In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Ταῦτα μὲν δὴ ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέχει δὲ μὴ μηδὲ ἄλλως ἕλκος ἐγένετο.

Περὶ τῶν ἁπλῶν καταγμάτων ἄχρι δεῦρο διηγήσατο, καθ’ ἃ μηδὲ ὑπερεῖχεν ὀστοῦν τοῦ δέρματος εἰς τὸ συμφανὲς, ὡς βλέπεσθαι γυμνὸν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἕλκος ἐγένετο. πρόδηλον μὲν γὰρ ὀστᾶ μὲν ἔχοντα καὶ γυμνούμενα

533
τῶν ὀστῶν οὐκ ἄνευ τοῦ διαιρεθῆναι τούς γε περικειμένους μύας καὶ τὸ δέρμα δύναται παθεῖν. χωρὶς μέντοι τοῦ γυμνωθῆναί τι τῶν κατεαγότων ὀστῶν ἕλκος γίνεσθαι δύναται. μεταβαίνει τοιγαροῦν ἤδη καὶ διαλέγεται περὶ τῶν μεθ’ ἑλκώσεως καταγμάτων ἤτοι μόνον γενομένων ἢ καὶ μετὰ τοῦ γυμνωθῆναί τι τῶν ὀστῶν.

Οἷσί δὲ τὰ ὀστέα κατέηγεν ἁπλῶς τῷ τρόπῳ καὶ μὴ πουλυσχιδεῖ, αὐθήμερα ἐμβληθέντα ἢ τῇ ὑστεραίῃ κατὰ χώρην ἱζόμενα καὶ μὴ ἐπίδοξος ἡ ἀπόστασις παρασχίδων ὀστέων ἀπιέναι ἢ καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα κατεηγότα οὐκ ἐξίσχει, οὐδ’ ὁ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων ἐούσας ἐπιδόξους εἶναι, ἀναπλῶσαι τοὺς τοιούτους.

Τὰ μὲν ἕλκους κατάγματα διττῷ τρόπῳ θεραπείαν ὑπάγει, τῷ μὲν ἑτέρῳ καθ’ ὃν ἤτοι γυμνόν τι μέρος ἐστὶ

534
τοῦ κατεαγότος ἢ πρὸς τοῦ κατεπείγοντος ἀποσχιθὲν τοῦ συντριβέντος ὀστοῦ, τῷ δ’ ἑτέρῳ καθ’ ὃν οὐδέτερον μὲν τούτων ἐστὶν, ἕλκος δὲ μόνον ἅμα κατάγματι διαπεπλασμένῳ προσηκόντως. οὐδὲ γὰρ εἰ κατ’ αὐτὴν τὴν πληγὴν μέρος τι τοῦ κατεαγότος ὀστοῦ γυμνωθὲν ἐξέσχε τοῦ δέρματος, εἴτ’ εὐθέως κατετάθη καὶ διεπλάσθη κατὰ τὸν προσήκοντα τρόπον. ἡγεῖται δ’ ὑπαλλάττεσθαι τὴν θεραπείαν· ἀλλ’ ἔστιν αὐτῷ τὸ μὲν ἕτερον τῆς θεραπείας εἶδος, ὅταν ἕλκος ἅμα κατάγματι θεραπευομένου τοῦ ἐξέχοντός τινος οὕτως ἀποστήσασθαι προσδοκωμένου μορίου τοῦ καταγέντος ὀστοῦ. τὸ δ’ ἕτερον ὅταν καλύπτηται μὲν ὑπὸ τοῦ δέρματος, τὸ κατεαγὸς ἐπίδοξόν τι μέρος αὐτοῦ τῷ χρόνῳ μερισθὲν ἀποκριθήσεσθαι πρὸς τῆς φύσεως διὰ τῆς κατὰ τὸ ἕλκος χώρας. ὅταν μὲν οὖν ἡ προτέρα διαφορὰ γένηται τοῦ παθήματος, ἀξιοῖ χρῆσθαι τῷ τρόπῳ τῆς ἐπιδέσεως ὃν ἐδίδαξεν ἐπὶ τῶν χωρὶς ἕλκους καταγμάτων. ὅταν δὲ ἡ δευτέρα μετατίθησί πως τὸν τρόπον τῆς θεραπείας, ὡς ἐφεξῆς μαθησόμεθα, βέλτιον γὰρ ἀκολουθεῖν αὐτῷ.

535
Οἱ μὲν μήτε μέγα ἀγαθὸν μήτε μέγα κακὸν ποιέοντες ἰητρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ τινι ἢ πισσηρὴν ἐπιθέντες ἢ ἔναιμον ἢ ἄλλο τι ὧν εἰώθασι ποιέειν. ἐπαινέω δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῥυπαρὰ ὁκόσοι ἐπιδέουσιν ἢ ἄλλο τι τοιοῦτον. ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ γένηται καὶ ἤδη ξυμφύηται, τότε τοῖς ὀθονίοισι συχνοῖσι πειρῶνται ἐπιδεῖν καὶ νάρθηξι κατορθοῦν. αὕτη μὲν ἡ ἴησις ἀγαθόν τι ποιεῖ, κακὸν δ’ οὐ μέγα. τὰ μέντοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ σώματα τοῦ καιροῦ ταύτῃ γίνεται.

Τῶν μεθ’ ἑλκώσεως καταγμάτων διττὴν ἔφην αὐτῷ γεγονέναι τῆς θεραπείας διδασκαλίαν. ἄρχεται δὲ νῦν ἀπὸ τῆς πρώτης ὧν εἴπομεν ἐλέγχων πρότερον, ὅσοι καλῶς μεταχειρίζονται τὸν τρόπον τῆς ἑλκώσεως ἐκείνης, ἐν ᾗ μετὰ

536
τοῦ διαπεπλάσθαι προσηκόντως τὸ κάταγμα καὶ ἕλκος ἐστὶ, μηδεμιᾶς ὑποψίας οὔσης ἀποστήσεσθαί τινα παρασχίδα. τοὺς οὖν οὕτω διακειμένους, φησὶν, ἔνιοι τῶν ἰατρῶν θεραπεύουσιν, ἐξ ἀρχῆς μὲν ὡς εἰ καὶ μόνον ἕλκος ἐσχήκασιν. ἐπειδὰν δὲ μετρίως ἔχῃ τοῦτο, τηνικαῦτα καταγματικῶς ἐπιδοῦντες. τὸ μὲν οὖν κεφάλαιον τῆς προκειμένης ῥήσεως τοῦτ’ ἐστί· μακροτέρα δ’ ἐγένετο τῆς θεραπείας ἡ διήγησις ᾗ χρῶνταί τινες ἅπαντα γράψαντες τὰ κατὰ μέρος. ἐγὼ μὲν εἶπον οὕτως αὐτοὺς θεραπεύειν ὡς εἰ καὶ μόνον ἕλκος ἐγεγόνει χωρὶς κατάγματος, ὁ δὲ καὶ δι’ ὧν θεραπεύουσιν ἔγραψε μνημονεύσας πισσηρᾶς μὲν κηρωτῆς, ἐναίμου τε καὶ καθαρτικοῦ φαρμάκου καὶ σπληνῶν οἰνηρῶν. τὸ μὲν οὖν ἔναιμον φάρμακον εὔλογον ὃ λέγει· καὶ γὰρ νῦν ἔτι συνηθέστατόν ἐστι τοὔνομα τοῖς ἰατροῖς ἐπ’ ἐκείνων λεγόμενον τῶν φαρμάκων ὅσα τοῖς τραύμασιν ἐπιτιθέασιν εὐθὺς ἐξ ἀρχῆς ἅμα τῷ γενέσθαι, μηδέπω ξηρῶν ἀκριβῶς ὄντων αὐτῶν, ἀλλ’ αἱμασσομένων ἔτι,
537
τουτέστι δροσοειδῶς ἐκπίπτοντος αἵματος ἔκ τε τοῦ τετρωμένου δέρματος ἢ καὶ τῆς σαρκός. τὸ δὲ καθαρτικὸν φάρμακόν ἐστιν ὃ σὺν τῷ ξηραίνειν μετρίως ὅπερ ἐδείχθη τὸ κεφάλαιον τῆς τῶν ἑλκῶν ἰάσεως, ἔτι καὶ ῥυπτικῆς τινος ἔχεται δυνάμεως καθαρὰ ποιεῖν ἕλκη. τοιαῦτα δέ εἰσι φάρμακα τὰ διὰ λεπίδος καὶ ἰοῦ σκευαζόμενα διττῶς συντιθέμενα, τινῶν μὲν ἑψόντων τὸν ἰὸν, τινῶν δὲ ὠμὸν μιγνύντων. καὶ καλεῖται τὰ μὲν ὠμὸν ἔχοντα τὸν ἰὸν χλωρὰ, τὰ δὲ ἑφθὸν πυῤῥά· καὶ γὰρ καὶ φαίνεται τοιαῦτα τὴν ἰδέαν ἑκάτερα. ταυτὶ μὲν οὖν τὰ φάρμακα καθαρτικὴν ἔχει ἑλκῶν δύναμιν, ἐπειδὴ μετρίως πέφυκε ῥύπτειν. τοιαῦτα δ’ ἐδιδάξαμεν ὄντα καθαίροντα ῥύπον ἑλκῶν, τὰ δὲ χωρὶς τοῦ ῥύπτειν ἔναιμα. ποικίλλεται δὲ ἐν ταῖς κατὰ μέρος ὕλαις, ὥσπερ καὶ τὰ πρότερα καθάπερ ἐκείνων παραδείγματα ἰὸν εἶπον καὶ λεπίδα, δυνατὸν ὂν εἰπεῖν μοι καὶ ἄλλα τοιαῦτα κατὰ τὸν αὐτὸν τρόπον. καὶ νῦν ἀρκέσει φάναι χωρὶς τοῦ καθαίρειν ἔναιμα καλεῖσθαι φάρμακα τὰ δι’ ἀσφάλτου
538
σκευαζόμενα· παραδείγματος γὰρ ἕνεκεν τῶν τοιαύτων μνημονεύσω πάσης αὐτῶν τῆς ὕλης ἐν τοῖς περὶ φαρμάκων εἰρημένης. περὶ δὲ τῆς πισσηρᾶς κηρωτῆς ὡμολόγηται σχεδὸν ἅπασιν ὡς ἀνώδυνόν τέ ἐστι καὶ πυοποιὸν, ἁρμόττον ἐπειδὰν φθάσῃ φλεγμαίνειν ἤδη τὸ ἕλκος. ἄλλως γὰρ οὐκ ἄν τις αὐτῷ χρήσαιτο μήτε καθαίρειν ῥύπον δυναμένῳ μήτε κολλᾷν ἢ ἐπουλοῦν ἕλκος. οἱ δὲ οἰνηροὶ σπλῆνες ἀποκρουστικῆς μέν εἰσι δυνάμεως διὰ τὸν οἶνον, ἀντὶ κρατήματος δὲ παραλαμβάνονται πρὸς τῶν οὕτω θεραπευόντων, βουλομένων ὑποδεσμοῖσι χρῆσθαι διὰ τὸ ἕλκος. ὅσα μὲν οὖν ἐπίστασθαι προσήκει τὸν ὀρθῶς ἕλκος ἰασάμενον εἴρηται μὲν κἀν τῷ γ΄ καὶ δ΄ γράμματι τῆς θεραπευτικῆς μεθόδου κατὰ τὴν προσήκουσαν ἑκάστου τάξιν, εἴρηται δὲ ὅσον ἥρμοττε καὶ κατὰ τὴν ἐξήγησιν τοῦ περὶ ἑλκῶν συγγράμματος. εἰς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ καὶ τὰ νῦν εἰρημένα. δεήσει γὰρ ἡμᾶς καὶ αὖθις εἰπεῖν περὶ θεραπείας τῶν προκειμένων παθῶν, ὅταν αὐτὸς ὁ Ἱπποκράτης αὐτὰ θεραπεύῃ.
539
νῦν γὰρ ἑτέρων ἰατρῶν μέμνηται καί φησιν αὐτοὺς οὐδὲν ἀξιόλογον ἁμαρτάνειν, ὥσπερ ἐκείνους ὧν μνημονεύει. τί τοίνυν ἐστὶν ὃ ἁμαρτάνουσιν; ἅμα γὰρ τούτῳ γνωσθέντι μαθησόμεθα τὸ καλῶς εἰρημένον παρ’ αὐτῷ, μήτε μέγα τι ποιεῖν ἀγαθὸν αὐτοὺς μήτε κακὸν, ὅτι τῆς μὲν ἑλκώσεως οὐ κακῶς προνοοῦνται, τοῦ κατάγματος δ’ ἀμελοῦσι τό γε κατ’ ἀρχὰς, ὕστερον μὲν τὴν οἰκείαν ἐπίδεσιν αὐτῷ προσφέροντες, ἣν ἔφην ἀπ’ ἀρχῆς προῆχθαι. διὰ τοῦτ’ οὖν, φησὶν, ὀγκηρότερα γίνεται τὰ ὀστᾶ· βέλτιον οὖν αὐτὰ προστέλλεσθαί τε καὶ πιλεῖσθαι διὰ παντὸς τοῦ χρόνου. παραλείπουσι δὲ κατὰ τὰς πρώτας ἡμέρας οὐκ ὀλίγας τὸν ἀριθμὸν οὔσας, εἴγε φησὶν, ὅταν ἤδη τὰ ἕλκη συμφύεσθαι μέλλῃ, τηνικαῦτα τοὺς οὕτω θεραπεύοντας ἰατροὺς ἄρχεσθαι τῆς καταγματικῆς ἐπιδέσεως, ἐπίδηλον ὅτι διαπυήσεσθαι χρὴ πρότερον αὐτὰ καὶ καθαρθῆναι πρὶν μέλλειν συμφύεσθαι, τοῦτο δ’ οὐ κατὰ γ΄ ἢ δ΄ ἡμέρας ἀριθμόν ἐστι.

540
Γένοιτο δ’ ἂν καὶ βραχύτερα, ὧν ἀμφότερα τὰ ὀστέα κατέηγεν ἢ πήχεος ἢ κνήμης.

Ἴδιόν ἐστι τῆς Ἱπποκράτους βραχυλογίας ἅμα σαφηνείας διὰ τῶν ἐπιφερομένων ἐπιδείκνυσθαι τὸ παραλελειμμένον ἐν τῷ προειρημένῳ λόγῳ, τοῦτ’ οὖν ἐποίησε νῦν. εἰρηκὼς γὰρ ὀγκηρότερα γίνεσθαι τὰ ὀστέα τῶν θεραπευομένων διὰ τῆς πρώτης παραγωγῆς, οὐ προωρίσατο πότερον ἁπάντων ἤ τινων, ἀλλ’ ἔν τε τῇ νῦν ῥήσει σαφῶς ἐδήλωσεν ὅτι μὴ πάντων, ἀλλ’ ἐκείνων μόνων ὅσον τὸ ἀμφότερον ὀστοῦν ἔπαθεν ὄγκον. μήτ’ ἆρ’ ἴσχει τὰ μέρη τοῦ κατάγματος, ὡς ἂν μὴ πιληθέντα καὶ σφιγγέντα διὰ παντὸς τοῦ γένους τοῦ χρόνου τῆς θεραπείας, οὐ μὴν βραχύτερόν γε γίγνεται τὸ κῶλον, ὡς ἔνθα θατέρου τῶν ὀστῶν ὅσον ἀπαθὲς ἔμεινε διαφυλάττοντος αὐτῷ τὸ κατὰ φύσιν μέγεθος, ἀλλ’ ἐφ’ ὧν γε τὰ δύο καταγῇ, συνέβη δηλονότι συνανασπασθῆναι τοῖς μυσὶν, ὡς ἔμπροσθεν ἐδείχθη, τὰ

541
ὑψηλότερα μέρη τῶν παθόντων ὀστῶν, οὗπερ ἕνεκα καὶ τὴν κατάτασιν ἐποιεῖτο πρὸ τῆς διαπλάσεως· ἀλλ’ ἐπεὶ χωρὶς τῆς προσηκούσης ἐπιδέσεως οὐκ ἂν ἡ σύνθεσις τῶν ὀστῶν φυλαχθείη, διὰ τοῦτ’ ἀκριβοῦς ἐπιδέσεως ποὐνοήσατο μέχρι τῆς πωρώσεως. οἱ τοίνυν ἀμελοῦντες μὲν ταύτης, ἑλκώσεως δὲ πεφρονηκότες, οὐ μόνον εἰς ὄγκον μείζονα τοῦ κατὰ φύσιν ἄγουσι τὸ κῶλον, ἀλλὰ καὶ μικρότερον ἀποφαίνουσιν.

Ἄλλοι δ’ αὖ τινές εἰσιν οἱ ὀθονίοισι τὰ τοιαῦτα ἰητρεύουσιν εὐθέως καὶ ἔνθεν μὲν καὶ ἔνθεν ἐπιδέουσι τοῖς ὀθονίοισι, κατὰ δὲ τὸ ἕλκος αὐτὸ διαλείπουσι καὶ ἐῶσιν ἀνεψῦχθαι, ἔπειτα ἐπιτιθέασιν ἐπὶ τὸ ἕλκος τῶν καθαρτικῶν τι καὶ σπλήνεσιν οἰνηροῖσιν ἢ εἰρίοισιν ῥυπαροῖσι θεραπεύουσιν. αὕτη ὁ ἴησις κακή. καὶ εἰκὸς τοὺς ἰήτρεύοντας τὰ μέγιστα ἀσυνετέειν καὶ ἐν τοῖσιν ἄλλοισι κατήγμασι καὶ ἐν τοῖσι τοιούτοισι. μέγιστον γάρ ἐστι τὸ
542
γινώσκειν καθ’ ὁποῖον τρόπον χρὴ τὴν ἀρχὴν βάλλεσθαι τοῦ ὀθονίου καὶ καθ’ ὁποῖον μάλιστα πεπιέχθαι καὶ οἷά τε ὠφελέονται, ἢν ὀρθῶς τις βάλληται τὴν ἀρχὴν καὶ πιέζῃ ᾗ μάλιστα χρὴ καὶ οἷα βλάπτονται, ἢν μὴ ὀρθῶς τις βάλληται μηδὲ πιέζῃ ᾗ μάλιστα χρή, ἀλλὰ ἔνθεν καὶ ἔνθεν. εἴρηται μὲν οὖν καὶ ἐν τοῖσι πρόσθεν γεγραμμένοισιν ὁποῖα ἐφ’ ἑκατέρων ἀποβαίνει, μαρτυρεῖ δὲ καὶ αὕτη ἡ ἰατρική· ἀνάγκη γὰρ τῷ οὕτως ἐπιδεομένῳ τὸ οἶδος ἐξαείρεσθαι ἐς αὐτὸ ἕλκος.

Τῶν μεγάλως βλαπτόντων ἐἰητρεύονταςν τούτῳ τῷ λόγῳ μέμνηται, σαφῶς διδάσκων αὐτὸς ἃ πράττουσιν ἅπαντα· καὶ μέντοι καὶ τὰς ἁμαρτίας αὐτῶν ἐλέγχει σαφῶς, ὥστε μηδ’ ἂν ἐμοῦ δεῖσθαι τὸν ἐθέλοντα φιλοπόνως τοῖς λεγομένοις προσέχειν τὸν νοῦν.

Καὶ γὰρ εἰ ὑγιὴς χρὼς ἔνθεν καὶ ἔνθεν ἐπιδεθείη, ἐν μέσῳ δὲ διαλειφθῇ, μάλιστα κατὰ τὴν διάληψιν οἰδήσειεν
543
ἂν καὶ ἀχοιήσειεν. πῶς οὖν οὐχὶ ἕλκος γε ταῦτα ἂν πάθοι;

Ὅτι τὸ σαρκῶδες ὀνομάζει χρῶτα λέλεκταί μοι καὶ πρόσθεν· ἀλλὰ νῦν γε πρόσεχέ μοι τὸν νοῦν, ὅπως ἂν ἢν ὁ λογικὸς εὑρίσκῃ τὸ προσῆκον, οὐ περιμένει μακρὰν πεῖραν. οἴονται μὲν ἕλκος ἀνεπίδετον ἐῶντες, ἑκατέρωθεν δ’ αὐτοῦ περιβάλλοντες ἐπιδέσμους, οὐκ ἐξ ὦν αὐτοὶ πράττουσιν, ἀλλὰ διὰ τὴν κακοήθειαν τοῦ παθήματος ἐπιμίγνυσθαι φλεγμονὰς καὶ μοχθηρῶς διατίθεσθαι τὸ ἕλκος, τοῦ μὲν πρώτου τὴν τοιαύτην θεραπείαν ἐπινοήσαντος, ἑαυτὸν παρακρουσαμένου λόγῳ μοχθηρῷ, τῶν διαδεξαμένων δ’ αὐτὸ τὸ ἔθος φυλαξάντων διὰ τὸ μὴ τολμᾷν ὑπαλλάξαι. τί δὲ εἰ τοῦ μέγα κακὸν ἐργάσασθαι; τοῦτο γὰρ ἐπιεικῶς συμβαίνει τοῖς ἀλόγῳ τριβῇ μεταχειριζομένοις τὰς τέχνας, ὥστε μόνος ὁ ἀπολογισμὸς θαῤῥῶν ἐξ αὐτῆς τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος ὑπαλλάττειν ἐπιχειρεῖται δι’ ἔθους μακροῦ πραττόμενα κακῶς. τίς οὖν ὁ λόγος ἐστὶν ᾦ

544
θαῤῥήσας ὁ Ἱπποκράτης ὑπήλλαξε τῆς θεραπείας αὐτῶν οὐ μὰ Δία πιθανῶν, οὐδὲ ξένων δεχομένων λημμάτων, ἀλλ’ ἐξ ἐπιστημονικῶν τε καὶ ἀναγκαίων. εἰ γὰρ ἐπὶ τῶν ὑγιαινόντων σωμάτων ὁ τοιοῦτος τρόπος τῆς ἐπιδέσεως εἰς τὴν μεταξὺ τῶν ἐπιδουμένων χώραν ἐκθλίβων ἑκατέρωθεν τὸ αἷμα φλεγμονὴν ἐργάζεται, πῶς οὐ πολὺ μᾶλλον ἐπὶ τῶν ἤδη πεπονθότων ἐργάσεται.

Ἀναγκαίως οὖν ἔχει ἄχροον μὲν καὶ ἐκπεπιεσμένον τὸ ἕλκος εἶναι, δακρυῶδες δὲ καὶ ἀνεκπύητον εἶναι, ὀστέα δὲ καὶ μὴ μέλλοντα ἀποστῆναι ἀποστατικὰ γενέσθαι.

Τὰ καταλαμβάνοντα συμπτώματα διὰ τὴν μοχθηρὰν ἐπίδεσιν ἔγραψεν ἐν τούτῳ τῷ λόγῳ, γιγνόμενα πάντα διὰ τὸ μέγεθος τῆς φλεγμονῆς. ἐκτρέπονται μὲν γὰρ τοῦ ἕλκους τὰ χείλη διὰ ταύτην, ὥσπερ αὐτὰ τὰ κυρίως ὀνομαζόμενα χείλη τοῦ στόματος, ὅταν φλεγμαίνῃ. κακόχρουν

545
δὲ τὸ σύμπαν χωρίον εἰκότως φαίνεται. καὶ γὰρ καὶ τοῦτο σύμπτωμά ἐστι μεγάλης φλεγμονῆς. ἐξ αὐτοῦ δὲ τοῦ ἕλκους ἰχὼρ λεπτὸς καὶ ἄπεπτος ῥυεῖ, καθάπερ ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν φλεγμαίνωσι, τὸ δάκρυον· ἐντεῦθεν μὲν ὠνόμασται κατὰ μεταφορὰν τὸ οὕτω διακείμενον ἕλκος δακρυῶδες. οὐκοῦν ἐνδέχεται πέψιν ἀκολουθῆσαι τοῖς τὴν φλεγμονὴν ἐργαζομένοις χυμοῖς, ἄχρις ἂν οὕτως ἐπιδέηται τὸ μόριον· ἀλλὰ καὶ τῶν ὀστῶν ἀνάγκη τι τῷ χρόνῳ βλαβῆναι, διαδεχομένων ὑπὸ τῆς περιουσίας τῶν ἀπέπτων χυμῶν. οὐδὲν οὖν θαυμαστὸν ὑποστῆναί τι μέρος αὐτῶν, εἰ μὴ παύσαιτο ὑπό τε τῆς μοχθηρᾶς ἐπιδέσεως οὕτω θεραπεύων. τὰ δ’ ἄλλα κατὰ μέρος ἐν ὅλῳ τῷ λόγῳ σαφῆ πάντ’ ἐστὶ τοῖς προσέχουσι τὸν νοῦν, ὡς ἔφην, καὶ μεμνημένοις τῶν προδεδιδαγμένων· εἰς ἐκεῖνα γὰρ ἀναφέρεται πάντα καὶ μαρτυρεῖ τοῖς καλῶς διδαχθεῖσιν, ὡς καὶ αὐτὸς Ἱπποκράτης ἐπισημαίνεται.

546
Σφυγηῶδές τε καὶ πυρετῶδες τὸ ἕλκος ἂν εἴη, ἀναγκάζονται δὲ διὰ τὸ οἶδος ἐπικαταπλάσσειν. ἀσύμφορον δὲ καὶ τοῦτο τοῖσιν ἔνθεν καὶ ἔνθεν ἐπιδεομένοισιν. ἄχθος γὰρ ἀνωφελὲς πρὸς τῷ ἄλλῳ σφυγμῷ ἐπιγίνεται. τελευτῶντες δὲ ἀπολύουσι τὰ ἐπιδέσματα, ὁπότ’ ἄν σφιν παλιγκοτέῃ, καὶ ἰητρεύουσι τὸ λοιπὸν ἄνευ ἐπιδέσιος. οὐδὲν δ’ ἧσσον καὶ ἤν τι ἄλλο τρῶμα τοιοῦτο λάβωσι, τῷ αὐτῷ τρόπῳ ἰητρεύουσιν. οὐ γὰρ οἴονται τὴν ἐπίδεσιν τὴν ἔνθεν καὶ ἔνθεν καὶ τὴν ἀνάψυξιν τοῦ ἕλκεος αἰτίην, ἀλλ’ ἄλλην τινὰ ἀτυχίην· οὐ μέντοι γε ἂν ἔγραφον περὶ τουτέου τοσαῦτα, εἰ μὴ εὖ μὲν ᾔδειν ἀσύμφορον ἐοῦσαν τὴν ἐπίδεσιν, συχνοὺς δὲ οὕτως ἰητρεύοντας, ἐπίκαιρον δὲ τὸ ἀπομάθημα. μαρτύριον δὲ τοῦ ὀρθῶς γεγράφθαι τὰ πρόσθεν γεγραμμένα, εἴτε μάλιστα πιεστέα τὰ κατήγματα εἴτε ἥκιστα. χρὴ δὲ ὡς ἐν κεφαλαίῳ εἰρῆσθαι, οἷσιν ἂν μὴ ἐπίδοξος ᾖ ἡ τῶν ὀστέων ἀπόστασις ἔσεσθαι, τὴν αὐτὴν ἰητρεύειν, ὥσπερ ἂν οἷσιν ὀστέα μὲν κατεηγότα εἴη, ἕλκος δὲ μὴ
547
ἔχοντα. τάς τε γὰρ κατατάσιας καὶ κατορθώσιας τῶν ὀστέων τὸν αὐτὸν τρόπον ποιέεσθαι, τήν τε ἐπίδεσιν παραπλησίαν. ἐπὶ μὲν γὰρ αὐτὸ τὸ ἕλκος πισσηρὴν κηρωτὴν χρίσαντα σπλῆνα λεπτὸν ἐπιδεθῆναι, τὰ δὲ πέριξ κηρωτῇ λεπτῇ χρίειν. τὰ δὲ ὀθόνια καὶ τὰ ἄλλα πλατύτερά τινι ἐσχισμένα ἔστω ἢ εἰ μὴ ἕλκος εἶχε· καὶ ᾧ ἂν πρώτῳ ἐπιδέηται, συχνῷ ἔσται τοῦ ἕλκεος πλατύτερον. τὰ γὰρ στενώτερα τοῦ ἕλκεος ζώσαντα ἔχει τὸ ἕλκος. τὸ δ’ οὐ χρὴ, ἀλλ’ ἡ πρώτη περιβολὴ ὅλον κατεχέτω τὸ ἕλκος.

Μικρὸν ἔμπροσθεν ἔφη τῶν οὕτως ἐπιδεομένων ἐκθλίβεται τὸ οἶδος εἰς αὐτὰ τὰ ἕλκη. οἶδος δὲ δηλονότι τὸ οἴδημα λέγων ὡς εἶναι τὸν λόγον τοιόνδε· διὰ τὴν κακὴν ἐπίδεσιν ἑκατέρωθεν τοῦ ἕλκους γιγνομένην ἐκθλιβόμενον τὸ αἷμα τὸν παρὰ φύσιν ὄγκον ἐργάζεται. τοῦτο γὰρ οἶδός τε καὶ οἴδημα δι’ ἔθους ἐστὶν ὀνομάζειν αὐτῷ. προσλαβὼν δὲ σφυγμὸν ὁ τοιοῦτος ὄγκος καὶ θερμασίαν πυρώδη

548
τὴν ὀνομασθεῖσαν πρότερον ἰδίως ἀποτελεῖ φλεγμονήν. πάλαι γὰρ οὐχ οὕτως, ἀλλὰ τὴν φλόγωσιν ἅπασαν ὠνόμαζον φλεγμονὴν, ὡς πολλάκις ἡμῖν δέδεικται. ἀλλὰ ἀπό γε τῶν Ἐρασιστράτου χρόνων εἰθίσθη τὸ τῆς φλεγμονῆς ὄνομα λέγεσθαι κατὰ τῶν ὄγκων ἐκείνων, ἐν οἷς οὐ μόνον ἐστὶ θερμασία φλογώδης, ἀλλὰ καὶ ἀντιτυπία καὶ σφυγμός. ἐξ ἀνάγκης δ’ ἂν ἔχωσιν οὕτω καὶ τὸ καλούμενον ἔρευθος. ἐκ μὲν γὰρ τῆς πλείονος θερμασίας τοῦτο τὴν γένεσιν ἀναγκαῖον λαμβάνειν, ἡ δ’ ἀντιτυπία καὶ ὁ σφυγμὸς ἐκ τοῦ πεπληρῶσθαι. δυνάμενος οὖν εἰπεῖν ὁ Ἱπποκράτης πυρετῶδες γίγνεσθαι τὸ ἕλκος, πυρῶδες εἶπεν ἀπὸ τοῦ πυρὸς ἐργασάμενος τὴν παράκαυσιν εἰς ἀνάμνησιν ἐμοὶ δοκεῖν, ὅτι καὶ αὐτὸς ὁ πυρετὸς ἀπὸ τοῦ πυρὸς ὠνόμασται καὶ τοῦτ’ ἔστιν αὐτῷ τῷ πυρετῷ εἶναι τὸ θερμασίαν ἔχειν καπνώδη.

Καὶ ὑπερεχέτω τὸ ὀθόνιον ἔνθεν τε καὶ ἔνθεν.
549

Σπανίως τοίνυν τὸ ἄνωθεν καὶ κάτωθεν ὀνομάζεται πρὸς τῶν παλαιῶν ἔνθεν καὶ ἔνθεν· ὡς τὰ πολλὰ γὰρ εἰώθασιν ἐπὶ τῶν κατὰ τὰ πλάγια μερῶν τοιαύτῃ χρῆσθαι λέξει. νῦν μέντοι τῷ παλαιῷ τρόπῳ τῆς ἑρμηνείας ὁ Ἱπποκράτης ἐχρήσατο.

Βάλλεσθαι μὲν οὖν χρὴ τὸ ὀθόνιον κατ’ αὐτὴν τὴν ἴξιν τοῦ ἕλκεος, πιέζειν δὲ ὀλίγῳ ἧσσον ἢ εἰ μὴ ἕλκος εἶχεν· ἐπινέμεσθαι δὲ τῇ ἐπιδέσει, ὥσπερ καὶ πρόσθεν εἴρηται. τὰ δὲ ὀθόνια αἰεὶ μὲν τοῦ τρόπου τοῦ μαλθακοῦ ἵστωσαν. μᾶλλον δέ τε δεῖ ἐν τοῖσι τοιούτοισιν ἢ εἰ μὴ ἕλκος εἶχε. πλῆθος δὲ τῶν ὀθονίων μὴ ἐλάσσω ἔστω τῶν πρότερον εἰρημένων, ἀλλά τινι καὶ πλείω· ἢν δὲ ἐπιδεθῇ, δοκείτω τῷ ἐπιδεδεμένῳ ἡρμόσθαι μὲν, πεπιέσθαι δὲ μή. φάτω δὲ κατὰ τὸ ἕλκος μάλιστα ἡρμόσθαι. τοὺς δὲ χρόνους αὐτοὺς μὲν χρὴ, εἶναι ἐπὶ τὸ μᾶλλον δοκέειν ἡρμόσθαι. τοὺς αὐτοὺς δὲ ἐπὶ τὸ μᾶλλον δοκέειν χαλᾷν, ὥσπερ καὶ ἐν τοῖσι πρόσθεν εἴρηται, μετεπιδεῖν δὲ διὰ τρίτης πάντα μεταποιέοντα ἐς τοὺς τρόπους τοὺς παραπλησίους,
550
ὥσπερ καὶ πρόσθεν εἴρηται, πλὴν ἐς τὸ σύμπαν ἧσσόν τινι πιέζειν ταῦτα ἢ ἐκεῖνα· καὶ ἢν κατὰ λόγον τὰ εἰκότα γένηται ἰσχνότερον μὲν αἰεὶ εὑρεθήσεται τὸ κατὰ τὸ ἕλκος. ἰσχνὸν δὲ καὶ τὸ ἄλλο πᾶν τὸ ὑπὸ τῆς ἐπιδέσιος κατεχόμενον καὶ αἵ τε ἐκπυέσιες ἔσονται θάσσους ἢ τῶν ἄλλων ἰητρευμένων ἑλκέων. ὅσα τε σάρκια ἐν τῷ τρώματι ἐμελάνθη καὶ ἐθανατώδη θᾶσσον περιῤῥηγνυται καὶ ἐκπίπτει ἐπὶ ταύτῃ τῇ ἰητρείῃ ἢ ἐν τῇσιν ἄλλῃσιν ἐς ὠτειλάς τε θᾶσσον ὁρμᾶται τὸ ἕλκος, οὕτως ἢ ἄλλως ἰητρευμένον. πάντων δὲ τούτων αἴτιον ὅτι ἰσχνὸν μὲν τὸ κατὰ τὸ ἕλκος χωρίον γίνεται, ἰσχνὰ δὲ τὰ περιέχοντα.

Ἴξιν ἀεὶ τὴν εὐθυωρίαν ὀνομάζει ποτὲ μὲν τὴν κατὰ τὸ μῆκος τοῦ σώματος, ἔστι δ’ ὅτε τὴν κατὰ τὸ πλάτος, ὥσπερ νῦν, ἀξιῶν τοῦ πρώτου τῶν ἐπιδέσμων τὴν ἀρχὴν ἢ ἐκ τῶν δεξιῶν ἢ τῶν ἀριστερῶν μερῶν τοῦ ἕλκους θέντας ἐπιλίττειν ὅλον αὐτὸ καταληφθῆναι καὶ μηδὲν ἀπολειφθῆναι μέρος γυμνόν.

551
Τὰ μὲν οὖν ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥστε ἄνευ ἑλκωσίων ὀστέα καταγνύμενα, τοὺς δὲ νάρθηκας οὐ χρὴ προστιθέναι. διὰ τοῦτο καὶ τὰ ὀθόνια χρὴ τούτοισιν πλείω εἶναι ἢ τοῖσιν ἑτέροισιν, ὅτι τε ἧσσον πιέζεται, ὅτι τε οἱ νάρθηκες βραδύτερον προστίθενται.

Τοὺς νάρθηκας ἐπιβάλλειν φυλάττεται τοῖς ἡλκωμένοις κατάγμασι δεδιὼς δηλονότι τὴν ἐξ αὐτῶν θλίψιν. δι’ αὐτὸ δὲ τοῦτο καὶ τοῖς ὀθονίοις ταῦτα μὴ πιέζειν ἐκέλευσε καὶ δι’ ἄμφω δὲ ταῦτα πλέοσιν αὐτοῖς χρῆσθαι. μέμνησο τοιγαροῦν ὡς αὐτὸς εἶπεν ὀθονίοισι πλείοσι χρῆσθαι, διότι τε ἧττον πιέζεται καὶ οἱ νάρθηκες βραδύτερον προστίθενται.

Ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, μη κατὰ τὴν ἴξιν τοῦ ἕλκεος προστιθέναι, ἀλλ’ ὥστε καὶ χαλαρῶς προστιθέναι,
552
προθυμεύμενος ὅκως μηδεμία σφίγξις μεγάλη ἔσται ἀπὸ τῶν ναρθήκων. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖσι πρότερον γεγραμμένοισι· τὴν μέντοι δίαιταν ἀκριβεστέρην καὶ πλείω χρόνον χρὴ ποιέεσθαι, οἶσιν ἐξ ἀρχῆς ἕλκεα γίνεται, καὶ οἶσιν ὀστέα ἐξίσχει, καὶ τὸ ξύμπαν δὲ εἰρῆσθαι ἐπὶ τοῖσιν ἰσχυροτάτοισι τρώμασιν ἀκριβεστέρην καὶ πουλυχρονιωτέρην εἶναι χρὴ τὴν δίαιταν.

Τὴν κατὰ τὸ μῆκος ἴξιν ἀκούειν προσήκει νῦν, κατὰ ταύτην γὰρ οἱ νάρθηκες ἐπιβάλλονται. ἔμπροσθεν μὲν ὡς κωλύων νάρθηξι χρῆσθαι τὸν λόγον ἐποιεῖτο, νῦν δὲ ὡς συγχωρῶν ἐνίοτέ φησιν· ἢν μέντοι τοὺς νάρθηκας προστιθῇς, ὅπερ ἐγὼ ποιεῖν ἐπὶ τῶν τοιούτων εἴωθα· καὶ αὖ σκέλει πράττειν οὐκ ἔχω διατείνεσθαι, μηδένα αὐτοῦ διορισμὸν προστιθέντος. ὃ δ’ ἐγὼ ποιῷ καὶ δὴ φράσω. τῶν μετὰ κατάγματος ἑλκώσεων ἐνίοτε κατὰ τὸ μῆκος τοῦ κώλου γιγνομένων ἐγχωρεῖ τοὺς νάρθηκας ἑκατέρωθεν τοῦ ἕλκους ἐπιβάλλειν. ὅταν δὲ ἐγκάρσιον γένηται

553
τὸ ἕλκος, κωλύει τὴν ἐπίθεσιν τῶν ναρθήκων καὶ μάλιστα εἰ μεῖζον ᾖ.

Ἡ αὐτὴ δὲ ἰητρείη τῶν ἑλκέων καὶ οἶσιν ὀστέα μὲν κατέηγεν, ἕλκος δὲ ἐξ ἀρχῆς μηδὲν ᾖ. ἢν δὲ ἐν τῇ ἰητρείῃ ἕλκος γένηται ἢ τοῖσιν ὀθονίοισιν μᾶλλον πιεχθέντος ἢ ὑπὸ νάρθηκος ἐνέδρης ἢ ὑπὸ ἄλλης τινὸς προφάσιος. γινώσκεται μὲν οὖν τὰ τοιαῦτα, ἢν ἕλκος ὑπῇ τῇ τε ὀδύνῃ καὶ τοῖσι σφυγμοῖσιν, καὶ τὸ οἴδημα τὸ ἐν τοῖσιν ἄκροισιν, σκληρὸν γίνεται τῶν τοιουτέων καὶ εἰ τὸν δάκτυλον ἐπαγάγοις ἐξαείραται, ἀτὰρ καὶ αὖθις ὑποτρέχει ταχέως. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, λύσαντα χρὴ, ἢ μὲν ᾖ κνησμὸς κατὰ τὰς ὑποδεσμίδας ἢ ἐπὶ τὸ ἄλλο τὸ ἐπιδεδεμένον πισσηρῇ κηρωτῇ ἀντὶ τῆς ἑτέρης χρῆσθαι.

Ὁ λόγος αὐτῷ νῦν ἐστι περὶ τῶν ἐπιγινομένων ἑλκῶν τοῖς κατάγμασιν ἐν τῷ χρόνῳ ἐκ τῆς τῶν ναρθήκων ἐπιδέσεως.

554
ἐδήλωσεν οὖν τάς τε τῶν γενέσεων αὐτῶν αἰτίας καὶ τὰ σημεῖα, δι’ ὧν ἄν τις γνωρίσαι γεγονὸς ἕλκος. εἶτα συμβουλεύει μὴ περιμένειν τὸν εἰθισμένον τρόπον τῆς ἐπιδέσεως, ἀλλὰ θᾶττον ἀφελόντα τοὺς ἐπιδέσμους τὴν προσήκουσαν ποιεῖσθαι θεραπείαν ἣν αὐτὸς σαφῶς ἔγραψεν.

Ἤν δὲ τούτων μὲν μηδὲν ᾖ, αὐτὸ δὲ τὸ ἕλκος ἠρεθισμένον εὑρίσκεται μέλαν ἐπὶ πουλὺ ἢ ἀκάθαρτον, καὶ τῶν μὲν σαρκῶν ἐκπυησομένων, τῶν δὲ νεύρων προσεκπεσουμένων, τουτέους οὐδὲν δεῖ ἀναψύχειν παντάπασιν, οὐδέ τι φοβεῖσθαι τὰς ἐκπυήσιας ταύτας, ἀλλ’ ἰητρεύειν. τὰ μὲν ἄλλα παραπλήσιον τρόπον, ὥσπερ καὶ οἷσιν ἐξ ἀρχῆς ἕλκος ἐγένετο.

Ἀναψύχειν ἔοικεν ἐπὶ τοῦ γυμνῶσθαι φέρειν, ὅπερ σημαίνει τὴν καταγματικὴν ἐπίδεσιν ἀφελόντας, ὡς ἕλκος μὲν θεραπεύειν. οὐ γὰρ δὴ τό γε μηδὲν ἐπιτιθέναι καὶ

555
παντάπασιν ἐᾷν γυμνὸν ἀναψύχειν ὠνόμασε προσγεγραμμένον, οὐδὲ τὸ ἀναψύχειν τὸ παντάπασι δείκνυταί τι διὰ μέσην ὁδὸν ἐπιμελείας. εἴη δ’ ἂν μέση τοιάδε τις, εἰ τὸ ἕλκος, ὡς εἴρηκεν, ἔχον τι τῶν προειρημένων σημείων κινηθέντων αὐτίκα τελευτῆσαι βούλεται τὴν καταγματικὴν ἐπίδεσιν, ἐπιμέλειάν τε ποιησάμενος τῶν κατὰ τὸ ἕλκος ἡμέρᾳ μιᾷ καὶ δευτέρᾳ πάλιν ἐπιδήσαιμεν τὸ κῶλον, ὡς αὐτὸς ἐκέλευσε διὰ τῆς ἐχομένης λέξεως.

Τοῖσι δὲ ὀθονίοισιν ἄρχεσθαι χρὴ ἐπιδέοντα ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν τοῖς ἀκραίοις πάνυ χαλαροῖσι καὶ ἔπειτα ἐπινέμεσθαι τῇ ἐπιδέσει αἰεὶ ἐς τὸ ἄνω καὶ πεπιέχθαι μὲν μηδαμῇ. ἡρμόσθαι δὲ μάλιστα κατὰ τὸ ἕλκος τὰ μὲν ἄλλα ἐπὶ ἧσσον, τὰ δὲ ὀθόνια τὰ πρῶτα ταῦτα μὲν καθαρὰ ἔστω καὶ μὴ στενά· τὸ δὲ πλῆθος τῶν ὀθονίων ἔστω ὅσονπερ καὶ ἐν τοῖσι νάρθηξιν εἰ ἐπιδέοιτο ἢ ὀλίγῳ ἔλασσον.
556

Ἐν τούτῳ τῷ λόγῳ δῆλός ἐστιν ἐπίδεσιν ἀξιῶν ἀρξαμένην ἀπὸ τοῦ οἰδήματος, ὅπερ ἂν ἐν ἄκροις τοῖς κώλος γένηται προσεπινέμεσθαι κατὰ τὸ συνεχὲς ἀπ’ ἐκείνου καὶ ἀνέρχεσθαι μέχρι τοῦ κατάγματος, ἔνθα ἡ ἕλκωσίς ἐστιν, ὡς συνῆφθαι τὴν θεραπευτικὴν τῶν οἰδημάτων ἐπίδεσιν τῇ καταγματικῇ καὶ μίαν τάσιν γενέσθαι διὰ μικρῶν ἐπιδέσεων συντελουμένων. ἀξιοῖ δ’ αὐτὴν ἡρμόσθαι κατὰ τὸ ἕλκος, ὅπερ ἐστὶ χαλαρὰν, σφίγγειν δ’ οὐδέπω. τά τ’ ἄλλα μέρη τὰ κατὰ τὸ κάταγμα κελεύει, [καθάπερ ἐπὶ τῶν χωρὶς τὸ κάταγμα ἑλκῶν, οὕτω καὶ νῦν ἧσσον πεπιέχθαι.] φυλάττει γὰρ ἀεὶ τὸ μᾶλλον ἐκεῖνο πεπιέχθαι τὸ μέρος ἐπὶ πάσης ἐπιδέσεως, ὅθεν ἐκθλίβεσθαι βούλεται τὸ δ’ αἷμα. τὰς δ’ ἐπὶ τῶν ἄκρων αὐτῶν τῶν οἰδισκομένων ἐπιβολὰς τῶν ὀθονίων χαλαρωτέρας εἶναι κελεύει, τοσοῦτον αὐτῶν μόνον φροντίζων, ὡς εἰς μίαν ἕνωσιν ἐπιδέσεως ἀγαγεῖν· οὐ μὴν τὸ σύμπαν τῆς ὅλης θεραπείας κεφάλαιον αὐτοῖς ἀνατίθησιν. οὐ γὰρ τοιαῦτά ἐστιν ἃ θεραπεύειν νῦν τοὺς μελασμοὺς καὶ νεκρώσεις ἀγμῶν ἔοικεν. εἰρήκει γὰρ ὑπὲρ αὐτοῦ κατὰ λέξιν οὕτως· καὶ τὸ οἴδημα τὸ ἐν τοῖς ἄκροις

557
σκληρότερον γίγνεται τῶν τοιούτων, καὶ εἰ τὸν δάκτυλον ἐπάγοις, τὸ ἔρευθος ἐξαείραται καὶ αὖθις ὑποτρέχει ταχέως κατὰ τὸ μέγεθος. ταῦτ’ οὖν συμπτώματα μέν ἐστιν οἰδημάτων, ὅθεν εἰκότως τὰ μέλη παντάπασιν αὐτῶν, ὥσπερ τῶν μαλθακῶν, οὔτε τὸ κῦρος ὅλης θεραπείας ἐπ’ αὐτὰ μετατίθησιν.

Ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἱκανὸν σπληνίον τῇ λευκῇ κηρωτῇ κεκρισμένον, ἤν τε γὰρ σὰρξ ἤν τε νεῦρον μελανθῇ, προσεκπεσεῖται. τὰ γὰρ τοιαῦτα οὐ χρὴ δριμέσιν ἰητρεύειν, ἀλλὰ μαλθακοῖσιν, ὥσπερ τὰ πυρίκαυτα, μετεπιδεῖν δὲ διὰ τρίτης, νάρθηκας δὲ μὴ προστιθέναι, ἀτρεμέειν δὲ ἐπὶ μᾶλλον ἢ τὸ πρόσθεν καὶ ὀλιγοσιτέειν. εἰδέναι δὲ χρὴ εἴτε σὰρξ εἴτε νεῦρον τὸ ἐκπεσούμενόν ἐστιν, ὅτι οὕτω πολλῷ μὲν ἧσσον νέμεται ἐπὶ πλεῖον, πολλῷ δὲ θᾶσσον ἐκπεσεῖται, πολλῷ δὲ ἰσχνότερα τὰ περιέχοντα ἔσται, ἢ εἴ τις ἀπολύσας τὰ ὀθόνια ἐπιθείη
558
τι τῶν καθαρτικῶν φαρμάκων ἐπὶ τὸ ἕλκος. καίτοι καὶ ἢν ἐκπέσῃ τὸ ἐκπυησόμενον, θᾶσσόν τε σαρκοῦται ἐκείνως ἢ ἑτέρως ἰητρευόμενον καὶ θᾶσσον ὠτειλοῦται. πάντα μήν ἐστι ταῦτα ὀρθῶς ἐπιδεῖν καὶ μετρίως ἐπίστασθαι. προσσυμβάλλεται δὲ καὶ τὰ σχήματα ἢν οἷα χρὴ εἶναι καὶ ἡ ἄλλη δίαιτα καὶ τῶν ὀθονίων ἡ ἐπιτηδειότης.

Διὰ τί μὲν γὰρ οὐ χρὴ δριμέσι θεραπεύειν φαρμάκοις τοῖς τοιούτοις ἕλκεσιν, αὐτὸς εἶπεν εἰκάσας πυρικαύτοις αὐτὰ, ἐπειδὴ γέγονεν ἐξ ἐπικράσεως τῶν δριμέων καὶ θερμῶν χυμῶν. εὐθέως δὲ ὃ συνενδείκνυται καὶ πισσηρὰ κηρωτὴ, ὡς ἔστι δριμυτέρα τῆς λευκῆς· ἡ γάρ τοι πίσσα ὅσον ἐστὶ θερμοτέρα κηροῦ, κατὰ τοιοῦτον καὶ δριμυτέρα.

Ἢν δ’ ἄρα ἐξαπατηθῇς ἐν τοῖς νεοτρώτοισι μὴ οἰόμενος ὀστέων ἀπόστασιν ἔσεσθαι, τὰ δ’ ἐπίδοξα ᾖ ἀναπλῶσαι, οὐ χρὴ ὀῤῥωδέειν τὸν τρόπον τῆς ἰητρείης.
559
οὐδὲν γὰρ ἂν μέγα φλαῦρον γένοιτο, ἢν μοῦνον οἶος ἔσῃ τῇ χειρὶ τὰς ἐπιδέσιας ἀγαθὰς καὶ ἀσινέας ποιέεσθαι.

Οὐ χρὴ, φησὶ, δεδιέναι τὸν καταγματικὸν τρόπον τῆς ἰατρείας, κἂν ἀποστάσεως ὀστῶν φανῇ σημεῖα. τίνα δ’ ἐστὶ ταῦτα διὰ τῶν ἑξῆς ῥήσεων μαθήσῃ.