In Hippocratis De fracturis

Galen

Galen, In Hippocratis De fracturis

Τοῦτο μὲν γὰρ εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτω ἔμελλε, πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώματος, τοῦτο δ’ εἰ συγκάμψαι ἐκέλευε, οὔτε τὰ ὀστέα οὔτε τὰ νεῦρα οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγγίνοντο, ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν. καὶ τί ὄφελος τοξικοῦ σχήματος; καὶ ταῦτα ἴσως οὐκ ἂν ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸς τὴν χεῖρα παρασχέσθαι.
354

Τὴν ἐκτεταμένην ὁ ἐπιδήσας χεῖρα πάντως μὲν ἂν, φησὶν, ἢ οὕτως ἔχουσαν ἐφύλαττεν ἢ συνεχώρησεν οὕτω κάμψαι. καθ’ ἕτερον δ’ ἔβλαψε τὸν κάμνοντα, φυλαττομένου μὲν τοῦ σχήματος τῷ διηνεκεῖ τῆς ὀδύνης, μεταβληθέντος δὲ τῷ διαφθείρεσθαι τὴν χεῖρα τῆς ἐπιδέσεως, ᾗ σκοπὸς μέν ἐστι φυλάττεσθαι τὴν διάπλασιν ὑπὸ τῶν περιβεβλημένων ὀθονίων ἀθλίπτως κρατουμένην, ἐν δὲ τῷ μεταβάλλειν τὸ σχῆμα τοὐναντίον ἂν ἐγένετο τὴν μὲν ἐπίδεσιν μηκέτι κρατεῖν τοῦ κατάγματος, ἄγεσθαι δ’ αὐτὴν καὶ συμμεταφέρεσθαι μετασχηματιζομένοις τοῖς τε νεύροις καὶ τοῖς μυσὶν, οὓς σάρκας ὠνόμασε διδάσκων ἡμᾶς τὴν οὐσίαν αὐτῶν. αἱ γὰρ αἰσθηταὶ σάρκες αὗται κατ’ ἐπικράτειαν ὠνομασμέναι τῶν ἁπλῶν σαρκῶν οἱ μύες εἰσὶν ἔχοντες ἐν ἑαυτοῖς ἴνας ἐκ τῆς τῶν νεύρων καὶ συνδέσμων σχίσεως. ὁ γάρ τοι μῦς ὅλος ὑπὸ τῆς φύσεως γεννᾶται ταῖς ἴνεσι ταύταις ἐπιπηγνυμένης ἐν κύκλῳ τῆς ἁπλῆς σαρκὸς, καὶ αὕτη τοῦ μυός ἐστιν ἡ ἰδία οὐσία. φλέβας γὰρ καὶ ἀρτηρίας εἰς ἑαυτὸν ὑποδέχεται τοῦ τρέφεσθαί τε καὶ ζῇν ἕνεκεν, ὥσπερ καὶ τἄλλα πάντα μόρια. τὸ δὲ ἴδιον

355
σῶμα τοῦ μυὸς αἱ ἶνές εἰσι τὴν ἁπλῆν περιφυομένην σάρκα ἔχουσαι. πλείστη μὲν οὖν αὕτη περιφύεται κατὰ τὰ μέσα μέρη τῶν μυῶν, ἐλάττων δ’ ἀεὶ καὶ μᾶλλον ἐγγὺς τῆς ἀρχῆς τε καὶ τελευτῆς, διὸ καὶ νευρωδέστεροι μὲν καὶ τὰ τοιαῦτα, σαρκωδέστεροι δὲ ἐν τοῖς μέσοις αὐτῶν εἰσιν οἱ μύες.

Ἄλλος δ’ αὖθις τῶν ἰατρῶν ὑπτίην τὴν χεῖρα δοὺς οὕτω κατατείνειν ἐκέλευε καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νομίζων τὸ κατὰ φύσιν εἶναι, τῷ τε χροῒ σημαινόμενος καὶ τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται τὸ ἐξέχον ὀστέον τὸ παρὰ τὸν καρπὸν, ᾗ ὁ σμικρὸς δάκτυλος κατ’ ἰθυωρίην εἶναι τοῦ ὀστέου, ἀφ’ ὁκοίου τε τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσιν ταῦτα τὰ μαρτύρια ἐπήγετο, ὅτι κατὰ φύσιν οὕτως ἔχει καὶ ἐδόκεεν εὖ λέγειν. ἀλλὰ τοῦτο μὲν ἐὰν ὑπτία ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς πονοίη ἄν. γνοίη δ’ ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατείνας,
356
ὡς ἐπώδυνον τὸ σχῆμα, ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσσονα διαλαβὼν οὕτως ἐν τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶται ὁ ἀγκὼν ὕπτιος, ἄγοι ἂν ὅπη ἐθέλοι. οὔτε γὰρ εἰ ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξίφει· οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστι, τοῦτο δὲ εἰ ἐπιδήσας τις ἐν τούτῳ τῷ σχήματι ἐών· μέζων μὲν πόνος εἰ περιίοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. τοῦτο δὲ εἰ συγκάμψαι τὴν χεῖρα, ἀνάγκη συνάγειν τοὺς μύας καὶ τὰ ὀστέα ἄλλο σχῆμα ἔχειν. ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ σχήματι χωρὶς τῆς ἄλλης λύμης. τὸ γὰρ ὀστέον τὸ παρὰ τὸν καρπὸν ἐξέχον τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τοῦτο μὲν τοῦ πήχεώς ἐστι, τὸ δ’ ἐν τῇ συγκάμψει ἐὸν ἀπὸ ταὐτὸν τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὲ τοῦ βραχίονος ἡ κεφαλή ἐστιν.

Ἐάν τις ὑπτίαν σχηματίσῃ τὴν χεῖρα, δόξει τὴν ἔνδον κεφαλὴν τοῦ βραχίονος, ἣν καὶ κόνδυλον ὀνομάζουσι, τὸ ἄνω πέρας εἶναι τοῦ πήχεος, ἐπειδὴ κατ’ εὐθύ

357
πως εἶναι φαίνεται τῷ κάτω πέρατι τῷ κατὰ τὸν καρπὸν ἐξέχοντι, κατὰ τὸν μικρὸν δάκτυλον, οὐ μὴν ἅπαντές γε τὸν πῆχυν ἀπὸ τοῦ κατὰ τὸν βραχίονα κονδύλου μετροῦσιν, ἀλλ’ εἰσὶ γάρ τινες οἱ προσηκόντως ἀπὸ τοῦ ὀλεκράνου, ὅπερ καὶ ἀγκῶνα καλοῦσιν, ἄρχονται τῆς μετρήσεως. ὁ δ’ Ἱπποκράτης εἰπὼν ἀπὸ τουτέου οἱ ἄνθρωποι τὸν πῆχυν μετρέουσιν ἐμφαίνειν ἔοικεν ἤτοι πάντας ἢ τοὺς πλείους ἐντεῦθεν μετρεῖν· ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ἔχῃ ἐκεῖ περιττὸν ζητεῖν. ἐκείνου δὲ μεμνῆσθαι προσήκει τοῦ τὸ κάτω πέρας τοῦ πήχεως τὸ πρὸς τῷ καρπῷ κατ’ εὐθὺ γίγνεσθαι τῷ ἄνω πέρατι κατὰ φύσιν σχηματισάντων τὴν χεῖρα, τὸ μὲν κοῖλον αὐτῆς ἐκ τῶν ἔνδον μερῶν ποιησάντων, τὸ κυρτὸν δὲ ἐκ τῶν ἔξωθεν. συνυπάρχει δ’ ἐν τούτῳ τῷ σχήματι καὶ τὸ τὸν μικρὸν δάκτυλον ὑποκεῖσθαι κάτωθεν, ἄνωθεν δὲ ἐπικεῖσθαι τὸν μέγαν.

Ὁ δὲ ᾤετο τὠυτὸ ὀστέον εἶναι τοῦτό τε κἀκεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι.
358

Οὐχ οὕτως εἴρηκε τὸ αὐτὸ εἶναι τοῦτό τε κἀκεῖνο, ὡς αὐτόν τινα λέγομεν ἑαυτῷ τὸν αὐτὸν ὑπάρχειν, οἷον τὸν Τελαμώνιον Αἴαντα τῷ Αἰακίδῃ, ἀλλ’ ὅτι τοῦ αὐτοῦ ὀστέου πέρας ἑκάτερον ὑπολαμβάνει εἶναι, τουτέστι τοῦ πήχεος.

Ἐστὶ δὲ ἐκείνῳ τῷ ὀστέῳ τὠυτὸ ὁ ἀγκὼν καλεόμενος, ὃν ποτὶ στηριζόμεθα.

Ὡς ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην αὐτὸν εἰρηκέναι τὸ αὐτὸ καὶ νῦν οὕτως ἀκούειν σε προσῆκεν, ὅτι τοῦ αὐτοῦ ὀστέου μόρια τότε πρὸς τῷ καρπῷ καὶ τὴν ἔνδον ἐξοχὴν τῆς κατ’ ἀγκῶνα διαρθρώσεως ἐνόμιζον εἶναι.

Οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα τοῦτο μὲν τὸ ὀστέον διεστραμμένον φαίνεται, τοῦτο δὲ τὰ νεῦρα ἀπὸ τοῦ καρποῦ
359
τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται. τείνει τε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. αὗται τοσαῦται καὶ τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός. εἰ δ’, ὡς ἐγὼ κελεύω, χεῖρα καταγυῖαν κατατείνοι τις, ἐπιτρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος τὰ ἄκρα τείνοντα. ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ σχήματι ἔσται, ἐν ᾧπερ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος.

Ὅταν ὀστοῦ τινος ἢ μυὸς ἢ νεύρου τὴν μὲν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν εἶναι τοῦ κώλου συμβαίνει, τὴν τελευτὴν δὲ ἤτοι γε ἐκτὸς ἢ ἐκ τῶν κάτω μερῶν, διέστραπται δηλονότι τὸ μόριον τοῦτο. καλῶς οὖν ἔφη διέστραπται πάντα ταῦτα, τῆς ὅλης χειρὸς ὑπτίας σχηματισθείσης. αὐτίκα

360
γέ τοι τὰ νεῦρα τὰ ἐπὶ τὴν ἐντὸς χώραν ἀφικνούμενα τῆς ἄκρας χειρὸς ἐμβάλλει τῷ πήχει περὶ τὴν ὅλην κεφαλὴν τοῦ βραχίονος. ἐὰν οὖν ὑπτίαν ἐργαζώμεθα τὴν χεῖρα, συμβήσεται τὴν μὲν ἀρχὴν τῶν νεύρων τῶν κατὰ τὸν πῆχυν ἐκ τῶν ἔνδον εἶναι μερῶν, τὴν τελευτὴν δὲ ἐκ τῶν ἄνω μερῶν. ὡσαύτως δὲ καὶ τῶν μυῶν καὶ αὐτοῦ τοῦ κατὰ τὸν πῆχυν ὀστοῦ. πάντων γὰρ τούτων ἐκ τῶν ἔνδον μερῶν εἰσιν αἱ ἀρχαὶ καὶ κατὰ τὸν κόνδυλον τοῦ βραχίονος, ἱκανοὶ δ’ ἦσαν καὶ οἱ μύες μόνοι διαστραφέντες ἱκανὴν ὀδύνην ἐργάσασθαι, διὰ τοῦτο δὲ καὶ φλεγμονήν. εἰ δ’ ὡς Ἱπποκράτης ἀξιοῖ τὴν χεῖρά τις σχηματίσειεν, οἱ ἐκ τῶν ἔνδον μερῶν τοῦ πήχεος ἀρχόμενοι μύες ὅλοι κείσονται κατὰ τὰ ἔνδον, οἵ τ’ ἐκ τῶν ἐκτὸς ἐνταῦθα καὶ οὗτοι τετάξονται, καθάπερ γε καὶ οἱ ἄνωθεν ἐν τούτῳ τῷ μέρει φυλαχθήσονται δι’ ὅλου τοῦ κώλου. ἐν δὲ τοῖς ὑποκάτω τοῦ πήχεος οὐδ’ ἔστιν ὅλως μῦς. εἰ δέ σοι μέλει τῶν περὶ τὸν πῆχυν ἁπάντων μυῶν ἐπίστασθαι τὴν θέσιν, ἐκ τοῦ πρώτου τῶν ἀνατομικῶν ἐγχειρήσεων μαθήσῃ. ἔχεις δ’
361
αὐτοὺς κἀν τῇ τῶν μυῶν ἀνατομῇ γεγραμμένους, ἐν ᾦ βιβλίῳ συντομώτερον ἢ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἁπάντων τῶν ἐν τῷ σώματι μυῶν φύσις ἑρμηνεύεται.

Καθίκνυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέχον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει εἰς ἱκανῶς ἐξίθυνται. τοῦ γε μὴν ἐμπείρου οὐδ’ ἂν τὴν χεῖρα λάθοι ἐπαγομένην τὸ ἐξέχον ψαυόμενον.

Εἴτε κατακλίνειν εἴτε καθίζειν ἐκ τοῦ καθίκνυσθαι δηλοῦται, προσυπακούειν αὐτῷ χρὴ τὸ ἕτερον αὐτῶν. εἴτε γὰρ τὴν ῥώμην ἀποβλέπων τοῦ κάμνοντος καὶ τὸ μέγεθος τοῦ κατάγματος, ἐνίοτε μὲν καθήμενον, ἐνίοτε δὲ κατακείμενον ἐπιδήσεις τὸν ἄνθρωπον. ὁπότερον δ’ ἂν ἔχῃ σχῆμα

362
πρὸς τὴν λαμπρότητα τῶν παρεουσῶν αὐγῶν, βλέπειν χρὴ τὸ πεπονθὸς μέρος, ὅπως εὐκατάσκεπτον εἴη.

Τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον εἴη, καίπερ παχύτερον ἐὸν, ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ’ ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ. παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. τὸ δὲ κάτω ὀστέον ἄσαρκον καὶ οὐκ εὐξυγκρυπτὸν καὶ κατατάσιος ἰσχυροτέρης δεῖται.

Ὅτι δύο εἰσὶν ὀστᾶ τοῦ πήχεος ἐδήλωσεν εἰπὼν ὦν μὴ ἀμφότερα· οὔτε γὰρ ἐφ’ ἑνὸς οὔτε ἐπὶ τριῶν ἢ καὶ πλειόνων εἰώθασι λέγειν οἱ Ἕλληνες τὴν ἀμφότερα φωνήν. τῶν δὲ δύο τούτων ὀστῶν τὸ μὲν ὑποτεταγμένον ἰδίως ὀνομάζεται πῆχυς, ὃ δὴ καὶ μακρότερόν ἐστι, τὸ δὲ ἐπικείμενον 

363
κερκίς. σαφὴς δ’ οὐχ οὗτος μόνος ὁ λόγος, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες, ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν ἐν τούτῳ τῷ βιβλίῳ καὶ μόνα δεῖσθαι σαφηνείας λέγω ἃ νῦν ἐξηγοῦμαι, ὥστ’ παρὰ ταῦτά σοι δόξειεν ἀσαφὲς εἶναι, σκέψαι δὴ μὴ τὸ ἀντίγραφον ἥμαρται. κατωρθωμένου δὲ αὐτοῦ καὶ ἅπαξ ἀναγνούς τι μὴ νοήσῃς, ἀλλὰ δεύτερόν γε καὶ τρίτον ἐπαναλαμβάνων αὐτὸ πάντως μαθήσῃ τὸ λεγόμενον.

Ἢν δὲ τοῦτο μὴ ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέῃ· ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται. παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει. οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ.

Τὴν ἁπλουστέραν καὶ ἄνευ μεγάλης πραγματείας φαυλοτέραν εἶπεν. οὐ γὰρ μόνον τὸ μοχθηρὸν ἐκ τοῦ φαύλου δηλοῦται παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ ἁπλοῦν.

364
Χρὴ δ’, ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα διορθοῦν.

Τὰ ἐξέχοντα τῶν χειρῶν ὀνομάζουσι θέναρα παρὰ τὸ θείνειν, ὡς ἔνιοι βούλονται τῶν χαιρόντων ἐτυμολογίαις. τούτοις γὰρ τοῖς ἐξέχουσι παίομεν ὅσαπερ ἂν παίωμεν. ἔνιοι δὲ οὐ πάντα τὰ ἐξέχοντα τῆς χειρὸς καλεῖσθαί φασιν, ἀλλὰ μόνα τὰ ὑπὸ τοῖς μεγάλοις δακτύλοις.

Ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν.

Δύο χρεῖαι τῆς ἐπιδέσεώς εἰσιν· ἡ μὲν ἑτέρα τὰ καλῶς ὑφ’ ἡμῶν ἀλλήλοις παρατεθέντα μέρη τοῦ καταγέντος ὀστοῦ κρατεῖν ἀσφαλῶς, ἡ δ’ ἑτέρα δεξάμενα τὰ ὀθόνια

365
τὸν χυμὸν ἢ τὸ φάρμακον, ὅπερ ἀναφλεγμαντότατον εἶναι δοκιμάσωμεν, ἐπικείμενον αὐτὸ φυλάττειν ἀεὶ τοῖς πεπονθόσι μέρεσιν. ἔνιοι μὲν γοῦν τοῖς ἐμπλαστοῖς χρῶνται φαρμάκοις, ἐμπλάττοντες ὀθονίοις αὐτὰ καὶ μετὰ τὴν ἐπίθεσιν ἔξωθεν ἐπιδοῦντες, ἔνιοι δὲ χυμῷ τινι τῶν ἐπιτηδείων εἰς τοῦτο, καθάπερ οἴνῳ τε μόνῳ καὶ σὺν ἐλαίῳ καὶ πολλάκις τινὶ τῶν ὑγρῶν φαρμάκων, οἵα πέρ ἐστιν ἡ τοιαύτη κηρωτὴ διττῶς σκευαζομένη, ποτὲ μὲν ἤτοι γ’ ἐν ῥοδίνῳ τηκομένου τοῦ κηρωτοῦ ἢ ἐν ἐλαίῳ, ποτὲ δὲ πίττης τι προσλαμβάνουσα ξηρᾶς, ἣν δὴ καὶ πισσηρὰν ὀνομάζουσι κηρωτήν. τὰ δ’ ὑγρὰ φάρμακα καὶ σύστασιν ἔχει καὶ πάχος, οἷόν περ καὶ ἡ ὑγρὰ κηρωτή. γίγνεται δὲ τηκομένων ἐν ἐλαίῳ τῶν ἀφλεγμάντων ἐμπλάστρων, ὑπὲρ ὧν εἴρηται μέν τι καὶ ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἐπὶ πλέον δ’ ἔν τε τῇ θεραπευτικῆς μεθόδου πραγματείᾳ καὶ τῇ περὶ συνθέσεως φαρμάκων δυνάμεως. ὁ δ’ οὖν Ἱπποκράτης ὑγρᾷ μὲν κηρωτῇ κέχρηται. πολὺ μὲν γὰρ ἀφλεγμαντότερα τῆς
366
σκληρᾶς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. τοῦ δὲ ποσοῦ καὶ τὴν χρῆσιν αὐτῆς ἐδήλωσε τὸν σκοπὸν εἰπὼν μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα. τὸν δ’ ἀντικείμενον ὅρον οὐκ ἐδήλωσεν ὡς ἡμῶν νοούντων. ἔστι δ’ αὐτὸς, ὡς οὐδ’ οὕτως ὀλίγῃ κηρωτῇ χρῆσθαι προσῆκεν, ὡς φθάσαι ξηρανθῆναι τὰ τῶν ἐπιδέσμων ὀθόνια, πρὶν ἐπιλύεσθαι διὰ τρίτης. ἄξιον δ’ ἐπισκέψεώς ἐστι διὰ τί κηρωτῇ κελεύει νῦν χρῆσθαι. καίτοι γε ἐν οἷς ἐξέσχεν ὀστοῦν τοῦ δέρματος οἴνῳ χρώμενος αὐστηρῷ μέλανι. δοκεῖ δέ μοι φρονεῖν μὲν ὥσπερ γενναιοτέρου βοηθήματος εἰς τὰ τοιαῦτα τοῦ οἴνου, παραλείπειν δ’ αὐτὸν ἐπὶ τῶν ἄλλων καταγμάτων, ἐν οἷς οὐκ ἐγυμνώθη τι τῶν συντριβέντων ὀστῶν διὰ τὸ πολλῆς ἐπιμελείας δεῖσθαι τὴν χρῆσιν. εἰ μὴ γὰρ συνεχῶς ἐπιβρέχοιτο, μεγίστη γίνεται βλάβη ξηραινομένων τῶν ὀθονίων. ἐπιβρέχειν δὲ συνεχῶς καὶ μάλιστα νύκτωρ οὐκ ἐθέλουσιν οἱ πλεῖστοι τῶν ὑπηρετουμένων τοῖς κάμνουσιν. ἀλλ’ ἐπεί περ εἰς τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι εἰς ἀκριβείην κράτισται, διὰ τοῦτ’ ἐφ’
367
ὧν ἐξέσχεν ὀστοῦν οἴνῳ χρῆσθαι κελεύει, ἔνθα δὲ χρῆται τῷ οἴνῳ, περὶ τῆς δυνάμεως αὐτοῦ τὰ πλείω. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐπειδὴ τὰ ἄλλα κατάγματα καὶ χωρὶς οἴνου δύναται θεραπεύεσθαι, μόνῃ τῇ κηρωτῇ χρωμένων ἡμῶν, οὐκ ἀναγκαῖόν ἐστιν ἐπ’ αὐτῶν προσφέροντας ἁμαρτεῖν ὁπότε μέγα διὰ τὴν τῶν ὑπηρετουμένων ἀμέλειαν. ἔνθα δὲ μέγας ὁ κίνδυνος, ἐνταῦθα καὶ αὐτοὶ μὲν ἑκόντες οἱ ὑπηρέται ταλαιπωρεῖσθαι προαιροῦνται καὶ ἡμῖν δὲ παρακαλοῦσι πείθονται. καὶ μέντοι καὶ συνεχέστερον ἐπιφαινόμεθα τοῖς τοιούτοις διὰ τὸ τοῦ κινδύνου μέγεθος ἐνίοτε καὶ παραμένοντες ὅλης νυκτὸς, ὅταν μὴ σφόδρα θαῤῥῶμεν τοῖς ὑπηρέταις τὰ κελευόμενα πρᾶξαι πάντα καλῶς.

Ὅπως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ καὶ ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλὰ ἀπολαμβάνηται.
368

Ὅτι μὲν οὖν οὕτως σχηματίζεσθαι προσήκει τὸν πῆχυν ὡς ὑποτετάσθαι μὲν τῇ κερκίδι, γωνίαν δὲ ὀρθὴν ἐργάζεσθαι πρὸς μὲν τὸ τοῦ βραχίονος ὀστοῦν ἔμπροσθεν εἴρηται. δυναμένου δὲ τούτου γίγνεσθαι καὶ κατωτέρω τῆς ἄκρας χειρὸς, ὡς πρὸς τὸν ἀγκῶνα, καὶ ἀνωτέρω, εἰκότως ἐπιδιωρίσατο καὶ περὶ τοῦδε, κελεύσας ἀνωτέρω βραχὺ τὴν ἄκραν τοῦ ἀγκῶνος χεῖρα ἔχειν. ἴσμεν γὰρ τὰ κατάῤῥοπα σχήματα ῥευμάτων αἴτια γιγνόμενα τοῖς πέρασι τῶν κώλων καὶ διὰ τοῦθ’ ὡς οἱ δι’ ὅλης τῆς ἡμέρας περιπατήσαντες, οἱ δ’ ἀλεώτερά πως ἔχοντες τὰ σκέλη πρὸ παντὸς ποιοῦνται, νύκτωρ αὐτὰ σχηματίζειν ὑψηλότερα τοῦ ὅλου σώματος. οὕτως οὖν κἀπὶ τῆς ὅλης χειρὸς ὁ Ἱπποκράτης κελεύει φυλάττεσθαι μὲν τὸ κατάῤῥοπον σχῆμα, μεταδιώκειν δὲ τὸ ἀνάῤῥοπον. κἂν ἐπὶ πλέον δ’ αὐτὴν ὑψηλοτέραν ἐκέλευσε τοῦ ἀγκῶνος ἴσχειν, εἰ μὴ καὶ τοῦτο τὸ σχῆμα τοῖς ἐν αὐτῷ χρονίζουσιν ὀδύνην παρεῖχεν, ὅλῃ τε τῇ χειρὶ καὶ μάλιστα τοῖς προσθίοις τοῦ βραχίονος μυσίν. ὅτι μὲν οὖν ὀδυνῶδές ἐστιν ἡ πεῖρά σε διδάξει. τὴν δ’ αἰτίαν τῆς ὀδύνης

369
ἡ φύσις τῶν κινούντων μυῶν τὴν κατ’ ἀγκῶνα διάρθρωσιν ἐπιδείξεται. εἰσὶ γὰρ οἱ κατὰ τὸ πρόσω τε κἀκ τῶν ἔνδον μερῶν τοῦ βραχίονος, οὓς ὅταν κάμπτωμεν τὸν πῆχυν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνασπῶντες καὶ τείνοντες ἄνω συνανασπῶμεν καὶ συνανατείνομεν ἑαυτοῖς ὅλον τὸν πῆχυν, εἰς ὅσον ἐμπεφύκασι τοῖς κάτω μέρεσιν ἑαυτῶν, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιῤῥέῃ, ἀλλ’ ἀπολαμβάνηται ἐς ἄκρην. τοῦτο ἀναφέρειν ἐχρῆν πρὸς τὸ μὴ κατωτέρω τοῦ ἀγκῶνος ἄκραν τὴν χεῖρα ἔχειν. διὰ μέσου δὲ ἀμφοῖν εἴρηται τὸ, ἀλλὰ μικρῷ ἀνωτέρω, ὡς εἶναι τὸν ὅλον λόγον τοιοῦτον. ὅκως δὲ μὴ κατωτέρω ἄκραν τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἀπολαμβάνηται, ἀλλὰ σμικρῷ ἀνωτέρω.

Ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα.
370

Τὸ τὴν ἀρχὴν βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι κατὰ τὸ κάταγμα διττῶς γίγνεται, ποτὲ μὲν κατὰ τὸ μῆκος τοῦ κώλου νοούντων ἡμῶν αὐτὸ, ποτὲ δὲ καὶ κατὰ τὸ πλάτος. ὅροι δὲ τοῦ κατὰ τὸ μῆκος βαλλομένην τὴν ἀρχὴν τοῦ ἐπιδέσμου τὸ τὴν πρώην αὐτοῦ περιβολὴν ἐν κύκλῳ γιγνομένην ὅλον σκεπάσαι τὸ κάταγμα. εἰ δ’ ἤτοι τοσοῦτον ἀνωτέρω περιβάλλοις, ὡς μηδ’ ὅλως ψαῦσαι τοῦ συντριβέντος ἢ κατωτέρω πάλιν αὖ τοσοῦτον, ὡς μηδ’ ὅλως ἅψασθαι, τοῦτ’ ἂν ἀληθῶς εἴποι τις μὴ κατὰ τὸ κάταγμα τὴν ἀρχὴν τοῦ ἐπιδέσμου. οὕτως μοι νόει κατὰ τὸ κάταγμα βάλλεσθαί τε καὶ μὴ βάλλεσθαι τὴν ἀρχὴν τῶν ὀθονίων, κατὰ τὸ πλάτος δὲ, ἐπεὶ δ’ ἄν αὐτὴν πρώτην ἐπίδεσιν ἐπίδεσμος ἤτοι γε τῇ τοῦ κατάγματος ἢ ἐξωτέρω ποιήσεται. ἐνταῦθα μὲν οὖν ὁ Ἱπποκράτης ὡς πρὸς τὸ μῆκος τοῦ κώλου βλέπων ἀπεφήνατο τὴν ἀρχὴν βάλλεσθαι κατὰ τὸ κάταγμα, τουτέστι μήτε ταπεινοτέραν μήθ’ ὑψηλοτέραν αὐτοῦ. δηλοῖ δὲ ἐξ ὧν ἐπιφέρων εἶπεν· ἐπὴν δὲ περιβάλλῃ

371
κατ’ αὐτὸ δὶς ἢ τρὶς, ἐπὶ τὸ ἄνω δεδέσθω ἐπιδών. ἐν δὲ τῷ κατ’ ἰητρεῖον, ἔνθα φησὶ τὴν ἀρχὴν βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ ἔνθα καὶ ἔνθα. πρὸς τὸ τοῦ κώλου πλάτος ἀναφέρων εἶπεν, ὡς δηλοῖ πάλιν κἀνταῦθα τὸ ἔνθα ἢ ἔνθα. ταύταις γὰρ ταῖς φωναῖς οἱ Ἕλληνες χρῶνται εἰς πλάτος δηλοῦντες. ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων ἡ λέξις οὕτως ἔχει· ἀρχὴν βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλὰ ἐπὶ τὸ ἅμμα.

Ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα.

Τὴν συμμετρίαν τῆς ἐπιβολῆς τῶν δεσμῶν ἐν τούτῳ τῷ λόγῳ διδάσκει. χρὴ γὰρ ἐρηρεῖσθαι μὲν αὐτοὺς εἰς τοσοῦτον, ὡς φυλάττειν ἀκίνητον τὰ κεχωρισμένα πέρατα τῶν ὀστῶν, οὐ μὴν οὕτως γε πεπιέχθαι σφοδρῶς, ὡς ὀδύνην παρέχειν τῷ κάμνοντι. πᾶσα γὰρ ὀδύνη χρονίζουσα καὶ μάλιστα ἐκθλίψεως αἰτία φλεγμονῆς γίγνεται. σκοποὶ μὲν οὗτοι τῆς τῶν ἐπιδέσμων πιέσεως, ἀκριβῶς δ’ αὐτῶν

372
στοχάζεσθαι κατ’ ἀρχὰς μὲν οὐχ οἷόν τε, πολλάκις δ’ ἐπιδήσας δυνατόν. προσέχων γὰρ τὸν νοῦν ἀκριβῶς τῷ ποσῷ τῆς τάσεως ἣν ἐποιήσω περιβάλλων τὸν ἐπίδεσμον εἶτ’ ἐρωτήσας τὸν ἐπιδούμενον, ὁποίας αἰσθάνεται τῆς περιβολῆς τῶν ὀθονίων, ἐκ δευτέρου περιβάλλων ἴσως προτέρῳ, ἐκλῦσαι δεῖ τὴν τάσιν ἢ ἐπαυξῆσαι· θλίβεσθαι μὲν γὰρ εἰπόντος πρόδηλον ὡς ἐκλῦσαι προσῆκεν. οὕτω δὲ εἶναι χαλαρὸν εἰπόντος, ὡς μηδ’ ὅτι περίκειται γινώσκειν ἐπαυξῆσαι. καὶ μέντοι καὶ πρὶν ἐπ’ αὐτοῦ τοῦ τὸ κάταγμα σχόντος ἄρχεσθαι τῆς ἐπιδέσεως, ἔνεστί σοι προγυμνάσασθαι, παιδάριον ὑγιὲς ἐπιδέσαντι πολλάκις· ἀλλὰ τῷ πυνθάνεσθαι τὰς ἀρτίως εἰρημένας πεύσεις. ἑτοιμότερος γὰρ οὕτως ἔσῃ πρὸς τὰς ἐν τοῖς κατάγμασι ἐπιδέσεις, ἔτι κἀκεῖνο προσεννοῶν, ὅτι τῶν σωμάτων ὅσα μὲν ἰσχυρὰ καὶ σκληρότερα βιαιοτέρας ἀνέχεται τῆς πιέσεως, ὅσα δ’ ἀσθενῆ καὶ μαλακὰ τῆς ἀνειμένης ταῦτα χρῄζει.

373
Ἐπὴν δὲ περιβάλλῃ κατὰ τὠυτὸ δὶς ἢ τρὶς ἐπὶ τὸ ἄνω νεμέσθω ἐπιδέων, ἵνα αἱ ἐπιῤῥοαὶ τοῦ αἵματος ἀπολαμβάνωνται καὶ τελευτησάτω κεῖθι.

Αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ ἣν ἄνω πρῶτον κελεύει τὴν νομὴν τῶν ὀθονίων ποιεῖσθαι. βούλεται γὰρ τὰς ἐπιῤῥοὰς τοῦ αἵματος κωλύεσθαι τῶν ἄνω μερῶν τοῦ κώλου. κατὰ δὲ τὴν εἰρημένην ἐπίδεσιν οὐ μόνον ἀπείργεται τὸ ἐπιῤῥέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεται. ἡ μὲν οὖν ἐπιῤῥοὴ μίαν ὁδὸν ἔχει τὴν ἄνωθεν κάτω, ἡ δ’ ἔκθλιψις ἀμφοτέρας, τήν τ’ ἄνωθεν κάτω καὶ τὴν κάτωθεν ἄνω. καὶ γὰρ εἰς τὸ κάτω τοῦ κώλου δυνατὸν ἐκθλῖψαί τι καὶ εἰς τὸ ἄνω. καὶ συμβουλεύει γε ἀμφοῖν ἐστοχάσθαι δύο κελεύων ἐπιδέσμοις χρῆσθαι· τὴν μὲν γὰρ ἀρχὴν ἔχουσιν ἀμφοτέροις ἀπὸ τοῦ πεπονθότος, ὡς κατὰ μῆκος σκοπούντων, ἐντεῦθεν δὲ τοῦ προτέρου μὲν ἄνω, τοῦ δευτέρου δὲ κάτω νεμομένου. βέλτιον

374
γὰρ ἐκθλίβεσθαι τὸ αἷμα τοῦ πεπονθότος μορίου πρός τε τὰ ὑπερκείμενα μέρη τοῦ κώλου καὶ τὸ σῶμα ἅπαν, ἐπειδὴ τὸ ἄκρον ἔλαττόν ἐστιν ἢ ὥστε δέξασθαι χωρὶς βλάβης δαψιλῆ χυμὸν, ὅπου μετὰ τὸν πρῶτον ἐπίδεσμον ἐκθλίβοντα τοῦ πεπονθότος μορίου τὸ αἷμα πρὸς τὴν ἀρχὴν τῆς χειρὸς, ἐὰν ὁ δεύτερος βιαιότερον σφίγξῃ, φλεγμονὴ γίνεται κατά τε τὸν καρπὸν καὶ τοὺς δακτύλους. διὰ ταῦτα τοιγαροῦν ἄνω πρῶτον ἐκπιέζειν χρὴ, μάλιστα μὲν εἰ οἷόν τε πᾶν τὸ λυπῆσον, εἰ δ’ ὑπολείποιτό τι σμικρὸν, ἐκθλίβειν τοῦτο εἰς κάτω διὰ τοῦ δευτέρου τῶν ἐπιδέσμων· εἰ δὲ βιαιότερος αὐτοῦ τὴν γνώμην ὅλην παρακολουθήσας τῇ περὶ τῆς ἐπιδέσεως διδασκαλίᾳ.