In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Προοίμιον. Πρὸ τῆς τῶν κατὰ μέρος ἐξηγήσεως ἄμεινον ἀκηκοέναι καθόλου περὶ πάσης ἐξηγήσεως, ὡς ἔστιν ἡ δύναμις αὐτῆς, ὅσα τῶν ἐν τοῖς συγγράμμασίν ἐστιν ἀσαφῆ, ταῦτ’ ἐργάσασθαι σαφῆ. τὸ δ’ ἀποδεῖξαί τι τῶν γεγραμμένων ὡς ἀληθὲς ἢ ὡς ψεῦδος ἐλέγξαι, καὶ εἰ κατηγόρησέ τις σοφιστικῶς ἀπολογήσασθαι, κεχώρισται μὲν ἐξηγήσεως, εἴθισται δὲ γίγνεσθαι πρὸς ἁπάντων ὡς εἰπεῖν τῶν γραφόντων ὑπομνήματα. καὶ

319
νὴ Δία οὐδὲν κωλύει καὶ τούτου μετρίως ἅπτεσθαι τὸν ἐξηγητήν. τὸ δ’ ἀγωνίζεσθαι τελέως ὑπὲρ τῶν τοῦ γράφοντος δογμάτων ἐκπέπτωκε τὸν ὅρον τῆς ἐξηγήσεως. οὐ πρὸς τοῦτον οὖν τὸν σκοπὸν, ἀλλὰ πρὸς τὸν εἰρημένον ἀποβλέπων ἐγὼ προσθήσω ταῖς ὄντως ἐξηγήσεσιν ἑκάστοτε βραχέα τῆς πίστεως ἕνεκα τῶν εἰρημένων. οὔσης μέντοι καὶ κατὰ ταύτην τὴν ἐξήγησιν διαφορᾶς διττῆς, ὅτι καὶ τὸ ἀσαφὲς αὐτὸ διττόν ἐστιν, ἄμεινον εἶναί μοι δοκεῖ καὶ περὶ τούτου προειπεῖν, εἰρήσεται δὲ καὶ αὐτὰ ταῦτα διὰ βραχέων, οἷον ἐπιτομή τις, ὧν ἰδίᾳ λέλεκται διὰ μακροτέρων ἐν τῷ περὶ ἐξηγήσεως ὑπομνήματι. δέδεικται δὲ ἐν ἐκείνῳ τὸ μὲν ὄντως ἀσαφὲς αὐτὸ δι’ ἑαυτὸ τοιοῦτον ὑπάρχον, τὸ δὲ ἐν αὐτῷ πρότερον τὴν γένεσιν οὐκ ἔχον, ἐπειδὴ τῶν ἀκουόντων τοῦ λόγου διαφοραὶ πάμπολλαι τυγχάνουσιν οὖσαι κατά τε τὸ προπαιδεύεσθαι καὶ γεγυμνάσθαι περὶ λόγους ἢ παντάπασί γε ἀγυμνάστους ὑπάρχειν, εἶναί τε φύσει τοὺς μὲν ὀξεῖς τε καὶ συνετοὺς, τοὺς δὲ ἀμβλεῖς καὶ ἀσυνέτους. αὐτίκα γοῦν ἐν αὐτῷ τῷ προκειμένῳ βιβλίῳ τῷ περὶ τῶν καταγμάτων,
320
ἔνθα μέν φησιν ὁ Ἱπποκράτης· ῥητέον οὖν ὁκόσας ἂν ἐθέλει τῶν ἁμαρτάδων τῶν ἰητρῶν τὰς μὲν διδάξαι, τὰς δὲ ἀποδιδάξαι, τὴν ἀσάφειαν ἔχει αὐτὴ δι’ ἑαυτὴν ἡ λέξις, οὐ προσδεχομένων ἡμῶν εἶναί τινας ἁμαρτίας, ἃς διδάξαι χρὴ, τοιοῦτόν ἐστι κἀκεῖνο· καὶ ἡ ἀνάτασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. τὸ γὰρ ἐκτεταμένης τῆς χειρὸς σχῆμα κεκλασμένον, φησὶν, ἔχει τὸ ἄρθρον τὸ κατ’ ἀγκῶνα. δοκεῖ δὲ τοῦτ’ ἄτοπον εἶναι κεκλάσθαι φάναι τὸ εὐθύ. τὸ μέντοι λελεγμένον οὕτως· εἰ τοῦ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι, ἐν τοιουτέῳ τῷ σχήματι ἐρεῖδον, ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς ἓν εἴη τὸ πᾶν. εἰ μέντοι τις ἑώρακεν ὁποῖόν ἐστι τῶν ὀστῶν ἑκάτερον, ὑπὲρ ὧν ὁ λόγος ἐστὶν, οὐδεμίαν ἀσάφειαν ἔχει. τῷ δ’ ἀγνοοῦντι τῆς κατ’ ἀγκῶνα διαρθρώσεως τὴν φύσιν ἀσαφὴς εἰκότως ἡ λέξις φαίνεται. δοκεῖ δέ μοι βέλτιον εἶναι καὶ τὰ τοιαῦτα πάντα ἐξηγεῖσθαι, διὰ τὸ τοὺς πλείστους τῶν ἀναγινωσκόντων τὸ βιβλίον ἀμαθεῖς ἀνατομῆς εἶναι. τὰ μέντοι μηδὲν
321
ἐχόντων τοιοῦτον παρέρχεσθαι προσήκει, τοσοῦτον προειπόντα περὶ αὐτῶν ἔτι τοῖς ἀναγνωσομένοις τὸ βιβλίον, ἐάν τινα λέξιν ὧν ἐξηγησάμην ἀσαφὲς ἔχειν τι νομίσῃς, ἐπίσκεψαι μὲν πρῶτον εἰ μὲν τὸ βιβλίον ἡμάρτηταί σου παραβάλλων τε καὶ ἀντεξετάζων τοῖς ἀξιοπίστοις ἀντιγράφοις· εἶτ’ ἂν ὀρθῶς ἔχειν φαίνηται, δεύτερόν τε καὶ τρίτον ἀνάγνωθι τὴν αὐτὴν λέξιν προσέχων ἀκριβῶς αὐτῇ τὸν νοῦν. ἐγὼ γὰρ ὅταν μὲν παρὼν παρόντι συναναγινώσκω τι βιβλίον, ἀκριβῶς στοχάζεσθαι δύναμαι τοῦ μέτρου τῆς ἐξηγήσεως, ἀποβλέπων ἑκάστοτε πρὸς τὴν τοῦ μανθάνοντος ἕξιν. ὅταν δὲ γράφω πᾶσιν, οὔτε τοῦ ἄριστα παρεσκευασμένου οὔτε τοῦ χείριστα στοχάζομαι. τὸ μὲν γὰρ τοῖς πλείστοις ἀσαφὲς ἔσται, τὸ δὲ ἀνιᾶται χρονίζοντας ἐν τοῖς σαφέσιν. ἄριστον οὖν ἡγοῦμαι τῶν μέσην ἕξιν ἐχόντων στοχάζεσθαι· τούτου δὲ ἀποτυγχάνων ἐπὶ τοὺς ἑκτικωτέρους ἐπόπτειν μᾶλλον. οὐδὲ γὰρ ὅλως ὑπομνήμασιν ἐντυγχάνειν ἀξιῶ, τοὺς κατωτέρους τῆς μέσης ἕξεως, οἷς ἀγαπητόν ἐστι παρὰ διδασκάλων
322
ἀκούσασι πολλάκις τὰ αὐτὰ κατ’ ἄλλην καὶ ἄλλην λέξιν ἑρμηνευόμενα συνιέναι τῶν λεγομένων.

Ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων τε καὶ καταγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι.

Ἔνιοι τῶν λόγων εἰ μὴ καὶ προὔργου τι διδάσκοιεν, ἀλλὰ μόριά γε τῆς ἐξηγήσεως εἶναι πέπεισται. τοιοῦτοί εἰσι καὶ οἱ τὰς διαφόρους ἐπισημαινόμενοι γραφὰς, ὁποῖόν τι καὶ νῦν ὑπάρχει περὶ τὴν προκειμένην λέξιν, ἐνίων μὲν γραφόντων ἐχρῆν τὸν ἰητρὸν, ἐνίων δὲ χωρὶς τοῦ κατ’ ἀρχὴν ε χρῆν τὸν ἰητρόν. ἔστι γὰρ ἀμέλει καὶ τοῦτο σύνηθες τοῖς Ἀττικοῖς, ὧν τῇ διαλέκτῳ χρῆται κατά τι καὶ ὁ Ἱπποκράτης, ὡς ἀποφήνασθαί τινας αὐτὴν ἀρχαίαν Ἀτθίδα. ἐμοὶ δὲ καθ’ ἕτερον ἰδίᾳ γράμμα μικρὸν ἃ φρονῶ περὶ τῆς Ἱπποκράτους διαλέκτου δεδήλωται καὶ νῦν ἀρκεῖ προειπεῖν ἐν ἀρχῇ τῆς ἐξηγήσεως ὡς τὰ τοιαῦτα πάντα παραλείψω, 

323
μήτ’ ἀναγκαῖα μέρη τῆς προκειμένης πραγματείας ὄντα μέγεθός τε τοῖς ὑπομνήμασιν ἄμετρον παρέξοντα τῶν ἐκπτωσίων τε καὶ καταγμάτων, ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι. οὐκ ἐπτώσεις μόνον καὶ ἐκπτώματα καλεῖ τὰς τῶν ὀστῶν ἐκ τῆς ἰδίας χώρας μεταστάσεις ἄνευ τοῦ καταγῆναι γινομένας, ἀλλὰ τούτοις τοῖς ὀνόμασι τάς τε ἐξαρθρώσεις καὶ τὰ ἐξαρθρώματα προστίθησι. περὶ δὲ τῶν καταγμάτων ἄξιον ἐπισημήνασθαι τοσοῦτον, ὡς πλειστάκις ὀνομάζων οὕτως αὐτὰ, σπανιάκις δέ που γράψας ἀγμὸς τὴν ἐπιγραφὴν ἐποιήσατο κατὰ τὸ σπάνιον. ὅθεν ἔνιοί φασιν οὐδὲ διῃρῆσθαι πρὸς Ἱπποκράτους αὐτοῦ τὰ συγγράμματα, γραφῆναι δὲ ἓν ὅλον ἄμφω προσκειμένου τῷ νῦν ἡμῖν προκειμένῳ βιβλίῳ τοῦ περὶ ἄρθρων ἐπιγεγραμμένου, διαιρεθῆναι δὲ ὕστερον ὑπό τινος εἰς δύο διὰ τὸ μέγεθος, ἡνίκα δὲ ἦν ἓν ἄμφω, κοινὸν καὶ τὸ ἐπίγραμμα αὐτοῖς εἶναι τὴν κατ’ ἰητρεῖον φωνήν. καὶ τούτου δ’ αὐτοῦ πειρῶνται φέρειν μαρτυρίαν κακῶς, ἅτε ἓν εἶναι σύγγραμμα τὸ κατ’ ἰητρεῖον
324
παλαιὸν ἄνδρα λέγοντες, τοῦ Ἱπποκράτους τοῦ Γνωσιδίκου υἱέως· οὐ γὰρ δὴ τὸ νῦν γε οὕτως ἐπιγεγραμμένον βιβλίδιον μικρὸν, ὅπερ ὁ μέγας Ἱπποκράτης ἔγραψεν, ὃς ἔδοξεν ἐν αὐτοῖς Ἕλλησιν ἄριστος ἰατρός τε καὶ συγγραφεύς· ἀλλ’ ἐπειδὴ περὶ τῶν κατ’ ἰητρεῖον πραττομένων ἐν τούτοις δύο βιβλίοις ὁ λόγος αὐτῷ γίνεται, διὰ τοῦτ’ ἐπιγραφῆναι κατ’ ἰητρεῖον αὐτά φασι, διὰ ταὐτὸ δὲ τοῦτο καὶ τὴν τῆς διδασκαλίας τάξιν οὐκ ἀκριβῶς ἔχειν. ἔν τε γὰρ τούτῳ τῷ βιβλίῳ τῷ περὶ τῶν καταγμάτων ἐξαρθρημάτων τινῶν μνημονεύειν αὐτὸν κἀν τῷ μετ’ αὐτὸ περὶ τῶν ἐξαρθρημάτων ἀναμεμίχθαι τινὰ περὶ καταγμάτων οὐκ ὀλίγον λόγον. οἶς δ’ οὐ διῃρῆσθαι πρός τινος, ἀλλ’ ἐξ ἀρχῆς δύο γεγράφθαι δοκεῖ τὰ βιβλία, κατὰ τὸ πλειστοδυναμοῦν φασιν. οὕτω γὰρ νομίζουσιν αὐτοὶ τὰς ἐπιγραφὰς αὐτῶν πεποιῆσθαι, κἀντεῦθεν ἀρξάμενοι μακρὸν ἀποτείνουσι λόγον, ἀποδεικνύντες τὰ πλεῖστα τῶν βιβλίων αὐτοῦ κατὰ τοῦτον ἐπιγεγράφθαι τὸν τρόπον. ἐγὼ δ’ εἰ μὲν αὐτὸς Ἱπποκράτης ἔγραψεν ὑφ’ ἓν ἢ οὐχ ὑφ’ ἓν ἀμφότερα τὰ
325
βιβλία λέγειν οὐκ ἔχω, δεικνύειν δ’ ἐπαγγέλλομαι τοῦ λόγου προϊόντος οἰκειότατα τῆς διδασκαλίας εἷναι τοῖς τε ἐξαρθρήμασι, περὶ ὧν κατὰ τοῦτο τὸ βιβλίον ἔγραψε πρὸς τὰ κατάγματα, τοῖς τε κατάγμασιν, ἃ καὶ τὸ περὶ ἄρθρων ἐδίδαξε, πρὸς τὰ κατ’ ἐκεῖνο τὸ σύγγραμμα περὶ διαρθρημάτων εἰρημένα. διὰ τί δὲ ἐν τῇδε τῇ νῦν προκειμένῃ τῶν ἐκπτωσίων τε καὶ καταγμάτων εἷπεν ὑπαλλάξας τὴν τάξιν τοῦ λόγου, δέον εἰπεῖν καταγμάτων τε καὶ ἐκπτωσίων, ὡς ἂν περὶ τῶν πρῶτον διδάσκων καταγμάτων, ἕνα λόγον ἔχω φάναι τοιόνδε· καὶ γὰρ καὶ Ἱπποκράτει πολλάκις εὑρεῖν ἐστι καὶ πᾶσι τοῖς παλαιοῖς ὅσοι δεινότατοι λέγειν τὸ τοιοῦτον ἑρμηνείας εἶδος. ἴσως μὲν οὐ τῇ τάξει τῶν διδαχθησομένων, ἀλλὰ τῇ τῆς τάξεως ἁρμονίᾳ προσεχόντων τὸν νοῦν· μᾶλλον δὲ οὐδὲ φροντιζομένων ὅλως ἄκρας τάξεως ἐν τοῖς τοιούτοις λόγοις, ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι τῶν κώλων. ἐν οἶς ἐξαρθρήματα γέγονεν ἢ κατάγματα τὰς κατατάσιας ἐν τοῖς ἰθυτάτοις σχήμασιν ἀξιοῖ ποιεῖσθαι, διὰ τὶ μὲν χρὴ κατείνειν αὐτὰ μὴ προσθεὶς ἐνταῦθα, περὶ
326
δὲ τοῦ σχήματος, ἐν ᾦ προσήκει τοῦτο γίνεσθαι, μακρὸν ἀποτείνας λόγον. ἐξῆν δ’ οὖν αὐτῷ διδάξαντι τὸ ἀληθὲς ἐν τῷ πράγματι σιωπῆσαι περὶ τῶν ἑτέρως δοξαζόντων. ἄλλα γὰρ οὐκ ἐπὶ τοῦδε τοῦ λόγου μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐγνῶσθαι κάλλιον ἐνίους μὲν αὐτῶν γίγνεσθαι διὰ τῶν κεφαλαίων μόνων, οἳ δὴ καὶ βραχύτατοι τοῦ λόγου εἰσὶν, ἐνίους δὲ τούτοις ἐναντιωτάτους κατὰ διέξοδον ἑρμηνεύεσθαι χωρὶς μηδενὸς ὅλως παραλειπομένου τοῦ δυναμένου λεχθῆναι χρησίμως, τοὺς δ’ ἄλλους ἅπαντας ἐν τῷ μεταξὺ τούτων τετάχθαι, τοὺς μὲν ἐν τῷ βραχυτάτῳ, τοὺς δὲ ἐν τῷ μακροτάτῳ προχωροῦντας, ὥσπερ αὖ πάλιν ἑτέρους περὶ τὸ μέσον ἐλλείπεσθαι βραχὺ παραχωροῦντας. ἐφ’ ἑκατέροις οὖν ἔργον ἐστὶν ἀναγινώσκειν ἕκαστον αὐτῶν, ὡς ἂν ἔχῃ αὐτὸς ἤτοι προαιρέσεως ἢ σχολῆς, οὔτε τοῖς διὰ βραχυλογίαν ἀσαφέστερον γράψασιν οὔτε τοῖς διὰ σαφήνειαν ἐπὶ πλέον ἐκτείνασι μεμφόμενον. οὐ γὰρ ἐκείνοις χρὴ νομοθετεῖν καὶ ταῦτα μηδὲν ἀνύειν μέλλοντα, τὸ δ’ ἑαυτῷ
327
πρόσφορον ἕκαστον λαμβάνειν εἰδότα τοὺς σκοποὺς τῆς διδασκαλίας οὐ τοὺς αὐτοὺς ὄντας ἅπασι τοῖς βιβλίοις. αὐτίκα γέ τοι ὅτι μὲν τὰ δύο, τό τε περὶ ὅ τι τῶν καταγμάτων καὶ τὸ περὶ τῶν ἐξαρθρημάτων, διεξοδικῶς ἑρμηνεύεται, τὸ μοχλικὸν δὲ τὴν αὐτὴν αὐτοῖς ἐπαγγελλόμενον διδασκαλίαν, ὅσον ἐπὶ τοῖς πράγμασι διὰ τῶν κεφαλαίων μόνων. ἔστι δὴ ἡ μὲν κατὰ διέξοδον ἑρμηνεία πρὸς σαφήνειαν ἐπιτήδειος, ἡ δὲ διὰ τῶν κεφαλαίων εἰς μνήμην. οὗτος μὲν ὁ λόγος ἅπαξ εἰρημένος ἐμοὶ ἀεὶ συμμνημονευέσθω, περὶ δὲ τῶν πραγμάτων ὧν διδάσκει τοὐντεῦθεν ἤδη διερχομένῳ μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς. αὐτὸς μὲν γὰρ ὕστερον ἀπορεῖ διὰ τίνα χρὴ κατατείνειν πρότερον, εἴτε διαπλάττειν μέλλοις τὸ κατεαγὸς ὀστοῦν εἴτ’ ἐμβάλλειν τὸ ἐξηρθρηκός. ἐμοὶ δὲ νῦν φαίνεται καιρὸς αὐτῷ σαφηνείας ἔχοντι σκοπὸν τῆς ἐξηγήσεως, εἰς ἣν ὅτι μέγιστον ἡ τάξις τοῦ λόγου συντελεῖ, πάντων ὁμολογούντων οὐδὲν μὲν δεικνύειν αὐτὸς, ὥσπερ οὐδ’ ὅτι τοῖς ἐξηγουμένοις ὁτιοῦν ὁ σκοπὸς οὐ τῆς τάξεως μόνον, ἀλλὰ καὶ τοῦ μέτρου τῶν κατὰ 
328
μέρος ἁπάντων λόγων ἡ σαφήνειά ἐστιν· οὐδὲ γὰρ οὐδὲ δι’ ἄλλο τι γράφομεν ἐξήγησιν. ἐπεὶ τοίνυν ἐδιδάξαμεν ἐν τοῖς περὶ μυῶν κινήσεως ἰδικώτατον μὲν ὡς πρὸς τὰ ἄλλα μόρια τοῦ σώματος, κοινότατον δὲ ὡς πρὸς ἀλλήλους αὐτοῖς εἶναι τὸ συνιζάνειν εἰς ἑαυτοὺς, ἀνάλογον σειραῖς τε καὶ χορδαῖς καὶ σχοινίοις. ὥσπερ γὰρ ταῦτα διατείνομεν, ἐπειδὰν τῶν περάτων ἑκάτερον λαβόμενοι πρὸς τοὐναντίον ἕλκωμεν, ἐασάντων δὲ καὶ τεθέντων αὐτὰ συστέλλεται, οὕτω καὶ οἱ μύες εἰς ὀστοῦν ἐμπεφυκότες ἑκατέρῳ τῷ πέρατι τὰς μὲν συμφύσεις εἰς αὐτὰς ἀνάλογον ἔχουσι ταῖς διὰ τῶν χειρῶν γινομέναις λαβαῖς, ἀντισπώμενοι δ’ ὑπ’ αὐτῶν εἰς τοὐναντίον τὸ μέσον τῶν περάτων, ὅπερ ἐστὶν, ὅλον αὐτὸ τὸ σῶμα τεταμένον ἴσχουσι. καὶ διὰ τοῦτο ὁπότε τις αὐτῶν ὅλας τὰς ἶνας ἐγκαρσίως διακόψῃ, διΐσταται τὰ μέρη πλεῖστον ἀπ’ ἀλλήλων ἑλκόμενα, τὸ μὲν ἄνω πρὸς τὴν τοῦ μυὸς ὅλην κεφαλὴν, τὸ δὲ κάτω πρὸς τὴν τελευτὴν, ἔνθα καταφύεται τῷ δευτέρῳ κατὰ τὸ κῶλον ὀστῷ μετὰ τὴν διάρθρωσιν. ὅταν οὖν ἄνευ τοῦ τετμῆσθαι τὸν μῦν ἐκπέσῃ
329
τῆς ἰδίας ἕδρας τὸ διηρθρωμένον ὀστοῦν ἢ κατ’ ἐκεῖνο τὸ μέρος, εἰς ὃ τὴν ἔκπτωσιν ἐποιήσατο καταπεφυκυῖα τελευτὴ τοῦ μυὸς, ὡς ἂν εἰς αὐτὸν ὅλου συντρέχοντος αὐτοῦ καὶ πρὸς τὴν ἰδίαν κεφαλὴν ἀνελκομένον συνανασπᾶται συμφυὲς αὐτῷ τοῦ κώλου μόριον, ὅπερ ἐστὶν ἡ κεφαλὴ τοῦ κατὰ τὴν διάρθρωσιν ὀστοῦ, τῆς δ’ ἀνασπωμένης συνανασπᾶται καὶ τὸ σύμπαν ὀστοῦν.

Ἐν τούτῳ δὴ τῷ παθήματι συμβαίνει τὴν κεφαλὴν τοῦ ταπεινοτέρου κατὰ τὴν διάρθρωσιν ὀστοῦ τῆς ἀρχομένης θέσεως ὑψηλοτέραν γίγνεσθαι, ὥστε ἀδύνατον αὐτὴν ἐμβαλεῖν εἰς τὴν οἰκείαν ἕδραν πρὶν κατατείναντα τὸ σύμπαν ὀστοῦν μεταστῆσαι κάτω τοσοῦτον, ὅσον ὑψωθῇ παρὰ φύσιν. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ κατατείνεσθαι δεῖσθαι πρότερον ὅσα τῶν ὀστῶν ἐξήρθρησεν. ὅτι δὲ καὶ τὰ συντριβέντα δεῖται κατατάσεως, ἐνθένδε ἂν μάλιστα μάθοις· ὥσπερ ἐπὶ τῶν ἐξαρθρησάντων ἐμβαλεῖν χρὴ τὸ ἐξηρθρηκὸς, οὗτος ἐπὶ τῶν καταγέντων διαπλάσαι τὸ πεπονθὸς, ὥστε

330
ψαύειν ἀλλήλων τὰ πέρατα τῶν μελῶν τοῦ συντριβέντος. ἔστι μὲν γὰρ τὸ κάταγμα διαφθορὰ τῆς ἐν ὀστῷ συνεχείας, ὥσπερ τὸ ἕλκος τῆς ἐν σαρκί. πέρας δὲ ἑκατέρῳ τῆς ἰάσεώς ἐστι τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀνακτήσασθαι. ἀδύνατον δὲ τοῦτο χωρὶς τοῦ κατ’ εὐθὺ τεθῆναι τὰ μέρη τοῦ καταγέντος ὀστοῦ. καλεῖται δὲ διάπλασις ἡ πρᾶξις αὕτη. εἰ μὲν οὖν εἴη μικρὸν τὸ κάταγμα, φυλάττει τὴν θέσιν τὴν οἰκείαν ἑκατέρου τῶν τοῦ παθόντος ὀστοῦ μορίων, εἰ δ’ ὅλον συντριβῇ τὸ ὀστοῦν, ἀναγκαῖον ἐν τῷδε παραλλάττειν αὐτοῦ τὰ μέρη, τὰ μὲν εἰ οὕτως ἔτυχε πρόσω, τὰ δ’ ὀπίσω μεθιστάμενα, καὶ τὰ μὲν εἰς δεξιὰ, τὰ εἰς ἀριστερά. διὸ ταῖς χερσὶν ἀμφοτέραις ἑκατέρωθεν περιλαμβάνοντες τὸ κῶλον τὸ μὲν εἰς τὸ πρόσω μεθιστάμενον διωθοῦμεν ὀπίσω, τὸ δ’ εἰς τοὐπίσω μετάγομεν πρόσω, καὶ τὰ μὲν εἰς τὰ ἀριστερὰ πρὸς τὰ δεξιὰ μεθιστῶμεν. ὅσα δ’ εἰς τοῦτο μετέστη τὸ χωρίον ἐπὶ θάτερον μετάγομεν, ὡς ἅπαντα ἀλλήλοις τὰ μέρη τοῦ συντριβέντος ὀστοῦ πρὸς τῶν χειρῶν τοῦ διαπλάττοντος ἐπὶ τἀναντία παράγεσθαι.
331
κίνδυνος οὖν ἐν τούτῳ παραθραυσθῆναί τινας ἐξοχὰς τοῦ καταγέντος. οὐ γὰρ δὴ ἀκριβῶς οὕτως ἑκάτερον τῶν περάτων γίγνεται λεῖον, ὡς ὑπὸ τῶν μαχαιρωτῶν πριόνων. οἱ μὲν γὰρ ὀδοντωτοὶ καλούμενοι καὶ αὐτοὶ τραχύτητας ἐργάζονται.

Διὰ τοῦτ’ οὖν ἀπάγοντες ἀλλήλων τὰ μὲν ἄνω, τὰ δὲ κάτω μέρη τοῦ κατάγματος ἐπὶ τὴν διάπλασιν ἀφικνούμεθα, δεδιότες ἐν τῷ προάγειν ἀλλήλοις τὰ παρηλλαχότα περιτεθραῦσθαί τινας ἐξοχὰς αὐτῶν. ἔστι δὲ τοῦτο πάντως, ἐὰν ἐγχρίμπτοιτο ἀλλήλοις. οὕτως γὰρ αὐτὸς ὁ Ἱπποκράτης ὠνόμασε τὰ μέλη τῶν διαπλαττομένων ὀστῶν, ὅταν εἰς τὴν οἰκείαν ἄγηται χώραν. ἵνα οὖν τὰ διεστῶτα παράγηται, τὸ μὲν ἄνω χρὴ τῶν μερῶν ἕλκειν, τὸ δὲ κάτω καὶ ποιοῦσιν ἤδη οὕτως πάντες οἱ ἰατροὶ ποτὲ μὲν ταῖς χερσὶ μόναις τῶν ὑπηρετῶν ἐπιτρέποντες, ἔστι δ’ ὅτε καὶ βρόχους ἐπιβάλλοντες,

332
ὅταν εὐτονωτέρας ἀντιτάσεως χρῄζωσιν. ὅτι μὲν οὖν ἀπὸ κατατάσεως ἄρχεσθαι προσήκει τὴν θεραπείαν τῶν ἐξαρθρημάτων τε καὶ καταγμάτων ἐπιδέδεικται. ὅτι δ’ οὐκ ἐν τυχόντι σχήματι ποιητέον αὐτήν ἐστι, λεκτέον ἐφεξῆς, καὶ πρῶτόν γε ὅτι τεττάρων ἐνεργειῶν οὐσῶν ἐν τῇ καταγμάτων θεραπείᾳ, τάσεως, διαπλάσεως, ἐπιδέσεως, ἀποθέσεως, ἓν κοινὸν ἐν πάσαις δεῖ εἶναι σχῆμα. διαπλάττεται μὲν γὰρ ἐν τῷ κατατείνεσθαι, διαπλασθέντι δ’ εὐθέως ἐπιδεῖσθαι δεῖται, φυλαττομένου τοῦ σχήματος ἐν ᾦ διεπλάσθη. τοῦτο δ’ αὖ πάλιν αὐτὸ φυλάττεσθαι χρὴ κατὰ τὴν ἀπόθεσιν. μεταβληθέντος γὰρ ἔνια μὲν τῆς ἐπιδέσεως μέρη χαλαρὰς ἕξει τὰς ἐπιβολὰς τῶν ὀθονίων, ἔνια δὲ θλιβούσας. αἱ μὲν οὖν χαλαραὶ συγχωροῦσαι κινεῖσθαι τοῖς ὀστοῖς διαφθείρουσι τὴν διάπλασιν, αἱ θλίβουσαι δὲ πόνον ἐργαζόμεναι φλεγμονὰς γεννῶσιν. ὅτι μὲν οὖν ἓν εἶναι δεῖ σχῆμα κοινὸν τῶν εἰρημένων τεττάρων ἐνεργειῶν ἐπιδέδεικται. τοὐντεῦθεν δ’ ἐπισκεψόμεθα τίσι προσέχοντας σκοποῖς 
333
εὑρεῖν χρὴ τοῦθ’, ὅτι τεινόντων μὲν ἄριστον σχῆμα τὸ χωρὶς μεγάλης τάσεως εἰς διάτασιν ἄγειν τὰ κεχωρισμένα τῶν ὀστῶν, ἐν ἀποθέσει δὲ τὸ ἀνωδυνώτατον. ἔσται δ’ ἀμφότερα δι’ ἐκείνου τοῦ σχήματος, ὅ τί περ ἂν ἐπ’ εὐθείας τείνῃ τὰς ἶνας τῶν μυῶν. ἐπ’ εὐθείας δὲ τείνει τὰ καθ’ ἕν τι μέρος τοῦ κώλου φυλάττοντα τὸν ὅλον μῦν. ἵνα γὰρ ἐκ μὲν τῶν ἔνδον ἔχῃ τὴν ἔκφυσιν, οὕτως δ’ αὐτὴν ἐνσχηματίσεις, ὡς τὰ μέσα μὲν αὐτοῦ κάτωθεν ἔχειν τοῦ κώλου, τὸ πέρας δ’ ἔσωθεν, ἢ τὰ μέσα μὲν ἄνωθεν, ἔξωθεν δὲ τὸ πέρας ἄγεσθαι, ἑλιττόμενος ἐν τῷδε περὶ τὸ κῶλον ἐπὶ πλέον ἐκτείνεται.

Ἐὰν μὲν οὖν ἐν τούτῳ τῷ σχήματι κατατείνῃς αὐτὸν, ὡς ἱκανῶς διαστῆσαι τὰ μέρη τοῦ καταγέντος ὀστοῦ, καὶ σφοδρῶς ὀδυνήσεται καὶ κινδυνεύσει διασπασθῆναι. καὶ μέντοι καὶ διεσπάσθησαν ἤδη μύες ἐκκειμένης

334
τάσεως, ᾧ δῆλον ὡς ἓν καὶ ταὐτόν ἐστιν ἀνωδυνώτατόν τε ἅμα καὶ τοὺς μύας ἀδιαστρόφως φυλάττον σχῆμα, ὅπερ Ἱπποκράτης ἐδήλωσε σαφῶς, ἐρηρεῖσθαι κατὰ τοῦ πήχεως ὅλην τὴν χεῖρα, μήτε ἐκτεταμένην ἄκρως μήτε κεκαμμένην, ἀλλ’ ἐν τῷ μέσῳ τούτων. ὅτι δ’ ἄριστον τοῦτο τὸ σχῆμα αὐτὸς ἐδίδαξε. πρῶτον μὲν γὰρ ἐπειδὴ τὸ τοῦ πήχεως ὀστοῦν μακρότερόν ἐστι τοῦ τῆς κηρκίδος ἕδρας καὶ στήριγμα βέβαιον αὐτοῖς ἔσται. οἱ δὲ μύες οἱ μὲν κατὰ τὸν ἔνδον κόνδυλον τοῦ βραχίονος ἐκφυόμενοι τὰς κάτω τελευτὰς ἔξωθεν ἔχουσι τῆς ὅλης χειρὸς, οἱ δ’ ἐκ τοῦ κατὰ τὸ ἐκτὸς ἔσωθεν. οὗ δ’ ἢν μυὸς ἥ τ’ ἀρχὴ καὶ ἡ τελευτὴ κατὰ τῶν ἐντὸς μερῶν ᾖ τῆς ὅλης χειρὸς, τούτου καὶ τὰ ἄλλα σύμπαντα μόρια καὶ διὰ τοῦτο καὶ αὐτὸς ὅλος ὁ μῦς. ὥσπερ γε καὶ ἡ τελευτὴ καὶ ὅλος ὁ μῦς οὗτος ἔξωθέν ἐστιν ὅλου τοῦ κώλου. καὶ μὲν δὴ καὶ ἡ πεῖρα δείκνυσιν ἀνωδυνώτατον εἶναι τοῦτο τὸ σχῆμα. τῶν δ’ ἐφ’ ἑκάτερον τοῦδε τὸ μὲν ὕπτιον ἐπὶ πλεῖστόν τε διαστρέφει τοὺς μύας, ὀδυνηρότερόν τε φαινόμενον δείκνυται, τὸ δὲ πρανὲς ἐλάττονα μὲν τὴν διαστροφὴν, ἐλάττονα δὲ καὶ τὴν ὀδύνην ἐργάζεται.
335
εἴρηταί σοι δυνάμει πάντα τὰ περὶ τοῦ σχήματος τῆς χειρὸς, ἃ διὰ μικρῶν Ἱπποκράτης ἐφεξῆς διδάσκει, λέξει διεξοδικῇ καὶ σαφεῖ χρώμενος, ὡς ὀλίγα πάνυ κατ’ αὐτὴν ἐξηγήσεως δεῖσθαι καὶ μάλιστα τοῖς πεπαιδευμένοις τὴν ἐν παισὶ παιδείαν ἢ παρὰ διδασκάλοις ἀνεγνωκόσιν τὸ βιβλίον, οἷσπερ δὴ καὶ γράφεται τὰ ὑπομνήματα.

Αὐτὴ γὰρ ἡ δικαιοτάτη φύσις.

Ὡς εἰ καὶ οἰκειοτάτη εἶπεν. ὅταν γὰρ ἑκάστῳ πράγματι τὸ οἰκεῖον φυλάττεται, δικαίως ἔχει τε καὶ διοικεῖται τοῦτο. τὸ δ’ ἄλλο οἰκεῖον ἐν σώματι παρὰ τὸ κατὰ φύσιν οὐδ’ ἐπινοῆσαι ῥᾴδιον. ὅταν οὖν ἑκάστῳ μορίῳ καὶ σχήματι καὶ χρώματι καὶ μεγέθει ὑπάρχῃ τὸ οἰκεῖον, ἄριστα δείκνυται.

336
Ἢν δὲ τις ἐγκλίνῃ τῇ ἢ τῇ ἐπὶ τὸ πρηνὲς ῥέπειν. ἐλάσσων γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον.

Δυοῖν σχημάτοιν ἐμνημόνευσεν, ὑπτίου τε καὶ πρηνοῦς, ἃ λέγεται μὲν κατὰ τοῦ σώματος ὅλου, λέγεται δὲ καθ’ ἑνὸς αὐτοῦ μορίου τῆς χειρός. ὅλον μὲν οὖν τὸ σῶμα κεῖσθαι πρηνὲς λέγομεν, ὅταν ἡ μὲν γαστὴρ κάτωθεν, ἄνωθεν δὲ ᾖ τὸ νῶτον. ὕπτιον δὲ ἔμπαλιν, ὅταν ἄνωθεν μὲν ἡ γαστὴρ, κάτωθεν δὲ τὸ νῶτον, ὧν καὶ νῦν αὐτὸς μνημονεύσας σχημάτων ἐνεδείξατο τὸν λόγον αὐτῷ περὶ τῆς χειρὸς ἐσόμενον. οὐ γὰρ δὴ τὸ ὅλον σῶμα κατεαγέναι τις ἢ ἐξηρθρηκέναι δύναται. διὰ τί δὲ ἐπὶ τὸ πρηνὲς αὐτὴν ῥέπειν ἄμεινόν ἐστιν, ὅταν γέ τις σφαλεὶς ἁμάρτῃ τοῦ εὐθέος, αὐτὸς ἐν τοῖς ἑξῆς ἐδίδαξεν.

337
Οἱ μὲν οὖν μηδὲ προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσι ὡς ἐπὶ τὸ πουλύ. αὐτὸς γὰρ ὁ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέγει οὕτως ὑπὸ τῆς δικαίης φύσεως ἀναγκαζόμενος.

Οἱ ἰατροὶ, φησὶν, οἱ μηδὲν προδιασκεψάμενοι περὶ τοῦ κατὰ φύσιν ἐν τῇ χειρὶ σχήματος, ὡς τὸ πολὺ βέλτιον θεραπεύουσι τῶν μοχθηρῷ λογισμῷ χρωμένων. αὐτὸς γὰρ ὁ ἐπιδεῖσθαι μέλλων ἰδιώτης τὴν χεῖρα παρέχει τῷ ἰατρῷ κατὰ τὸ ἀνωδυνώτατον σχῆμα διδασκόμενος ὑπὸ τῆς φύσεως, ἣν καὶ νῦν δικαίαν ὠνόμασεν, ὡς ἂν τὸ προσῆκον, ὅπερ ἐστὶν οἰκεῖον, εὑρίσκουσαν ἑκάστῳ μορίῳ κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν καὶ τὴν μετὰ ταῦτα διοίκησιν ἐν ἁπάσῃ τῇ ζωῇ. αὐτὸς γὰρ ὁ ἐπιδησόμενος τὴν χεῖρα ἀπορέγει. τὸ ἀπορέγειν τινὲς μὲν ἤκουσαν ἐν ἴσῳ τῷ ὀρέγειν, τουτέστι παρέχειν τῷ ἰατρῷ, τινὲς δὲ ἐπὶ τοῦ ἀποκωλύειν τὸν ἀβελτέστερον ἰατρὸν ἐπὶ τοὐναντίον ἀπάγειν. φύσει γὰρ ἄπαντες ἄνθρωποι τὸ ἀνωδυνώτατον αἱροῦνται σχῆμα καθ’ ἕκαστον 

338
τῶν μορίων. αὐτὸ δὲ τοῦτο δείκνυσιν ὁ Ἱπποκράτης ἰθύτατον εἶναι. παρέχουσί τε οὖν ἑαυτοὺς οἱ κάμνοντες ἐν τούτῳ μετασχηματιζόντων τε τῶν ἰατρῶν εἰς ἕτερον ἀγανακτήσουσιν, ἀντετείνοντές τε καὶ οὐ συνεπόμενοι διὰ τὴν ὀδύνην καὶ τοῦτό φασιν ὑπὸ τοῦ Ἱπποκράτους δεδηλῶσθαι διὰ τοῦ ἀπορέγειν ῥήματος. ὁπότερον δ’ ἂν ᾖ κεχρημένος αὐτῶν τὸ πρᾶγμα ταὐτὸν ἑκατέρως διαμένει. τῶν γὰρ ἰατρῶν ὅσοι μοχθηρῶς σοφιζόμενοι κακῶς σχηματίζουσι τὴν χεῖρα, βελτίους εἰσὶν οἱ ἰδιῶται τὸ ἀνώδυνον αἱρούμενοι σχῆμα. ἀπορέγει γὰρ οὕτως ὑπὸ τῆς δικαίας φύσεως ἀναγκαζόμενος· ἔνιοι μὲν κοινὸν ἀμφοῖν εἶναι νομίζουσι, μένοντος δὲ τοῦ διδασκομένου πράγματος, ὅπως ἄν τις ἀκούῃ, τὸ ζητεῖν ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων περιττόν. ἄχρηστά τε γὰρ ἅμα καὶ δυνατὰ τοὐπίπαν ἐστὶν εὑρίσκεσθαι τὰ κατὰ τὰς ἀμφιβόλους λέξεις εἰρημένα, διὸ καὶ παρατρέχειν αὐτὰ χρὴ τὸν τοῦ χρόνου φειδόμενον ὡς ἐχρῆν εἰς τὰ χρήσιμα μᾶλλον ἀναλίσκειν αὐτόν.

339
Οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθέν ἐστιν οἱ ἁμαρτάνουσιν. σπουδὴ μὲν οὖν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν.

Σοφιζομένους εἴρηκε τοὺς σοφὸν μέν τι δοκοῦντας εὑρίσκειν, ἁμαρτάνοντες δὲ καὶ διὰ τοῦτο μηδὲ τὰ τοῖς ἰδιώταις ἅπασι καλῶς γινωσκόμενα φυλάττοντας.

Ἀναγκάζομαι δὲ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰητροὺς σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς ἐν ἐπιδέσει, ἀφ’ ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι. ἀλλὰ γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται· τὸ γὰρ ξενοπρεπὲς οὕπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαινέουσιν ἢ τὸ ξύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ ἀλλόκοτον ἢ τὸ εὔδηλον.
340

Αὐτὸς ἐνεδείξατό σοι διὰ τῶν ἐφεξῆς ἁπάντων, ἅ ἐστιν ἀσαφῆ, διὰ τί μικρὸν ἐποιήσατο τὸν περὶ τοῦ σχήματος τῆς χειρὸς λόγον, καίτοι γε οὔτε δυσάρεστον οὔτε μακρὸν ὄντα κατὰ τὴν αὐτοῦ φύσιν. εὑρήσεις δὲ εὐθέως ἐκ τούτου καὶ τὴν αἰτίαν τοῦ μὴ πάντῃ τεταγμένην αὐτῷ γεγονέναι τὴν διδασκαλίαν. ἀεὶ γὰρ ἕκαστος ἡμῶν περὶ τοῦ κατεπείγοντος ἁπάντων πρῶτον ποιεῖται τὸν λόγον. ἐπεὶ τοίνυν ἐγινώσκετο μὲν ὀρθῶς τοῖς κατ’ αὐτὸν ἰατροῖς ὡς χρὴ τὸν ἰατρὸν κατάτασιν ἡγεῖσθαι τῆς συμπάσης θεραπείας τῶν ἐξαρθρωμάτων τε καὶ καταγμάτων, ἠγνοεῖτο δὲ τὸ κατὰ φύσιν σχῆμα, διὰ τοῦτο περὶ πρώτου τοῦδε τὸν λόγον ἐποιήσατο, καὶ πολύ γε μᾶλλον ἔτι διότι τὰ χείριστα τῶν σχημάτων ἔνιοι τῶν ἰατρῶν αἱρούμενοι πρὸ τοῦ βελτίστου μοχθηροῖς λόγοις ἑαυτούς τε καὶ τοὺς ἄλλους ἔπειθον. εἰ μὲν ἁπλῶς ἠγνόουν, διδασκαλίας ἂν αὐτοῖς ἀληθοῦς ἔδει· ἐπεὶ δ’ οὐ μόνον ἠγνόουν, ἀλλὰ καὶ προσειλήφεσαν οἴησιν γνώσεως, ἀναγκαῖον ἐγένετο τῷ Ἱπποκράτει πρότερον ἐκκόψαντι τήνδε καὶ καθαρὰν ἐργασαμένῳ τὴν ψυχὴν, οὕτως ἀληθῶς εἰς αὐτὴν ἐντιθέναι τὴν τῶν ἀληθῶν ἐπιστήμην.

341
Ῥητέον οὖν ὁκόσας ἐθέλω τῶν ἁμαρτάδων τῶν ἰητρῶν τὰς μὲν ἀποδιδάξαι, τὰς δὲ διδάξαι περὶ τῆς φύσεως τῆς χειρός.

Ἀποδιδάξαι μὲν θέλει τὰς μὴ νομιζομένας τοῖς ἰατροῖς ἁμαρτίας εἶναι, κατ’ ἀλήθειαν δ’ οὔσας, διδάξαι δὲ τὰς νομιζομένας μὲν εἶναι, μὴ οὔσας δέ.

Καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε ὁ λόγος ἐστίν.

Εἰκότως φησὶ κοινὸν εἶναι πολλῶν καὶ ἄλλων ὀστέων τῆς ἰάσεως δηλονότι τὸν λόγον τοῦτον. οἱ γὰρ σκοποὶ πρὸς οὓς ἀποβλέποντας εὑρίσκειν χρὴ τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σχήματι κοινοὶ πάντων εἰσὶν, ὡς εἴρηται πρόσθεν ὑφ’ ἡμῶν, δύο ὄντες, ὅ τε τῆς ἀνωδυνίας καὶ ὁ τῆς εὐθύτητος. εὑρίσκεται δὲ ὁ μὲν τῆς ἀνωδυνίας ἐκ τῆς πείρας, ὁ δὲ

342
τῆς εὐθύτητος ἐκ τῆς θέσεως τῶν μερῶν, ἣν ἐξ ἀνατομῆς διδασκόμεθα.

    Τὴν μὲν οὖν χεῖρα, περὶ οὗ ὁ λόγος, ἐδόκεέ τις καταδῆσαι καταπρηνέα ποιήσας, ὁ δ’ ἠνάγκαζεν οὕτως ἔχειν ὥσπερ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλλωσι, καὶ οὕτως ἔχουσαν ἐπέδει, νομίζων ἑωυτῷ εἶναι τοῦτο αὐτέῃ τὸ κατὰ φύσιν καὶ μαρτύριον ἐπήγετο τά τε ὀστέα ἅπαντα τὰ ἐν τῷ πήχει, ὅτι ἰθυωρίην κατ’ ἄλληλα εἶχε τήν τε ὁμόχροιαν, ὅτι αὐτὴ καθ’ ἑωυτὴν τὴν ἰθυωρίην ἔχει. οὕτω καὶ ἐκ τοῦ ἔξωθεν μέρεος καὶ ἐκ τοῦ ἔσωθεν. οὕτω δὲ ἔφη καὶ τὰς σάρκας καὶ τὰ νεῦρα πεφυκέναι καὶ τὴν τοξικὴν ἐπήγετο μαρτύριον, ταῦτα λέγων καὶ ταῦτα ποιέων σοφὸς ἐδόκεεν εἶναι. τῶν δὲ ἄλλων τεχνέων ἐπελελήθη καὶ ὁκόσα ἰσχύϊ ἐργάζονται καὶ ὁκόσα τεχνήμασιν, οὐκ εἰδὼς ὅτι ἄλλο ἐν ἄλλῳ τὸ κατὰ φύσιν σχῆμά ἐστι καὶ 
    343
    ἐν τῷ αὐτέῳ ἔργῳ ἕτερα τῆς δεξιῆς χειρὸς σχήματα κατὰ φύσιν ἐστὶ καὶ ἕτερα τῆς ἀριστερῆς, ἢν οὕτω τύχῃ. ἄλλο μὲν γὰρ σχῆμα ἐν ἀκοντισμῷ κατὰ φύσιν, ἄλλο δὲ ἐν σφενδόνῃσιν, ἄλλο δὲ ἐν λιθοβολίῃσιν, ἄλλο ἐν πυγμῇ, ἄλλο ἐν τῷ ἐλιννύειν. ὁκόσας δ’ ἄν τις τέχνας εὕροι, ἐν ᾗσιν οὐ τὸ αὐτὸ σχῆμα τῶν χειρέων κατὰ φύσιν ἐστὶ καὶ ἐν ἑκάστῃ τῶν τεχνέων, ἀλλὰ πρὸς τὸ ἅρμενον, ὃ ἂν ἔχῃ ἕκαστος, καὶ πρὸς τὸ ἔργον, ὃ ἂν ἐπιτελέσασθαι θέλῃ, σχηματίζονται αἱ χεῖρες. τοξικὴν δὲ ἀσκέοντι εἰκὸς τοῦτο τὸ σχῆμα κράτιστον εἷναι τῆς ἑτέρης χειρός.

    Χρὴ καὶ τῶν τοιούτων ἅπαξ που μνημονεῦσαι, καὶ ἡμῖν οὕτως πραχθήσεται. τῶν δοξοσόφων δέ τις ἰατρῶν ἐπανορθώμενος ὡς ᾤετο τὴν προκειμένην λέξιν, ὡς οὐκ ὀρθῶς ἔχουσαν ἔγραψεν ὡδί· τὴν οὖν χεῖρα, περὶ ἧς ὁ λόγος, ἐνδεικνύμενος ἡμῖν δηλονότι τὴν ἑαυτοῦ παιδείαν, ἣν ἐπαιδεύετο παρὰ γραμματικοῖς τε καὶ ῥήτορσιν, ὡς ἀγνοεῖν τὸ

    344
    συνηθέστατον εἶδος τῆς ἑρμηνείας, ἅπασι τοῖς παλαιοῖς ἐλλειπτικῶς δηλονότι γιγνόμενόν ἐστι τὸ πλῆρες, ὃ δεῖ προσυπακούειν ἡμᾶς τοιόνδε. τὴν οὖν χεῖρα, περὶ ἦς ὁ λόγος, ἣν ἔδωκέ τις καταδῆσαι πρηνέα ποιήσας· ὡς τὸ πολὺ μὲν ἐν τῷ προσήκοντι σχήματι τὴν χεῖρα παρέχουσι τοῖς ἰατροῖς οἱ ἰδιῶται, τινὲς δὲ αὐτῶν ὑπὸ περιεργίας τὸν μὲν φυσικὸν σκοπὸν ὑπερβαίνουσιν, ὅστις ᾖ, τὸ ἀνώδυνον, πρηνὲς τοῦτο εἶναι νομίζοντες βέλτιον. οὐ μὴν ὑπτίαν γέ τις ἰδιώτης ἰατρῷ παρέχει τὴν χεῖρα, πάνυ γὰρ ἀποκεχώρηκε τοῦ ἀνωδύνου τοῦτο τὸ σχῆμα. τῶν ἰατρῶν δ’ ἔνιοι δι’ ἀμαθίαν ἅμα καὶ δοξοσοφίαν προσίενταί ποτ’ αὐτὸ καὶ διὰ τοῦτο παραπλησίως τοῖς τοξεύουσι τὴν ὅλην χεῖρα σχηματίζονται, οἱ μὲν ἀκριβῶς ὑπτίαν, οἱ δὲ ὀλίγου δεῖν οὕτως ἔχουσαν. ἐπεὶ δ’ οὖν ἁμαρτάνοντες οὐ κατὰ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ ἀποτεταμένην οὐδ’ ἢν λογισμὸς αὐτῶν ἦν ὁ Ἱπποκράτης ἔγραψε τοιῶσδε. τῶν σχηματισάντων ὅλην τὴν χεῖρα παραπλησίως τοῖς τοξεύουσι τὰ ὀστᾶ κατ’ εὐθὺ
    345
    γίγνεται καὶ ὁμόχροια τῶν τῆς ὅλης χειρὸς μελῶν. ἀλλὰ ταῦτα μὲν πιθανώτατά ἐστι καὶ ἀπ’ ἀλλήλων ἐρχόμενα, τὸ δὲ καὶ τὰς σάρκας καὶ τὰ νεῦρα τοῖς ὀστοῖς ὡσαύτως ἐν τούτῳ τῷ σχήματι τὴν κατ’ εὐθὺ θέσιν ἅπασι τοῖς ἑαυτῶν μέρεσι φυλάττειν οὐκέτ’ ἀληθές. εἰ δέ γ’ ἦν οὕτως ἀληθὲς οὐκ ἀπίθανον ἂν ᾖ μόνον, ἀλλὰ καὶ βεβαιότατον γνώρισμα τοῦ κατὰ φύσιν εἶναι τὸ τοιοῦτον σχῆμα. ταῦτα μὲν οὖν ἀνεκτὰ ἔτι· τὴν δὲ τοξικὴν ἐπάγεσθαι μαρτύριον ἀνόητον ἐσχάτως ἐστὶ καὶ βέλτιον ἦν μηδ’ ὅλως αὐτὸ λελέχθαι πρὸς Ἱπποκράτους ἢ μετὰ σπουδῆς ἐλελέγχθαι. τὰ γὰρ ἐσχάτως ἠλίθια καταφρονεῖσθαι μᾶλλον ἢ ἐλέγχεσθαι προσήκει. τόν γε διὰ τῶν γραμμάτων ἔλεγχον, ὡς τόν γε κατὰ τὸν βίον, ἐπ’ αὐτῶν τῶν ἔργων οὐδ’ ἐγὼ κωλύω γίγνεσθαι, καὶ μάλισθ’ ὅταν ὁ τὰ τοιαῦτα φλυαρῶν πείσῃ τοὺς ἀκούοντας ἑαυτῷ τὴν θεραπείαν ἐπιγράψαι τοῦ κάμνοντος. συμβαίνει γε μὴν ἀντιλέγειν ἡμῖν ἐνίοτε καὶ διὰ γραμμάτων ἠλιθίαις δόξαις, ὅταν πολλοὺς ἴδωμεν ὡς ἀληθέσιν αὐταῖς πεπεισμένους, ὅπερ καὶ νῦν ὁ Ἱπποκράτης
    346
    ἔπαθεν ἐπιδεικνὺς, οὐδὲν εἶναι κοινὸν ἐπιδέσει τε καὶ τοξικῇ. τὰ δὲ περὶ τῶν ὀστῶν τε καὶ τῶν νεύρων καὶ τῶν σαρκῶν τῆς εὐθύτητος, ὡς εἰ καὶ μηδένα δι’ αὐτῶν ἐλέγξειν ἔμελλε, κατὰ πρῶτον ἦν λόγον ἀναγκαῖα πρὸς τὴν τοῦ βελτίστου σχήματος εὕρεσιν, οὖ κεφάλαιόν ἐστιν ἐπιλογιστικῶς μὲν ἡ ἀνωδυνία· καὶ γὰρ τοῖς ἰδιώταις τοῦτο δῆλον· ἀναλογιστικῶς δὲ καὶ κατ’ αὐτὴν τοῦ πράγματος τὴν φύσιν ἡ τῶν μορίων εὐθύτης, ὅπερ οὐκέτ’ ἰδιώτῃ δῆλον, ἀλλὰ μόνοις τοῖς ἀνατομικοῖς. ὧν δ’ ἐφεξῆς λέγει, τὰ πλεῖστα σαφῆ τέ ἐστι καὶ οὐδ’ ἔχοντα ζητήματα, διὸ παρέρχεσθαι μὲν ἐμοὶ προσήκει τὰ τοιαῦτα πάντα, τοῖς δὲ ἀναγινώσκουσι τὸ βιβλίον ἐγχρονίζειν τε καὶ μὴ παρατρέχειν. ὁ δὲ ἠνάγκαζεν οὕτως ἔχειν, ὅκωσπερ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλωσιν. ἀσαφές ἐστι καὶ ἄδηλον ὅπερ εἴρηται. διὰ τοῦτό τινες ὑπέλαβον μὲν αὐτὸν οὕτως εἰρηκέναι τὴν λέξιν. ἐπειδὴ τῆς χειρὸς ἀποτεινομένης ἐμβαίνει τοῦ βραχίονος ἡ κεφαλὴ, τῇ κοιλότητι τοῦ τῆς ὠμοπλάτης αὐχένος οὐκ ἐμβεβηκυῖα,
    347
    πρότερον ὁπότε καθεῖτο. παράκειται γὰρ μόνον καὶ ψαύσει τηνικαῦτα, ἅπερ αὐτὸς εἶπεν ἐν τῇδε τῇ λέξει. ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλαγίως, ὁπότε παρὰ τὰς πλευρὰς ᾖ παρατεταμένη ἡ χείρ. ἔνιοι ἐκ μεταφορᾶς οὕτως εἰρῆσθαί φασιν ἀπὸ τῆς ἐμβολῆς τῶν νηῶν, ἃς ποιοῦνται καταδῦσαι βουλόμενοι τὰς ἐναντίας. ὅταν γὰρ ἀποσιμώσαντες τὴν πρῷραν ἐπιτηδείαν ἐργάσωνται πρὸς τὸ σφοδρῶς ἐῤῥαγεῖσαν ἐφ’ ἑτέραν εἰ καὶ μάλιστα κατὰ τὸ πλάγιον ὅλην αὐτὴν διαλῦσαί τε καὶ καταδῦσαι, παρεσκευάσθαι φασὶν ὡς εἰς ἐμβολὴν τηνικαῦτα. καὶ παρὰ τοῖς κωμικοῖς δὲ τὰ προτεινόμενα τοῦ σώματος ὡς εἰς ἐμβολὴν παρεσκευάσθαι λέγεται, καθότι καὶ ὁ Ἀριστοφάνης ἐδήλωσεν εἰπών·

  1. Χωρεῖ ἐπὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν.
  2. αἱ δ’ ἐφεξῆς τῇδε λέξεις ἅπασαι σαφεῖς εἰσι τοῖς προσέχουσι τὸν νοῦν ἄχρι τῆς ὑπογεγραμμένης·

348
Τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τουτέῳ τῷ σχήματι ἐρεῖδον ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς ἓν εἴη τὸ πᾶν.

Ὁ λόγος οὖν αὐτός ἐστι πρὸς τοὺς ὑποδοῦντας ἐκτεταμένην τὴν χεῖρα οὕτως πᾶσαν ὡς ἐπὶ τῶν τοξευόντων ἡ ἀριστερὰ διάκειται. λέγει γὰρ ὅτι πρὸς μὲν ἐκείνην τὴν ἐνέργειαν εἰκότως ἐδέησεν ἐκτεταμένην αὐτὴν ἐν τῷ τὴν νευρὰν ὀπίσω πρὸς τῆς δεξιᾶς ἕλκεσθαι μὲν, τὸ δὲ τόξον ὅλον ἐπὶ τῆς αὐτῆς χώρας ὑπὸ τῆς ἀριστερᾶς κρατούμενον ἀκλινές. ἐὰν γὰρ τῆς νευρᾶς ὑπὸ τῆς δεξιᾶς ἑλκομένης σφοδρῶς ὀπίσω συναπενεχθῇ τὸ σύμπαν τόξον, ἡ τοῦ βέλους εἰς τοὐπίσω φορὰ κωλυθήσεται, δεομένη ἀπὸ στερεωτάτης καὶ μετατεταμένης ἀφιέσθαι τῆς νευρᾶς. ὅσον μὲν οὖν αὐτῆς τῆς ἐσχάτης τάσεως ὑφῇ, τοσοῦτον καὶ τῆς ἀφέσεως ἡ βία μειωθήσεται. προομολογουμένου δὴ τούτου

349
τὴν αἰτίαν Ἱπποκράτης προστίθησιν οὖσαν τοιάνδε. τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τούτῳ τῷ σχήματι ἐρεῖδον ἐπ’ εὐθείας μὲν ἐργάζεται τὸ τοῦ βραχίονος ὀστοῦν καὶ τὸ τοῦ πήχεος, ἀκλινῆ δὲ φυλάττει τὴν ὅλην χεῖρα. τὸ γιγγλυμοειδὲς δὲ βραχίονος ὀνομάζει τὸ κάτω πέρας, ὃ διαρθροῦται πρὸς τὸν πῆχυν, ἐπειδὴ καὶ οἱ γίγγλυμοι τὰ μέν τινα κοῖλα, τὰ δὲ ἐξέχοντα κεκτημένοι τοῖς μὲν κοίλοις ὑποδέχονται τὰς ἐξοχὰς τῶν πλησιαζόντων, τοῖς δὲ ὑπερέχουσιν εἰς τὰς ἐκείνων ἐμβαίνουσι κοιλότητας. ὡσαύτως δὲ καὶ τὸ κάτω τοῦ βραχίονος εἰς κυρτὴν περιφέρειαν τελευτῶν ἐξοχαῖς κυκλοτερέσιν ἑκατέρωθεν ἐχομέναις ὁμοιότατα ταῖς κατὰ τὰς τραχηλίας ὀνομαζομέναις. αὕτη μὲν ταύτῃ τῇ τραχηλώδει περιφερείᾳ στηρίζεται κατὰ τὰς ἐν τῶ πήχει κοιλότητας· ἐπὶ δὲ τοῖς πέρασιν αὐτῆς ἔχων βαθμίδας, τὴν μὲν ἐν τοῖς πρόσω μέρεσι, τὴν δὲ εἰς τοὐπίσω, δέχεται καθ’ ἑτέρας αὐτῶν ἐξοχὰς τοῦ πήχεως ὁμοίας κορώναις.

350

Ὁ γὰρ πῆχυς ἐοικὼς τῷ σ στοιχείῳ τὸ ἄνωθεν αὐτοῦ πέρας ἔχων, καθ’ ὃ τῷ βραχίονι διαρθροῦται, περιλαμβάνει τε τὴν τραχηλοειδῆ περιφέρειαν τοῦ βραχίονος ὀλίγου δεῖν ὅλην. ὅταν οὖν οὕτως ἔχῃ σχήματος ἡ χεὶρ, ὡς ὀρθὴν γωνίαν ἐργάζεσθαι τὸ τοῦ βραχίονος ὀστοῦν πρὸς τὸ τοῦ πήχεως, αὐτός τε πάλιν ὅταν ἡσυχάζοντος ἐκείνου περὶ τὴν κυρτότητα κινῆται, πρόσω μὲν φερόμενος κάμπτει τὴν κατ’ ἀγκῶνα διάρθρωσιν, ὀπίσω δὲ ἐκτείνει, κατὰ μὲν τὴν ἐσχάτην καμπὴν ἡ πρόσω τοῦ πήχεως κορώνη τῇ κατὰ τοῦτο κοιλότητι τοῦ βραχίονος ἐμβαίνει, κατὰ δὲ τὴν ἔκτασιν ἡ ὄπισθεν αὖ πάλιν ἐγκαταβαίνει τῇ κατὰ τοῦτο τεταγμένῃ βαθμίδι μείζων οὖσα μείζονι καὶ διὰ τοῦτ’ ἐπὶ πλεῖστον ἐκτείνειν τε καὶ κάμπτειν ὅλην τὴν χεῖρα δυνάμεθα, μὴ δυνηθέντες οὕτω πράττειν εἰ μηδεμίαν εἶχεν ὁ βραχίων κοιλότητα. τοιαύτην τοιγαροῦν φύσιν ἐχούσης τῆς κατ’ ἀγκῶνα διαρθρώσεως, ἐγγώνιον μὲν λαβούσης σχῆμα τῆς ὅλης χειρὸς, οὕτως δ’ Ἱπποκράτης ὀνομάζει τὴν ἐπ’

351
ὀρθὴν γωνίαν σχέσιν τοῦ βραχίονος, πρὸς τὸν πῆχυν ἡ τραχηλώδης κυρτότης μέση στηρίζεται κατὰ μέσης τῆς σιγμοειδοῦς τοῦ πήχεως κοιλότητος. ἐν δὲ ταῖς ἐκτάσεσι τῆς ὅλης χειρὸς ὀπίσω φερομένου τοῦ πήχεως ἡ κατὰ τοῦτο κορώνη τῆς κινήσεως ἥγηται. ἵσταται δὲ τότε καὶ παύεται πρῶτον, ὅταν ἐξήγηται πρὸς τὴν ἐνταῦθα κοιλότητα τοῦ βραχίονος. συμβαίνει δ’ ἐν τούτῳ τὴν μὲν διάρθρωσιν ἐκτείνεσθαι, τοῦ δὲ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεως ἐρηρεῖσθαι βαθμίδι. καλεῖ γὰρ οὕτως ὁ Ἱπποκράτης οὐ μόνον ταύτην, ἀλλὰ καὶ τὰς ἄλλας ἁπάσας κοιλότητας, αἷς ἐμβαίνουσιν ἐξοχαί τινες ὀστῶν.

Καὶ ἡ ἀνάκλασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. εἰκὸς οὖν οὕτως ἀκαμπτότατόν τε καὶ τετανώτατον εἶναι τὸ χωρίον καὶ μὴ ἡσσᾶσθαι μηδὲ ξυνδιδόναι, ἑλκομένης τῆς νευρῆς ὑπὸ τῆς δεξιῆς χειρός. καὶ οὕτως ἐπὶ πλεῖστον μὲν τὴν νευρὴν ἑλκύσει, ἀφήσει δὲ ἀπὸ στερεωτάτου καὶ ἀθροωτάτου. ἀπὸ τῶν τοιουτέων γὰρ ἀφεσίων
352
τῶν τοξευμάτων ταχεῖαι καὶ αἱ ἰσχύες καὶ τὰ μήκεα γίνεται. ἐπιδέσει δὲ καὶ τοξικῇ οὐδὲν κοινόν.

Τῶν τῆς χειρὸς σχημάτων τὸ μὲν ἐκτεταμένης αὐτῆς ἀποτελούμενον ἐναντίον ἐστὶ τῷ κεκαμμένης γιγνομένῳ τὸ ὑπτίας τῷ πρανοῦς. ταῦτα μὲν οὖν ἔσχατα καὶ οἷον ὑπερβολῶν καὶ τέτταρα σχήματα, δύο δ’ ἄλλα μέσα, τὸ μὲν ἐσχάτης ἐκτάσεώς τε καὶ κάμψεως, ὅπως ἔφην, Ἱπποκράτης ἐγγώνιον ὀνομάζει, τὸ δ’ ὑπτίου τε καὶ πραοῦς, ἐν ᾧ τὸν πῆχυν ὑποτετάσθαι φησὶ τῇ κηκίδι. ὥσπερ οὖν τοῦτο προσαγορεύει δίκαιόν τε καὶ εὐθὺ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ καλούμενον ἐγγώνιον, ἐν ᾧ τὸν βραχίονα πρὸς τὸν πῆχυν ἐπ’ ὀρθὴν ἐργάζεται γωνίαν. ἀλλ’ εἴπερ εὐθὺ τοῦτ’ ἐστὶν, ἀκόλουθον καλεῖν οὐκ εὐθὺ τὸ τῆς χειρὸς ἐκτεταμένης γιγνόμενον. εἰ δ’ οὐκ ἔστι τοιοῦτον σχῆμα, κεκλασμένον ἂν εἴη πρὸς τοὐκτὸς δηλονότι, καθάπερ γε καὶ ἀνακλασθείη πρὸς τοὐπίσω τὸ τοῦ πήχεως ὀστοῦν εἰς τοσοῦτον, ὡς ἤδη γωνίαν ἐργάζεσθαι πρὸς τὸ τοῦ βραχίονος, ὥσπερ ἤδη καὶ 

353
ὦπταί τισι γιγνόμενον, οὓς ἀναγκαῖον ἔχειν ἱκανῶς βαθεῖαν τὴν ὀπίσω κοιλότητα τοῦ βραχίονος, εἰς ἣν ἐγκαταβαίνει τὸ τοῦ πήχεως ἡ κατὰ τοῦτο κορώνη. καὶ εἴπερ ἦν ἡ κοιλότης αὕτη βαθυτάτη πᾶσιν ἡμῖν, ἐγκάμπτομεν ἂν εἰς τοὐπίσω τὴν χεῖρα, καθάπερ ἔφην, ἐν οἷς ἐπὶ βραχὺ τοῦτο συμβαίνει οὐκ ἐχούσης αὐτοῖς τὸ ἀκριβὲς κατὰ φύσιν μέτρον τῆς ὄπισθεν βαθμίδος, ἀλλ’ ἐπὶ πλέον ἐκλελυμένης.

Τοῦτο μὲν γὰρ εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτω ἔμελλε, πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώματος, τοῦτο δ’ εἰ συγκάμψαι ἐκέλευε, οὔτε τὰ ὀστέα οὔτε τὰ νεῦρα οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγγίνοντο, ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν. καὶ τί ὄφελος τοξικοῦ σχήματος; καὶ ταῦτα ἴσως οὐκ ἂν ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸς τὴν χεῖρα παρασχέσθαι.
354

Τὴν ἐκτεταμένην ὁ ἐπιδήσας χεῖρα πάντως μὲν ἂν, φησὶν, ἢ οὕτως ἔχουσαν ἐφύλαττεν ἢ συνεχώρησεν οὕτω κάμψαι. καθ’ ἕτερον δ’ ἔβλαψε τὸν κάμνοντα, φυλαττομένου μὲν τοῦ σχήματος τῷ διηνεκεῖ τῆς ὀδύνης, μεταβληθέντος δὲ τῷ διαφθείρεσθαι τὴν χεῖρα τῆς ἐπιδέσεως, ᾗ σκοπὸς μέν ἐστι φυλάττεσθαι τὴν διάπλασιν ὑπὸ τῶν περιβεβλημένων ὀθονίων ἀθλίπτως κρατουμένην, ἐν δὲ τῷ μεταβάλλειν τὸ σχῆμα τοὐναντίον ἂν ἐγένετο τὴν μὲν ἐπίδεσιν μηκέτι κρατεῖν τοῦ κατάγματος, ἄγεσθαι δ’ αὐτὴν καὶ συμμεταφέρεσθαι μετασχηματιζομένοις τοῖς τε νεύροις καὶ τοῖς μυσὶν, οὓς σάρκας ὠνόμασε διδάσκων ἡμᾶς τὴν οὐσίαν αὐτῶν. αἱ γὰρ αἰσθηταὶ σάρκες αὗται κατ’ ἐπικράτειαν ὠνομασμέναι τῶν ἁπλῶν σαρκῶν οἱ μύες εἰσὶν ἔχοντες ἐν ἑαυτοῖς ἴνας ἐκ τῆς τῶν νεύρων καὶ συνδέσμων σχίσεως. ὁ γάρ τοι μῦς ὅλος ὑπὸ τῆς φύσεως γεννᾶται ταῖς ἴνεσι ταύταις ἐπιπηγνυμένης ἐν κύκλῳ τῆς ἁπλῆς σαρκὸς, καὶ αὕτη τοῦ μυός ἐστιν ἡ ἰδία οὐσία. φλέβας γὰρ καὶ ἀρτηρίας εἰς ἑαυτὸν ὑποδέχεται τοῦ τρέφεσθαί τε καὶ ζῇν ἕνεκεν, ὥσπερ καὶ τἄλλα πάντα μόρια. τὸ δὲ ἴδιον

355
σῶμα τοῦ μυὸς αἱ ἶνές εἰσι τὴν ἁπλῆν περιφυομένην σάρκα ἔχουσαι. πλείστη μὲν οὖν αὕτη περιφύεται κατὰ τὰ μέσα μέρη τῶν μυῶν, ἐλάττων δ’ ἀεὶ καὶ μᾶλλον ἐγγὺς τῆς ἀρχῆς τε καὶ τελευτῆς, διὸ καὶ νευρωδέστεροι μὲν καὶ τὰ τοιαῦτα, σαρκωδέστεροι δὲ ἐν τοῖς μέσοις αὐτῶν εἰσιν οἱ μύες.

Ἄλλος δ’ αὖθις τῶν ἰατρῶν ὑπτίην τὴν χεῖρα δοὺς οὕτω κατατείνειν ἐκέλευε καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νομίζων τὸ κατὰ φύσιν εἶναι, τῷ τε χροῒ σημαινόμενος καὶ τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται τὸ ἐξέχον ὀστέον τὸ παρὰ τὸν καρπὸν, ᾗ ὁ σμικρὸς δάκτυλος κατ’ ἰθυωρίην εἶναι τοῦ ὀστέου, ἀφ’ ὁκοίου τε τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσιν ταῦτα τὰ μαρτύρια ἐπήγετο, ὅτι κατὰ φύσιν οὕτως ἔχει καὶ ἐδόκεεν εὖ λέγειν. ἀλλὰ τοῦτο μὲν ἐὰν ὑπτία ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς πονοίη ἄν. γνοίη δ’ ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατείνας,
356
ὡς ἐπώδυνον τὸ σχῆμα, ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσσονα διαλαβὼν οὕτως ἐν τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶται ὁ ἀγκὼν ὕπτιος, ἄγοι ἂν ὅπη ἐθέλοι. οὔτε γὰρ εἰ ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξίφει· οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστι, τοῦτο δὲ εἰ ἐπιδήσας τις ἐν τούτῳ τῷ σχήματι ἐών· μέζων μὲν πόνος εἰ περιίοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. τοῦτο δὲ εἰ συγκάμψαι τὴν χεῖρα, ἀνάγκη συνάγειν τοὺς μύας καὶ τὰ ὀστέα ἄλλο σχῆμα ἔχειν. ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ σχήματι χωρὶς τῆς ἄλλης λύμης. τὸ γὰρ ὀστέον τὸ παρὰ τὸν καρπὸν ἐξέχον τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τοῦτο μὲν τοῦ πήχεώς ἐστι, τὸ δ’ ἐν τῇ συγκάμψει ἐὸν ἀπὸ ταὐτὸν τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὲ τοῦ βραχίονος ἡ κεφαλή ἐστιν.

Ἐάν τις ὑπτίαν σχηματίσῃ τὴν χεῖρα, δόξει τὴν ἔνδον κεφαλὴν τοῦ βραχίονος, ἣν καὶ κόνδυλον ὀνομάζουσι, τὸ ἄνω πέρας εἶναι τοῦ πήχεος, ἐπειδὴ κατ’ εὐθύ

357
πως εἶναι φαίνεται τῷ κάτω πέρατι τῷ κατὰ τὸν καρπὸν ἐξέχοντι, κατὰ τὸν μικρὸν δάκτυλον, οὐ μὴν ἅπαντές γε τὸν πῆχυν ἀπὸ τοῦ κατὰ τὸν βραχίονα κονδύλου μετροῦσιν, ἀλλ’ εἰσὶ γάρ τινες οἱ προσηκόντως ἀπὸ τοῦ ὀλεκράνου, ὅπερ καὶ ἀγκῶνα καλοῦσιν, ἄρχονται τῆς μετρήσεως. ὁ δ’ Ἱπποκράτης εἰπὼν ἀπὸ τουτέου οἱ ἄνθρωποι τὸν πῆχυν μετρέουσιν ἐμφαίνειν ἔοικεν ἤτοι πάντας ἢ τοὺς πλείους ἐντεῦθεν μετρεῖν· ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ἔχῃ ἐκεῖ περιττὸν ζητεῖν. ἐκείνου δὲ μεμνῆσθαι προσήκει τοῦ τὸ κάτω πέρας τοῦ πήχεως τὸ πρὸς τῷ καρπῷ κατ’ εὐθὺ γίγνεσθαι τῷ ἄνω πέρατι κατὰ φύσιν σχηματισάντων τὴν χεῖρα, τὸ μὲν κοῖλον αὐτῆς ἐκ τῶν ἔνδον μερῶν ποιησάντων, τὸ κυρτὸν δὲ ἐκ τῶν ἔξωθεν. συνυπάρχει δ’ ἐν τούτῳ τῷ σχήματι καὶ τὸ τὸν μικρὸν δάκτυλον ὑποκεῖσθαι κάτωθεν, ἄνωθεν δὲ ἐπικεῖσθαι τὸν μέγαν.

Ὁ δὲ ᾤετο τὠυτὸ ὀστέον εἶναι τοῦτό τε κἀκεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι.
358

Οὐχ οὕτως εἴρηκε τὸ αὐτὸ εἶναι τοῦτό τε κἀκεῖνο, ὡς αὐτόν τινα λέγομεν ἑαυτῷ τὸν αὐτὸν ὑπάρχειν, οἷον τὸν Τελαμώνιον Αἴαντα τῷ Αἰακίδῃ, ἀλλ’ ὅτι τοῦ αὐτοῦ ὀστέου πέρας ἑκάτερον ὑπολαμβάνει εἶναι, τουτέστι τοῦ πήχεος.

Ἐστὶ δὲ ἐκείνῳ τῷ ὀστέῳ τὠυτὸ ὁ ἀγκὼν καλεόμενος, ὃν ποτὶ στηριζόμεθα.

Ὡς ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην αὐτὸν εἰρηκέναι τὸ αὐτὸ καὶ νῦν οὕτως ἀκούειν σε προσῆκεν, ὅτι τοῦ αὐτοῦ ὀστέου μόρια τότε πρὸς τῷ καρπῷ καὶ τὴν ἔνδον ἐξοχὴν τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἐνόμιζον εἶναι.

Οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα τοῦτο μὲν τὸ ὀστέον διεστραμμένον φαίνεται, τοῦτο δὲ τὰ νεῦρα ἀπὸ τοῦ καρποῦ
359
τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται. τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. αὗται τοσαῦται καὶ τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός. εἰ δ’, ὡς ἐγὼ κελεύω, χεῖρα καταγυῖαν κατατείνοι τις, ἐπιτρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος τὰ ἄκρα τείνοντα. ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ σχήματι ἔσται, ἐν ᾧπερ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος.

Ὅταν ὀστοῦ τινος ἢ μυὸς ἢ νεύρου τὴν μὲν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν εἶναι τοῦ κώλου συμβαίνει, τὴν τελευτὴν δὲ ἤτοι γε ἐκτὸς ἢ ἐκ τῶν κάτω μερῶν, διέστραπται δηλονότι τὸ μόριον τοῦτο. καλῶς οὖν ἔφη διέστραπται πάντα ταῦτα, τῆς ὅλης χειρὸς ὑπτίας σχηματισθείσης. αὐτίκα

360
γέ τοι τὰ νεῦρα τὰ ἐπὶ τὴν ἐντὸς χώραν ἀφικνούμενα τῆς ἄκρας χειρὸς ἐμβάλλει τῷ πήχει περὶ τὴν ὅλην κεφαλὴν τοῦ βραχίονος. ἐὰν οὖν ὑπτίαν ἐργαζώμεθα τὴν χεῖρα, συμβήσεται τὴν μὲν ἀρχὴν τῶν νεύρων τῶν κατὰ τὸν πῆχυν ἐκ τῶν ἔνδον εἶναι μερῶν, τὴν τελευτὴν δὲ ἐκ τῶν ἄνω μερῶν. ὡσαύτως δὲ καὶ τῶν μυῶν καὶ αὐτοῦ τοῦ κατὰ τὸν πῆχυν ὀστοῦ. πάντων γὰρ τούτων ἐκ τῶν ἔνδον μερῶν εἰσιν αἱ ἀρχαὶ καὶ κατὰ τὸν κόνδυλον τοῦ βραχίονος, ἱκανοὶ δ’ ἦσαν καὶ οἱ μύες μόνοι διαστραφέντες ἱκανὴν ὀδύνην ἐργάσασθαι, διὰ τοῦτο δὲ καὶ φλεγμονήν. εἰ δ’ ὡς Ἱπποκράτης ἀξιοῖ τὴν χεῖρά τις σχηματίσειεν, οἱ ἐκ τῶν ἔνδον μερῶν τοῦ πήχεος ἀρχόμενοι μύες ὅλοι κείσονται κατὰ τὰ ἔνδον, οἵ τ’ ἐκ τῶν ἐκτὸς ἐνταῦθα καὶ οὗτοι τετάξονται, καθάπερ γε καὶ οἱ ἄνωθεν ἐν τούτῳ τῷ μέρει φυλαχθήσονται δι’ ὅλου τοῦ κώλου. ἐν δὲ τοῖς ὑποκάτω τοῦ πήχεος οὐδ’ ἔστιν ὅλως μῦς. εἰ δέ σοι μέλει τῶν περὶ τὸν πῆχυν ἁπάντων μυῶν ἐπίστασθαι τὴν θέσιν, ἐκ τοῦ πρώτου τῶν ἀνατομικῶν ἐγχειρήσεων μαθήσῃ. ἔχεις δ’
361
αὐτοὺς κἀν τῇ τῶν μυῶν ἀνατομῇ γεγραμμένους, ἐν ᾦ βιβλίῳ συντομώτερον ἢ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἁπάντων τῶν ἐν τῷ σώματι μυῶν φύσις ἑρμηνεύεται.

Καθίκνυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέχον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει εἰς ἱκανῶς ἐξίθυνται. τοῦ γε μὴν ἐμπείρου οὐδ’ ἂν τὴν χεῖρα λάθοι ἐπαγομένην τὸ ἐξέχον ψαυόμενον.

Εἴτε κατακλίνειν εἴτε καθίζειν ἐκ τοῦ καθίκνυσθαι δηλοῦται, προσυπακούειν αὐτῷ χρὴ τὸ ἕτερον αὐτῶν. εἴτε γὰρ τὴν ῥώμην ἀποβλέπων τοῦ κάμνοντος καὶ τὸ μέγεθος τοῦ κατάγματος, ἐνίοτε μὲν καθήμενον, ἐνίοτε δὲ κατακείμενον ἐπιδήσεις τὸν ἄνθρωπον. ὁπότερον δ’ ἂν ἔχῃ σχῆμα

362
πρὸς τὴν λαμπρότητα τῶν παρεουσῶν αὐγῶν, βλέπειν χρὴ τὸ πεπονθὸς μέρος, ὅπως εὐκατάσκεπτον εἴη.

Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον εἴη, καίπερ παχύτερον ἐὸν, ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ’ ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ. παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. τὸ δὲ κάτω ὀστέον ἄσαρκον καὶ οὐκ εὐξυγκρυπτὸν καὶ κατατάσιος ἰσχυροτέρης δεῖται.

Ὅτι δύο εἰσὶν ὀστᾶ τοῦ πήχεος ἐδήλωσεν εἰπὼν ὦν μὴ ἀμφότερα· οὔτε γὰρ ἐφ’ ἑνὸς οὔτε ἐπὶ τριῶν ἢ καὶ πλειόνων εἰώθασι λέγειν οἱ Ἕλληνες τὴν ἀμφότερα φωνήν. τῶν δὲ δύο τούτων ὀστῶν τὸ μὲν ὑποτεταγμένον ἰδίως ὀνομάζεται πῆχυς, ὃ δὴ καὶ μακρότερόν ἐστι, τὸ δὲ ἐπικείμενον 

363
κερκίς. σαφὴς δ’ οὐχ οὗτος μόνος ὁ λόγος, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες, ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν ἐν τούτῳ τῷ βιβλίῳ καὶ μόνα δεῖσθαι σαφηνείας λέγω ἃ νῦν ἐξηγοῦμαι, ὥστ’ παρὰ ταῦτά σοι δόξειεν ἀσαφὲς εἶναι, σκέψαι δὴ μὴ τὸ ἀντίγραφον ἥμαρται. κατωρθωμένου δὲ αὐτοῦ καὶ ἅπαξ ἀναγνούς τι μὴ νοήσῃς, ἀλλὰ δεύτερόν γε καὶ τρίτον ἐπαναλαμβάνων αὐτὸ πάντως μαθήσῃ τὸ λεγόμενον.

Ἢν δὲ τοῦτο μὴ ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέῃ· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται. παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει. οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ.

Τὴν ἁπλουστέραν καὶ ἄνευ μεγάλης πραγματείας φαυλοτέραν εἶπεν. οὐ γὰρ μόνον τὸ μοχθηρὸν ἐκ τοῦ φαύλου δηλοῦται παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ ἁπλοῦν.