In Hippocratis De fracturis
Galen
Galen, In Hippocratis De fracturis
Καὶ ἐπιδεῖν δὲ οὕτως ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον ἂν τουτέων ἐπιδέῃς· οὐ γὰρ ταῦτα ξυμφέρει σκέλει τε καὶ χειρί. πήχεος μὲν γὰρ καὶ βραχίονος, ἐπὴν ἐπιδεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς τὰ σχήματα τῶν σαρκῶν, ἑτεροιοῦται ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος. ἀδύνατος γὰρ ὁ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον· οὐ γὰρ πολλάκις ἐν τοιούτῳ εἴθισται, ἀλλ’ ἐν τῷ ξυγκεκάμφθαι. καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσιν, ξυγκεκάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται. σκέλος δὲ ἔν τε τῇσιν ὁδοιπορίῃσι καὶ ἐν τῷ ἑστάναι εἴθισται, ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ μικροῦ δεῖν ἐκτετάσθαι ἐς τὸ κάτω κατὰ φύσιν. καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα, διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃ- καὶ δὴ καὶ ἐν τῇσι κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστὶν ἐν τῷ ἐπιτετάσθαι.496ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐδὲ μέμνηνται περὶ τοῦ συγκαμφθῆναι καὶ ἀναστῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι.
Ἐάν τε κνήμην ἐάν τε μηρὸν ἐπιδέῃς, ἑκατέραν τῶν διαρθρώσεων ἐκτετάσθαι κελεύει, τὴν κατ’ ἰσχίον καὶ τὴν κατὰ γόνυ. τὴν δ’ αἰτίαν τοῦ σχήματος ἐφεξῆς ἐρεῖ σαφῶς, ἀποδείξει χρώμενος καὶ ἑτοίμως νοήσαις τὸν νοῦν. ἔστι δὲ τούτων τὰ κεφάλαια προειθίσθαι μὲν τὸ σκέλος ἑστώτων καὶ βαδιζόντων ἐκτετάσθαι. πρὸς γὰρ τὸ βαδίζειν τὸ σῶμα γεγονὸς ὑπὸ τῆς φύσεως εἰς τοῦτο σχῆμα περεσκεύασται πρὸς αὐτῆς καὶ διὰ τοῦτο καὶ κατακειμένων ἐκτεταμένον ἐστὶν ὡς τὰ πολλά. τὰς χεῖρας δὲ καὶ κατὰ τὰς ὁδοιπορίας καὶ ἄλλως ὡς τὸ πολὺ κεκλασμένας μετρίως ἔχομεν. οὐδεὶς γὰρ ἀποτετακὼς αὐτὰς περιέρχεται. διὰ τοῦτο κἂν ἐπιδεθῇ τις χεῖρα, δυνατόν ἐστιν αὐτῷ περιέρχεσθαι ταινίαν
Διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος οὔτε ἡ κατάτασις οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει αὐτῇ. ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ, οὐθὲν δεῖ μάτην πονέεσθαι· καὶ γὰρ σολοικότερον μηχανοποιέειν μηθὲν δέον. ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκαίων προσφέρειν, ἤν τινά γε προχωρέῃ, ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, ῥηΐδιον ἤδη κατορθῶσθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα καὶ ἐξευκρινέοντα. ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν τοῖσιν ὀθονίοισιν κατατεταμένα, ἤν τ’ ἐπὶ δεξιὰ ἤν τ’ ἐπ’ ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισιν τὰ πρῶτα ὀθόνια. βαλλέσθω δὲ τὴν ἀρχὴν κατὰ τὸ κάτηγμα καὶ περιβαλλέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολὰς, κἄπειτα νεμέσθω498ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασι εἴρηται. τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι καὶ μακρότερα καὶ πλέω πολὺ αὐτὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. ἐπὴν δὲ ἐπιδέῃς, καταθεῖναι ἐφ’ ὁμαλοῦ τινὸς καὶ μαλθακοῦ, ὥστε μὴ διαστρέφεσθαι ἢ τῇ ἢ τῇ μήτε λορδὸν μήτε κυφὸν εἶναι.
Φανερωτάτας μὲν εἴρηκε τὰς αἰτίας προφάσεις, καίτοι γε ἀληθῶς ἃς προείρηκεν οὐχ ὡς ἐν τῇ συνηθείᾳ προφάσεις εἴωθε λέγειν τὰς ψευδεῖς αἰτίας καὶ μικρὸν δὲ κατωτέρω πάλιν, οὕτω κέχρηται τῷ ὀνόματι κατὰ τήνδε τὴν ῥῆσιν. δι’ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν τοῦ ὀστέου καταγέντος ταχεῖαι αἱ ἐπιβάσεις. εἴρηκε δὲ τοῦτο περὶ περόνης ἀληθὲς ἐπιδοὺς ταχεῖαν μὲν ἐπ’ ἐκείνῃ καταγείσῃ τὴν τοῦ σκέλους γίνεσθαι κίνησιν, εἰ δὲ κνήμη συντριβῇ μετὰ πλείονα χρόνον δύνασθαι χρῆσθαι τοὺς οὕτως παθόντας.
Μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον ἢ κλίνον ἢ ἐρινέον, μὴ σκληρὸν, λαπαρὸν, μέσον κατὰ μῆκος ποιήσαντα ὑποθεῖναι ἢ ἄλλο τι ὃ τούτῳ ἔοικεν.
Τὴν κνήμην ἀξιοῖ στηρίζειν ὅν εἶπε τρόπον προσκεφαλαίων μᾶλλον ἢ σωλῆνος, ἐφεξῆς γράφων ἃ μέμφεται τοὺς χρωμένους αὐτῷ πρὸς τὰ τοιαῦτα.
Περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅτι ξυμβουλεύσω ἢ ὑποτιθέναι χρὴ ἢ οὔ. ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες οἴονται· οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν ὡς οἴονται. οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα ἢ ἔνθα ἢ ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελεῖται αὐτὸς ὁ ἄνθρωπος, οὔτε αὖ τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι500ἢ τῇ ἢ τῇ. ἀλλὰ μὴν ἀργέστερον ξύλον ὑποτετάσθαι, ἢν μὴ ὅμως ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. ἀχρηστότατον δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσιν καὶ ἐν τῇσιν ἐς ἄφοδον προχωρήσεσιν. ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι. πιθανώτερον δὲ τοῖσι δημότῃσίν ἐστιν καὶ τὸν ἰατρὸν ἀναμαρτητότερον εἶναι ἢν σωλὴν ὑποκέηται, καίτοι ἀτεχνέστερόν γέ ἐστιν. δεῖ μὲν γὰρ ἐφ’ ὁμαλοῦ καὶ μαλθακοῦ κεῖσθαι, πάντῃ πάντως ἐς ἰθύ. ἐπείτοι γε ἀνάγκη κρατηθῆναι τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ διαθέσει, ὅποι ἂν ῥέπῃ καὶ ὁκόσα ἂν ῥέπῃ. ὑποκρινέσθω δὲ ὁ ὑποδεδεμένος ταῦτα ἅπερ καὶ πρότερον εἴρηται· καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι καὶ τὸ οἴδημα οὕτως ἐξαείρασθαι ἐς τὰ ἄκρεα καὶ τὰς χαλάσιας οὕτως καὶ τὰς μετεπιδέσιας διὰ τρίτης καὶ εὑρισκέσθω ἰσχνότερον τὸ ἐπιδεόμενον καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον ποιέεσθαι καὶ πλέοσι τοῖσιν ὀθονίοισιν. περιλαμβάνειν τε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ501τοῦ γούνατος τὸ τρῶμα. κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν ἐφ’ ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα. ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα δὲ τῆς κατατάσιος μᾶλλον. ἐπὴν δὲ ἑβδομαῖος ἢ ἑνδεκαταῖος γένηται τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοισι κατήγμασιν εἴρηται.
Ἔτι καὶ νῦν οἶδά τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέλει σωλῆνας καὶ γλωσσόκομον κνήμης τε καὶ μηροῦ πεπονθότος, ἐπὶ μὲν τοῦ μηροῦ παντὶ τῷ σκέλει, τῆς κνήμης δὲ πεπονθυίας ἔνιοι μὲν καὶ τοῦθ’ ὑποβάλλουσιν ὅλῳ τῷ σκέλει τὸ ξύλον, ἔνιοι δὲ τὴν κνήμην ὅλην στηρίζοντες ἐν τῷ γλωσσοκόμῳ. βλάπτουσι δέ τι καὶ οἱ μετ’ αὐτῆς τὸν μηρὸν, ἀλλ’ ἦττον ἐκείνων. τὰς φλέβας δὲ αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσε σαφῶς, ὥστ’ αὐτὰς οὐδὲν ἐμὲ δεῖν ἔτι λέγειν, ἀλλ’ εἴπου κατὰ τὴν λέξιν ἀσαφὲς ἔσεσθαί τισι νομίσω,
Εἴτ’ οὖν μηρὸς ἢ κνήμη κατασκευὴν καὶ χρῆσιν ἔχον τὴν ὑπογεγραμμένην. περὶ τοῦ ὀργανικοῦ γλωσσοκόμου οὐκ ἀλόγως ηὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσόκομον ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάν τε μέρος ἐάν τε κνήμη συντρίβηται. πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ πέρας ἄξων, ἐφ’ ὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶλον βρόχων ἀχθεῖσαι περιβάλλονται. τοὺς δ’ αὐτοὺς βρόχους περιτιθέναι χρὴ κατὰ τὰ πέρατα τοῦ θεραπευομένου
Τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάττεσθαι, κατά τε τῶν σφυρῶν τὴν ἴξιν καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. ὀστέα δὲ κνήμης κρατύνεται ἐν τεσσαράκοντα ἡμέρῃσιν ἢν ὀρθῶς ἰητρεύηται, ἢν δὲ ὑποπτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος ἤ τινα ἕλκωσιν ὀῤῥωδέῃς ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετησάμενον μετεπιδῆσαι. ἢν δὲ τὸ ἕτερον ὀστέον κατεαγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ μὴν ἐπιλείπειν χρὴ οὐδὲ βλακεύειν ἐν τῇ κατατάσει. μάλιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι ὅσον ἐφικνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τάχιστα. ὅ τι γὰρ ἂν μὴ κατὰ τρόπον εὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ ὀδυναίτερον τὸ χωρίον γίνεται. ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή. τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλωδέστερον ἐν τῇ ἰητρείῃ ἐστὶν καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι. φανερὸν γὰρ καὶ ἄσαρκον508πᾶν ἐστὶν καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιτ’ ἂν τουτέον κατεηγέντος. ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δ’ εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ. ἐπίσαρκον γάρ ἐστιν ἐπὶ πόδας τε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἀχθέντος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ σκέλεος τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον. τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τῇ ὕπερθεν τοῦ σώματος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν· ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται ταύτῃ μᾶλλον τῇ ἴξει, ἀλλ’ οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ εἴσω τοῦ ἔξωθεν, ὥσπερ καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρότερον.
Τὰ ἐξέχοντα μέρη τῶν ὀστῶν ὁποῖα τῆς κνήμης ἐστὶ καὶ τῆς περόνης τὰ κάτω πέρατα, τὰς ἐπιθέσεις τῶν ναρθήκων οὐ φέρει· ταῦτ’ οὖν ἀξιοῖ φυλάττεσθαι. ἐνέδρας δ’ εἶπεν, ὡς εἰ καὶ ἕδρας εἰρήκει μετὰ τῆς ἐν προθέσεως τὸ σημαινόμενον ἐκ τῆς λέξεως ἐναργέστερον ἐλπίσας ποιήσειν. ταυτὶ μὲν οὖν τὰ ὀστᾶ διότι προπετῆ καὶ γυμνὰ σαρκῶν ἐστὶν, ὑπὸ τῆς τῶν ναρθήκων ἕδρας θλίβεται, μᾶλλον δὲ οὐκ αὐτὰ θλίβεσθαι χρὴ λέγειν, ἀλλὰ τοὺς ἐπ’ ἐκείνοις τε μῦς καί τινας ἀπονευρώσεις καὶ τὸ δέρμα. ταῦτα γὰρ ἐν τῷ μεταξὺ γενόμενα δυοῖν σκληρῶν σωμάτων, ἔξωθεν μὲν τοῦ νάρθηκος, ἔσωθεν δὲ τοῦ ὀστοῦ θλίβεταί τε καὶ θλᾶται καὶ πολλάκις οὕτως ἔπαθεν ὡς ἑλκωθῆναι. κατὰ δὲ τὴν πτέρναν ἐκ τῶν ὄπισθεν μερῶν εἰς ἔμπροσθεν ἐμφύεται τένων κατὰ τὴν γαστροκνημίαν ἐκφυόμενος μυοῖν, ὅστις ἐγκείμενος ἱκανῶς καὶ μάλιστα ἐπὶ τῶν ἀσάρκων οὐ φέρει τὸν ἐπιτιθέμενον νάρθηκα, ἀλλ’ οὗτος μὲν αἰσθητικώτατος ὢν ὑπὸ τῆς ἐκθλίψεως φλεγμαίνει, τὰ δὲ ἐπικείμενα τοῖς ὀστοῖς τῶν σφυρῶν σώματα διὰ τὴν σκληρότητα τῶν περιλαμβανόντων
Ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου· ἀνομοίως γὰρ ὁ ἀγκών τε καὶ ἡ ἰγνύη κάμπτεται. διὰ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν ὀστέου κατεαγέντος ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ εἴσωθεν κατεαγέντος βραδεῖαι αἱ ἐπιβάσιες.
Προειρηκὼς αὐτὸς ἀνωτέρω μακρότερον ὀστοῦν εἶναι τὸ τῆς περόνης, ὥσπερ καὶ ἐν χειρὶ τὸ τοῦ πήχεος. εἰρηκὼς δὲ ὅτι κατὰ τὴν εὐθυωρίαν ἐστὶν ἑκάτερον τοῦ μικροῦ δακτύλου καὶ μέντοι καὶ ὅτι λεπτότερον τοῦ συνεζευγμένου προσέθηκεν ἐφεξῆς, ᾗ διαφέρουσιν ἀλλήλων. εἴρηται δὲ σαφῶς ὑφ’ ἡμῶν ἐν τῷ περὶ τῶν ὀστῶν ὑπομνήματι τά τε
Ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει. πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο, οὐδὲ γὰρ εἰ διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπιδέοι514τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διεστάναι, ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα ὅτι τάχιστα ἂν ἀφῶσιν οἱ τείνοντες.
Ἐπειδὴ μέγιστοι μύες εἰσὶν οἱ περὶ τὸν μηρὸν, εἰκότως εὐλαβεῖται μὴ κατατείνοντες τὸ κῶλον ἐλλίπωμέν τι συμμέτρων· καὶ γὰρ γίνεται πολλάκις οὕτως. ὅπως οὖν ἀδεέστερον ἀντιτείνωμεν, οὐδ’ ἂν πληγαίνηται, βλάψειν φησὶ τὴν τάσιν. ὃ γὰρ ὑπ’ ἄλλων μορίων ὑπώπτευσεν ἄν τις ἐνταῦθα συμβαίη. τί δὲ τοῦτ’ ἐστὶν ἐπιτεθῆναι τὸ κατεαγὸς ὀστοῦν διεστώτων αὐτοῦ τῶν κεχρισμένων μερῶν, ἅπερ ἐχρῆν τούτων ἀλλήλων, ὡς ὁπότε κατὰ φύσιν ἔχει τοῦτο τὸ κῶλον, οὐδεμιᾶς μεταξὺ χώρας ἀπολειπομένης κενῆς, ἐν ᾗ τῶν ἰχώρων ἀθροιζομένων κίνδυνος ᾖ σφακελίσαι τὸ ὀστοῦν· εἰ γὰρ καὶ διεστῶτά ποτε δεθείη τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ πλεονασθείσης τῆς ἀντιτάσεως, οὐκ ἂν διαμείναι μετὰ τὴν ἐπίδεσιν, ὡς ἐπ’ ἀλλήλων μορίων, ἐν οἷς ἡ ἐπιβολὴ τῶν ἐπιδέσμων ἀκινήτους φυλάττει τοὺς μύας· ἀλλ’ οὐκ ἕν γε
Παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι κρατήσουσι τῆς ἐπιδέσιος, ἀλλ’ οὐ κρατηθήσονται. περὶ οὗ οὖν ὁ λόγος, διατείνειν εὖ καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα· μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν ἀποδεῖξαι. χεὶρ μὲν γὰρ βραχυτέρη γινομένη καὶ ξυγκρυφθείη516ἂν καὶ οὐ μέγα τὸ σφάλμα, σκέλος δὲ βραχύτερον γενόμενον χωλὸν ἀποδείξει τὸν ἄνθρωπον. τὸ γὰρ ὑγιὲς ἐλέγχει μακρότερον ἐὸν ὥστε λυσιτελέει τὸν μέλλοντα κακῶς ἰητρεύεσθαι ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον ἢ τὸ ἕτερον. ἰσόῤῥοπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ· ἐπὴν μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρόσθεν γέγραπται καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ εἴρηται καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει καὶ ὑποκρινέσθω ταῦτα ὥσπερ καὶ πρόσθεν καὶ πονεέτω κατ’ αὐτὰ καὶ ῥηϊζέτω καὶ μετεπιδείσθω ὡσαύτως καὶ ναρθήκων πρόσθεσις ἡ αὐτή. κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντήκοντα ἡμέρῃσιν.
Οὓς ἡμεῖς μῦς εἴπομεν ἐν τῷ προγεγραμμένῳ λόγῳ, τούτους ὠνόμασε σάρκας συνήθει χρώμενος τῇ προσηγορίᾳ, διότι πᾶσα σὰρξ αἰσθητὴ μυός ἐστι μέρος ἐν τοῖς μέσοις
Προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι μηρὸς γαῦσός ἐστιν ἐς τὸ ἔξω μέρος μᾶλλον ἢ ἐς τὸ ἔσω καὶ ἐς τὸ ἔμπροσθεν μᾶλλον ἢ ἐς τοὔπισθεν. ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται· καὶ δὴ καὶ κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐδὲ ξυγκρύπτειν δύναται ἐν τῇ διαστροφῇ. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷάπερ ἐν τῷ βραχίονι τῷ διαστρεφομένῳ παρῄνηται.
Ὅτι μὲν τὸν κυρτὸν ἡ γαῦσος φωνὴ δηλοῖ πρόδηλον ἐξ αὐτοῦ τοῦ πράγματος. ὁ γὰρ μηρὸς οὐκ ἀκριβῶς ἐστιν εὐθὺς, ἀλλὰ εἴς τε τὸ ἔξω κυρτότερος, ὥσπερ καὶ κατ’ ἐναντία μέρη κοιλότερος. εἴτε δ’ ὀξύνειν
- Ἔνθα τε μηρὸς
- ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέ τε μὶν καλέουσιν.
- οὖσα κατὰ λαπάρην.
- περὶ ζώνην
- βάλλεται· ἰξύην ἑκατὸν θυσάνοις ἀραρυῖαν.
Προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνές τε καὶ τὸ ἄρθρον τὸ κατὰ τὴν πληχάδα καλεομένην προσεπιδέηται· καὶ γὰρ ἄλλως ξυμφέρει καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρθήκων σίνηται, πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα.
Τὸ μὲν ὑποδεχόμενον ὀστοῦν τὴν τοῦ μηροῦ κεφαλὴν ἰσχίον ὀνομάζεται, καθάπερ καὶ ἡ κοιλότης αὐτοῦ κοτύλη. κέχρηται δὲ τοῖς ὀνόμασιν ἀμφοτέροις ὁ ποιητὴς εἰπών·
ἰξύας τινὲς μὲν τὰ τῶν λαγόνων ἤκουσαν ὀστᾶ, τινὲς δὲ τὸ
ἐγὼ δὲ τὸ μὲν τῆς λαπάρας ἔχοιμ’ ἂν ἀποφήνασθαι κἀκ τῆς πείρας αὐτῆς κἀκ τῆς χρήσεως Ἱπποκράτους τε καὶ τοῦ ποιητοῦ καὶ αὐτοῦ τοῦ νοσήματος, ὅτι τῶν μεταξὺ τῶν τε τοῦ θώρακος ὀστῶν καὶ τῶν ἰδίως καλουμένων λαγόνων ὀστῶν ἐστι καὶ ῥηθήσεται περὶ αὐτοῦ κατὰ τὸν οἰκεῖον καιρόν. περὶ δὲ τῶν ἰξύων οὐκ ἔχω διατείνεσθαι· καὶ μέσον μὲν γὰρ ὁ ποιητὴς ἑνικῶς εἶπεν αὐτό·
καὶ καθόσον ἔτι πιθανώτερον ἐν τῷ μεταξὺ τῶν τε κατὰ τοὺς λαγόνας ὀστῶν καὶ τῶν τοῦ θώρακος περιβάλλεσθαι τὴν ζώνην αὐτὸ τοῦτο τοῦ σώματος ἰξύαν ἄν τις ὀνομάζεσθαι
Τὸ δ’ οὖν εἰς τὰ παρόντα χρήσιμόν ἐστιν, ὅταν ἐν τοῖς ἄνω μέρεσι τοῦ μηροῦ γένηται τὸ κάταγμα μὴ μόνον ἄχρι τοῦ βουβῶνος ἐπιδεῖν, ἀλλὰ καὶ προσαναβαίνειν ἐπιλαμβάνοντά τινα τῶν ὑψηλοτέρων χωρίων. ἔστι δὲ ταῦτα πρῶτον μὲν ἴσχιον, εἶθ’ ἑξῆς τὸ τοῦ λαγόνος ὀστοῦν, εἶθ’ ἡ μετ’ αὐτὸ κενὴ χώρα τῶν ὀστῶν, ἣν λαπάραν ὀνομάζουσιν· ἢν μὲν οὖν τις βούληται καὶ μέχρι ταύτης ἀνιέναι συγχωρητέον, ἐὰν δὲ προσεπιδήσας τὰ τῶν λαγόνων ὀστᾶ τοῦτο πράττῃ, ταῦτα δὲ ὑπερβάντα περιβάλλειν εὐθέως ταῖς λαπάραις τὸν ἐπίδεσμον οὐκ ἀξιῶ, περὶ παντός γε ποιουμένου τοῦ Ἱπποκράτους μηδεμίαν ἐν ταῖς ἐπιδέσεσιν ἀπολείπεσθαι χώραν, κἂν ἀνεπίδετον, ἀλλ’ ἐξ ἴσου ἅπαντα τὰ μέλη κατειλῆφθαι συνεχῶς τοῖς ὀθονίοις ἄχρι περ ἂν ἐπιλαμβάνειν δόξῃ τοῦ ὑγιοῦς. πληχάδα δὲ τινὲς μὲν διὰ τοῦ γ γράφουσι
Ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας καὶ ἔνθεν καὶ ἔνθεν ἱκανῶς καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθήκων προμηθέεσθαι χρὴ ὅκως μήτε κατὰ τὸ ὀστέον τῶν ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων μήτε κατὰ τὸ ἄρθρον νεῦρον ἔσται.
Πολλὰ τῶν κοινῶν καὶ γενικῶν ἐφ’ ἑνὸς τῶν κατ’ εἶδος ἐσομένων εἴωθε διδάσκειν ὁ Ἱπποκράτης ἐπισημαινόμενος, ὅτι μὴ μόνου τοῦ εἴδους ἐστὶν, ἀλλὰ καὶ πάντων ἢ πλειόνων ἤ τινων. προστίθησι δὲ τῷ λόγῳ ποτέ μὲν τὸ ἀεὶ, καθάπερ καὶ νῦν, ἐνίοτε δὲ εἰς τὰ πολλὰ χρηστὸν τοῦτο συνιέναι, ἐνίοτε δὲ ὅτι πρὸς πάντα τοῦτο χρήσιμον.
Τὰ δὲ οἰδήματα κατ’ ἰγνύην ἢ κατὰ πόδα ἢ κατά τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέσιος εἰρίοισι πολλοῖσι ῥυπαροῖσιν εὖ κατειργασμένοισιν οἴνῳ καὶ ἐλαίῳ ῥήνας, κηρωτῇ ὑποχρίων καταδεῖν καὶ ἢν πιέζωσιν οἱ νάρθηκες, χαλῶν θᾶσσον. ἰσχναίνειε δ’ ἂν, εἰ ἐπάνω ἐς τὰς νάρθηκας ὀθονίοισιν ἰσχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος.
Τὰ ἐξαειρεύμενά φησιν οἰδήματα πρὸς τῆς πιέσεως, ὅπερ ἐστὶν ἐξαιρόμενα διὰ τὴν ἐκ τῶν χυμῶν θλίψιν ἐνεχθέντων
Οὕτω γὰρ ἂν τάχιστα ἰσχνὸν τὸ οἴημα γένοιτο.
Κυρίως μὲν ἑρμηνευόντων τὸ οἰδηκὸς μόριον ἰσχνὸν ἂν γενέσθαι λέγοιτο καὶ οὐ τὸ οἴδημα. ταῦτα γὰρ ἀφανίσαι παντάπασιν ἡμῖν πρόκειται, πολλὰ δὲ οὕτω λέγουσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱ λέγειν δεινότατοι, καταφρονοῦντες τῆς ὕστερον ἀσκηθείσης μακρολογίας ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς οἱ μεταχειριζόμενοι προσαγορεύουσιν αὐτὴν ἀκριβολογίαν, οὓς εἰ μὲν σαφέστερον ἑρμηνεύοιεν τὰ τοῦ παλαιοῦ ἐκ τῆς τοιαύτης ἀκριβολογίας, εἴτε κυριολογίας ἐθέλοιεν ὀνομάζειν,
Καὶ ὑπερθείη ὑπὲρ τὰ ἀρχαῖα ἐπιδέσματα, ἀλλ’ οὐ χρὴ τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ. γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα ἢ κατακεκραμένον ἔχῃ ἢ κνῆται τῇ χειρὶ ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα.
Μία μὲν αὕτη γραφὴ, τινῶν μὲν οἰδημάτων βουλομένων ἐπὶ τὴν ἐπίδεσιν ἀνιέναι τῶν ἐκθλιβομένων τῶν οἰδημάτων χυμῶν, ἐνίων δὲ εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία παραγίνεσθαι. κρῖναι δὲ οὐ χαλεπόν ἐστι τὴν διαφωνίαν αὐτῶν, ὁρισθείσης τῆς ἐπιδέσεως· εἰ μὲν γὰρ ἐπανέντες τοὺς νάρθηκας ἐπιδήσαιμεν ὡς εἴρηται τὸ οἰδηκὸς, ἀφίκοιτ’ ἄν τι τοῦ αἵματος εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία.
Σωλῆνα δ’ ἢν μέν τις ὑπ’ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι. οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι οὔτε τὴν κνήμην ἄνευ τοῦ μηροῦ κινεῖσθαι. ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον, καὶ ὃ ἥκιστα δεῖ, τοῦτ’ ἂν ἐποτρύνοι ποιέειν. ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν. πᾶσαν γὰρ ἂν τυρβὴν παρέχοι τῇσιν ἐπιδέσεσιν καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε καὶ ἄλλοτε ἄλλο σχῆμα ἴσχειν. ἀνάγκη δ’ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν· περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι.529δοκεῖ ἂν οὖν ὁμοίως ὁ σωλὴν ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου ὠφελέειν ὑποτιθέμενος.
Ἐφεξῆς τῷ τῶν οἰδημάτων λόγῳ ἔγραψε περὶ τοῦ σωλῆνος σαφῶς. εἴρηται δ’ ἂν ἡμῖν ἔμπροσθεν ὡς ἤτοι διαμπερῆ, τουτέστι δι’ ὄλου τοῦ σκέλους ὑποτίθεσθαι τὸν σωλῆνα προσήκει ἢ μηδ’ ὅλως ὑποτίθεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ μηχανικοῦ γλωττοκόμου τοῖς νεωτέροις ἰατροῖς ἐπινοηθέντος ὀρθῶς.
Καὶ ἄλλως κατ’ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦνται, εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο ἢ ἐς τὸ πλάγιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. ἢν οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος.
Τὸ σὺν τῷ σωλῆνι ἤκουσαν ἔνιοι μὲν ἔξω τοῦ σωλῆνος περιβάλλεσθαι τὴν ταινίαν ἀξιοῦντες ὡς εἶναι τὸ λεγόμενον·
- ὑπὸ δ’ ᾔρεον ἕρματα νηῶν.
Πτέρνης δ’ ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως ἔχοι καὶ ἐν τοῖσι κατὰ κνήμην καὶ ἐν τοῖσι κατὰ μηρὸν κατήγμασιν· ἢν μὲν γὰρ ἀπαιώρηται ὁ ποὺς τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ ὀστέα κυρτὰ φαίνεσθαι, ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἠρτισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τῷ ὀστέῳ τούτῳ κατὰ τὸ ἀντικνήμιον τοῦτο κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. ἀτὰρ καὶ531κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύσιν κείμενα ᾖ καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχήματι καὶ αἱ πωρώσιες ἀσθενέστεραι.
Οὕτως ἐν τοῖς ἔμπροσθεν ἡνίκα περὶ πήχεως παραλαμβανομένου τῇ ταινίᾳ τὸν λόγον ἐποιεῖτο, ἔφαμεν γεγονέναι γραφήν· ἐνίων μὲν ἄνευ τῆς ἀποφάσεως τῆς μὴ γραψάντων μετέωρος, ἐνίων δὲ σὺν ἐκείνῃ μὴ μετέωρος, οἱ μὲν ἐν ἴσῳ τῷ ἀστηρίκτῳ οὐδενὸς ἐρείσματος ὑποβεβλημένου, οἱ δ’ ἔμπαλιν ἐπὶ τῆς ὀχουμένης ἐπί τινος ἕδρας ἀσφαλῶς, ἡρματισμένης δὲ παρὰ τὰ ἕρματα, τουτέστι τὰ ἐρείσματα πεποίηκε τοὔνομα. γινώσκομεν δή που καὶ τὰ ἕρματα καὶ παρὰ τῷ ποιητῇ γεγραμμένα κατ’ ἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν·
εἴη ἂν οὖν τὸ ἡρματισμένης ἀντὶ τοῦ ἠρτημένης.
Ταῦτα μὲν δὴ ὅσοισι τὰ μὲν ὀστέα κατέηγεν, ἐξέχει δὲ μὴ μηδὲ ἄλλως ἕλκος ἐγένετο.
Περὶ τῶν ἁπλῶν καταγμάτων ἄχρι δεῦρο διηγήσατο, καθ’ ἃ μηδὲ ὑπερεῖχεν ὀστοῦν τοῦ δέρματος εἰς τὸ συμφανὲς, ὡς βλέπεσθαι γυμνὸν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἕλκος ἐγένετο. πρόδηλον μὲν γὰρ ὀστᾶ μὲν ἔχοντα καὶ γυμνούμενα
Οἷσί δὲ τὰ ὀστέα κατέηγεν ἁπλῶς τῷ τρόπῳ καὶ μὴ πουλυσχιδεῖ, αὐθήμερα ἐμβληθέντα ἢ τῇ ὑστεραίῃ κατὰ χώρην ἱζόμενα καὶ μὴ ἐπίδοξος ἡ ἀπόστασις παρασχίδων ὀστέων ἀπιέναι ἢ καὶ οἷσιν ἕλκος μὲν ἐγένετο, τὰ δὲ ὀστέα κατεηγότα οὐκ ἐξίσχει, οὐδ’ ὁ τρόπος τῆς κατήξιος τοιοῦτος, οἷος παρασχίδας ὀστέων ἐούσας ἐπιδόξους εἶναι, ἀναπλῶσαι τοὺς τοιούτους.
Τὰ μὲν ἕλκους κατάγματα διττῷ τρόπῳ θεραπείαν ὑπάγει, τῷ μὲν ἑτέρῳ καθ’ ὃν ἤτοι γυμνόν τι μέρος ἐστὶ
Οἱ μὲν μήτε μέγα ἀγαθὸν μήτε μέγα κακὸν ποιέοντες ἰητρεύουσι τὰ μὲν ἕλκεα καθαρτικῷ τινι ἢ πισσηρὴν ἐπιθέντες ἢ ἔναιμον ἢ ἄλλο τι ὧν εἰώθασι ποιέειν. ἐπαινέω δὲ τοὺς οἰνηροὺς σπλῆνας ἢ εἴρια ῥυπαρὰ ὁκόσοι ἐπιδέουσιν ἢ ἄλλο τι τοιοῦτον. ἐπὴν δὲ τὰ ἕλκεα καθαρὰ γένηται καὶ ἤδη ξυμφύηται, τότε τοῖς ὀθονίοισι συχνοῖσι πειρῶνται ἐπιδεῖν καὶ νάρθηξι κατορθοῦν. αὕτη μὲν ἡ ἴησις ἀγαθόν τι ποιεῖ, κακὸν δ’ οὐ μέγα. τὰ μέντοι ὀστέα οὐχ ὁμοίως δύναται ἱδρύεσθαι ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τινι ὀγκηρότερα τὰ σώματα τοῦ καιροῦ ταύτῃ γίνεται.
Τῶν μεθ’ ἑλκώσεως καταγμάτων διττὴν ἔφην αὐτῷ γεγονέναι τῆς θεραπείας διδασκαλίαν. ἄρχεται δὲ νῦν ἀπὸ τῆς πρώτης ὧν εἴπομεν ἐλέγχων πρότερον, ὅσοι καλῶς μεταχειρίζονται τὸν τρόπον τῆς ἑλκώσεως ἐκείνης, ἐν ᾗ μετὰ