In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Ἔπειτα πρὸς τὸ τεινόμενον σκέλος μὴ ῥέπειν. τὸν δέ τινα πλάγιον παρακαθήμενον ἀπωθέειν τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα.

Κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἐφεξῆς τῆς προγεγραμμένης ῥήσεως αὕτη γέγραπται, δυναμένης τῆς ὅλης διανοίας

481
σώζεσθαι χωρὶς αὐτῆς. βούλεται γὰρ μέσον τῶν δύο σκελῶν ὀρθὸν στηρίξας τὸ ξύλον οὕτως κατατείνειν τὸ πεπονθὸς σκέλος ἀντωθοῦντός τινος ἄνω τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα ταύτῃ καὶ γιγνόμενον ἑτερόῤῥοπον ἕπεσθαι συγχωρεῖ τὸ σκέλος τῷ κατατείνοντι. τοῦτο γὰρ εἰ γένοιτο, τὴν κατάτασιν ἐκλυθῆναι συμβήσεται.

Τοῦτο δὲ καὶ ἢν περὶ τὰς μασχάλας ἔνθεν καὶ ἔνθεν τὰ ξύλα παραπέπηγεν, αἱ δὲ χεῖρες παρατεταμέναι φυλάσσονται, προσεπιλαμβανέτω δέ τις κατὰ γόνυ, καὶ οὕτως ἀντιτείνοιτο.

Ἄλλην ἐπίνοιαν αὐτῶν διδάσκει σε καθ’ ἣν οὐκ ἀκολουθήσει τὸ λοιπὸν σῶμα τῷ κατατεινομένῳ μέρει τοῦ κώλου, τὸ παρ’ ἑκατέρᾳ τῇ μασχάλῃ καταπηγνύμενον ξύλον, ὃ ἀντιστηρίζον τε καὶ ἀντερεῖδον τῷ σώματι κωλύει τὸν ἄνθρωπον ἕπεσθαι τῇ πρὸς τὰ κάτω μέρη γιγνομένῃ τάσει.

482
χρὴ δ’ ὅμως καὶ νῦν αὐτὸ τὸ κατατεινόμενον σκέλος ἰδίᾳ πάλιν ἀντιτείνειν ἄνω κατὰ γόνυ τὸν ἀνάτασιν ποιούμενον.

Τοῦτο δ’ ἢν παρὰ τὸ γόνυ βούληται, ἄλλους ἱμᾶντας περιδήσας καὶ περὶ τὸν μηρὸν, πλήμνην ἄλλην ὑπὲρ κεφαλῆς κατορύξας ἐξαρτήσας τε τοὺς ἱμᾶντας ἔκ τινος ξύλου τὸ ξύλον στηρίζων ἐς τὴν πλήμνην.

Εἰ ἑλκόντων ἄνω τὸ σκέλος ἐπιτρέψει τὴν ἀντίτασιν, ἔστι σοι διὰ περιθέσεως ἱμάντων αὐτὸ ποιῆσαι, τὰς ἀρχὰς αὐτῶν ἄνω τοῦ σώματος ἀγαγόντα, κἄπειτ’ ἐντεῦθεν περιβάλλοντα μοχλῷ. χρὴ δὲ δηλονότι τοῦ μοχλοῦ τὸ πρὸς τῇ γῇ στηριζόμενον πέρας ὑποβεβλημένον ἔχειν τι κοῖλον. οἷά περ ἐστὶν ἡ πλήμνη τοῦ τρόχου, πρὸς ἣν ἀντερείδων ὁ μοχλὸς ἐργάσεται πρὸς τἀναντία τὴν τάσιν.

483
Τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν.

Εἴπερ ἐγέγραπτο πρὸς τἀναντία, τί ἀσαφὲς ἂν ἦν, ὥσπερ κατὰ τὴν διάνοιαν τὸ λεγόμενον, οὕτω καὶ κατὰ τὴν λέξιν. ἐπεὶ δὲ τἀναντία γέγραπται, ἢ λείπειν νομιστέον ἐξ ἀρχῆς ὑπὸ τοῦ βιβλιογράφου παραλελειμμένην τὴν εἰς τὸ πρόσθεν ἢ αὐτὸν Ἱπποκράτην κατὰ προαίρεσιν, ὡς ἰσοδυνάμως, ἢ κεχρῆσθαι τῇ φωνῇ τἀναντία ἢ οἷον ἐπίῤῥημα εἰρηκέναι τἀναντία, ὡς εἰ καὶ ἐναντίως ἔλεγε.

Τοῦτο δ’ ἢν βούλῃ ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας ὑπὸ τὴν κλίνην μερίην, ἔπειτα πρὸς τῆς δοκίδος, ἔνθεν καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων καὶ ἀνακλῶν τὰ ξύλα κατατείνειν τοὺς ἱμᾶντας.
484

Δύο πλῆμναι πρόσθεν αὐτῷ καὶ δύο μοχλοὶ τὴν ἀντίτασιν ἐργάζονται, μίαν ἣν ὑποκάτω τοῦ κατατεινομένου σκέλους, ἑτέραν δὲ ὑπεράνω τῆς κεφαλῆς. ἐπεὶ δὲ, ὥσπερ ἔφην, ἀσκεῖν ἡμᾶς ἀξιοῖ τὴν εὐπορίαν τῶν ἰαμάτων, ἑτέραν ἐπίνοιαν ἑαυτοῦ διδάσκων γυμνάζει σε πρὸς τὴν τῶν ὁμοίων εὕρεσιν. εἰ γὰρ αἱ πλῆμναι μὴ παρεῖεν, ὑποτείνας ξύλον μακρὸν κατὰ τὸ μῆκος τῆς κλίνης, ἐφ’ ἧς ὁ θεραπευόμενος κατάκειται· τὰ μὲν ἄλλα ταῦτα τοῖς ἔμπροσθεν πράξεις περιβάλλων τοὺς ἱμᾶντας ὁμοίως οἷς ἐδίδαξε τὸ ποῖα τοῦ σώματος ἐξαρτήσεις τε καὶ διὰ τῶν ξύλων, δι’ ὧν αὐτοὺς μοχλεύσεις, ἀντὶ δὲ τῶν πλημνῶν ἔτι χρήσῃ τοῖς τοῦ μακροῦ ξύλου πέρασιν, ἃς κεφαλὰς ὀνομάζουσι τὴν ἀντέρεισιν τῶν μοχλευόντων ξύλων πρὸς ἐκεῖνα ποιούμενος ὑπερέχοντα τῆς κλίνης σύμμετρον ἑκατέρωθεν, ἔκ τε τῶν πρὸς τῇ κεφαλῇ καὶ τῶν πρὸς τοῖς ποσὶ μερῶν. δοκίδα δὲ τὸ ὑποτεινόμενον κατὰ τὸ μῆκος τῇ κλίνῃ ξύλον ὠνόμασεν, εἰ καὶ μικρὰν εἶπε δοκόν.

485
Ἢν δὲ θέλῃς ὀνίσκους καταστήσας ἔνθεν καὶ ἔνθεν ἐπ’ ἐκείνων τὴν κατάτασιν ποιέεσθαι, πολλοὶ δὲ καὶ ἄλλοι τρόποι κατατασίων.

Τοὺς ἄξονας αὐτοὺς ὄνους εἴωθε καλεῖν, ὥσπερ καὶ τὸ λέγειν ὄνου τε περιαγωγήν. νῦν οὖν τοὺς μικροὺς ἄξονας ὀνίσκους εἴρηκεν ὑποκοριστικῶς, ὥσπερ ἐν τῇ προγεγραμμένῃ ῥήσει τὴν μικρὰν δοκὸν δοκίδα. χρὴ γάρ σε μὴ μόνον ἠσκῆσθαι πρὸς τὴν τῶν εὐπορίστων ἐπίνοιάν τε καὶ χρῆσιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν παρ’ ἰατροῖς παρεσκευασμένων ὀργάνων πρὸς τὰς τοιαύτας ἀντιτάσεις. ἄξονας οὖν θεὶς οὐ κατὰ τὸ μῆκος τοῦ σώματος, ἀλλ’ ἐγκαρσίαν, ὡς ἐκεῖνο, θέσιν ἔχον ἔνθεν καὶ ἔνθεν τοῦ θεραπευομένου σώματος, ὅπερ αὐτὸ σημαίνει, κάτωθεν μὲν τῶν ποδῶν τὸν ἕτερον, ἄνωθεν δὲ τῆς κεφαλῆς τετάχθαι τὸν ἕτερον, ἔπειτα δὲ περιβάλλων τῶν ἱμάντων τὰς τελευτὰς τοῖς ἄξοσιν ἐκ τῆς

486
ἐκείνων περιαγωγῆς τὴν ἀντίτασιν ἐργάσῃ τοῦ θεραπευομένου σκέλους.

Ἄριστον δὲ ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει κεκτῆσθαι ἐσκευασμένον ξύλον, ἐν ᾧ πᾶσαι ἀνάγκαι ἔσονται, πάντων μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κατατάσιος καὶ μοχλεύσιος. ἀρκέει δὲ τὸ ξύλον, ἢν ᾖ τοιοῦτον οἷον οἱ τετράγωνοι στῦλοι, οἷοι δρυΐνοι γίνονται, μῆκος καὶ πλάτος καὶ πάχος.

Ὀργάνου τινὸς καὶ μηχανήματος, οὗτινος ἂν ἐθέλει ἐμνημόνευσεν. ἐν δὲ τῷ λόγῳ περὶ οὗ τὴν κατασκευὴν αὐτοῦ διδάξει κατὰ τὸ περὶ τῶν ἄρθρων βιβλίον ἑπόμενον τῷδε· καὶ ἡμεῖς οὖν ἐν ἐκείνῳ τὴν ἐξήγησιν ὧν ἀσαφῶς εἶπε ποιησόμεθα· νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβῆναι καὶ προσθείς.

487
Ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς.

Τὸ σκέλος δηλονότι· περὶ γὰρ τῶν τῆς κνήμης περὶ τὸν ἀστράγαλον ἐξαρθρημάτων ὁ λόγος ἦν αὐτῷ, κἀν τῷ μεταξὺ περὶ τῆς ἀντιτάσεως διδάξας, οὕτω πάλιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανῆλθεν.

Ῥηΐδιον ἤδη τὸ ἄρθρον ἐμβαλεῖν, ὑπεραιωρέεται γὰρ ἐς ἰθυωρίην ὑπὲρ τῆς ἀρχαίης ἕδρης. κατορθώσαντα οὖν χρὴ τοῖσι θέναρσι τῶν χειρῶν, τοῖσι δὲ ἐς τὸ ἐξεστηκὸς ἐρείδοντα, τοῖσι δὲ ἐπὶ θάτερα κατώτερον τοῦ σφυροῦ ἀντερείδοντα. ἐπὴν δὲ ἐμβάλῃς, ἢν μὲν οἷόν τε ᾖ, κατατεταμένα ἐπιδεῖν χρή· ἢν δὲ κωλύηται ὑπὸ τῶν ἱμάντων, ἐκείνους λύσαντα ἀντικατατείνειν ἔς τ’ ἂν ἐπιδήσῃς.

Ἐκ τῶν τοιούτων αὐτοῦ λέξεων ὁρμώμενοί τινες ἄρθρον καλεῖν αὐτὸν φάσκουσι τὰ πέρατα τῶν διηρθρωμένων

488
πρὸς τὰς κοιλότητας ὀστῶν, ὥστε τὸ μὲν σύμπαν διάρθρωσιν καλεῖσθαι, καθ’ ὃ συνάπτεται πρὸς ἀλλήλοις τὰ πέρατα τῶν κινουμένων ὀστῶν, ἐν ταῖς ἐκτάσεσί τε καὶ κάμψεσιν. αὐτῶν δὲ τῶν ὀστῶν ἑκατέρου τοῦ μὲν ἐμβαίνοντος τὸ πέρας ἄρθρον, τοῦ δ’ ὑποδεχομένου τὴν κοιλότητα κοτύλην ἢ γλήνην ὀνομάζειν αὐτόν· ἀλλὰ ταῦτα μὲν ὀνόματα τὴν ἔκθλιψιν ἔχειν. μετὰ ταῦτα δέ σε διδάξει κοινὴν ἁπάσης ἐμβολῆς μέθοδον, ὡς κατ’ ἀρχὰς ἡμεῖς εἰρήκαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἔνθεν περὶ τῆς χρείας ἐδιδάξαμεν ἐν ἐκείνοις τοῖς λόγοις ὡς οὐχ οἷόν τέ ἐστιν ἐμβάλλειν αὐτὰ προσηκόντως ἄνες τῆς ὑπεραιωρήσεως. εὐθὺ δὲ καὶ τὸν ὅρον διδάξει μέχρι πόσου χρὴ κατατείνειν. ὅταν γὰρ ἤδη δόξεις ἱκανῶς ἔχειν, ὡς ὑπεραιωρεῖσθαι δύνασθαι, παύσει τῆς ἀντιτάσεως.

Ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ὡσαύτως βαλλόμενον κατὰ τὸ ἐξεστηκὸς καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας
489
κατὰ τοῦτο ποιέεσθαι καὶ τοὺς σπλῆνας πλείστους κατὰ τοῦτο καὶ τὴν πίεσιν μάλιστα κατὰ τὠϋτό.

Τὰ κεφάλαια συντεμὼν ἀνέμνησε τῆς καταγμάτων ἐπιδέσεως, ἣν ἔμπροσθεν ἐδείξαμεν· καὶ μέντοι καὶ μεμνῆσθαι χρὴ τά τε κατ’ ἄκραν τὴν χεῖρα καὶ τὰ κατὰ τὸν πόδα καὶ τὰ κατὰ τὴν πτέρναν καὶ προσέτι ταῦτα τὰ κατὰ τὰ σφυρὰ ἐξαρθρήματα τῷ καταγματικῷ τρόπῳ τῆς ἐπιδέσεως πείθεσθαι, διὸ κἀν τούτῳ τῷ βιβλίῳ περιέχεται πάντα. τὴν δ’ αἰτίαν τοῦ χρῆναι τὴν ἐπίδεσιν οὕτως ποιεῖσθαι, κἂν ἐξάρθρημα, κἂν κάταγμα τὸ γεγονὸς ᾖ, πρώην μεμαθήκαμεν.

Προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν.

Τοῦτ’ ἐν τῷ κατ’ ἰητρεῖον διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν· ἢν δ’ ἐπιδέοι, πολλὸν τοῦ ὑγιέος προσλαμβανέτω καὶ ἡ αἰτία πρόσθεν εἴρηται. ἄμεινον γὰρ ἐκθλίβεσθαι

490
τοῦ πεπονθότος μορίου τοὺς χυμοὺς οὐκ εἰς τὰ παρακείμενα μόνον, ἀλλὰ μέχρι πολλοῦ τε προστεθεῖσθαι καὶ μακροῦ κωλύεσθαι.

Μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει ἢ τὸ ἐν τῇ χειρί.

Κατὰ τὰ μεγέθη τῶν ἄρθρων ποιεῖται τὸ μέτρον τῆς πιέσεως καὶ τὸ πλῆθος τῶν ὀθονίων προσεπισκοπούμενος τὸ νευρῶδες αὐτῶν καὶ εὐαίσθητον, ἧττον γὰρ ἀποθλίβεσθαι βούλεται.

Ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιήσασθαι οὕτως, ὅκως ἥκιστα ἀπαιωρηθήσεται ὁ πούς.

Ὅτι μὲν ἐπὶ βραχὺ χρὴ μετεωρότερον εἶναι τὸν πόδα τοῦ ἄλλου σκέλους ἐλέχθη καὶ πρόσθεν. ἐλέχθη δὲ καὶ

491
ὅτι τοσοῦτον ὑψοῦσθαι προσῆκεν αὐτὸν, ὡς μηδὲ τῇ ἀντιτάσει κάμνειν τοὺς μύας. νυνὶ δὲ προσέθηκε περὶ τῆς κατὰ τὴν ἀπόθεσιν ἀσφαλείας παράγγελμα, μηδὲ μόλις κελεύων αἰωρεῖσθαι τὸν πόδα. τοῦτο δέ ἐστι μαλακῶν ἐρίων πανταχόθεν αὐτῷ παρατιθεμένων· καὶ δὴ μὲν τὸ κατὰ τὸ πέρας, ἔνθα τὸ ἴχνος ἐστὶ στηρίζεσθαί τινος μαλακοῦ ἢ ὑπαυχενίου ἢ καὶ ξύλου ὀρθοῦ, ᾧ καὶ προσδεδεμένος ἔσται μαλακαῖς ταινίαις.

Τὸν δὲ ἰχνασμὸν τοῦ σώματος, οὕτως ποιέεσθαι ὁκοίην τινὰ δύναμιν ἔχει καὶ τὸ ὀλίσθημα, τὰ μὲν γὰρ σμικρὸν, τὰ δὲ μέγα ὀλισθάνει.

Πρόδηλον οὖν ὅτι τὰ μὲν σμικρὸν ὀλισθήσαντα μετριωτέρας δεῖται τῆς ἐπιμελείας, τὰ δ’ ἐπὶ πλέον ἐκστάντα καὶ τῆς διαίτης ἀκριβεστέρας καὶ τῶν ἄλλων οἷς ἰσχναίνεται τὸ σῶμα.

492
Τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ ἐν τοῖσι κατὰ σκέλεα τρώμασιν ἢ ἐν τοῖσι κατὰ χεῖρας· καὶ γὰρ μείζω καὶ παχύτερα ταῦτα ἐκείνων· καὶ δὴ καὶ ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι. μετεπιδῆσαι δὲ τὸ ἄρθρον οὔτε τὶ κωλύει τριταῖον, οὔτε κατεπείγει. καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥσπερ καὶ τὰ παροιχόμενα· καὶ ἢν μὲν ἀτρέμα κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται, ἢν δὲ μὴ θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ ῥᾳδίως τῷ σκέλει, ἐπιδεῖσθαι δὲ ἀναγκάζοιτ’ ἂν πολὺν χρόνον.

Αὐτὸς εἶπε τὴν αἰτίαν οὗ κελεύει· καὶ γὰρ μείζω φησὶ καὶ παχύτερα ταῦτα ἐκείνων καὶ τρίτον ἐπὶ τούτοις ἐστὶ τὸ κατακείμενον ὑγιάζεσθαι τὸν ἄνθρωπον, οὐχ ὥσπερ ἐπὶ τῶν κατὰ χεῖρα περιερχόμενον. ταῦτ’ οὖν ἐν τῷ καθόλου περὶ πάντων ἡμῖν τῶν ἄρθρων εἰρῆσθαι νομίζομεν.

493
Ὁκόσα μέντοι τῶν ὀστέων μὴ τελέως ἵζει ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τι ἐπιλείπει, τῷ χρόνῳ λεπτύνεται ἰσχίον καὶ μηρὸς καὶ κνήμη· καὶ ἢν μὲν εἴσω ὀλισθῇ, τὸ ἔξω μέρος λεπτύνεται, ἢν δὲ ἔξω, τὸ εἴσω.

Εἰ καὶ τῶν ὑγιῶν τι μορίων ἐν ἡσυχίᾳ πολυχρονίῳ φυλάττοις ἢ βραχείαις κινήσεσι, λεπτότερον ἑαυτοῦ γίγνεται. θερμαίνει τε γὰρ ἡ κίνησις τὰ σώματα καὶ ῥώννυσι τὴν ἐν αὐτοῖς δύναμιν, ὑφ’ ἧς εἰς εὐτροφίαν ἐπιδίδωσι τὰ μέρη. ὁπόταν δὲ μὴ καλῶς ἐμβληθῇ τῶν ὀλισθησάντων τι, χείρους αἱ κινήσεις ἐπιτελοῦνται, καὶ μᾶλλον δὲ κατὰ τὰ ἀντικείμενα μέρη τῶν ὀλισθημάτων. ἐπειδὴ κενὸς ὁ τόπος καταλείπεται τοῦ μέρους κινηθέντος ὀστοῦ πρὸς τἀναντία. ῥᾷον οὖν ἐπ’ ἐκείνου στηρίζεται τοῦ μέρους εἰς ὃ μετέστη τὸ ἄρθρον. ἕδρας μὲν γὰρ δεῖται τὰ ὑπερκείμενα μόρια. ταῦτα δὲ αὐτοῖς οὐ κεναὶ χῶραι παρέχουσιν, ἀλλ’ αἱ πεπληρωμέναι· κατὰ γὰρ τοι τῆς κενῆς χώρας οὐδὲν στηρίζεσθαι

494
δύναται. διὰ τοῦτ’ οὖν καὶ τὸ σκέλος εἴωθε προφέρειν, ἔνθα τὴν ἔκπτωσιν ἔχει καὶ τοῖς κατ’ ἐκεῖνο τὸ μέρος ἐνεργεῖν μόνον· αὐτοὶ γὰρ οὖν καὶ τρέφονται καλῶς, οἱ δ’ ἄρχοντες ἐνδεῶς, οἵπερ εἰσὶν ἐκ τῶν ἀντικειμένων μερῶν.

Τὰ πλεῖστα δὲ ἐς τὸ εἴσω ὀλισθάνει· ἐπὴν δὲ κνήμης ὀστέα ἀμφότερα καταγῇ ἄνευ ἑλκώσιος, κατατάσιος ἰσχυροτέρης δεῖται. τείνειν δὲ τουτέων τῶν τρόπων ἐνίοισι τῶν προειρημένων τισὶ, ἢν μεγάλαι αἱ παραλλάξιες ἔωσιν. ἱκαναὶ δὲ καὶ ἀπὸ τῶν ἀνδρῶν κατατάσιες· τὰ πλεῖστα γὰρ ἀρκέοιεν ἂν δύο ἄνδρες ἐῤῥωμένοι, ὁ μὲν ἔνθεν, ὁ δ’ ἔνθεν ἀντιτείνοντες. τείνειν δὲ ἐς τὸ ἰθὺ χρὴ κατὰ φύσιν καὶ κατὰ τὴν ἰθυωρίην τῆς κνήμης καὶ τοῦ μηροῦ, καὶ ἢν κνήμης ὀστέα κατεηγυίης κατατείνῃς καὶ ἢν μηροῦ.

Τὰ κάτω πρὸς τὴν τοῖς σφυροῖς διάθεσιν ἐξαρθρήματα μᾶλλον ἔσω ὀλισθάνει. αἰτία δὲ ἡ τῆς περόνης ἀπόφυσις

495
ἔξωθεν ἀκριβέστερον περιλαμβάνουσα τὸν ἀστράγαλον ἢ περὶ τῆς κνήμης ἔσωθεν.