In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται.

Δύο πραγματείας ἔχετε, πρὸς ὑμᾶς γὰρ λέγω τοῦτο τοὺς ἑταίρους, ὅσοι κατηναγκάσατέ με μὴ προῃρημένον ἐξηγήσεις γράψαι τῶν Ἱπποκράτους συγγραμμάτων, ἐν αἷς ἅπαντα περί

230
τε κρισίμων ἡμερῶν εἴρηται καὶ κρίσεων. ἴστε δὲ ὅτι καὶ αὐτὰς οὐκ ἐκδοθησομένας, ἀλλ’ ὥσπερ ὑμῖν μόνοις ἐσομένας ἔγραψα. συνέβη δ’ ἐκπεσεῖν αὐτὰς καὶ παρὰ πολλοῖς εἶναι, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἡμῖν γεγραμμένων. ὅθεν οὐδ’ ἐξηγεῖσθαι προῃρούμην ἐν ὑπομνήμασιν οὐδὲν τῶν Ἱπποκράτους βιβλίων. ὅσα γὰρ εἰς τὴν τέχνην χρήσιμα παρ’ αὐτοῦ μαθεῖν ἔδει, γέγραπταί μοι κατὰ πολλὰς πραγματείας ἅμα ταῖς οἰκείαις ἐξηγήσεσιν. ἐπεὶ δ’ ἔνιαι τῶν λέξεων ἀσαφέστερον εἰρημέναι μοχθηρᾶς ἐξηγήσεως ἔτυχον, ὡς ἀρέσκειν ὑμῖν μηδένα τῶν γραψάντων ὑπομνήματα, βέλτιον δὲ αὐτῶν στοχάζεσθαι τῆς Ἱπποκράτους γνώμης ἐδόκουν ὑμῖν ἐγὼ, διὰ τοῦτό με καὶ διὰ γραμμάτων ἠξιώσατε παρασχεῖν ὑμῖν ἅπερ ἐν ταῖς διὰ λόγων συνουσίαις ἠκούσατε. τοῦτ’ αὐτὸ κἀγὼ προεῖπον ὑμῖν, ὡς ἀναγκαῖον ἔσται τὰς ἐξηγήσεις ἀνωμάλους ἔσεσθαι ἤτοι μὴ πάσας ὁμοίως ἐξηγουμένου μου τὰς λέξεις, ἀλλὰ τελεώτερον μὲν, ὑπὲρ ὧν οὐδαμόθι τῶν ἐμῶν πραγματειῶν ἐμνημόνευσα. διὰ κεφαλαίων δὲ περὶ ὧν ἤδη τελέως ἐν ἐκείναις διῆλθον, ἵνα μὴ πολλάκις ὑπὲρ
231
τῶν αὐτῶν πραγμάτων ἀναγκαζώμεθα γράφειν. ἐπεὶ τοίνυν ἅπαντα τὸν περὶ κρισίμων ἡμερῶν λόγον, ὡσαύτως δὲ καὶ τὸν περὶ κρίσεων τρισί τισι πραγματείαις διῆλθον, ἐνταυθοῖ μόνα τὰ κεφάλαια τῶν ἐκεῖ γεγραμμένων ἀναμνήσω τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. ἡ γὰρ κατὰ τὰ νοσήματα κρίσις ἀπὸ τῶν ἐν τοῖς δικαστηρίοις μετενήνεκται, σημαίνουσα τὴν ὀξύῤῥοπον ἐν νόσῳ μεταβολὴν γινομένην κατὰ τέτταρας τρόπους. ἢ γὰρ ἀπαλλάττονται τῶν νοσημάτων εὐθέως ἢ μεγάλην μεταβολὴν ἐπὶ τὸ βέλτιον ἴσχουσιν ἢ ἀποθνήσκουσιν εὐθέως ἢ χείρους γίνονται πολλῷ. τὰς μὲν οὖν πρώτας δύο κρίσεις ἁπλῶς ὀνομάζουσι κρίσεις, τὰς δὲ δευτέρας δύο τὰ πολλὰ μὲν ἅμα προσθήκῃ κακὴν κρίσιν ἢ μοχθηρὰν κρίσιν ἥ τι τοιοῦτον τῷ τῆς κρίσεως ὀνόματι προστιθέντες, ἔστιν ὅτε δὲ καὶ χωρὶς προσθήκης ἁπλῶς. ἐμάθετε δὲ καὶ ὡς αἱ κρίσεις ἅπασαι μετά τινος φανερᾶς γίνονται κενώσεως ἢ ἀποστάσεως. ἐν γὰρ τῷ σπανίῳ παιδία μόνα δι’ ὕπνων βαθέων καὶ μακρῶν ὀξείας ἐποιήσαντο μεταβολὰς ὡς ἐπὶ τὸ βέλτιον, ἃς ἔνιοι μὲν
232
ἀξιοῦσι καὶ αὐτὰς ὀνομάζειν κρίσεις, ἔνιοι δὲ οὐ συγχωροῦσιν, ἡμέρας δὲ κρισίμους καλοῦσιν, ἐν αἷς αἱ τοιαῦται μεταβολαὶ πισταί τε ἅμα καὶ πλεῖσται γίνονται. κατὰ γὰρ τὰς ἄλλας ἡμέρας οὕτε πιστὰς ὁρῶμεν γινομένας τὰς κρίσεις οὔτε πολλάς. κατενόησε δ’ οὐ πρῶτος μόνον, ἀλλὰ καὶ μάλιστα τὴν τῶν κρισίμων ἡμερῶν φύσιν ὁ θαυμάσιος Ἱπποκράτης ἐνεδείξατό τε τὴν αἰτίαν τῆς γενέσεως αὐτῶν, ἣν καὶ ἡμεῖς ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ διήλθομεν, ἰσχυροτέραν μὲν ἐπιδεικνύντες εἶναι περίοδον ἡμερῶν κρισίμων τὴν ἑβδόμην, δευτέραν δὲ τῇ δυνάμει τὴν τετράδα γινομένην ἐκ τοῦ δίχα τμηθῆναι τὴν ἑβδόμην, σημαίνεσθαι δὲ τὰς μελλούσας ἔσεσθαι κρίσεις ἐν ταῖς ἑβδομαδικαῖς περιόδοις ὑπὸ τῶν τετράδων. τὴν μὲν γὰρ τετάρτην ἡμέραν τῆς ἑβδόμης εἶναι δηλωτικὴν, τὴν ἑνδεκάτην δὲ τῆς τεσσαρεσκαιδεκάτης· ὀνομάζει δ’ αὐτὰς ὁ Ἱπποκράτης ἐπιδήλους καὶ θεωρητάς. ἀριθμεῖσθαι δὲ τὰς μὲν ἑβδομάδας τοιῷδε τρόπῳ γε βούλεται, δύο μὲν ἐφεξῆς ἀλλήλων τὰς πρώτας κατὰ διάζευξιν, ἕπεσθαι δ’ αὐταῖς τὴν τρίτην
233
κατὰ συνάφειαν. διάζευξις μὲν οὖν ἐστιν, ὅταν ἐφ’ ἑτέραν ἡμέραν ληξάσης τῆς προτέρας ἑβδομάδος ἡ μετὰ ταύτην ἀφ’ ἑτέρας ἄρξηται. συνάφεια δὲ ὅταν ἡμέρα μία κοινὴ τῶν ἑβδομάδων ἀμφοτέρων γένηται τελευτώσης μὲν εἰς αὐτὴν τῆς προτέρας, ἀρχομένης δὲ τῆς δευτέρας ἀπ’ αὐτῆς καὶ διὰ τοῦτο τὴν εἰκοστὴν ἡμέραν ἐσχάτην εἶναι τῆς τρίτης ἑβδομάδος, ὡς εἴ γε καὶ αὐτὴ κατὰ διάζευξιν ἠριθμεῖτο, τὴν πρώτην καὶ εἰκοστὴν ἡμέραν, οὐ τὴν εἰκοστὴν ἰσχυροτέραν ἐχρῆν εἶναι, φαίνεται δ’ οὐχ οὕτω γινόμενον. ἡ γὰρ εἰκοστὴ καὶ πλεῖστα καὶ βεβαίως ὁρᾶται κρίνουσα. τριῶν οὖν ἑβδομάδων τὰς εἴκοσιν ἡμέρας συμπληρουσῶν, εἶτα τῆς τετάρτης ἑβδομάδος ἀρχομένης κατὰ τὴν εἰκοστὴν πρώτην ἐκ τῶν ἐφεξῆς τριῶν ἑβδομάδων, εἴκοσιν ἡμερῶν συμπληρουμένων, εἰκότως ὁ Ἱπποκράτης τὴν τεσσαρακοστὴν ἡμέραν, οὐ τὴν τεσσαρακοστὴν δευτέραν κρίσιμον εἶναί φησιν. οὕτως δὲ καὶ τὴν ἑξηκοστὴν καὶ τὴν ὀγδοηκοστὴν, οὐ τὴν ἑξηκοστὴν τρίτην οὐδὲ τὴν ὀγδοηκοστὴν τετάρτην. αὕτη μὲν οὖν σοι τῶν ἑβδομαδικῶν περιόδων ἡ συναρίθμησις, ἡ 
234
δὲ κατὰ τετράδας ἀκόλουθος τῆσδε. τεμνομένης γὰρ ἑκάστης ἑβδομάδος εἰς τὰς ἐν αὐτῇ δύο τετράδας ἡ τετάρτη μετὰ τὴν εἰσβολὴν τοῦ νοσήματος ἡμέρα τελευτὴ μὲν ἔσται τῆς πρώτης τετράδος, ἀρχὴ δὲ τῆς δευτέρας. ἡ δὲ ἐφεξῆς τῇδε τρίτῃ τετρὰς ἀπὸ τῆς ὀγδόης ἡμέρας ἄρξεται, διότι καὶ ἡ δευτέρα τῶν ἑβδομάδων· ὥστε συμβήσεται τὴν ἑνδεκάτην ἡμέραν τελευτὴν μὲν εἶναι τῆς τρίτης τετράδος, ἀρχὴν δὲ τῆς τετάρτης. ἡ δὲ πέμπτη τετρὰς ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας ἄρξεται, διότι καὶ ἡ τρίτη τῶν ἑβδομάδων. ἀφίξεται τοιγαροῦν εἰς τὴν ἑπτακαιδεκάτην αὐτῆς τὸ τέλος, ἥτις ἐστὶ πάλιν κοινὴ τῶν δύο τετράδων τῆς πέμπτης καὶ τῆς ἕκτης, εἰς ἃς ἡ τρίτη τῶν ἑβδομάδων ἐτμήθη καὶ οὕτως εἰκοστὴ τοῦ νοσήματος ἡμέρα τέλος μὲν τριῶν ἑβδομάδων, ἓξ δὲ τετράδων. αὗται μὲν οὖν αἱ κατὰ περιόδους εἰσὶ κρίσιμοι, παρεμπίπτουσι δὲ αὐταῖς καὶ ἕτεραι κατὰ τὰς ὀξείας νόσους, ὧν τὴν αἰτίαν τῆς παρεμπτώσεως ἐν τοῖς περὶ κρισίμων ἡμερῶν εἶπον. εἰσὶ δὲ αὗται τρίτη καὶ πέμπτη καὶ ἐνάτη. παρεμπίπτει δέ
235
ποτε καὶ ἡ ἕκτη κακὴ κρίσιμος οὖσα, τῷ τε μετὰ συμπτωμάτων ἐνίοτε ποιεῖσθαι τὴν κρίσιν ἐπισφαλῶν, εἴς τε τὴν καλουμένην ὑπέρκρισιν ἐκπίπτειν, καὶ μέντοι καὶ τῷ μὴ τελέως ἀπαλλάττειν τῶν νοσημάτων, ἀλλ’ ἐλλιπῶς ἢ εἴ ποτε καὶ τελέως ὑποστροφὰς πάντως ποιεῖσθαι. εἴρηται δὲ καὶ ταῦτα καὶ ἄλλα πολλὰ ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑφ’ ἡμῶν, ἃ σύμπαντα σχεδὸν Ἱπποκράτης ἔγραψεν ἄλλοτε κατ’ ἄλλο βιβλίον, ὑπ’ ἐμοῦ δ’ εἰς ἓν ἤθροισται κατὰ τὴν περὶ κρισίμων ἡμερῶν πραγματείαν ἅμα τῷ καὶ διορισθῆναι τὰ μὴ διωρισμένα καὶ τελέως ῥηθῆναι τὰ δοκοῦντα ἐλλιπέστερον ὑφ’ Ἱπποκράτους γεγράφθαι. τῷ μὲν οὖν θέλοντι προγινώσκειν ἀκριβῶς ἀναγνωστέον ἐστὶ τὰς δύο πραγματείας ἐκείνας, τήν τε περὶ κρισίμων ἡμερῶν καὶ τὴν περὶ κρίσεων. ἐν δὲ τῷ παρόντι τὴν λέξιν μόνην ἐξηγήσασθαι πρόκειται τῶν εἰρημένων ὑφ’ Ἱπποκράτους κατὰ τὸ προκείμενον βιβλίον, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. τὸ μὲν ἐξ ὧν ἤτοι τῶν κρίσεων ἢ τῶν ἡμερῶν λέγει καὶ βέλτιον μὴ τῶν ἡμερῶν ἀκούειν, ἀλλὰ τῶν
236
κρίσεων. εἰ γὰρ καὶ ὅτι μάλιστα δυνατόν ἐστι κἀπὶ τῶν ἡμερῶν λέγεσθαι τὸ ἐξ ὧν, ἀλλὰ πρώτως ταῖς κρίσεσιν ὑπάρχει καὶ δι’ ἐκείνας καὶ ταῖς ἡμέραις. τὸ δὲ ἐκ τούτων ἤτοι περιγενέσθαι τὸν ἄνθρωπον ἢ ἀπόλλυσθαι δηλωτικόν ἐστι τοῦ τὴν κρίσιν ὀνομάζειν αὐτὸν ἐπὶ πάσης τῆς ὀξυῤῥόπου μεταβολῆς, οὐ μόνης τῆς ἐπὶ σωτηρίαν.

Οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται ἢ πρόσθεν, οἵ τε κακαηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν.

Εὐήθεις ἄνθρωποι λέγονται μὲν καὶ οἱ κακοήθεις ἐν ὑποκρίσει τινὶ, καθάπερ καὶ ὁ πίθηκος καλλίας. λέγονται δὲ καὶ οἱ ἐπαινετὸν ἔχοντες τὸ ἦθος. ἀλλὰ τοῦ μὲν πρώτου παμπόλλη χρῆσίς ἐστι παρὰ τοῖς Ἕλλησι, τοῦ δὲ δευτέρου σπανιωτέρα. λέγουσι δ’ οὖν ποτε καὶ οὕτως οὐ τὸν

237
εὐήθη μόνον, ἀλλὰ καὶ τὴν εὐήθειαν ἐπὶ τῆς εὖ τὸ ἦθος ἐχούσης διαθέσεως. Δείναρχος μὲν οὖν ἐν τῷ πρὸς Δάωνα οὕτως εἶπε· διοικῶν δὲ τὴν οὐσίαν αὑτοῦ Κεφαλίων μειρακιωδέστερον καὶ φύσει χρηστὸς ἦν καὶ εὐήθης. ὁ δὲ Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου τοῖς δικασταῖς διαλεγόμενος ἔφη· νῦν δὲ διὰ τὴν ὑμετέραν εὐήθειαν καὶ πρᾳότητα εὐθύνας δίδωσι καὶ ταῦτα ὁπηνίκα βούλεται. Πλάτων δὲ ἐν τῷ τρίτῳ τῆς πολιτείας φησίν· εὐλογία ἄρα καὶ εὐαρμοστία καὶ εὐσχημοσύνη καὶ εὐρυθμία καὶ εὐήθεια ἀκολουθεῖ. οὐχὶ ἄνοιαν οὖσαν ὑποκοριζόμενος τὴν καλουμένην εὐήθειαν, ἀλλὰ τὴν ὡς ἀληθῶς εὖ τε καὶ καλῶς τὸ ἦθος κατεσκευασμένην διάνοιαν. οὕτως οὖν καὶ τὸν εὐήθη κατὰ τὸν Εὐθύδημον εἶπεν ἐπὶ τοῦ τὸ ἦθος ἔχοντος ἁπλοῦν καὶ κεκοσμημένον καὶ ὡς ἐθαύμασεν, οὗτός ἐστι νέος τε καὶ εὐήθης. ἀρκεῖ ταῦτα παραδείγματος ἕνεκεν πρὸς τὸ γνῶναί σε τὴν τῶν Ἑλλήνων συνήθειαν ἐπί τε τῷ τῆς
238
εὐηθείας ὀνόματι καὶ τοῦ εὐήθους κατὰ διττὸν σημαινόμενον γεγενημένην· καὶ νῦν ὁ Ἱπποκράτης κατὰ τὸ ἕτερον αὐτῶν εἶπε τοὺς πυρετοὺς εὐηθεστάτους ἐν ἴσῳ τῷ ἐπιεικεστάτους καὶ ἁπλουστάτους καὶ μηδὲν ἔχοντας κακόηθες. καὶ ὅταν τὰ τῆς ἀσφαλείας σημεῖα παρῇ, τῆς πρώτης τετράδος οὐκ ἂν ἐξωτέρω προέλθοιεν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν ἢ θᾶσσον παύσονται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ οἱ κακοήθεις πυρετοὶ καὶ μετὰ σημείων ὀλεθρίων γενόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. εὔδηλος οὖν ἐστι καὶ τὴν τρίτην ἡμέραν ἐν ταῖς κρισίμοις τάττων ἐν τῷ φάναι· τεταρταῖοι παύονται ἢ πρόσθεν. οὕτω δὲ κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐγίνωσκεν, ἐν ταῖς κρισίμοις ἡμέραις πρώτην γράψας τὴν τρίτην. ἀσφαλέστατα δὲ σημεῖα λέγει τὰ κατὰ μέρος ἐπῃνημένα πρὸς αὐτοῦ μεγάλως, ὧν καὶ μετ’ ὀλίγον ὀνομαστὶ μνημονεύσει παραδείγματος ἕνεκα.

239
Ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ, ἡ δὲ δευτέρη ἐς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη ἐς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη ἐς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη ἐς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη ἐς τὴν εἰκοστήν. αὗται μὲν οὖν ἐκ τῶν ὀξυτάτων νουσημάτων διὰ τεσσάρων εἰς τὰς εἴκοσιν ἐκ προσθέσιος τελευτῶσιν.

Πολλάκις εἰρημένην εὑρήσεις παρὰ τοῖς Ἕλλησιν ἔφοδον πολεμίων ἢ λῃστῶν, ἀφ’ οὖ νῦν οὕτως Ἱπποκράτης μετενήνοχε τὴν προσηγορίαν ἐπὶ τὰς τῶν κρισίμων ἡμερῶν περιόδους. τὰ δ’ ἐφεξῆς πάντα καὶ καθ’ ἑαυτὰ μέν ἐστι σαφῆ καὶ πολὺ δὲ μᾶλλον τοῖς μεμνημένοις ὦν ἄρτι προεῖπον.

Οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τουτέων ἀριθμεῖσθαι ἀτρεκέως, οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμεῖσθαι.
240

Ἐπειδὴ τὰς τρεῖς ἑβδομάδας εἰς τὴν εἰκοστὴν ἡμέραν περιήγαγε, διὰ τοῦτ’ ἔφη οὐ δύναται πλήρεσιν ἡμέραις ἀριθμεῖσθαι τὰ τοιαῦτα. μηδὲ γὰρ τὸν ἐνιαυτὸν μηδὲ τοὺς μῆνας ὅλαις ἡμέραις ἀριθμεῖσθαι΄ καὶ ἀληθῶς γε αὐτὰ εἶπεν. ὁ μὲν γὰρ ἐνιαυτὸς οὐ τριακοσίων ἑξήκοντα πέντε μόνον ἡμερῶν ἐστιν, ἀλλὰ καὶ τετάρτου μέρους ἡμέρας, ἔτι δὲ πρὸς αὐτῷ μορίου τινὸς ἐγγύς πως ἑκατοστοῦ. τῶν μηνῶν δὲ ἕκαστος ἐλάττων μέν ἐστι τριάκοντα ἡμερῶν, μείζων δὲ ἐννέα καὶ εἴκοσιν. ὠνομάζετο δὲ καὶ παρὰ τοῖς παλαιοῖς Ἕλλησι μὴν, ὡς καὶ νῦν ἔτι κατὰ πολλὰς τῶν Ἑλληνίδων πόλεων, ὁ μεταξὺ χρόνος δυοῖν συνόδοιν ἡλίου καὶ σελήνης καὶ ὅστις βούλεται τὸν χρόνον τοῦτον ἀκριβῶς ἐκμαθεῖν ἅμα ταῖς οἰκείαις ἀποδείξεσιν ὁπηλίκος ἐστὶν, ὅλον ἔχει βιβλίον Ἱππάρχῳ γεγραμμένον, ὥσπερ γε καὶ περὶ τοῦ ἐνιαυσίου χρόνου σύγγραμμα ἡμέτερον. οὕτως οὖν καὶ τὴν ἑβδομάδα φησὶν ὁ Ἱπποκράτης, καὶ δῆλον ὅτι καὶ τὴν τετράδα μὴ εἶναι τελείων ἡμερῶν, ἀλλ’ ἐνδεῖν τι μόριον τηλικοῦτον, ὡς τὰς τρεῖς ἑβδομάδας εἴκοσιν ἡμέρας περιγράφεσθαι.

241
τίς δέ ἐστιν ἡ αἰτία τούτων πεπειράμεθα ἡμεῖς εἰπεῖν ἐν τῷ τρίτῳ τῶν κρισίμων ἡμερῶν, οὐδενὸς τῶν ἔμπροσθεν οὐδ’ ἐπιχειρήσαντος εἰπεῖν.

Μετὰ δὲ ταῦτα ἐν τῷ αὐτέῳ τρόπῳ κατὰ τὴν αὐτέην πρόσθεσιν ἡ μὲν πρώτη περίοδος τεσσάρων καὶ τριήκονθ’ ἡμερέων, ἡ δὲ δευτέρη τεσσαράκοντα ἡμερέων, ἡ δὲ τρίτη ἑξήκοντα ἡμερέων.

Οὐ τοῦτο λέγει νῦν ὁ Ἱπποκράτης ὅτι μετὰ τὴν εἰκοστὴν ἡμέραν ἄχρι τῆς τριακοστῆς τετάρτης οὐδεμία παρεμπίπτει κρίσιμος. ἑαυτῷ τε γὰρ οὕτω μάχεται, μεταξύ τινων ἡμερῶν κρινουσῶν ἐν ἐπιδημίαις μεμνημένος, τά τε φαινόμενα κατὰ τοὺς ἀῤῥώστους, ἐξελέγχει τὸν λόγον αὐτοῦ, ἀλλ’ ἐπειδὴ τριῶν ἑβδομάδων ἄχρι τῆς εἰκοστῆς ἡμέρας ἐφεξῆς ἀλλήλων ἠριθμημένων οὐχ ἡ αὐτὴ γέγονε σύνθεσις. ἡ μὲν γὰρ δευτέρα διεζεύχθη τῆς πρώτης καὶ κατὰ τοῦτο

242
εἰς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἐτελεύτησεν· ἡ τρίτη δὲ ταύτῃ συνήφθη καὶ κατὰ τοῦτο τὴν εἰκοστὴν ἔσχε τέλος. διὰ τοῦτο καὶ τὴν μετὰ τὴν εἰκοστὴν ἑβδομάδα ὁμοίως προϊέναι βουλόμενος, ὡς ἐκ δυοῖν μὲν διεζευγμένων, τῆς τρίτης δὲ συνημμένης εἴκοσιν ἡμέρας συμπληροῦσθαι, τὴν μὲν τεσσαρακοστὴν ὅρον ἔσχατον ἔθετο τῶν δευτέρων τριῶν ἑβδομάδων· ἐν αὐταῖς δὲ ταῖς δυσὶ περιέγραψε τὸν ὅρον τὴν τριακοστὴν τετάρτην καὶ κατὰ τοῦτο ταύτης ἐμνημόνευσε πρὸ τῆς τεσσαρακοστῆς, καὶ κατά γε τὸν αὐτὸν λόγον αἱ μετὰ ταῦτα τρεῖς ἑβδομάδες εἰς τὴν ἑξηκοστὴν περιάγονται. καὶ τὴν ὀγδοηκοστὴν δὲ κρίνουσαν οἶδεν, οὐ τὴν πδ΄ ἐν τοῖς τῶν ἐπιδημιῶν. οὕτως αἱ τρεῖς ἑβδομάδες εἴκοσιν ἡμερῶν ἀριθμὸν συμπληροῦσι καὶ γίνεται τοῦτο τῶν δύο μὲν τῶν πρώτων κατὰ διάζευξιν ἐν αὐταῖς ἀριθμουμένων, ὡς εἰς τὴν ιδ΄ ἡμέραν τελευτᾷν· τῆς τρίτης δὲ συναπτομένης τῇ δευτέρᾳ, ὡς καὶ ταύτην εἰς τὴν εἰκοστὴν ἡμέραν περιέρχεσθαι.

243
Τουτέων δ’ ἐν ἀρχῇσιν ἔστι χαλεπώτερον προγινώσκειν τὰ μέλλοντα ἐν πλείστῳ χρόνῳ κρίνεσθαι. ὁμοιόταται γὰρ αἱ ἀρχαί εἰσιν αὐτέων. ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρης ἐνθυμέεσθαι καὶ καθ’ ἑκάστην τετράδα προστιθεμένην ἐπισκέπτεσθαι καὶ οὐ λήσει ὅπη τρέψεται τὸ νόσημα.

Κἀνταῦθα πάλιν ἐπὶ ἀμφοτέρων ἔταξε τὸ κρίνεσθαι τῶν τ’ ἐπ’ ἀγαθῷ καὶ τῶν ἐπὶ κακῷ τὴν μεταβολὴν ποιουμένων καί φησιν ἐν ἀρχῇ τῶν νοσημάτων ὅσα μὲν ὀλιγοχρονίως μέλλει διακριθήσεσθαι, ῥᾴστην εἶναι τὴν διάγνωσιν αὐτῶν εἰς ὅ τι τελευτήσει, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφη περὶ τῶν ἐν τῇ πρώτῃ τετράδι μελλόντων κρίνεσθαι. τῶν τε γὰρ πυρετῶν αὐτῶν ὁ μὲν ἀπαλλάττεσθαι μέλλων ἐπιεικέστερός ἐστιν, ὁ δ’ ἀναιρεῖν τὸν κάμνοντα κακοηθέστατός ἐστιν, ὅσα τε σύνεστιν ἑκατέρῳ σημεῖα τὰ μὲν ἐν τῷ προτέρῳ πάντ’ εἶναι κάλλιστα, τὰ δ’ 

244
ἐν τῷ δευτέρῳ χείριστα. συμβήσεται γὰρ οὕτω μηδέτερον αὐτῶν ὑπερβῆναι τὴν τετάρτην ἡμέραν, ἐπειδὴ μεμαθήκαμεν ἀεὶ γίγνεσθαι τὴν κρίσιν ἤτοι τῆς φύσεως ἐπικρατούσης τοῦ νοσήματος ἢ νικηθείσης ὑπ’ αὐτοῦ. τῶν μὲν οὖν ἐπιεικεστάτων νοσημάτων ἡ φύσις τάχιστα κρατεῖ· νικᾶται δὲ ὑπὸ τῶν χαλεπωτάτων τάχιστα. κατὰ τοῦτ’ οὖν ἐναντιώτατα μὲν ἀλλήλοις ἐστὶ τὰ διὰ ταχέων κρινόμενα, παραπλήσια δὲ τὰ παμπόλλου χρόνου δεόμενα πρὸς τὴν λύσιν. ὥσπερ γὰρ ἐν τοῖς ὀλιγοχρονίοις ὑπεροχὴ μεγάλη ποτὲ μὲν τῆς φύσεώς ἐστι, ποτὲ δὲ τοῦ νοσήματος, οὕτως ὅταν μηδέτερος ὑπερέχῃ μεγάλως οὐδετέρου, ἀλλ’ ὥσπερ ἀνταγωνισταί τινες ἰσόῤῥοποι διαμάχονται, χρόνου δεῖ πλείονος εἰς τὴν θατέρου νίκην, οὕτω καὶ τοὺς παλαίοντας οἱ παλαιστρικῆς ἔμπειροι διαγινώσκουσιν. εἰ μὲν ὑπεροχὴν θεάσονται πολλὴν, αὐτίκα νικήσειν τὸν ἕτερον ἐλπίζοντες, εἰ δὲ μηδέτερος ὑπερέχει μεγάλως, ὅτι μὲν ἐν χρόνῳ πλείονι διαπαλαίσουσι βεβαίως εἰδότες, ὅστις δ’ ὁ νικήσων ἔσται μηδέπω γιγνώσκοντες. ἀλλ’ ἐν τῷ χρόνῳ προϊόντι καὶ τοῦτο
245
πρότεροι τῶν ἰδιωτῶν καταμανθάνουσιν, ὡς ἂν καὶ τῶν μικρῶν ὑπεροχῶν ὄντες διαγνωστικώτεροι. ᾧ γὰρ ὁ τεχνίτης ἀτέχνου διαφέρει μάλιστα, τουτέστιν αὐτὸ τὸ μικρῶν αἰσθάνεσθαι διαφορῶν. ἀλλ’ ἐπεί τινες, οὐδ’ ὅλως εἰσὶν αἰσθηταὶ διὰ σμικρότητα τῶν τοιούτων οὐδ’ ὁ τεχνίτης ἐστὶ γνωριστικός. ὅταν οὖν πρῶτον αἰσθηταὶ γένωνται, τηνικαῦτα γνωρίζονται. διὰ τοῦτ’ οὖν ὁ Ἱπποκράτης ἐκέλευσε καθ’ ἑκάστην τετράδα διασκοπεῖσθαι τὴν μεταβολήν. οὐ γὰρ λήσει ὅπη τρέψεται, τουτέστι πότερον εἰς ὑγείαν τε καὶ σωτηρίαν τοῦ κάμνοντος, ἐπικρατησάσης τῆς φύσεως ἢ κρατηθείσης ἐπὶ θάνατον. τουτὶ μὲν τοῦ λόγου τὸ κεφάλαιον. ὅπως δ’ ἄν τις αὐτὸ πράττοι κάλλιστα, διὰ τῶν περὶ κρίσεων ὑπ’ ἐμοῦ γεγραμμένων ἐστὶ σοι μαθεῖν.

Γίνεται δὲ καὶ ἡ τῶν τεταρταίων κατάστασις ἐκ τοῦ τοιούτου κόσμου.
246

Ἠγνόηται καὶ τοῦτο τοῖς πλείστοις καὶ διὰ τοῦτο θαυμάζουσιν ἐκ μαντικῆς τέ τινος οἴονται προλέγεσθαι πολλάκις ὑφ’ ἡμῶν, ὡς οὔτε τις τεταρταῖον ἔχων πυρετὸν ἀπαλλαγήσεται μεθ’ ἡμέρας, εἰ τύχοι πεντεκαίδεκα, καίτοι γε ἐπὶ τῶν τριταίων οὐ θαυμάζουσι τὴν πρόῤῥησιν. ἔστι δὲ κοινὸς ἀμφοῖν ὁ λόγος. ὥσπερ γὰρ ἐπὶ τῶν συνεχῶν πυρετῶν ἀριθμοῦμεν ἁπάσας ἐφεξῆς τὰς ἡμέρας εἰς πρόγνωσιν τῆς ἐσομένης κρίσεως, οὕτως ἐπὶ τῶν διαλειπόντων τὰς ἐπισημασίας, ἵν’ ὅπερ ἐπὶ τῶν συνεχῶν ἡ ἑβδόμη τῶν ἡμερῶν, τοῦτ’ ἐπὶ τῶν διαλειπόντων ἡ ἑβδόμη περίοδος ἐργάσηται. κατὰ τοῦτό γέ τοι ὁ ἀκριβὴς τριταῖος ἐν ἑπτὰ περιόδοις, οὐχ ἡμέραις ἑπτὰ κρίνεσθαι πέφυκε. καὶ μὲν δὴ καὶ ὅπερ ἡ τετάρτη τῶν ἡμερῶν ἀπ’ ἀρχῆς ἀριθμοῦντι πρὸς τὴν ἑβδόμην ἐστὶ, τοῦθ’ ἡ τετάρτη περίοδος ὡς πρὸς τὴν ἑβδόμην περίοδον. ἐπίδηλος μὲν γὰρ ἡ τετάρτη τῶν ἡμερῶν ἐστι τῆς ἑβδόμης, ἐπίδηλος δὲ καὶ ἡ τετάρτη περίοδος τῆς ἑβδόμης περιόδου. λέλεκται δὲ καὶ περὶ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ κρίσεων. ὅθεν ἀρκέσει νῦν ἀκηκοέναι

247
τό γε τοσοῦτον, ὡς καὶ τῶν τεταρταίων πυρετῶν αἱ κρίσεις κατὰ τὸν ἀριθμὸν γίνονται τῶν περιόδων, οὐ τῶν ἡμερῶν ἐκ τοιούτου τοῦ κόσμου. κόσμον εἴρηκε τὴν τάξιν τῶν κρινουσῶν ἡμερῶν. ὥσπερ γὰρ ἀκοσμίας ἴδιόν ἐστιν ἡ ἀταξία, οὕτως ἡ τάξις τοῦ κόσμου. κατὰ τοῦτό γέ τοι καὶ τόδε τὸ πᾶν ὠνόμασαν οἱ ἄνθρωποι κόσμον, ἐπειδὴ τέτακται τὰ κατ’ αὐτόν· ἐν μέσῳ μὲν αὐτῶν τῆς γῆς κειμένης, ἔξωθεν δὲ ταύτης περικεχυμένης τῆς θαλάττης, περιέχοντος δὲ ταύτην ἀέρος, ἐκεῖνον δὲ αἰθέρος, εἶτ’ οὐρανοῦ πᾶσι τούτοις κύκλῳ περιβεβλημένου. καὶ μὲν δὴ καὶ αἱ κινήσεις τῶν μὲν ἀπλανῶν ἀστέρων τί δεῖ καὶ λέγειν εἰς ὅσον ἥκουσι κόσμον, διὰ παντὸς ὡσαύτως ἔχουσαι; τῶν πλανωμένων δ’ εἰ μὴ καὶ καθ’ ἑκάστην ἡμέραν εἰσὶν ἴσαι, τό γε τεταγμένον ἔχουσιν ἐν ἴσαις χρόνου περιόδοις, ἀεὶ τοὺς αὐτοὺς τόπους τοῦ ζωδιακοῦ διεξερχομένων αὐτῶν.

248
Τὰ δὲ ἐν ἐλαχίστῳ χρόνῳ μέλλοντα κρίνεσθαι, εὐπετέστερα προγινώσκεσθαι. μέγιστα γὰρ τὰ διαφέροντα ἀπ’ ἀρχῆς αὐτέοισίν ἐστιν. οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοί τε καὶ ἀνώδυνοί εἰσι καὶ κοιμώμενοι τὰς νύκτας τά τε ἄλλα σημεῖα ἔχουσιν ἀσφαλέστατα. οἱ δὲ ἀπολλύμενοι δύσπνοοι γίνονται, ἀλλοφάσσοντες, ἀγρυπνέοντες, τά τε ἄλλα σημεῖα κάκιστα ἔχοντες.

Τὸ μὲν εὐπετέως ἐῤῥέθη καὶ πρόσθεν ἑτοίμως τε καὶ ῥᾳδίως σημαῖνον, τὸ δ’ εὐπετέστερα ῥᾴονα δηλονότι λέγει καὶ πρὸς τὴν διάγνωσιν ἑτοιμότερα. πρὸ ὀλίγου μὲν οὖν εἶπεν, οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες τεταρταῖοι παύονται ἢ πρόσθεν. ἀλλὰ νῦν γε ἐπανέλαβεν αὐτὸ χάριν τοῦ διὰ παραδειγμάτων ἐνδείξασθαι σαφέστερον ὁποῖα τὰ σημεῖα τὰ κάλλιστά ἐστιν. αὐτὸς γοῦν ἐπιφέρων φησὶν, οἱ μὲν γὰρ περιεσόμενοι εὔπνοοι καὶ ἀνώδυνοι καὶ κοιμώμενοι τὰς νύκτας, 

249
οἱ δ’ ἀπολούμενοι δύσπνοοι, ἀλλοφάσσοντες, ἀγρυπνέοντες. εἶθ’ ἑκατέρῳ τῷ λόγῳ προσέθηκε, τῷ μὲν πρώτῳ καὶ τἄλλα σημεῖα ἔχοντες ἀσφαλέστατα, τῷ δὲ δευτέρῳ καὶ τἄλλα σημεῖα κάκιστα ἔχοντες, ἐπιδεικνύμενος σαφῶς ὅτι παραδειγμάτων ἕνεκεν ἐμνημόνευσεν ἐξ ἑκατέρου τοῦ γένους τῶν σημείων. εἰκότως δὲ καὶ τοῦτο προσέθηκε τῷ λόγῳ. μέγιστα γὰρ τὰ διαφέροντα αὐτοῖσιν ἀπ’ ἀρχῆς ἐστιν, ὅπερ εἴρηταί μοι καὶ πρόσθεν, ὡς παμπόλλη τίς ἐστιν ἡ διαφορὰ πρὸς ἄλληλα τῶν μελλόντων ἐν ἐλαχίστῳ χρόνῳ κρίνεσθαι νοσημάτων ἐπ’ ὀλέθρῳ τε καὶ σωτηρίᾳ, καθάπερ τῶν εἰς πλεῖστον χρόνον ἐκτεινομένων, ὅτι παραπλήσια κατὰ τὴν ἀρχήν ἐστι τὰ σημεῖα. τὸ δὲ ἀλλοφάσσοντες, εἴρηται γὰρ καὶ τοῦτο τοὔνομα κατὰ τὴν ῥῆσιν, οὐ πάνυ τι σύνηθες ὂν ἤτοι τοὺς παραφρονοῦντας ἢ τοὺς μεταῤῥιπτοῦντας ἑαυτοὺς, ὅπερ ἐστὶν ἀσωμένους, ἐνδείκνυται. βέλτιον δ’, ὅσον ἐξ αὐτῆς τῆς φωνῆς οἷόν τε τεκμαίρεσθαι, τὸ πρότερον, ἵν’ ᾖ γεγενημένον τοὔνομα τὸ ἀλλοφάσσοντες ἐκ τῶν ἄλλοτε φάσκειν ἄλλα. τινὲς δὲ ἀπὸ τοῦ μεταβάλλειν ἄλλοτε εἰς ἄλλο σχῆμα
250
τὰ φάη, τουτέστι τοὺς ὀφθαλμοὺς, γεγονέναι φασὶ τὴν προσηγορίαν.

Ὡς οὖν τουτέων οὕτω γιγνομένων ξυμβάλλεσθαι χρὴ κατά τε τὸν χρόνον κατά τε τὴν πρόσθεσιν ἑκάστην, ἐπὶ τὴν κρίσιν ἰόντων τῶν νουσημάτων.

Ὥσπερ ὅσα περὶ τῆς πρώτης τετράδος εἶπε κατὰ τὴν ἀρχὴν ἐπανέλαβε μετὰ τοῦ προσθεῖναι καὶ παραδείγματα, κατὰ τὸν αὐτὸν τρόπον αὖθις ἐν τῇδε τῇ ῥήσει διέρχεται τὰ κατ’ ἐκείνην αὐτῷ προγεγραμμένα, δι’ ἧς φησιν· ἀλλὰ χρὴ ἀπὸ τῆς πρώτης ἡμέρας ἐνθυμεῖσθαι καὶ καθ’ ἑκάστην τετράδα προστιθεμένην ἐπισκέπτεσθαι, καὶ οὐ λήσει ὅπη τρέψεται.

Κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τῇσι γυναιξὶν αἱ κρίσιες ἐκ τῶν τόκων γίνονται.
251

Καθ’ ἣν ἂν ἡμέραν ἀποκυήσῃ, ἡ ἀρχὴ τῆς ἐξαριθμήσεως γινέσθω σοι, μὴ καθ’ ἣν ἤρξατο πυρέττειν. ἐνίαις γοῦν ἤτοι περὶ δευτέραν ἢ τρίτην ἡμέραν ἄρχονται μετὰ τὸν τόκον, ἀφ’ ἧς ἀριθμοῦσιν οἱ πολλοὶ τὴν ἐσομένην κρίσιν. ἔχει δὲ οὐχ οὕτως, ἀλλ’ ἀφ’ ἧς ἀποκυήσει τὴν συναρίθμησιν δεῖ γενέσθαι τῶν ἡμερῶν. ὁπότ’ οὖν ταῦτα ἅπαντα περὶ τῶν κρισίμων ἡμερῶν ἐπὶ κεφαλαίων διῆλθεν ὁ Ἱπποκράτης, ἀναμνῆσαί σε βούλομαι τοῦ πολλάκις ἐν πολλοῖς ὑπ’ ἐμοῦ λεγομένου. τὸ δ’ ἐστὶ τοιοῦτο ὅτι τῶν ζητουμένων ἔνια μηδὲν εἰς τὰ τῆς τέχνης ἔργα συμβαλλόμενα λογικὴν ἔχει τὴν σκέψιν. ἡ μὲν γὰρ χρεία τῆς προγνώσεως ἔστιν ἐν τῷ γνῶναι τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα, τὸ δὲ εἴτε ὀξὺ κλητέον εἴτε κάτοξυ τὸ τοιοῦτον εἴτε χρόνιον εἴτε ὀξὺ παρηυξημένον εἴτε κατὰ μετάπτωσιν ὀξὺ, περὶ ὀνομάτων ἐστὶ μᾶλλον ἢ περὶ πραγμάτων ζητεῖν. εἰ δὲ καὶ περὶ πραγμάτων ἐθέλοι τις εἶναι τὴν τοιαύτην ζήτησιν, ἀλλ’ οὔτι γε περὶ τοιούτων πραγμάτων ἐστὶν, ἐξ οἵων ἄν τις ὁρμώμενος ἢ προγνοίη τὸ γενησόμενον ἢ θεραπεύσειεν ὀρθῶς.

252
ὑποκείσθω γοῦν ἡμῖν προεγνῶσθαι ἀληθῶς τὸν νοσοῦντα κατὰ τὴν εἰκοστὴν ἡμέραν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος· εἶτα γενομένου τοῦ πράγματος ὡς ἠλπίσθη τὸν μέν τινα λέγειν ὀξὺ νόσημα γεγονέναι τἀνθρώπῳ, τινὰ δ’ οὐκ ἐπιτρέπειν ὀξὺ προσαγορεύειν αὐτὸ, πέρας γὰρ εἶναι τῶν ὀξέων τὴν ιδ΄ ἡμέραν. εἶθ’ αὑτοὺς πάλιν ἀλλήλοις διαφέρεσθαι, τοῦ μέν τινος, ἐπειδὴ τῶν ὀξέων ἐξέπεσεν ἡ νόσος, ἄντικρυς αὐτὴν ὀνομάζοντος χρονίαν, εἶναι γὰρ οὐδεμίαν ἄλλην τρίτην διαφορὰν ἀπὸ χρόνου ποσότητος ἐν τοῖς νοσήμασιν ὑποληπτέον, ἑτέρου δὲ ἐκ μεταπτώσεως ὀξὺ τὸ τοιοῦτον νόσημα καλοῦντος, ἄλλου δ’ οὐχ ἁπλῶς οὕτως, ἀλλὰ παρηυξημένον ἐπ’ ὀλίγον ὀξὺ καλοῦντος. ἵνα γοῦν τις ἀκούσῃ πρῶτον μὲν ἐκ τίνων πιθανῶν ἕκαστος τῶν διαφωνούντων ὁρμᾶται, διακρίνῃ δ’ ἐφεξῆς ὅστις ἄμεινον αὐτῶν ἢ χεῖρον γινώσκει, κατατρίψει μὲν οὐκ ὀλίγον χρόνον, ὀνήσεται δ’ οὐδὲν εἰς τὴν τέχνην. οὕτως δὲ καὶ ὅστις μὲν οἶδε προγνῶναι κατὰ τὴν εἰκοστὴν ἑβδόμην λυθησόμενον
253
τὸ νόσημα, μὴ δύναται δ’ ἀποφαίνεσθαι πότερον ὀξὺ κλητέον ἢ χρόνιον ἢ παρυηξημένον ὀξὺ ἢ ἐκ μεταπτώσεως ὀξὺ, βέβλαπταί τι πρὸς τὴν τέχνην οὐδὲ οὗτος οὐδέν. ἄριστον μὲν γάρ ἐστιν ἐν ταῖς κατὰ χρόνον διαφοραῖς τῶν νοσημάτων τοσοῦτον αὐτῶν ὑπολαμβάνειν εἶναι τὸν ἀριθμὸν, ὅσος περ καὶ τῶν κρινουσῶν περιόδων, ὡς εἶναι τὸν μὲν ὀλιγοχρονιώτατον ἐν τῇ πρώτῃ τετράδι περιγραφόμενον, ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ τὴν δευτέραν, εἶθ’ ἑξῆς τὸν κατὰ τὴν τρίτην, εἶτα τὸν κατὰ τὴν τετάρτην καὶ μετὰ τοῦτον τὸν κατὰ πέμπτην, ἐφεξῆς δὲ τούτῳ τὸν κατὰ τὴν ἕκτην, ἥτις εἰς τὴν εἰκοστὴν ἡμέραν ἀφικνεῖται. μετὰ δὲ ταύτην ἐκλύεσθαι μὲν τὰς τετράδας, ἑβδομαδικὰς δὲ γίνεσθαι κρίσεις. εἶτα καὶ ταύτας ἐκλύεσθαι τοῦ χρόνου προϊόντος, ὡς δι’ εἴκοσιν ἡμερῶν τὰς λύσεις τῶν νοσημάτων ἀποτελεῖσθαι καὶ μετὰ ταῦτα εἰς ἀριθμὸν μεταβαίνειν μηνῶν. δύο γὰρ προθεσμίαι χρόνων εἰσὶ τοῖς νοσήμασιν, ὡς τὰ μὲν ὀξέα, τὰ δὲ χρόνια λέγεσθαι. ἀλλ’ ἕνεκα σαφοῦς διδασκαλίας πολλάκις οὕτως ὀνομάζομεν, εἶθ’ ὑπὸ τῶν πραγμάτων αὐτῶν ἀναγκαζόμεθα μεταξὺ πάλιν αὐτῶν ἕτερα 
254
τιθέναι τὰ ἐκ μεταπτώσεως ὀξέα καὶ ποιεῖν τρεῖς τὰς πάσας διαφορὰς, αὖθις δὲ τούτων ἑκάστην τέμνειν, οἷον εὐθὺς ἐπὶ πρώτων τῶν ὀξέων τὸ μὲν ἁπλῶς ὀξὺ, τὸ δὲ κάτοξυ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὠνόμασται, κάτοξυ μὲν τὸ τῆς ἑβδόμης ἡμέρας οὐκ ἐξωτέρω προϊὸν, ἀλλ’ ἤτοι κατ’ αὐτὴν ἢ καὶ πρωϊαίτερον κρινόμενον, ὀξὺ δὲ τὸ μέχρι τῆς τεσσαρεσκαιδεκάτης ἐκτεινόμενον. εἶτα καὶ τούτῳ πάλιν αὐτῷ βραχύ τι προστιθέμενον ὁρῶντες ἀπορούμεθα, προσηγορίαν ἰδίαν οὐκ ἔχοντες θέσθαι τῷ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν κρινομένῳ νοσήματι, καθάπερ οὐδὲ τῷ κατὰ τὴν εἰκοστὴν τῆς καλουμένης σωρειτικῆς ἀπορίας κατὰ τὸ πρᾶγμα φαινομένης, ὥστ’ ἐνίοτε πιθανὸν ἡμῖν δοκεῖ τὴν εἰκοστὴν ἡμέραν ὅρον θέσθαι τῶν ὀξέων, οὐ τὴν τεσσαρεσκαιδεκάτην οὔσης καὶ ἄλλης οὐ σμικρᾶς ἀπορίας κατὰ τὸ πρᾶγμα. τὸ γὰρ ὀξὺ νόσημα μετὰ μεγέθους τινὸς νοεῖται καὶ συνεχείας πυρετοῦ. τὸ γάρ τοι μὴ τοιοῦτον εἴ γε καὶ περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ θᾶττον λυθείη,
255
τῆς αὐτῆς προσηγορίας οὐκ ἀξιοῦμεν. αὗται μὲν οὖν αἱ διαφοραὶ καὶ τοσαῦται περὶ τῶν ὀξέων νοσημάτων εἰσὶ τῆς προθεσμίας, ἄλλαι δὲ περὶ τῶν μετὰ τὴν εἰκοστὴν ἡμέραν κρισίμων, εἰς πλάτος ἱκανὸν ἐκτεταμένων. κἀκείνων δ’ εὔλογον οἶμαι τὰ μὲν ἄχρι τῆς τεσσαρακοστῆς ἡμέρας προϊόντα κατά τινα διαφορὰν ἰδίαν τίθεσθαι, τὰ δὲ ἀπὸ τούτων ἄχρι μηνῶν ἑπτὰ κατ’ ἄλλην διαφοράν. ὥσπερ γε καὶ τὰ ἐνιαύσια κατ’ ἄλλην αὖ πάλιν καὶ ταῦτα· καὶ πρός γε τούτοις ἔτι τὰς συναριθμήσεις ἐτῶν οὐ μηνῶν ἔχοντα, ὅπερ οὖν ἀεὶ λέγω τὰ μὲν τοιαῦτα παραλειπτέον ἐστὶν, ἀσκητέον δὲ αὐτὸν ἱκανὸν εἶναι προγινώσκειν, ὁπότε λυθήσεται τὸ νόσημα. φαίνεται γοῦν ὁ Ἱπποκράτης ἐφ’ ἑνὸς εἴδους νοσήματος, ὃ καλεῖν εἴωθεν ἐμπύημα, τισὶ μὲν αὐτῶν τὴν εἰκοστὴν ἡμέραν ὅρον τῆς ῥήξεως τιθέμενος, ἐνίοις δὲ τὴν τριακοστὴν ἢ τεσσαρακοστὴν ἢ ἑξηκοστήν· ἐπιτρέψας οὖν τὰς προσηγορίας ἑτέροις ἐπ’ αὐτῶν τίθεσθαι τοῖς περὶ τὰ τοιαῦτα δεινοῖς αὐτὸς σπούδαζε προγινώσκειν εἰς ἥντινα τῶν προειρημένων ἡμερῶν ἡ προθεσμία τῆς
256
ῥήξεως ἀφίξεται. τοῦτο δὲ εὑρήσεις διὰ δυοῖν ὥσπερ ὀργάνων ἐμπειρίας τε καὶ λόγου, τῆς μὲν ἐμπειρίας ἓν καὶ δεύτερον ἐμπύημα διδαξάσης ἐῤῥωγὸς, ἑκάτερον ἰδίᾳ προθεσμίᾳ τοῦ λόγου δὲ γινώσκοντος τήν τε τῆς ὕλης τῶν ἐμπυημάτων οὐσίαν, τό τε δραστικὸν αἴτιον αὐτῆς, τά τε τούτῳ συνεργοῦντα. θεασάμενος γάρ τις τὸ πρῶτον ἐμπύημα κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν, εἰ τύχοι, ῥαγὲν, ὑπὸ τοῦ τοιοῦδε χυμοῦ γεγονὸς, οἷον ὅτι μετρίως ψυχροῦ καὶ καθ’ ὥραν ὡσαύτως μετρίως ψυχρὰν, ἡλικίαν τε καὶ χώραν καὶ φύσιν ὅλου τοῦ σώματος καὶ τοῦ πεπονθότος μορίου καὶ πάλιν ἕτερον θεασάμενος ἑξηκοσταῖον διεῤῥωγὸς, ἐπὶ ψυχροτέροις ἅπασι τοῖς προειρημένοις, εἶτ’ εἰ οὕτως ἔτυχεν εἰκοσταῖον ἐπὶ θερμοτέροις. ἐκ τούτων ὁρμώμενος ἱκανὸς ἔσται περὶ τῶν ἄλλων ἐμπυημάτων στοχάζεσθαι, σκοποῖς μὲν χρώμενος τοῖς ἐμπείρως ὁραθεῖσι, παραβάλλων δὲ ἐκείνοις τὰ νῦν γενόμενα κατὰ θερμότητα καὶ ψύξιν αὐτῶν τε τῶν μεταβαλλομένων χυμῶν καὶ τῆς ἀλλοιούσης αὐτοὺς αἰτίας δραστικῆς, ἥτις ἐστὶ τὸ ἔμφυτον θερμὸν, ὅσα τ’ ἄλλα
257
ταύτῃ συνεργεῖ κατὰ χώραν καὶ ὥραν καὶ κατάστασιν. αὐτῆς δὲ τῆς δραστικῆς αἰτίας τὸ μέγεθος ἔκ τε τῆς ἡλικίας τεκμαιρόμενος ἔτι τε τῆς ἰδίας φύσεως αὐτοῦ καὶ τοῦ μορίου καθ’ ὃ συνέβη τὴν ἐκπύησιν γίνεσθαι καὶ τῶν ἄλλων σημείων, ὅσα ῥώμην τε καὶ ἀῤῥωστίαν ἐνδείκνυται τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ φλέβας δυνάμεως. ὁ γὰρ μηδὲν τούτων ἐπιστάμενος, ἀλλὰ περιμένων ἐκ παρατηρήσεως διδαχθῆναι περὶ πάντων τῶν ἐμπυημάτων ἐτῶν εἰς τοῦτο χιλίων χρόνος οὐκ ἐξαρκέσει, ὥσπερ αὖ πάλιν ὁ πρὸς τὴν ἔμφυτον ἀποβλέπων θερμασίαν ὁπόση τις ἐστι καὶ ταύτῃ παραβάλλων τὴν φύσιν τῶν πεφθησομένων χυμῶν ὁδὸν ἔχει τῆς εὑρέσεως οὗ ζητῶν τυγχάνει πράγματος. οὗτος οὖν ἐστιν ὁ δυνάμενος ἐξ ὧν οἶδε καὶ περὶ ὧν οὐκ οἶδε τεκμαίρεσθαι τεχνικῶς. οὗτος ἐρεῖ μόνος ὡς περὶ μὲν τὴν εἰκοστὴν ἡμέραν ἐκπυήσει τόδε τι, περὶ δὲ τὴν τριακοστὴν τόδε τι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως οὐδὲν ἔτι προστιθέναι δεόμενος, εἴτ’ ὀξὺ χρὴ καλεῖν εἴτε χρόνιον εἴτ’ ἐκ μεταπτώσεως
258
ὀξὺ τὸ νόσημα. ταῦτα γὰρ ἔργον ἐστὶ διακρίνειν, οὐκ ἰατρῶν νὴ Δία περὶ τὰ τῆς τέχνης ἔργα σπευδόντων, ἀλλὰ σοφιστῶν λόγοις σχολαζόντων, καὶ διὰ τοῦτο περὶ μὲν τῶν τοιούτων προβλημάτων ἐφ’ ὑψηλοῦ θρόνου καθήμενοι σεμνῶς πάνυ καταντλοῦσι λόγοις οἱ πολλοὶ τοὺς μαθητάς. ὁποῖον δέ τι γενήσεται τῷ κάμνοντι μᾶλλον αὐτοὺς λέληθεν ἢ τῆς θαλάττης χοαί. ἕτεροι δ’ ἔμπαλιν ἱκανοὶ μέν εἰσι καὶ διαγνῶναι τὰ νοσήματα καὶ προγνῶναι τὰ γενησόμενα, λέγειν δ’ οὐδὲν ἔχουσιν εἰς τὰ λογικὰ ζητήματα, κἀκ ταύτης τῆς αἰτίας ἄλλοι μὲν ἰατροὶ νομίζονται παρὰ τοῖς ἀνθρώποις, ἕτεροι δὲ σοφισταὶ καὶ λογιατροί· καλοῦσι γὰρ αὐτοὺς οὕτως· κἂν θεάσωνταί τινα βιβλίον ἀναγινώσκοντα καὶ λόγῳ χρώμενον εἰς ἑρμηνείαν τῶν χρησίμων φαρμάκων, ὑποπτεύουσι τοῦτον ἐκ τῶν λογιατρῶν εἶναι.

Κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ ξυνεχέες ξὺν πυρετῷ ἢν μέν τι τῶν θανατωδέων σημείων προσγίγνοιτο, ὀλέθριον 
259
κάρτα· εἰ δὲ ἄτερ τῶν τοιούτων σημείων ἡ ὀδύνη ὑπερβάλλοι εἴκοσιν ἡμέρας, ὅ τε πυρετὸς ἔχοι, ὑποσκέπτεσθαι χρὴ αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἄλλην τινὰ ἀπόστασιν ἐς τὰ κάτω χωρία. ἔστ’ ἂν δὲ καὶ ἡ ὀδύνη ᾖ νεαρὰ, προσδέχεσθαι χρὴ ὡσαύτως αἵματος ῥῆξιν διὰ ῥινῶν ἢ ἐκπύησιν, ἄλλως τε κἂν ὀδύνη περὶ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ᾖ.

Ἀτακτότερον ἡρμήνευται χρησιμώτατον εἰς πρόγνωσιν ὂν πρᾶγμα. κατὰ τάξιν δ’ ἂν οὕτως ῥηθείη. κεφαλῆς δὲ ὀδύναι ἰσχυραί τε καὶ συνεχεῖς σὺν πυρετῷ εἰ μέν τι τῶν θανατωδῶν σημείων προσγένηται, τελέως ὀλέθριον· εἰ δ’ ἐξ ὧν ἔμαθες ἐλπίζοις τι περὶ τοῦ νοσοῦντος ὡς σωθησομένου, κατ’ ἀρχὰς μὲν ἄχρι τῆς ἑβδόμης ἡμέρας αἱμοῤῥαγίαν διὰ ῥινῶν προσδέχου, προελθόντος δὲ τοῦ χρόνου καὶ τοῦτο μὲν ἔτι. πῦον δ’ ἂν ἔλθῃ διὰ ῥινῶν ἢ δι’ ὤτων ἐπὶ σωτηρίᾳ τοῦ κάμνοντος. εἰ δὲ ἄχρι τῶν εἴκοσι ἡμερῶν ἐκταθείη

260
τὸ σύμπτωμα τῆς κεφαλαλγίας, ἔτι καὶ τότε τὴν αἱμοῤῥαγίαν σπανιωτέραν ἔλπιζε, μᾶλλον δὲ ἐκπύησιν ἢ ἀπόστασιν εἰς τὰ κάτω χωρία προσδέχου. κατ’ ἐκεῖνον δὲ τὸν χρόνον, καθ’ ὃν ἂν τὴν αἱμοῤῥαγίαν ἐλπίσῃς, αὐξήσει σου τὴν ἐλπίδα κατὰ τοὺς κροτάφους τε καὶ τὸ μέτωπον ὀδύνη σφοδρὰ παραμένουσα.

Μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ αἵματος μὲν τὴν ῥῆξιν τοῖσι νεωτέροισι πεντεκαιτριήκοντα ἐτέων, τοῖσι δὲ γεραιτέροισι τὴν ἐκπύησιν.

Ἀπὸ τῆς ἡλικίας ὁ διορισμὸς εἰς τὸ μᾶλλον ἐλπίζειν διὰ ῥινῶν αἱμοῤῥαγίαν. ἡ δ’ αἰτία πρόδηλος εἰρημένη πολλάκις, ὡς ἡ μέχρι πέντε καὶ τριάκοντα ἐτῶν ἡλικία πλεῖστον αἷμα γεννᾷ. πρόσεστι δὲ καὶ τοῦτο καὶ τὸ θερμότερόν τε καὶ χολωδέστερον εἶναι ἐν ταύτῃ τῇ ἡλικίᾳ τὸ αἷμα. λέλεκται δὲ καὶ πρόσθεν εἰς τὰς ὑπὸ τῆς φύσεως γενομένας

261
αἱμοῤῥαγίας τὸ τοιοῦτον ἐπιτήδειον ὑπάρχειν· ἐπὶ δὲ τῶν γεραιτέρων τῶν περαιτέρω τῶν τριάκοντα καὶ πέντε ἐτῶν μᾶλλον προσδοκῆσαι τὴν ἐκπύησιν.

Ὠτὸς δὲ ὀξείη ὀδύνη ξὺν πυρετῷ ξυνεχεῖ τε καὶ ἰσχυρῷ δεινόν. κίνδυνος γὰρ παραφρονῆσαι τὸν ἄνθρωπον καὶ ἀπολέσθαι. ὡς οὖν τουτέου τοῦ τρόπου σφαλεροῦ ἐόντος ταχέως δεῖ προσέχειν τὸν νόον καὶ τοῖσιν ἄλλοισι σημείοισι πᾶσιν ἀπὸ τῆς πρώτης ἡμέρης.

Οὐδέποτε γίνεται ὀδύνη σφοδρὰ ἐπὶ τῶν φαινομένων τούτων ὤτων, οὔτ’ εἰ καὶ γένοιτο κίνδυνος ἀκολουθήσει, μήτ’ αὐτοῦ τι τοῦ μορίου κύριον ἔχοντος μήτε κυρίῳ τινὶ συνεχοῦς ὄντος. ἀλλ’ εἰώθασιν ὠταλγίας ὀνομάζειν, ὅταν ἐν τῷ βάθει κατὰ τὸν ἀκουστικὸν πόρον ἡ τῆς ὀδύνης αἴσθησις γένηται. τηνικαῦτα γὰρ αὐτὸ πάσχει τὸ ἀκουστικὸν ὀνομαζόμενον νεῦρον, οὐ διὰ μακροῦ συνάπτον

262
τῷ ἐγκεφάλῳ. εἰκότως οὖν ἀπόλλυνται πολλοὶ κατὰ τὰς σφοδρὰς ὠταλγίας εἰς συμπάθειαν ἐρχομένου τοῦ ἐγκεφάλου, διὸ καὶ παραφρονοῦσι τῶν καμνόντων ἔνιοι καὶ μέντοι καὶ ἀποθνήσκουσιν αὐτῶν τινες ἐξαίφνης ὃν τρόπον οἱ ἀπόπληκτοι, ὅταν ἐπὶ τὸν ἐγκέφαλον ἀφίκηται ἀθρόως τὸ τὴν ὠταλγίαν ἐργαζόμενον ῥεῦμα.

Ἀπόλλυνται δὲ οἱ μὲν νεώτεροι τῶν ἀνθρώπων ἑβδομαῖοι καὶ ἔτι θᾶσσον ὑπὸ τοῦ νουσήματος τουτέου, οἱ δὲ γεραίτεροι πολλῷ βραδύτερον. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτέοισιν ἐπιγίγνονται καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυΐσκεσθαι. ἀλλὰ ταύτῃσι μὲν τῇσιν ἡλικίῃσιν ὑποστροφαὶ τοῦ νοσήματος ἐπιγινόμεναι ἀποκτείνουσι τοὺς πλείστους. οἱ δὲ νεώτεροι πρὶν ἐκπυῆσαι τὸ οὖς ἀπόλλυνται. ἐπήν γε ῥυῇ τὸ πῦον λευκὸν ἐκ τοῦ ὠτὸς, ἐλπὶς περιγενέσθαι τῷ νέῳ, ἤν τι καὶ ἄλλο χρηστὸν αὐτέῳ ἐπιγένηται σημεῖον.
263

Τοῖς νέοις τῶν ἀνθρώπων οἴ τε πυρετοὶ καὶ αἱ παραφροσύναι μᾶλλον γίνονται διὰ τὸ χολῶδες καὶ θερμὸν τῆς κράσεως. εἰκότως οὖν ἀπόλλυνται θᾶσσον ἢ ἐκπυΐσκονται τὰ ὦτα. τοῖς δὲ πρεσβύταις ὅσον μὲν ἐπὶ τούτοις ἧττον ὑπάρχει κινδυνεύειν. καὶ ὑποστροφαὶ δὲ αὐτοῖς γίνονται τῶν παθημάτων, ὅτι μὴ τελέως ἐκπέττεται διὰ τὴν ψυχρότητα τῆς κράσεως ὁ τὴν ὀδύνην ἐργαζόμενος χυμός. τὰ δ’ ἄλλα τῆς ῥήσεως ἱκανῶς ἐστι σαφῆ.

Φάρυγξ δὲ ἑλκουμένη σὺν πυρετῷ δεινὸν, ἀλλ’ ἤν τι καὶ ἄλλο σημεῖον ἐπιγένηται τῶν προκεκριμένων πονηρῶν εἶναι προλέγειν, ὡς ἐν κινδύνῳ ἐόντος τοῦ ἀνθρώπου.

Ἡ ἑλκουμένη φάρυγξ σημεῖόν ἐστι κακοχυμίας διαβρωτικῆς. αἴτιον δὲ δυσκολίας οὐ σμικρᾶς διὰ τὸ μετὰ πόνου καταπίνειν. ἐπιβλέπειν οὖν χρὴ καὶ τὰ ἄλλα σημεῖα πρὸς ἀκριβεστέραν γνῶσιν τοῦ γενησομένου. κοινὸν δὲ ἐπὶ 

264
πάντων ἔστω σοι παράγγελμα, μάλιστα δ’ ἐπὶ τῶν μήτ’ ἀκριβῶς ἀρίστων μήτε χειρίστων. ἐφ’ ὧν καὶ αὐτὸς ὁ Ἱπποκράτης εἴωθεν ἀξιοῦν συνεπισκέπτεσθαι καὶ τἄλλα σημεῖα.

Αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστα ἀναιροῦσιν, ὁκόσαι μήτ’ ἐν τῇ φάρυγγι μηδὲν ἔκδηλον ποιέουσι μήτ’ ἐν τῷ αὐχένι, πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν. αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι καὶ δευτεραῖαι καὶ τριταῖαι καὶ τεταρταῖαι.

Ὅτι φάρυγγα τὴν προκειμένην χώραν στομάχου τε καὶ λάρυγγος ὀνομάζει δῆλόν ἐστι κἀξ ὧν νῦν ἔγραψεν, ἐκείνας τὰς κυνάγχας δεινοτάτας εἶναι λέγων, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι μήτε κατὰ τὸν αὐχένα διάθεσίν τινα παρὰ φύσιν ἐνδείκνυνται, κατὰ χροιάν τε καὶ θερμότητα καὶ ὄγκον. αὐχένα μὲν γὰρ τὸν τράχηλον λέγει, φάρυγγα δὲ τὴν ἐν

265
τῷ διανοῖξαι τὸ στόμα καὶ πιλῆσαι τὴν γλῶσσαν κάτω φαινομένην εὐρυχωρίαν, ἐν ᾗ τὰ δύο στόματά ἐστι, τό τε τοῦ στομάχου καὶ τὸ τοῦ λάρυγγος. ὅταν οὖν ἐν μηδετέρῳ τούτων ἐπίδηλον ᾖ τι παρὰ τὸ κατὰ φύσιν, ἡγεῖσθαι χρὴ τῶν ἔνδον τοῦ λάρυγγος σωμάτων εἶναι φλεγμονὴν, ἐφ’ ᾗ πνίγονται. στενῆς δ’ οὔσης φύσει τῆς ὁδοῦ τοῦ πνεύματος ἀναγκαῖόν ἐστι πνίγεσθαι κλειομένης αὐτῆς τελέως διὰ τὴν φλεγμονὴν τῶν περιεχόντων σωμάτων. ἀναγκάζονται τοιγαροῦν ὀρθοῦντες τὸν τράχηλον ἀναπνεῖν ὑπὲρ τοῦ διοῖξαι κἂν ἐπὶ βραχὺ τὸν πόρον. αἱ γὰρ ὑπτίαι κατακλίσεις ἀποκλείουσιν ἐσχάτως αὐτὸν καταπιπτόντων μᾶλλον τῶν πρόσω σωμάτων, ὡς ἐπὶ τοὺς τοῦ τραχήλου σπονδύλους. διά τε οὖν τοῦτο καὶ ὅτι φλεγμαίνουσιν οἱ κατὰ τὸν λάρυγγα μύες εἰκότως ὀδυνῶνται.

Ὁκόσαι δὲ τὰ μὲν ἄλλα παραπλησίως πόνον παρέχουσιν, ἐπαίρονται δὲ καὶ ἐν τῇ φάρυγγι ἐρυθήματα ποιέουσιν,
266
ὀλέθριαι μὲν κάρτα, χρονιώτεραι δὲ μᾶλλον τῶν πρόσθεν, ἢν τὸ ἐρύθημα μέγα γένηται.

Δευτέρας διαφορᾶς μέμνηται κυνάγχης, ἐν ᾗ συνεπαίρεται μὲν τὰ κατὰ τὸν αὐχένα καὶ ἡ φάρυγξ ἐρυθραίνεται. πονοῦσι δ’ ὁμοίως τοῖς προειρημένοις, οὐ μὴν ὀρθόπνοιά τις αὐτοῖς ἐστιν, ὅπερ ἐστὶν οὐ δυσπνοοῦσι σφοδρῶς, ὅτι μηδὲ φλεγμαίνουσιν ἰσχυρῶς οἱ κατὰ τὸν λάρυγγα μύες. εἰκότως οὖν αὐτὰς ὀλεθρίους εἶναί φησιν, οὐ μὴν ὁμοίως ταῖς πρὸ αὐτῶν ἀναιρεῖν ὀξύταται.

Ὁκόσοισι δὲ ξυνεξαιρεθῇ ἡ φάρυγξ καὶ ὁ αὐχὴν, αὗται χρονιώτεραι καὶ μάλιστα ἐξ αὐτέων περιφεύγουσιν, ἢν ὅ τε αὐχὴν καὶ τὸ στῆθος ἐρύθημα ἔχῃ καὶ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας εἴσω.
267

Τρίτην ταύτην διαφορὰν ἑρμηνεύει κυνάγχης, ἣν ἔνιοι διὰ τοῦ σ γράμματος ὀνομάζουσι συνάγχην, οὐ διὰ τοῦ κ κυνάγχην. ἐφ’ ᾗ γὰρ ἰσχυρῶς μὲν πνίγονται, φαίνεται δ’ οὐδὲν οὔτε φλεγμονῶδες οὔτ’ ἐρυσιπελατῶδες ἤτοι κατὰ τὸν τράχηλον ἢ τὴν φάρυγγα, κυνάγχην διὰ τοῦ κ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσιν. ἀλλ’ ὅπερ ἀεὶ λέγω φαίνεται καὶ ὁ Ἱπποκράτης ποιῶν, οὐ μικρολογούμενος ἐν ὀνόμασιν, ὡς δ’ ἂν ἐπέλθοι καλῶν. ἀμέλει καὶ γέγραπται κατά τινα τῶν παλαιῶν ἀντιγράφων ἡ ἀρχὴ τῆς ῥήσεως διὰ τοῦ σ γράμματος, αἱ δὲ συνάγχαι, ᾧ καὶ δῆλον ὡς οὐδὲν ὠφελεῖ τὸ περὶ τοῦ κ καὶ σ διαφέρεσθαι, καθάπερ οἱ νεώτεροι πράττουσι τῶν ἰατρῶν. ὅπου γὰρ ὁμολογεῖται τὸ πρᾶγμα, σκαιόν ἐστι τὸ περὶ τῶν ὀνομάτων ἐρίζειν. ὡμολόγηται δὲ τὸ πρᾶγμα τοῖς γινώσκουσι τὰ τῆς τέχνης ἔργα. τῶν γὰρ ἰσχυρῶς πνιγομένων ὡς ἀνακαθίζειν ἀναγκάζεσθαι χείριστα διάγουσιν οἱ σφοδρῶς μὲν ὀδυνώμενοι, μηδὲν δὲ ἔχοντες ἐν τῷ τραχήλῳ καὶ τῇ φάρυγγι σύμπτωμα. τούτων

268
δ’ ἐφεξῆς οἱ μὴ δυσπνοοῦντες μὲν, ὀδυνώμενοι δὲ σφόδρα μετὰ τοῦ συνεξῇρθαι μὲν αὐτοῖς τὸν τράχηλον, ἐρυθροτέραν δὲ φαίνεσθαι τὴν φάρυγγα. τρίτοι δ’ ἐπ’ αὐτοῖς εἰσι περὶ ὧν κατὰ τὴν προκειμένην ῥῆσιν ὁ Ἱπποκράτης διῆλθεν, οἱ μήτε ὀδυνώμενοι σφοδρῶς μήτε δυσπνοοῦντες, ἀπαθοῦς μὲν αὐτοῖς διαμένοντος τοῦ λάρυγγος ἤτοι δ’ εἰς τὴν φάρυγγα τοῦ ῥεύματος ἢ εἰς τὸν τράχηλον ἢ εἰς ἄμφω ταῦτα τραπέντος. ἔσται δὲ τοὐπίπαν τὸ ῥεῦμα τοῦτο χολωδέστερον, ὡς ἤτοι ἄντικρυς ἐρυσίπελας ἢ φλεγμονὴν ἐρυσιπελατώδη ποιεῖν, ὅθεν καὶ αὐτὸς ἔφη, εἰ μὴ παλινδρομέῃ τὸ ἐρυσίπελας εἴσω. φλεγματῶδες δὲ εἴ ποτ’ αὐτοῖς γένοιτο τὸ οἴδημα, τάχιστα θεραπεύεται καὶ τὴν ἀρχὴν οὐδὲ τῶν ὀξέων ἐστὶ τὸ τοιοῦτον πάθημα. τὰ δ’ ἄλλα τῆς ῥήσεως δῆλα.

Ἢν δὲ μήτε ἐν ἡμέρῃσι κρισίμοισιν ἀφανίζηται τὸ ἐρυσίπελας μήτε φύματος ξυστραφέντος ἐν τῷ ἔξω χωρίῳ 
269
μήτε πῦον ἀποβήσσῃ ῥηιδίως τε καὶ ἀπόνως ἔχειν δοκέει, θάνατον σημαίνει ἢ ὑποστροφὴν τοῦ ἐρυθήματος.

Τὸ μὲν ἄνευ φύματος ἢ πτυσμάτων εὐπετῶς ἀναγομένων ἀφανισθῆναι τὸ ἐρυσίπελας ἢ τὸ ἔρευθος, ἑκατέρως γὰρ γέγραπται, πρόδηλον ὅπως ἔσται μοχθηρόν. τὸ δὲ μήτ’ ἐν ἡμέρῃσι κρισίμοισι ἄξιον ἐπισκέψασθαι πότερον οὕτως ἀκουστέον ἐστὶν ὡς ἂν ἐν κρισίμοις ἡμέραις ἀφανίζηται, μηδενὸς ἐσομένου μοχθηροῦ σημείου αὐτῷ ἢ οὒ, ἐξηγήσαντο γὰρ αὐτὸ οὕτω τινὲς, ἢ συνάψαι χρὴ τοῦτο τοῖς ἐφεξῆς ὡς κἀκεῖνα βουλομένου τοῦ Ἱπποκράτους ἐν ἡμέρᾳ γίνεσθαι κρισίμῳ χάριν τῆς βεβαίας πίστεως, ὅπερ ἀληθέστερόν ἐστιν. ἐὰν γὰρ ἐν κρισίμοις ἡμέραις ἡ μετάστασις εἰς τὸν πνεύμονα γένηται, παλινδρομοῦντος ἔσω τοῦ ἐρυσιπέλατος, οὐ διαφορουμένου κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, οὐ μόνον οὐκ ἀγαθόν ἐστι τὸ τοιοῦτον, ἀλλὰ καὶ μέγιστον κακὸν, ἐκ τοῦ τῆς ἡμέρας πιστοῦ τὸ βέβαιον τῆς κακίας προσλαμβανόμενον. εἰ δὲ μετὰ τοῦ φῦμα μὲν ἐκτὸς γενέσθαι,

270
ῥᾳδίως δ’ ἀποβήττειν, ἀπόλλυται τὸ ἐρυσίπελας ἢ τὸ ἐρύθημα, τηνικαῦτα θάνατον οὐκέτι προσδοκᾷν χρὴ τῷ κάμνοντι γενέσθαι.

Ἀσφαλέστερον δὲ τὸ οἴδημα καὶ τὸ ἐρύθημα, ὡς μάλιστα ἔξω τρέπεσθαι. ἢν δὲ ἐς τὸν πνεύμονα τράπηται, παράνοιάν τε ποιέει καὶ ἔμπυοι ἐξ αὐτέων τινὲς γίνονται ὡς τὰ πολλά.

Καὶ ταῦτα καὶ τὰ τούτων ἐφεξῆς δῆλα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν.