τοῦ τρώματος εἶναι. εἰ μὲν οὖν αἵ τε σφαῖραι προσηνέες καὶ καλαὶ καὶ
583
μαλθακαὶ καὶ κεναὶ ῥαφεῖεν καὶ ἡ ἔντασις τῶν ῥάβδων χρηστῶς ἐνταθείη, ὥσπερ ἤδη εἴρηται, εὔχρηστον τὸ μηχάνημα. εἰ δέ τι τουτέων μὴ καλῶς ἕξει, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι· χρὴ δὲ καὶ τὰς ἄλλας μηχανὰς ἢ καλῶς μηχανᾶσθαι ἢ μὴ μηχανᾶσθαι· αἰσχρὸν γὰρ καὶ ἄτεχνον μηχανοποιέοντα ἀμηχανοποιέεσθαι.

Τέσσαρες ἦσαν αἱ ῥάβδοι, δύο καθ’ ἑκάτερον μέρος τῆς κνήμης, ἄνω μὲν ὑψηλοτέρα, ταπεινοτέρα δὲ ἡ ἑτέρα. τὰς μὲν οὖν ὑψηλοτέρας δύο δυνατὸν εἶναί φησιν ἀλλήλαις συνδῆσαι χάριν τοῦ μένειν εὐθείας καὶ μὴ κατὰ τὴν βιαίαν κάμψιν, ἣν ἐκάμφθησαν ἀντιθέμεναι πρὸς τὰ πλησίον μέρη.

Τοῦτο δὲ οἱ πλεῖστοι τῶν ἰητρῶν τὰ κατήγματα καὶ τὰ ξὺν ἕλκεσιν καὶ τὰ ἄνευ ἑλκέων τὰς πρώτας τῶν ἡμερέων ἰητρεύουσιν εἰρίοισιν ῥυπαροῖσιν καὶ οὐδέν
584
τι ἄτεχνον δοκοίη τοῦτο εἶναι. ὅσοι μὲν οὖν ἀναγκάζονται ὑπὸ τῶν αὐτίκα νεοτρώτων ἐόντων μὴ ἔχοντες ὀθόνια εἰρίοισι παρασκευάσασθαι, τουτέοισι πλείστη συγγνώμη. οὐ γὰρ ἄν τις ἔχοι ἄνευ ὀθονίων ἄλλο τι πολλῷ βέλτιον εἰρίου ἐπιδῆσαι ἐπὶ τὰ τοιαῦτα. εἶναι δὲ χρὴ πάμπολλα καὶ πάνυ καλῶς εἰργασμένα καὶ μὴ τραχέα. τῶν γὰρ ὀλίγων καὶ φλαύρων ὀλίγη καὶ ἡ δύναμις, ὅσοι δὲ ἐπὶ μίαν ἢ δύο ἡμέρας εἴρια ἐπιδέειν δικαιέουσι. τρίτη δὲ καὶ τετάρτη ὀθονίοισιν ἐπιδέοντες πιεζέουσι καὶ κατατείνουσι, τότε μάλιστα οὗτοι πουλύ τι ἰητρικῆς καὶ κάρτα ἐπίκαιρον ἀσυνετέουσιν. ἥκιστα γὰρ χρὴ τῇ τρίτῃ καὶ τετάρτῃ στυφελίζειν πάντα τὰ τρώματα, ὡς ἐν κεφαλαίῳ δὲ εἰρῆσθαι καὶ μηλώσιας δὲ πάσας φυλάττεσθαι χρὴ ἐν ταύτῃσι τῇσιν ἡμέρῃσιν καὶ ὁκόσοισιν ἄλλοισι τρώμασιν ἐρέθισται. τὸ ἐπίπαν γὰρ ἡ τρίτη καὶ ἡ τετάρτη ἡμέρη ἐπὶ τοῖσι πλείστοισι τῶν τρωμάτων τίκτει τὰς παλιγκοτήσιας καὶ ὅσα ἐς φλεγμονὴν καὶ ἀκαθαρσίην ὁρμᾷ καὶ ὅσα ἂν ἐς πυρετοὺς ἵει καὶ μάλα πολλοῦ ἄξιον
585
τοῦτο μάθημα, εἴπερ τι καὶ ἄλλο. τινὶ γὰρ οὐκ ἐπικοινωνέει τῶν ἐπικαιροτάτων ἐν ἰητρικῇ οὐ κατὰ τὰ ἕλκεα μόνον, ἀλλὰ καὶ κατὰ ἄλλα πολλὰ νουσήματα.

Μοχθηρὸν ἔθος ἰατρῶν ἐπανορθώσασθαι βούλεται, νομιζόντων ἄμεινον εἶναι μὴ κατατείνειν εὐθέως τὸ κατεαγὸς κῶλον, ἀλλὰ παρηγορήσαντας πρότερον ἡμέραις δύο καὶ τρισὶ, τόθ’ ἥκειν ἐπὶ τὴν κατάτασιν ὕστερον ἡμέρᾳ τρίτῃ καὶ τετάρτῃ μετὰ τὴν ἀρχήν. ὁ δ’ Ἱπποκράτης αὐτῷ τὸ ἐναντιώτατον ἐνδείκνυσιν ἁρμόττειν, ἐν ἀρχῇ μὲν κατατείνειν τὸ κῶλον, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ παρηγορεῖν. ἐὰν οὖν προσέχῃς τὸν νοῦν τοῖς κατὰ μέρος εἰς τοῦτο γεγραμμένοις ὑπ’ αὐτοῦ, σαφῆ ταῦτ’ ἔσται· καὶ γὰρ ἑρμηνεύεται σαφῶς.

Εἰ μή τις φήσειε καὶ τἄλλα νουσήματα ἕλκεα εἶναι, ἔχει γάρ τινα καὶ οὗτος ὁ λόγος ἐπιείκειαν.
586

Ἐπιείκειάν φησιν ἔχειν τὸν λόγον ἐν ἴσῳ πιθανότητα. τοῦτο δὲ εἶπεν, ἐπειδή τινες τῶν λόγων ἄντικρύς εἰσιν ἀπίθανοι. τίς οὖν ἡ πιθανότης τοῦ λόγου καθ’ ὃν εἴποι τις ἂν εἶναι καὶ τὰ ἄλλα νοσήματα ἕλκη; τὰ μὲν ἐπώδυνα καὶ πάνυ πιθανὸν ἐν τῷ τῶν ἑλκῶν τίθεσθαι γένει. δέδεικται γὰρ ἡμῖν ὀδύνη γινομένη διά τε τὴν τῆς συνεχείας λύσιν ἐν τῷ τέμνεσθαι καὶ τείνεσθαι καὶ θλίβεσθαι, προσέτι κατὰ δυσκρασίαν. ὅτι μὲν οὖν ἡ τῆς συνεχείας λύσις ἕλκος ἐστὶ, παντί που δῆλον. ὅτι δὲ καὶ ἡ κατὰ δυσκρασίαν ἀθρόα μεταβολὴ λύσιν τινὰ ποιεῖται συνεχείας ἐν τοῖς περὶ φαρμάκων ἐπιδέδεικται. τὸ μὲν γὰρ θερμὸν ὅτι διεξέρχεται καὶ οἷον διαβιβρώσκει τὸ συνεχὲς δῆλον. ὅτι δὲ τὸ σφοδρῶς στῦφον ὅταν ἀθρόως συνάγῃ τὸ διακεχυμένον, ἐργάζεταί τινα τῆς συνεχείας αὐτῆς λύσιν ἐν ἐκείνῃ μοι δέδεικται τῇ πραγματείᾳ· ὥστε κατὰ τοῦτο μὲν οὐ μόνον ἂν εἴη πιθανὸς ὁ λόγος, ἀλλὰ καὶ ἀληθὴς, ἅπασαν ὀδύνην ἐν τῷ τῶν ἑλκῶν γένει τιθέμενος. ὅτι δὲ καὶ πάντα

587
τὰ νοσήματα δύναιτ’ ἄν τις ἕλκη λέγειν, οὐκ ἔτ’ ἂν ὁμοίως πρόσθεν ἀληθὲς, οὐ μὴν ἀπήλλακται πιθανότητος. ἐπειδὴ γὰρ τὰ πλεῖστα νοσήματα μετ’ ὀδύνης συνίσταται, μετάβασις ἀπ’ αὐτῶν ἐπὶ πάντα γενήσεται τῷ λόγῳ πειρωμένου τινὸς ἐν ὅλῳ τῷ σώματι πάντως ἤτοι δυσκρασίαν τινὰ ἢ θλίψιν ἢ τάσιν ἢ σαφῆ γίγνεσθαι συνεχείας διαίρεσιν, εἶτα προσαναγκάζοντος ἅπασαν ἐργάζεταί τινα λύσιν τῆς συνεχείας· καὶ εἰ μὴ πρὸς αἴσθησιν ἐναργῶς, ἀλλὰ πρός γε τὴν ἀλήθειαν αὐτὴν λόγῳ θεωρητῶς. ἐν δὲ τοῖς γιγνομένοις τε καὶ θλωμένοις καὶ θλιβομένοις ἔτι δὴ καὶ μᾶλλον. ἐγγὺς γὰρ ἥκει ταῦτα τοῦ διασπασθῆναι. τοῦτο δ’ ἐστὶ τὸ πάθημα συνεχείας λύσις.

Πολλαχῆ δὲ ἠδέλφισται τὰ ἕτερα τοῖσιν ἑτέροισιν.

Ὅπερ εἰώθαμεν λέγειν, ὡμοίωται καὶ κοινωνεῖ καὶ συγγένειαν ἔχει, τοῦτο καλεῖν εἴωθεν ὁ Ἱπποκράτης ἠδέλφισται

588
τὴν πολλὴν τῶν πραγμάτων οἰκειότητα καὶ συγγένειαν ἐνδεικνύμενος τῷ ὀνόματι· πολλῶν γὰρ ὄντων ἀλλήλοις συγγενῶν οὐδενὸς μᾶλλον οἰκειότερον ἂν ὀνομάζοιτο συγγενὲς, ὡς ἰσοδυναμοῦσαν οὖσαν τῆς οἷον ἀδελφότητος τὴν σφόδρα οἰκειότητα προσαγορεύειν εἴωθε τῷ ἠδελφίσθαι ῥήματι.

Ὁκόσοι μέντοι δικαιέουσιν εἰρίοισιν χρῆσθαι, ἔστ’ ἂν ἑπτὰ ἡμέρας παρέλθωσιν, ἔπειτα κατατείνειν τε καὶ κατορθοῦν καὶ ὀθονίοισιν ἐπιδεῖν, οὗτοι οὐκ ἂν ἀσύνετοι ὁμοίως φανεῖεν· καὶ γὰρ τῆς φλεγμονῆς τὸ ἐπικαιρότατον παρελήλυθεν καὶ τὰ ὀστέα χαλαρὰ καὶ εὔθετα μετὰ ταύτας τὰς ἡμέρας ἂν εἴη. πολλῷ μέντοι ἡσσᾶται καὶ αὕτη ἡ μελέτη τῆς ἐξ ἀρχῆς τοῖσιν ὀθονίοισιν ἐπιδέσιος. κεῖνος μὲν γὰρ ὁ τρόπος ἑβδομαίους ἐόντας ἀποδείκνυσι καὶ παρασκευάζει νάρθηξιν τελέως ἐπιδεῖν, οὗτος δὲ ὁ τρόπος πολὺ ὑστεροῖ.
589

Τοὺς περὶ τρίτην ἢ τετάρτην ἡμέραν ἀρχομένους τῆς περικαταγματικῆς ἀγωγῆς ἐν τῷ πρόσθεν λόγῳ μεμψάμενος ἐπὶ τοὺς μετὰ τὴν ἑβδόμην ἡμέραν ἐπ’ αὐτὴν ἀφικνουμένους ἥκει σὺν τῷ λόγῳ μικρότερα δεικνὺς, ἁμαρτάνειν αὐτοὺς, ὡς ἂν ἀφλεγμαντωτέροις τοῖς μέρεσιν προσάγοντας τὴν ἀντίτασιν. οἱ δέ γε περὶ τρίτην ἢ τετάρτην τοῦτο πράττοντες, ἢν ὃ καὶ μάλιστα φλεγμαίνῃ, δεῖται παρηγορίας, οὐ μικρὸν ἁμάρτημα δείκνυσιν ἁμαρτάνειν αὐτούς.

Βλάβας δέ τινας καὶ ἄλλας ἔχει, ἀλλὰ μακρὸς ἂν εἴη πάντα γράφειν.

Τὸ μῆκος τοῦ χρόνου μεμψάμενος ἐπὶ τῶν μετὰ τὴν ἑβδόμην ἡμέραν ἀρχομένων τῆς καταγματικῆς ἀγωγῆς, ἔτι πρὸς τούτῳ φησὶ καὶ ἄλλας εἶναι βλάβας ἃς παραλείπει, ὅπως μὴ μακρολογοίη. προσθεῖναι δὲ ἡμᾶς ἄμεινον αὐτὰς ἐξ αὐτῶν ὧν ἔμπροσθεν ἐδείξαμεν ὡρμωμένους· μετρίου

590
μὲν ὄντος τοῦ κατάγματος ὀκνηρότερα γίνεται τὰ μόρια διὰ τὴν τοιαύτην ἐπίδεσιν, ὡς καὶ πρόσθεν ἐδιδάξαμεν. εἰ δὲ καὶ σφοδρότερόν τε καὶ κακοηθέστερόν ποτε τὸ κῶλον συντριβείη, κίνδυνός ἐστι τηνικαῦτα καὶ αὐτῶν τι τῶν ὀστῶν σφακελέσαι τῆς καταγματικῆς ἀγωγῆς ἀναβλησθείσης εἰς τὸν μετὰ τὴν ἑβδόμην ἡμέραν καιρόν. ἀπ’ ἀρχῆς γὰρ ταύτην βούλεται παραλαμβάνεσθαι, διότι τῶν πεπονθότων μορίων ἑκατέρως τὴν περιουσίαν ἐκθλίβει τοῦ αἵματος, ἐξ ἧς χρονιζούσης αὐτόθι σήπεσθαι καὶ τοῖς ὀστοῖς ἐνίοτε συμβαίνει διαβεβρωμένους ἐπὶ πλέον ὑπὸ τῶν μοχθηρῶν ἰχώρων.

Ὁκόσοισι δὲ τὰ ὀστέα κατεηγότα καὶ ἐξίσχοντα μὴ δύνηται ἐς τὴν ἑωυτῶν χώρην καθιδρύεσθαι ἥδε ἡ κατάστασις.

Καταστῆσαι συνήθως λέγουσιν οἱ κατὰ τὴν Ἀσίαν Ἕλληνες ἀντὶ τοῦ πρὸς τὴν οἰκείαν χώραν ἀγαγεῖν. ἀπὸ τούτου δέ μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης πεποιηκέναι καὶ νῦν

591
τὸ τῆς καταστάσεως ὄνομα μετὰ τοῦ σ δηλονότι γραφομένης τῆς συλλαβῆς ταύτης, ὡς ταὐτὸν σημαίνειν δι’ αὐτοῦ τῇ καθιδρύσει, ἥτις ἐνδείκνυται τὸ κατὰ χώραν ἱδρύσαι τι. κακῶς οὖν ἔνιοι γράφουσι κατάτασις ἄνευ τοῦ σ. οὐ γὰρ διὰ τῆς κατατάσεως, ἀλλὰ καὶ διὰ τῆς μοχλείας ἱδρύει εἰς τὴν οἰκείαν χώραν τὰ γυμνωθέντα τῶν ὀστῶν.

Σιδήρια χρὴ ποιέεσθαι ἐς τοῦτον τὸν τρόπον, ὅνπερ οἱ μοχλοὶ ἔχουσιν, οἷς οἱ λατύποι χρέονται, τὸ μέν τι πλατύτερον, τὸ δέ τι στενότερον. εἶναι δὲ χρὴ καὶ τρία καὶ ἔτι πλείω, ὡς τοῖς μάλιστα ἁρμόζουσίν τις χρήσαιτο, ἔπειτα τουτέοισι χρὴ ἅμα τῇ κατατάσει μοχλεύειν ὑποβάλλοντα. πρὸς μὲν τὸ κατώτερον τοῦ ὀστέου ἐρείδοντα, πρὸς δὲ τὸ ἀνώτερον τῷ ἀνωτέρῳ τοῦ σιδηρίου, ἁπλῷ δὲ λόγῳ ὥσπερ εἰ λίθον τις ἢ ξύλον μοχλεύοι ἰσχυρῶς. ἔστω δὲ σθεναρὰ τὰ σιδήρια ὡς οἷόν τε, ὡς μὴ κάμπτηται.
592
αὕτη μεγάλη τιμωρίη ἤν τε τὰ σιδήρια ἐπιτήδεια ᾖ καὶ μοχλεύηταί τις ὡς χρή.

Πρόδηλον ὅτι κατὰ τὸ σχῆμα παραπλήσια κατασκευάζει σιδήρια τοῖς τῶν λατύπων, οὐ κατὰ τὸ μέγεθος· οἷς γὰρ ἐπὶ τῶν ὀστῶν χρώμεθα σιδηρίοις εἰς τὸ μοχλεύοντες αὐτὰ κατατάξαι τηλικαῦτά ἐστι τὸ μέγεθος, ἡλίκα καὶ πρὸς τὴν τῶν ὀδόντων μοχλείαν ὑφ’ ὑμῶν παρεσκεύασται. πλείω δὲ εἶναι χρὴ τὰ περὶ τῶν ὀστῶν μοχλείαν παρεσκευασμένα διαφέροντα ἀλλήλων μεγέθει τε καὶ λεπτότητι καὶ μικρότητι τῇ κατὰ τὸ πέρας αὐτῶν, ἔνθα μάλιστα τὸ ἔργον αὐτῶν ἐστιν. ὅπως δὲ προσήκει χρῆσθαι τοῖσδε τοῖς σιδηρίοις αὐτὸς ὁ Ἱπποκράτης διδάξει σαφῶς. εἰ δέ τις οὐ παρακολουθεῖ τῇ λέξει τἀνδρὸς, οὐκ ἐξηγήσεως οὐδ’ ἑρμηνείας ἑτέρας, ἀλλ’ αὐτοψίας δεῖται. τινὰ γάρ ἐστι πράγματα τοιαῦτα τὴν φύσιν, ὥστε μὴ δύνασθαι πιστεῦσαι ἢ νοῆσαι ἄνευ τοῦ θεάσασθαί τινα αὐτῶν.

593
Ὁκόσα γὰρ ἀνθρώποις ἅρμενα μεμηχάνηται πάντων ἰσχυρότατά ἐστι τρία ταῦτα, ὄνου τε περιαγωγὴ καὶ μόχλευσις καὶ σφήνωσις. ἄνευ δὲ τούτων ἢ ἑνὸς δή τινος ἢ πάντων οὐδὲν τῶν ἔργων τῶν ἰσχυροτάτων οἱ ἄνθρωποι ἐπιτελέουσιν. οὔκουν ἀτιμαστέη αὕτη ἡ μόχλευσις, εἰ γὰρ οὕτως ἐμπεσεῖται τὰ ὀστέα ἢ οὐκ ἄλλως. ἢν δὲ ἄρα τοῦ ὀστέου τὸ ἄνω παρηλλαγμένον μὴ ἐπιτήδειον ἔχῃ ἐνέδραν τῷ μοχλῷ, ἀλλὰ παροξὺ ὃ παραφέρει παραγλύψαντα χρὴ τοῦ ὀστέου ἐνέδρην τῷ μοχλῷ ἀσφαλέα ποιῆσαι. μοχλεύειν δὲ χρὴ καὶ τείνειν αὐθήμερα ἢ δευτεραῖα, τριταῖα δὲ μὴ, τεταρταῖα δὲ ὡς ἥκιστα καὶ πεμπταῖα· καὶ γὰρ μὴ ἐμβάλλοντι, ὀχλήσαντι δὲ ἐν ταύτῃσιν τῇσι ἡμέρῃσι φλεγμονὴν ἂν ποιήσειε καὶ ἐκβάλλοντι οὐδὲν ἧσσον.

Ὄνους καὶ ὀνίσκους τοὺς ἄξονας ὀνομάζει. τούτων οὖν τὴν περιαγωγὴν ἕν τι τῶν βεβαιοτάτων φησὶν εἶναι,

594
ὥσπερ καὶ τὴν μοχλείαν καὶ τὴν σφήνωσιν. ὀνομάζει δὲ σφήνωσιν τὴν διὰ τῶν σφηνῶν διάστασίν τε καὶ διαίρεσιν τῶν ξύλων.

Σπασμὸν μέντοι ἐμβάλλοντι πουλὺ ἂν μᾶλλον ποιήσειεν ἢ ἀπορήσαντι ἐμβαλεῖν. ταῦτα εὖ χρὴ εἰδέναι· καὶ γὰρ εἰ ἐπιγένοιτο σπασμὸς ἐμβάλλοντι, ἐλπίδες μὲν οὐ πολλαὶ σωτηρίης. λυσιτελέει δὲ ὀπίσω ἐμβάλλειν τὸ ὀστέον, εἰ οἷόν τε εἴη ἀόχλως.

Διὰ τί σπασμοὶ γίνονται κατὰ πάσας τὰς τοιαύτας διαθέσεις ἐμβαλλομένων τῶν ὀστῶν εἶπεν ἐφεξῆς πάντα, ὥσπερ καὶ ἄλλων πολλῶν ἐπικαίρων εἰς τὴν τέχνην ἅπαξ εἰπὼν ἀρκεῖται, μεταφέρειν ἡμᾶς ἀξιῶν τὸν λόγον ἐπὶ πάντα τὰ ἄλλα ὅσα τῆς αὐτῆς φύσεως. εἰ δὲ τοίνυν παραγράψω σοι τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς τὸ καθόλου τοῦτο κοινὸν πολλῶν τῶν κατὰ μέρος διδάσκει.

595
Οὐ γὰρ ἐπὶ τοῖσιν χαλαρωτέροισι τοῦ καιροῦ σπασμοὶ καὶ τέτανοι ἐπιγίνονται, ἀλλ’ ἐπὶ τοῖς ἐντεταμένοισι μᾶλλον, περὶ οὗ νῦν ὁ λόγος. οὐ χρὴ οὖν ἐνοχλέειν ἐν τῇσι προειρημένῃσι ταύτῃσιν, ἀλλὰ μελετᾷν ὅκως ἥκιστα φλεγμαίνῃ τὸ ἕλκος καὶ μάλιστα ἐκπυήσῃ. ἐπὴν δὲ ἑπτὰ ἡμέραι παρέλθωσιν ἢ ὀλίγῳ πλείους, ἢν ἀπύρετος ᾖ καὶ μὴ φλεγμαίνῃ τὸ ἕλκος, τό τε ἧσσον κωλύειν ἢ πειρῆσθαι ἐμβάλλειν, ἢν ἐλπίζῃς κρατήσειν· ἢν δὲ μὴ, οὐδὲν δεῖ μάτην ὀχλέειν. καὶ ἢν μὲν οὖν ἐμβάλῃς τὰ ὀστέα ἐς τὴν ἑωυτῶν χώρην, γεγράφαται ἤδη οἱ τρόποι τοῦ ὡς χρὴ ἰητρεύειν, ἤν τε ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ἤν τε μή. χρὴ δὲ καὶ ἢν μὲν ἐλπίζῃς ὀστέα ἀποστήσεσθαι ὡς ἔφην, τῷ τρόπῳ τῶν ὀθονίων ἐπὶ πᾶσι τοῖσι τοιουτέοισι τὴν ἐπίδεσιν ποιέεσθαι, ἐκ μέσου τοῦ ὀθονίου ἀρχόμενον, ὡς ἐπὶ τὸ πουλὺ ὡς ἐπὶ δύο ἀρχέων ὑποδεσμὸς ὑποδεῖται.
596

Ἐμάθομεν ἐν τοῖς περὶ κινήσεων μυῶν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ἑκατέρου μυὸς κινουμένου τὴν ἐνέργειαν αὐτῶν γίγνεσθαι. ὅταν οὖν ἀκόντων ἡμῶν λάβωσι διὰ μέγεθος φλεγμονῆς οἱ σπασμοὶ γίνονται. διὰ τί οὖν ἐμβληθέντων τῶν παραλλαττόντων ὀστῶν ἄλληλα κατά τε τὰ συντρίμματα καὶ τὰς ἐξαρθρήσεις οἱ μύες γίνονται; μᾶλλον γὰρ ἐν τούτῳ ἐστὶν ἡ λύσις τοῦ προβλήματος, ὅτι μικρότερον ἑαυτοῦ γίνεται τὸ κῶλον, ἔν τε τοῖς ἐξαρθρήμασι καὶ κατάγμασιν, ἐπειδὰν ἑκάστη τι τῶν ὀστῶν διατρήσασα τὸ δέρμα. μετὰ δὲ τὴν εἰς τὸ κατὰ φύσιν ἐπάνοδον τῶν γυμνωθέντων ἀπολαμβάνει τοῦ πρόσθεν μῆκος, ὥσπερ καὶ οἱ φλεγμαίνοντες μύες ἀναγκάζονται συνεκτείνεσθαι τῷ παντὶ κώλῳ. διττὴν οὖν λαμβάνεται τάσιν, ἥν τε ἐκ τοῦ φλεγμαίνειν εἶχον, ἥν τε νῦν ἔτι προσεπιλαμβάνουσιν εἰς μῆκος ἐπεκταθέντες.

Τεκμαίρεσθαι δὲ χρὴ πρὸς τὴν μορφὴν τοῦ ἕλκεος, ὅκως ἥκιστα σεσηρὸς καὶ ἐκπεπληγμένον ἔσται παρὰ τὴν ἐπίδεσιν.
597

Κατὰ μεταφορὰν ἀμφοτέροις κέχρηται τοῖς ὀνόμασι, τὸ μὲν σεσηρὸς ἀπὸ τῶν χειλῶν τοῦ σώματος ὅλως προσαγορεύσας, τὸ δ’ ἐκπεπληγμένον ἀπὸ τῶν πολὺ διεστώτων σκελῶν. ἡ γὰρ ἐκείνων διάστασις ὀνομάζεται πλῆκτα, ὥσπερ καὶ σεσηρέναι λέγομεν τοὺς διιστάντας ἀπ’ ἀλλήλων χωρὶς τοῦ τῆς γένυος ὀστοῦν κινῆσαι. οὕτω μὲν γὰρ ἀνοῖξαι γίγνεται τὸ στόμα, διαστῆσαι δὲ τὰ χείλη τῶν ὀδόντων συμβεβλημένων ὀνομάζουσι σεσηρέναι. φυλάττεσθαι δέ γε κελεύει κατὰ τὴν ἐπίδεσιν ἐκτεταμένα ποιῆσαι τὰ χείλη τοῦ ἕλκους. συνάγεσθαι γὰρ βούλεται πρὸς ἄλληλα τὴν οἰκείαν θέσιν ἀπολαμβανόντων τῶν μερῶν τοῦ δέρματος, ἐπειδὴ καὶ θλίβοιτ’ ἂν ἥκιστα ποιούντων οὕτω καὶ σκέποιτ’ ἂν μάλιστα τὸ ὑποκείμενον ἕλκος ἐν τοῖς μυσίν. εἰδέναι γάρ σε χρὴ τῷ δέρματι χαίροντα τὰ ὑπ’ αὐτοῦ πάντα καὶ μηδὲν ὑποκείμενον ἀβλαβῶς γυμνοῦσθαι· καὶ τί θαυμαστὸν οἰκείαν τε καὶ σύμφυτον ἔχοντα τὴν ἐκ τοῦ δέρματος σκέπην αὐτὰ χαίρειν μὲν ἀεὶ τῷ συμφύτῳ σκεπάσματι, χαλεπῶς δὲ ὑπὸ τῶν ἄλλων ἁπάντων διατίθεσθαι; διὸ καί με θεάσασθαι μήτ’ ἀποτέμνοντα μέρη τοῦ δέρματος, ἀλλ’ ἐπάγοντα

598
τὸ ἀποσυρμὸν αὐτοῖς, ἔξωθέν τε καὶ κατ’ αὐτοῦ τιθέντα τὰ μὲν ἃ πολλάκις ἐθεάσασθε τὰ οὕτως ἀποσυῤῥέοντα δέρματα, καὶ τό γε θαυμασιώτερόν ἐστιν ὅτε μελανθέντος κατὰ τὴν πληγὴν εὐθέως. ἔτι δὲ δήπου τοῦτο θαυμασιώτερον, ὅτι μὴ νεανίσκοις μόνοις, ἀλλὰ καὶ γέρουσιν οὐκ ὀλίγοις πολλὰ τῶν οὕτως ἀποσυῤῥέντων δερμάτων ἐν τῷ παραυτίκα μελανθέντων προσάγοντες ἐκολλήσαμεν. εἰ δὲ γυμνὴν ἐάσαις τὴν ἀποδεδαρμένην σάρκα καὶ δυσχερὴς οὖν ἡ οὔλωσις αὐτῆς γίνεται μετὰ τοῦ καὶ δάκνεσθαι πάντως καὶ ῥυπαίνεσθαι. τὰ γὰρ ἀφλέγμαντα καὶ παρηγορικὰ φάρμακα, καθάπερ ἐστὶ τό τε πάρυγρον ὀνομαζόμενα ἥ τε τετραφάρμακος δύναμις, ἀφλέγμαντον μὲν φυλάττει τὸ πεπονθὸς μέρος, ῥυπαρὸν δὲ ἐργάζεται τὸ ἕλκος. τὰ δ’ αὖ καθαίροντα τὸ ἕλκος, ἅτε ῥυπτικὴν ἔχοντα δύναμιν, αἴσθησιν αὐτοῦ φέρει δακνώδη. τό γε μὴν ὑπὸ τοῦ δέρματος ἐσκεπάσθαι τὸ ἀπόσυρμα τούτων οὐδὲν πάσχει. τούτῳ δ’ ὅμοιόν ἐστι καὶ τὸ κατὰ τὰς φλυκταίνας γιγνομένας ὑπὸ πολλῶν προφάσεων, εἰς ὄγκον δὲ αἰρομένας, ἐνίοτε δὲ μεγάλην ὀδύνην ἐπιφέρειν, ἴστε δή μοι κἀκείνας ὡσαύτως. θεραπεύοντι
599
γὰρ αὐτῷ ὀξείᾳ βελόνῃ τὴν φλύκταιναν εἰς ἀπόῤῥυσιν, εἴ γε ἐκθλίψας ἀτρέμα τὸ ὑγρὸν, ἀπολείπω προσκείμενον τὸ δέρμα καὶ συμβαίνει πάλιν αὐτὸ πληροῦσθαι μύσαντος τοῦ τρήματος ἐκ δευτέρου καὶ φλύκταινα πληρωθεῖσα τίτλα τὰς κατὰ τὸν αὐτὸν τρόπον, εἶτ’ ἐκθλιβέντος τοῦ ὑγροῦ προστέλλεται τῷ χρωτὶ τὸ δέρμα καὶ φυλάττεται μέχρι ἂν ἀπουλωθῆναι τὸ ὑπ’ αὐτοῦ τοῦ χρωτὸς ἡλκωμένον. ταῦτ’ εἴρηταί μοι σαφῆ γνωρίσματα τοῦ δεῖσθαι πᾶν ἕλκος ἐσκεπάσθαι τῷ συμφύτῳ δέρματι. τὸ δὲ νῦν προκείμενον ἕλκος οὐδὲ τὸ τυχόν ἐστιν, ἀλλὰ διὰ παντὸς τοῦ βάθους διῃρημένης τοῖς ὀστοῖς τῆς σαρκὸς ἁπάσης. οὐ γὰρ ἂν ἐξέσχεν ἐκεῖνα διὰ τοῦ δέματος, εἰ μὴ διέτεμε πρῶτον ὅλην τὴν σάρκα. ταύτην οὖν βέλτιόν ἐστιν ἐσκεπάσθαι τῷ πέριξ δέρματι· γυμνὴ γὰρ οὖσα ταῖς οὐσίαις αὐταῖς τῶν ἐπιτεθειμένων φαρμάκων ὁμιλοῦσα ῥυπαίνεται μὲν ὑπὸ τῶν ἐλαιωδῶν καὶ παρηγορικῶν, δάκνεται δ’ ὑπὸ τῶν καθαιρόντων τὸν ῥύπον ὄντων ῥυπτικῶν, εἰ δὲ διὰ τοῦ δέρματος αἱ τῶν ἐπιτιθεμένων φαρμάκων δυνάμεις εἰς τὴν πεπονθυῖαν σάρκα κατεφύοντο χωρὶς τῶν οὐσιῶν, ὀνήσουσι μὲν αὐτὴν, οὐδὲν δ’
600
ὧν εἴρηται συμπτωμάτων ἐπάξουσιν. εἰκότως οὖν ὁ Ἱπποκράτης περὶ παντὸς ποιεῖται συνάγεσθαι τὰ χείλη τῶν τοιούτων ἑλκῶν, πραχθείη δ’ ἄν σοι καλῶς τοῦτο τὴν ἰδέαν αὐτῶν ἀκριβῆ κατασκεψαμένῳ· εἰ μὲν γὰρ ἕν τι τῶν χειλῶν ἐκτετραμμένον εἴη πρὸς τὸ πλάγιον, ἐκεῖθεν ἀρξάμενον ἐχρῆν τῆς ἐπιδέσεως τἀναντία περιτρέπειν αὐτό. εἰ δ’ ἀμφότερα πεπόνθασι τοῦτο, τὴν ἀπὸ δυοῖν ἀρχῶν ἐπίδεσιν ποιήσασθαι, προσάγεις ἀλλήλοις τὰ χείλη.