In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Εὖ γοῦν χρὴ εἰδέναι ὅτι ἐν τοῖς αὐτοῖσι χωρίοισιν οὐδὲν δεινὸν τὰ πολλαπλάσια αὐτῶν ἐπιτυγχάνειν, ἢν ἐκμαθών τις αὐτὰ κρίνειν τε καὶ λογίζεσθαι ὀρθῶς ἐπίστηται.

Ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμέν που κατὰ τὴν τοῦ λόγου χρείαν, τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτης, ὅτι τῷ καλῶς ἐκμαθόντι τὰς δυνάμεις τῶν σημείων ὑπάρξει, κἂν εἰ μὴ διὰ παντὸς ἀκριβῶς προγινώσκειν τὰ γενησόμενα, τὸ

315
γοῦν ἐπιτυγχάνειν πολλαπλάσιον τῶν ἀποτυγχανομένων, ἐν ᾧ δὴ καὶ βελτίων ἕτερος ἑτέρου τῶν ὁτιοῦν προγινωσκόντων ἐστί. τὸ μὲν γὰρ μηδέποτε ἁμαρτάνειν μεῖζον ἢ κατ’ ἄνθρωπον, τὸ δ’ ὡς ἥκιστα τεχνίτου μόνου. πολλῆς δὲ οὔσης καὶ κατ’ αὐτὸ τοῦτο διαφορᾶς ὁ μὲν ἐν τοῖς εἴκοσιν ἅπαξ ἀποτυγχάνων οὐκ ὀλίγῳ τινὶ βελτίων ἐστὶ τοῦ κατὰ δέκα διαμαρτάνοντος ἅπαξ, αὐτοῦ δὲ τούτου πάλιν ὁ ἐν τοῖς ἑκατὸν ἅπαξ ἀποτυγχάνων, ὥσπερ γε καὶ τούτου πάλιν ὁ ἐν τοῖς διακοσίοις. οὐκ οὖν ὀρθῶς ἡμᾶς ἐρωτῶσιν οἱ ἐμπειρικοὶ τί ᾖ τῶν ὡς τὸ πολὺ θεωρημάτων ἐκ τῆς τοῦ λόγου προσθήκης ἀδιάπτωτόν τε καὶ διηνεκὲς ἐποιησάμεθα. εἶτ’ οὐκ ἔχοντες δεῖξαι δοκοῦσιν ἐλέγχειν, ὡς ἐκ περιττοῦ τὸν λόγον προστιθέντας. εἰ γὰρ μὴ διηνεκῶς, ἀλλὰ πλεονάκις γ’ ἐκείνων, τοῦ τέλους τῆς τέχνης τυγχάνομεν, ὥσπερ ἐν τῷ προγινώσκειν τὰ μέλλοντα γενήσεσθαι τοῖς κάμνουσιν, οὕτω κἀν τῷ θεραπεύειν αὐτούς.

316
Ποθέειν δὲ χρὴ οὐδενὸς νουσήματος ὄνομα ὅ τι μὴ τυγχάνει ἐνθάδε γεγραμμένον, πάντα γὰρ ὁκόσα ἐν τοῖσι χρόνοισι τοῖσι προειρημένοισιν κρίνεται, γνώσῃ τοῖσι αὐτέοισι σημείοισι.

Τοῦτό μοι δοκεῖ προσθεῖναι κατὰ τὴν τελευτὴν τοῦ λόγου, διότι περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τούτων γίνεται τὴν διδασκαλίαν ἔφησε πεποιῆσθαι κατὰ τοῦτο. μεμνημένος οὖν ὅτι τὰ μὲν πλεῖστα τῶν εἰρημένων ὑπ’ αὐτοῦ σημείων ἀγαθῶν τε καὶ κακῶν ἁπλῶς εἴρηται κατὰ πάντων κοινῇ τῶν νοσημάτων, ὀλίγα δ’ ἐπ’ ἐνίων ἀφωρισμένων, ἀνέμνησε καὶ ἡμᾶς αὐτοῦ μετὰ τοῦ προσθεῖναι τὸ μηδὲν παραλελεῖφθαι κατὰ τὸν λόγον, ὃ τάχα ἂν ἡμεῖς ᾠήθημεν εἶναι ψευδές· ἐπειδὴ τινῶν μὲν ἐμνημόνευσεν ὀνομαστὶ, τινῶν δ’ οὔ. τοῦτο γὰρ αὐτὸ δηλοῖ, μὴ μάτην ὑπ’ αὐτοῦ γεγονέναι μηδ’ ἄνευ τινὸς αἰτίας, ἀλλ’ ἐπειδὴ παρὰ τὰ ἄλλα διδασκαλίας ἐξαιρέτου τινὰ τῶν νοσημάτων ἐδεῖτο,

317
διὰ τοῦτο αὐτῶν ἐμνημόνευσεν ἰδίᾳ. τὰ δ’ ἄλλα πάντα τὰ παραλελειμμένα τοῖς κοινοῖς ὑποπέπτωκε σημείοις εὐθέως γε τοῦτο πρῶτον ὑπ’ αὐτοῦ γεγραμμένον, ὃ προσαγορεύουσι, νεκρῶδες πρόσωπον ἐπὶ παντὸς νοσήματος ὀξέως, ὀλέθριον ἀληθῶς εἴρηται. κατὰ δὲ τὸν αὐτὸν λόγον ὅσα περὶ κατακλίσεως ἔγραψεν ἢ ἀναπνοῆς ἢ ὕπνων ἢ ἀγρυπνίας ἢ τῶν ἄλλων, ὅσα κοινὰ πάντως ἐστὶ τῶν ἐν τοῖς προγεγραμμένοις χρόνοις κρινομένων. οὐ γὰρ δή γε περὶ τῶν χρονίων αὐτῷ τὸ σύγγραμμά ἐστιν, ἀλλ’ ὡς αὐτὸς εἶπεν, ὀξέων τε καὶ τῶν ἐκ τούτων γινομένων, ὧν καὶ τοὺς χρόνους αὐτὸς ἐδήλωσεν, ἐπ’ ἐνίων μὲν εἰκοστὴν ἡμέραν, ἐπ’ ἐνίων δὲ τεσσαρακοστὴν ἢ ἑξηκοστὴν ὅρον θέμενος.