In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Ὁκόσα μὲν οὖν ἐγχρονίζει τῶν ἐμπυημάτων ἔχει τὰ σημεῖα ταῦτα καὶ πιστεύειν αὐτέοισι χρὴ κάρτα. ὁκόσα δὲ ὀλιγοχρόνιά ἐστιν, ἐπισημαίνεσθαι τουτέων ἤν τι ἐπιφαίνηται οἷα καὶ τοῖσιν ἐν ἀρχῇσι γινομένοισιν ἅμα δὲ καὶ ἤν τι δυσπνούστερος ᾖ ὁ ἄνθρωπος.

Καλῶς εἶπε πιστεύειν χρῆναι τοῖς τῶν χρονιζόντων ἐμπυημάτων σημείοις. οὕτω γάρ ἐστιν ἰσχυρὰ τὴν δύναμιν,

206
ὡς μηδεμίαν ἀμφιβολίαν ἑαυτοῖς ἀπολείπεσθαι. τὰ δ’ ὀλιγοχρόνια γνωρίζεσθαι διὰ τῶν ἔμπροσθεν εἰρημένων· ἦν δ’ ἐκεῖνα, τὸ ῥῖγος καὶ ὁ πυρετὸς καὶ τὸ βάρος εἴτε τι τῶν ἐπὶ τοῖς χρονίοις εἰρημένων ἤδη φαίνοιτο καὶ εἰ δυσπνούστερος ὁ κάμνων γένοιτο παρὰ τὸ πρόσθεν, ἀνάγκη γὰρ τοῦτο συμβαίνειν διὰ τὴν στενοχωρίαν τοῦ πνεύμονος, ὅταν καταλάβῃ τὰς κενὰς χώρας τοῦ θώρακος τὸ πῦον.

Τὰ δὲ ταχύτερον αὐτέων καὶ βραδύτερον ῥηγνύμενα τοῖσδε γινώσκειν χρή· ἢν μὲν ὁ πόνος ἐν ἀρχῇσι γένηται καὶ ἡ δύσπνοια καὶ ἡ βὴξ καὶ ὁ πτυελισμὸς διατείνει ἐς τὰς εἴκοσιν ἡμέρας ἔχων, προσδέχεσθαι τὴν ῥῆξιν ἢ καὶ ἔτι ἔμπροσθεν. ἢν δὲ ἡσυχέστερος ὁ πόνος εἴη καὶ τἄλλα πάντα κατὰ λόγον, τουτέοισι προσδέχεσθαι τὴν ῥῆξιν ἐς ὕστερον, προσγίνεσθαι δὲ ἀνάγκη καὶ πόνον καὶ δύσπνοιαν καὶ πτυελισμὸν πρὸ τῆς τοῦ πύου ῥήξεως.
207

Ἐξ ὧν ὅτι ῥαγῆναι κίνδυνός ἐστι τὸ διαπυϊσκόμενον, ἔνεστί σοι προγινώσκειν ἐκ τούτων καὶ ὅτι θᾶττον. ἔστι δὲ ταῦτα πόνος καὶ δύσπνοια καὶ βὴξ καὶ πτυελισμός. ἐὰν μὲν οὖν συνεχῆ τε γίνηται καὶ ἰσχυρὰ, ταχεῖαν ἔσεσθαι σημαίνει τὴν ῥῆξιν, ἐὰν δὲ μήτε συνεχῆ μήτε ἰσχυρὰ, χρονιωτέραν. ἀνάγκη δὲ διαβιβρωσκομένου τοῦ περικειμένου τῷ πύῳ σώματος ὑπὸ τῆς δριμύτητος αὐτοῦ, πόνον μὲν γενέσθαι δι’ αὐτὸ τοῦτο, βῆχα δὲ καὶ πτυελισμὸν ἰχῶρός τινος ἤδη λεπτοῦ διεξερχομένου τὸ περιέχον σῶμα. δυσπνοοῦσι δὲ καὶ δι’ ὅλην μὲν τοῦ νοσήματος τὴν κατάστασιν, ἐξαιρέτως δὲ διὰ τὴν προσγινομένην ὀδύνην.

Περιγίνονται δὲ τουτέων μάλιστα μὲν οὓς ἂν ἀφῇ ὁ πυρετὸς αὐθημερὸν μετὰ τὴν ῥῆξιν καὶ σιτίων ταχέως ἐπιθυμέωσι καὶ δίψης ἀπηλλαγμένοι ἔωσι, καὶ ἡ γαστὴρ σμικρά τε καὶ ξυνεστηκότα ὑποχωρέῃ, καὶ τὸ πῦον λευκόν
208
τε καὶ λεῖον ὁμόχροον ᾖ καὶ φλέγματος ἀπηλλαγμένον καὶ ἄτερ πόνου τε καὶ βηχὸς ἰσχυρῆς ἀνακαθαίρηται. ἄριστα μὲν οὖν οὕτως καὶ τάχιστα ἀπαλλάσσουσιν. ἢν δὲ μὴ, οἷσιν ἂν ἐγγυτάτω τουτέων γίνονται. ἀπόλλυνται δὲ οἷσιν ἂν ὅ τε πυρετὸς αὐθημερὸν μὴ ἀφείη, ἀλλὰ δοκέων αὐτέους ἀφιέναι, αὖθις φαίνηται ἀναθερμαινόμενος, καὶ δίψαν μὲν ἔχωσι, σιτίων δὲ μὴ ἐπιθυμέωσι, ἡ κοιλίη ὑγρὴ ᾖ καὶ τὸ πῦον χλωρὸν καὶ πέλιον πτύῃ ἢ φλεγματῶδες καὶ ἀφρῶδες. ἢν ταῦτα πάντα γίνηται, ἀπόλλυνται. ὁκόσοισι δ’ ἂν τουτέων τὰ μὲν ἐπιγένηται, τὰ δὲ μὴ, οἱ μὲν αὐτέων ἀπόλλυνται, οἱ δὲ ἐν πολλῷ χρόνῳ περιγίνονται. ἀλλ’ ἐκ πάντων τῶν τεκμηρίων τῶν ἐόντων ἐν τουτέοισι σημαίνεσθαι καὶ τοῖσιν ἄλλοισιν ἅπασιν.

Οὗτος ἅπας ὁ λόγος ὁ ἀπὸ ταύτης τῆς λέξεως ἀρχόμενος ὅλος ἐστὶ σαφὴς τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων. ὑπερβὰς οὖν αὐτὸν ἐπὶ τὰ συνεχῆ μεταβήσομαι.

209
Ὁκόσοισι δὲ ἀποστάσιες γίνονται ἐκ τῶν περιπνευμονικῶν νοσημάτων παρὰ τὰ ὦτα καὶ ἐκπύουσιν ἐς τὰ κάτω χωρία καὶ συριγγοῦνται, οὗτοι περιγίνονται.

Τὸ συριγγοῦνται μόνον ἀσαφές ἐστιν ἐν ταύτῃ τῇ ῥήσει κατὰ μεταφορὰν εἰρημένον. αἱ γάρ τοι σύριγγες αἱ κυρίως ὀνομαζόμεναι, ταῦτα δὴ τὰ μουσικῶν ὄργανα, προμήκεις ἔχουσι κοιλότητας· αἷς ὅταν ἐν τοῖς τῶν ζώων σώμασιν ὁμοῖαι παρὰ φύσιν γεννῶνται, διὰ τῆς αὐτῆς προσηγορίας δηλοῦνται. δοκεῖ δή μοι καὶ νῦν ὁ Ἱπποκράτης διὰ τὸ τῆς διεξόδου πρόμηκες κεχρῆσθαι τῷ συριγγοῦνται ῥήματι. τὸ δὲ σύμπαν τοῦ λόγου κεφάλαιόν ἐστι περὶ τῶν ἐπιγινομένων τοῖς περιπνευμονικοῖς ἀποστάσεων, ἐνίοτε μὲν εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας, ἐνίοτε δὲ εἰς τὰ κάτω τοῦ θώρακος χωρία.

210
Ὑποσκέπτεσθαι δὲ χρὴ καὶ τὰ τοιαῦτα ᾧδε, ἢν ὅ τε πυρετὸς ἔχῃ καὶ ἡ ὀδύνη μὴ πεπαυμένη ᾖ καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίνωνται καὶ μηδὲ τὸ οὖρον κάρτα πουλύ τε καὶ παχὺ καὶ πολλὴν ὑπόστασιν ἔχον. ὑπηρετεῖται δὲ περιεστηκῶς ὑπὸ τῶν λοιπῶν πάντων τῶν περιεστηκότων σημείων, τουτέοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι.

Τὰς προειρημένας ἀποστάσεις ὅπως ἄν τις προγινώσκοι διδάσκει διχῆ τεμὼν τὸν λόγον. ὡς τὸ μὲν πρῶτον αὐτοῦ μέρος εἶναι διδασκαλίαν τοῦ γενήσεσθαι τὴν ἀπόστασιν, τὸ δὲ δεύτερον διορίζεσθαι, πότερον ἄνωθεν τοῦ θώρακος εἰς τοὺς ὑπὸ τοῖς ὠσὶν ἀδένας ἢ κάτω τῶν φρενῶν. ἀρξόμεθα οὖν καὶ ἡμεῖς ἀπὸ τοῦ προτέρου μέρους, ἐν ᾧ κεφάλαιόν ἐστι δύσπεπτον· μὲν εἶναι τὸ νόσημα, μὴ μέντοι θανατῶδες. οὔτε γὰρ ἐὰν εὔπεπτον ᾖ, δι’ ἀποστάσεως,

211
ἀλλ’ ἤτοι δι’ ἐκκρίσεως ἢ κατὰ βραχὺ λυθήσεται πεπανθέν. οὔτε ἂν ὀλέθριον ὑπάρχῃ, γενήσεταί τις ἀπόστασις ἀγαθή. μέσον οὖν. αὐτὸ χρὴ τῶν τε ἐπιεικῶν εἶναι καὶ τῶν ὀλεθρίων. ὅθεν εἰκότως ὁ Ἱπποκράτης ἔνια μὲν αὐτῶν τῶν γνωρισμάτων ἔγραψεν ἐκ τῶν κακῶν σημείων, ἔνια δὲ ἐκ τῶν ἀγαθῶν, ἃ κατὰ μέρος ἤδη σοι δίειμι, τὴν ἀρχὴν ἀπὸ τοῦ πρώτου ποιησάμενος, ὑπὲρ οὖ πρώτου κατὰ λέξιν οὕτω φησίν· ἢν ὁ πυρετὸς ἔχῃ, τουτέστι κατείληφε τὸν ἄνθρωπον, ὡς εἰς ἀπυρεξίαν μηδέποτε ἀφικνεῖσθαι καὶ ἡ ὀδύνη μὴ πεπαυμένη ᾖ· παυσαμένης γὰρ αὐτῆς οὐκ ἀποστάσεώς ἐστι χρεία τις ἔτι πρὸς τὴν λύσιν, ὡς ἐπιεικοῦς τοῦ νοσήματος ὄντος. καὶ τὸ πτύελον, φησὶ, μὴ ἐγχωρέῃ κατὰ λόγον, οὐδὲ γὰρ ὅλως ἀποστάσεως δεηθήσεται τὸ νόσημα διὰ τῶν πτυσμάτων ἀεὶ ἐκκαθαιρόμενον, εἶτ’ ἐφεξῆς μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες. εἴρηται γάρ σοι καὶ πρόσθεν ὡς ἐν τοῖς χολώδεσι νοσήμασιν αἱ ἀποστάσιες οὐ γίνονται. χρὴ γὰρ ὠμὴν καὶ παχεῖαν εἶναι τὴν τῶν χυμῶν ὕλην, ἵν’ εἴς τε χρόνον πλείονα ἐκπέσῃ τὸ νόσημα καὶ μὴ δι’ ἐκκρίσεως, ἀλλ’ ἤτοι δι’ ἀποστάσεως ἢ μόνης πέψεως
212
ἰαθῇ. τὸ δὲ ἐφεξῆς τῷδε τινὲς μὲν οὕτω γράφουσι· μηδ’ εὔλυτοι καὶ ἄκρητοι γίνωνται, ὥσπερ ἔφη, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, οὕτω μηδὲ εὔλυτοι καὶ ἄκρητοι γίνωνται, τοῦ μὲν ἀκρήτου πρὸς τὰς ἀμίκτους τῶν ἄλλων χυμῶν τινι ἀναφερομένου διὰ τὸ μίαν ἔχειν αὐτὰς ποιότητα τὴν τῶν χολωδῶν, τοῦ δὲ μηδ’ εὔλυτοι πρὸς τὸ πλῆθος τῶν ἐκκρίσεων, ὡς εἴτε καὶ χολώδεις εἶεν καὶ εὔλυτοι δι’ ἐκκρίσεως μᾶλλον ἢ δι’ ἀποστάσεως ἐσομένης τῆς κρίσεως. ἔνιοι δὲ ἐναντίως γράφουσι τὴν λέξιν ᾧδε· μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες εὔλυτοι δὲ καὶ ἄκρητοι γίνωνται· εὐλύτους μὲν εἶναι βουλόμενοι τὰς συμμέτρως ὑπερχομένας, ἀκρήτους δὲ τὰς ὑδατώδεις καὶ ἀμίκτους. ἐῤῥέθη γὰρ ἔμπροσθεν ὡς τὸ ἄκρητον ἐπὶ τῆς ἀμίκτου λέγεται ποιότητος. ἀποφήσας οὖν ὁ Ἱπποκράτης, φασὶ, τὰς χολώδεις διαχωρήσεις ἐπὶ τῶν ἀκράτων, ὅπερ ἐστὶν ἀμίκτους καὶ οἷον ἄκρας κατὰ μίαν ποιότητα, δῆλός ἐστι τὰς ὑδατώδεις λέγων, αἵπερ ἄπεπτοί εἰσι καὶ διὰ τοῦτο χρόνου δέονται πρὸς τὴν πέψιν, ἐν ᾧ καὶ αἱ ἀποστάσεις
213
γίνονται. τὰ μὲν γὰρ ὀξέα δι’ ἐκκρίσεων μᾶλλον εἴωθε κρίνεσθαι, τὰ δὲ χρονίζοντα δι’ ἀποστάσεως. ἀλλὰ περὶ μὲν τῆς ἐν ταῖς εἰρημέναις γραφαῖς διαφορᾶς ἔνεστί σοι καὶ αὖθις ἐπισκέψασθαι κατὰ πολλὴν σχολήν. ἐν δὲ τῷ παρόντι τὴν ὅλην τοῦ λόγου σύνοψιν, ὡς εἰς τὰ τῆς τέχνης ἔργα λαβεῖν ἐξ αὐτῆς τὸ χρησιμώτατον, ἐγώ σοι δίειμι. πρόκειται μὲν οὖν αὐτῷ τεκμήρασθαί τι περὶ τῶν εἰς ἀπόστασιν ὁρμησάντων νοσημάτων. εἶναι δὲ ταῦτα χρὴ πάντως μὲν ἐξ ὠμῶν καὶ παχέων χυμῶν, οὐ μὴν ὀλεθρίων γε. τὰ γὰρ τοιαῦτα χρονίζοντα ποιεῖσθαι δεῖ τὰς ἀποστάσεις, εἴ γε μὴ κατὰ σύμπεψιν, οὕτω γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ὑφ’ Ἱπποκράτους ἡ λύσις αὐτῶν γενέσθαι φθάσει. γνώρισμα δέ σοι τῆς πέψεως ἔσται τὸ οὖρον αὐτό τε πολὺ γινόμενον, ὑπόστασίν τε πολλὴν ἔχον. ᾧ δ’ ὑπόστασίς ἐστι πολλὴ, τοῦτο πάντως ἐστὶ καὶ αὐτὸ παχύτερον τοῦ κατὰ φύσιν. εἰκότως οὖν ἐγένετο διττὴ γραφὴ κατὰ λέξιν, ἐνίων μὲν οὕτω γραψάντων, μηδ’ οὖρον πολύ τε καὶ παχὺ καὶ ὑπόστασιν ἔχον πολλὴν, ἐνίων δὲ μηδ’ οὖρον πολὺ κάρτα καὶ ὑπόστασιν πολλὴν ἔχον.

214
Γίνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία οἶσιν ἂν περὶ τὰ ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγίνηται, αἱ δὲ ἄνω οἶσιν ἂν τὸ μὲν ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ· δύσπνοον δέ τινα χρόνον γενόμενον παύσηται ἄτερ φανερῆς προφάσιος ἄλλης.

Προφάσεις εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτης τὰς φανερὰς αἰτίας. ὅταν οὖν ἐξαίφνης γενομένη δύσπνοια κατὰ τὰς προειρημένας διαθέσεις ἐξαίφνης πάλιν παύσηται καὶ τὸ γενέσθαι καὶ τὸ παύσασθαι χωρὶς φανερᾶς αἰτίας ἔχουσα, τὴν ἐπὶ κεφαλὴν ῥοπὴν ἐνδείκνυται τῶν χυμῶν, ὥσπερ πάλιν τὴν ἐπὶ τὰ κάτω θερμασία τις ἐν τοῖς ὑποχονδρίοις ἐπιφανής. οὐ γὰρ δὴ τὸν χυμόν γε τὸν φλεγματικὸν ἡγεῖσθαι χρὴ νῦν ὑπ’ αὐτοῦ λέγεσθαι, κατὰ τὴν λέξιν ἐν ᾗ φησιν, οἶς δ’ ἂν κατὰ τὸ ὑποχόνδριον τοῦ φλέγματος ἐγγίνηται. πολλῷ γὰρ ἄμεινον ἀκούειν ἐπὶ τῆς παρὰ φύσιν θερμασίας τῆς φλογώδους εἰρῆσθαι τὸ φλέγμα. γίνεται δὲ

215
αὕτη δι’ ἐρυσίπελας ἢ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν. εἰ δέ γε τοὐναντίον εἴη λαπαρὸν μὲν καὶ ἀνώδυνον τὸ ὑποχόνδριον. ἡ δ’ ἄνω ῥοπὴ τῶν χυμῶν ὑπὸ τῆς προειρημένης δυσπνοίας δηλουμένη τὴν ἀπόστασιν γενήσεσθαι ἄνω προσδέχου.

Αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπνευμονίῃσι τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες μὲν πᾶσαι· ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ ἤδη ἐόντος γινόμεναι. εἰ γὰρ τὸ οἴδημα καὶ ἡ ὀδύνη γίνοιτο, τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γινομένου καὶ ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα ὅ τε ἄνθρωπος περιγίνοιτο καὶ ἡ ἀπόστασις ἀνώδυνος τάχιστα ἂν παύσαιτο. ἢν δὲ τὸ πτύελον μὴ ἐκχωρέῃ καλῶς, μηδὲ τὸ οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν γενέσθαι τὸ ἄρθρον ἢ πολλὰ πράγματα παρασχεῖν.
216

Ἐπὶ τῶν ἰσχυρῶν περιπνευμονιῶν ἀποστάσεις ἐς τὰ σκέλη γίνεσθαι πάντως μὲν ἀγαθόν ἐστιν, εἴ γε δὴ παντὸς μᾶλλον ἀληθὲς ὑπάρχει τὸ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπὲρ τῶν ἀγαθῶν ἀποστάσεων εἰρημένον, ὡς ἄρισται πασῶν εἰσιν αἱ μάλιστα κάτω καὶ ποῤῥωτάτω τῆς νόσου, μᾶλλον δὲ ὅταν ἅμα πέψει γίνωνται. καὶ γὰρ καὶ τοῦτ’ ἐπῄνεσεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰπών· πεπασμοὶ ταχύτητα κρίσιος ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν. ἐνδείκνυται δὲ τὴν πέψιν ἥ τε μεταβολὴ τοῦ πτυέλου καὶ ἡ κένωσις ἄλυπός τε καὶ δαψιλὴς γινομένη. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· ἔτι τοῦ πτυέλου ἐκχωρέοντος ἔξω, εἰ δὲ καὶ χωρὶς τοῦ πεφθῆναι τὴν νόσον, ἀπόστασις ἐς τὰ σκέλη γένοιτο, ῥύσαιτο μὲν ἂν καὶ οὑτωσὶ ἐκ τοῦ κατὰ τὴν περιπνευμονίαν κινδύνου τὸν ἄνθρωπον. αὐτὸ δὲ τὸ ἄρθρον εἰς ὃ κατέσκηψε, δυσίατον ἕξει τὸ ἀπόσκημμα καὶ τάχ’ ἂν ἐνίοτε χωλωθείη κατὰ τοῦτο ὁ ἄνθρωπος. εἴρηται δ’ αὐτῷ πάλιν ἐνταυθοῖ οὐχ ἓν τῆς ἀπεψίας σημεῖον, ὥσπερ τῆς πέψεως, ἀλλὰ προσέθηκε τοῖς πτύσμασι καὶ τὴν ἀπὸ

217
τῶν οὔρων διάγνωσιν. ἐπ’ αὐτῶν γε μὴν τῶν κακοήθων πτυσμάτων οὐκέτι προσέθηκε τὸ μὴ πεπέφθαι, καίτοι γε ἀντέκειτο τοῦτο τῷ πεπαίνεσθαι· μόνῳ δ’ ἠρκέσθη τῷ μὴ ἐκχωρεῖν, ἱκανὸν εἶναι γνώρισμα αὐτὸ τῆς κακοηθείας τοῦ νοσήματος ὑπολαβὼν, ὡς τό γε πτύεσθαι μόνον ἢ πέττεσθαι μόνον οὐδέτερον ἱκανόν. ὅτι καὶ πτύεται πολλάκις αὐτάρκως ἔτι ἀπέπτου τοῦ νοσήματος ὄντος, καὶ πέττεται μὲν ἐνίοτε τὸ νόσημα, πτύεται δ’ οὐκ αὐτάρκως τὸ πτύελον· ποτὲ μὲν ἐπ’ ἀῤῥωστίᾳ τῆς κινούσης τὸν θώρακα δυνάμεως, ἐνίοτε δὲ διὰ πάχος ἢ γλισχρότητα τοῦ πτυέλου, καὶ ποτὲ δι’ ἀμφότερα συνελθόντα, τήν τε τῆς δυνάμεως ἀῤῥωστίαν καὶ τοῦ πύου τὴν ποιότητα. χρὴ τοίνυν καὶ πεπέφθαι τὸ νόσημα καὶ πτύεσθαι καλῶς τὰ πτύελα κατὰ τὰς ὑγιάζεσθαι μελλούσας διαθέσεις. κατὰ μέντοι τὰς ἐναντίας ἱκανὸν γνώρισμα καὶ τὸ μὴ πτύεσθαι μόνον. ἐκ περιουσίας δ’ ἂν ἐν αὐταῖς ταύταις ἡ διάγνωσις γένοιτο τῆς κακοηθείας τοῦ νοσήματος, εἰ σὺν τῷ μὴ πτύεσθαι καλῶς μηδὲ κενοῦσθαι τὰ κατὰ τὸν πνεύμονα καὶ θώρακα, προσείη
218
τινὰ καὶ τῆς ἀπεψίας τοῦ χυμοῦ γνωρίσματα. πρόδηλον γὰρ ὅτι χαλεπωτέρα μέν ἐστιν ἡ διάθεσις, ἐφ’ ἦς οὔτε πτύουσιν ἥ τ’ ἀπεψία διαμένει· μετριωτέρα δὲ καθ’ ὦν πέττεται μὲν, οὐχ ἱκανῶς δ’ ἀποπτύουσιν οὐδὲ καθαίρονται τελέως. ὅτι δ’ εἰς ἄρθρα μάλιστα τὰς ἀποστάσεις γίνεσθαι συμβέβηκεν, ὅπερ κἀν ταῖς ἐπιδημίαις ἔγραψεν, ἐδήλωσε κἀνταῦθα κατὰ τὸ πάρεργον εἰπὼν, κίνδυνος γενέσθαι χωλὸν τὸ ἄρθρον. αἰτία δὲ τῶν τοιούτων ἀποστάσεων ἡ εὐρυχωρία τῶν ἄρθρων ἐστὶν, ὑποδεχομένη τὰ κατασκήπτοντα ῥεύματα. δύναται δέ τι καὶ ἡ κίνησις αὐτῶν συντελεῖν. πρὸς γὰρ τὰ κινούμενά τε καὶ θερμαινόμενα ῥᾷον ἀφικνοῦνται πάντες οἱ χυμοί.

Ἤν δ’ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἰ ἀποστάσιες τοῦ πτυέλου μὴ ἐκχωρέοντος, τοῦ τε πυρετοῦ ἔχοντος, δεινόν· κίνδυνος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ὁ ἄνθρωπος.
219

Τὸ ἀφανισθῆναί τινα τῶν παρὰ φύσιν ὄγκων εἰπεῖν οὐ ταὐτὸν σημαίνει τῷ παύσασθαι φάναι. γενικώτερον μὲν γάρ τι δηλοῖ τὸ παύσασθαι, τὸ δὲ ἀφανισθῆναι τοῦ διὰ τάχεος παύσασθαι καὶ οἶον ἐξαίφνης, ἐστὶ δηλωτικόν. ἐνίοτε μὲν οὖν γίνεται τοῦτο διὰ λεπτότητα χυμοῦ καὶ ἀραιότητα μορίου καὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος θερμότητα καὶ τὴν ἰσχὺν τοῦ προσαχθέντος φαρμάκου καὶ τῆς τοῦ κάμνοντος δυνάμεως τὴν ῥώμην. ἐὰν γὰρ ἅμα πάντα συνέλθοι τὰ εἰρημένα, διαφορηθήσεται ταχέως ὁ παρὰ φύσιν ὄγκος. ὡς τὰ πολλὰ δὲ τὸ ἀφανίζεσθαι τὰ τοιαῦτα εἴωθε συμβαίνειν μεταῤῥεόντων τῶν ἐργαζομένων αὐτὰ χυμῶν ἤτοι γε εἰς τοὺς αὐτοὺς τόπους ὅθεν ὥρμησαν, ὅπερ ἰδίως ὁ Ἱπποκράτης ὀνομάζει παλινδρομεῖν, ἢ καί τινας ἄλλους ἐν τῷ βάθει τοῦ σώματος ὄντας. ὡς οὖν ὑπὸ τῶν ἐναντιωτάτων αἰτίων τὸ ἀφανίζεσθαι τοὺς παρὰ φύσιν ὄγκους γινόμενος, ἐναντιωτάτην ἔχει καὶ τὴν τελευτήν. ἤτοι γε ἀπαλλαγὴν ταχίστην ἐνδεικνύμενον τῶν λυπούντων ἢ χειρίστην διάθεσιν ἐπανερχομένων αὐτῶν ἐπὶ τὰ κύρια μέρη. ταῦτα μὲν

220
οὖν κοινὰ πασῶν ἀποστάσεων. ὁ διορισμὸς δὲ κοινὸς μὲν καὶ αὐτός ἐστι τῶν ἀφανιζομένων, ἐπισκέπτεσθαι δὲ χρὴ τἄλλα σημεῖα καὶ μάλιστα τὰ τῶν πεπονθότων μορίων οἰκεῖα. νυνὶ δὲ τῶν ἀναπνευστικῶν ὀργάνων ὁ ἴδιος εἴρηται διορισμὸς πρὸς Ἱπποκράτους ἐχόμενος δηλονότι τῶν κοινῶν. ἔφη γοῦν οὕτως, ἢν δὲ ἀφανίζωνται αἱ ἀποστάσιες τοῦ πτυέλου μὴ ἐκχωρέοντος τοῦ πυρετοῦ τε ἔχοντος, δεινόν. δῆλον γὰρ ὅτι εἰς τὸ βάθος ἀπεχώρησαν εἰς τόπους κυρίους, ὡς εἴ γε διεφορήθησαν, οὔτ’ ἂν ἐπύρεττον ἔτι καὶ ῥᾳδίως ἔπτυον. εὔλογον οὖν ἐστιν ἐπὶ τὸν πνεύμονα τούτοις πᾶν ὑποχωρῆσαι τὸ ῥεῦμα, διὸ καὶ παραφρονεῖν αὐτοὺς εἰκός ἐστιν, ἐπεὶ καὶ τοῦτο ἕν τι τῶν ἐπὶ πνεύμονι τὰ τοιαῦτα πάθη πάσχοντι συμβαινόντων ἐστίν. ὅτι δὲ δυσπνοοῦντες τεθνήξονται παρέλιπεν εἰπεῖν, εἰδὼς αὐτὸ νοηθησόμενον ἡμῖν ἐκ τῶν προειρημένων.

221
Τῶν δ’ ἐμπύων τῶν ἐκ τῶν περιπνευμονικῶν νουσημάτων οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται, ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσι.

Γεραιτέρους οὐχ ἁπλῶς τοὺς γέροντας, ἀλλὰ παραβλητικῶς ἢ συγκριτικῶς ἢ ὅπως ἄν τῳ φίλον ὀνομάζειν ἀκουστέον ἐστὶν ὡς πρὸς νέους. οἱ μὲν γὰρ ἤδη προήκοντες ἱκανῶς κατὰ τὴν ἡλικίαν οὐδὲ ἐξ ἑνὸς νοσήματος μᾶλλον τῶν νεωτέρων διασώζονται. τοὺς δὲ μεταξὺ τούτων τε καὶ τῶν ἀκμαζόντων, οἵπερ εἰσὶν οἱ μεσαιπόλιοί τε καὶ ὠμογέροντες ὀνομαζόμενοι, διασωζομένους ἐστὶν ἰδεῖν ἐνίοτε μᾶλλον τῶν ἀκμαζόντων, ὥσπερ αὐτὸς ὁ Ἱπποκράτης ἐδίδαξεν ἐπί τε τῶν ἐν τοῖς ὠσὶ φλεγμονωδῶν διαθέσεων καὶ νῦν ἐπὶ τῶν ἐκπεριπνευμονίας ἐμπύων. ἐν μὲν γὰρ τούτοις, ἐπειδὴ διὰ τὸ πτύειν ἡ ἴασίς ἐστιν ἰσχυρᾶς δυνάμεως δεομένη, διὰ τοῦτο μᾶλλον οἱ νεώτεροι τῶν πρεσβυτέρων διασώζονται.

222
κατὰ δὲ τὰ ἄλλα συμβαίνει φθάνειν ἀποθανεῖν τοὺς νεωτέρους ἐπὶ τοῖς πόνοις τε καὶ πυρετοῖς, ὅπερ αὐτὸς εἶπεν ἐπὶ τῶν ὤτων. οἵ τε γὰρ πυρετοὶ καὶ αἱ παραφροσύναι ἧσσον αὐτοῖσιν ἐπιγίνονται καὶ τὰ ὦτα διὰ τοῦτο φθάνει ἐκπυηθέντα. οἱ δὲ νεώτεροι, φησὶ, πρὶν ἐκπυηθῆναι τὸ οὖς οἱ πολλοὶ ἀπόλλυνται. ἐπεὶ ἤν γε ῥυῇ πῦον ἐκ τοῦ ὠτὸς, ἐλπὶς περιγενέσθαι. κἀπὶ τῶν ἄλλων οὖν ἐμπυημάτων κατ’ αὐτὸν τὸν τοῦ διαπυΐσκεσθαι χρόνον οἱ νεώτεροι φθάνουσιν ἀποθνήσκειν ὑπὸ μεγέθους τῶν πυρετῶν καὶ τῆς ὀδύνης.

Αἱ δὲ ξὺν πυρετῷ γενόμεναι ὀδύναι περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ κάτω ἐκλείπουσαι ὀλέθριαι κάρτα. προσέχειν οὖν δεῖ τὸν νόον τοῖσιν ἄλλοισι σημείοισιν, ὡς ἤν τι καὶ τῶν ἄλλων σημείων πονηρὸν ἐπιφαίνηται, ἀνέλπιστος ὁ ἄνθρωπος. ὁκόσοι δὲ τῶν ἐμπύων καίονται, οἷσιν ἂν μὲν καθαρὸν τὸ πῦον ᾖ καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται· οἷσι δὲ
223
ὕφαιμόν τε καὶ βορβορῶδες ἀπόλλυνται. εἰ δὲ ἀναΐσσοντος τοῦ νοσήματος ὡς πρὸς τὰς φρένας τἄλλα σημεῖα μὴ πονηρὰ ἐπιγίνηται, ἔμπυον ἔσεσθαι πολλαὶ ἐλπίδες τοῦτον.

Τὸ τῶν φρενῶν ἅπτεσθαι τινὲς μὲν ἐπὶ τοῦ παραφρονεῖν ἤκουσαν, ὡς εἰ καὶ οὕτως εἶπεν· αἱ δὲ ξὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀσφύν τε καὶ τὰ κάτω χωρία, ἐὰν ἐπαναβᾶσαι παραφροσύνην ἐργάζωνται χαλεπαί. τινὲς δ’ ἄμεινον τούτων τὸ μόριον τοῦ σώματος φρένας εἰρῆσθαί φασιν, ὃ δὴ καὶ διάφραγμα προσαγορεύεται. μαρτύριον δὲ τῆς ἀληθείας τοῦ λόγου τὸ κατὰ τὴν τελευτὴν τοῦ λόγου εἰρημένον, ἔνθα φησὶν, ἔμπυον γενέσθαι πολλαὶ ἐλπίδες τοῦτον. βούλεται γὰρ ἀνελθόντος τοῦ νοσήματος ἐπὶ τὸν θώρακα, δυοῖν θάτερον ἢ εὐθέως ἀπολέσθαι τὸν ἄνθρωπον ἢ εἰ εἰς τὰ βέλτιστα προάγοι, πάντως γοῦν ἔμπυον ἔσεσθαι· διορίζεται δὲ ταῦτα τοῖς ἄλλοις σημείοις.

224
εἰ μὲν γὰρ εἴη μὴ πονηρὰ, γένοιτο ἂν ἔμπυος· εἰ δὲ καί τι μοχθηρὸν ἐπιφανείη, τεθνήξεται πάντως.

Κύστιες δὲ σκληραί τε καὶ ἐπώδυνοι δειναὶ μὲν παντελῶς καὶ ὀλέθριοι, ὀλεθριώταται δὲ ὁκόσαι ξὺν πυρετῷ συνεχεῖ γίνονται. καὶ γὰρ οἱ ἀπ’ αὐτέων τῶν κύστεων πόνοι ἱκανοὶ ἀποκτεῖναι. καὶ αἱ κοιλίαι οὐ διαχωρέουσιν ἐπὶ τῶν τοιούτων καὶ ἐν τουτέῳ χρόνῳ εἰ μὴ σκληρόν τι καὶ πρὸς ἀνάγκην.

Εἴρηταί μοι πολλάκις ὡς τὸ τῆς φλεγμονῆς ὄνομα κατὰ τῆς φλογώσεως ὁ Ἱπποκράτης ἐπιφέρει, λόγῳ δηλῶν ἣν ὁ Ἐρασίστρατός τε καὶ οἱ μετ’ αὐτὸν ὀνομάζουσι μιᾷ προσηγορίᾳ φλεγμονὴν, ὥσπερ ἀμέλει καὶ νῦν εἶπε, κύστιες δὲ σκληραὶ καὶ ἐπώδυνοι. διὰ τί δὲ τὰς τοιαύτας ἔφη χαλεπὰς εἶναι διαθέσεις καὶ μάλισθ’ ὅταν ὁ πυρετὸς ὀξὺς ᾖ, σαφῶς αὐτὸς ἐδήλωσε τό τε μέγεθος αἰτιασάμενος τῶν πόνων

225
καὶ τὴν τῶν διαχωρημάτων καὶ τῶν οὔρων ἐπίσχεσιν. ἐπέχεται δὲ διὰ τὴν στενοχωρίαν τοῦ ἀπευθυσμένου καὶ τὴν ὀδύνην τῆς κύστεως. ἀφίστανται γὰρ οἱ κάμνοντες τῆς ἐνεργείας, ὅταν εὐθέως ἀρχομένης αὐτῆς ὀδυνᾶσθαι συμβῇ, καὶ τοῦτο κοινὸν ἁπάντων τῶν πόνων ἐστί. τό γε μὴν ὀδυνᾶσθαι ποτὲ μὲν αὐτῶν τῶν ἐνεργούντων ὀργάνων φλεγμαινόντων, ἐνίοτε δὲ τῶν συνεχῶν αὐτοῖς γίνεται. οὕτω γοῦν ἀναπνέοντες ἀλγοῦσιν ἐπὶ φλεγμονῇ σπληνὸς ἢ γαστρὸς ἢ ἥπατός τε καὶ τῶν ἐν ὑποχονδρίῳ μυῶν, καὶ διὰ τοῦτο ἀναγκάζονται δυσπνοεῖν εἴδει δυσπνοίας ἐκείνῳ, καθ’ ὃ μικρὸν καὶ πυκνὸν γίνεται τὸ πνεῦμα. εἴρηται δὲ καὶ ταύτης τῆς δυσπνοίας, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν ἑκάστης ἡ αἰτία κατὰ τὸ περὶ τῆς δυσπνοίας πρῶτον.

Λύει δὲ οὖρον πυῶδες οὐρηθὲν λευκὴν καὶ λείην ἔχον ὑπόστασιν.
226

Ὅταν ἡ τῆς κύστεως φλεγμονὴ πεφθῇ, συῤῥέουσιν εἰς τὴν ἔσω χώραν αὐτῆς οἱ πεφθέντες χυμοὶ καὶ συνεκκρίνονται δηλονότι τοῖς οὔροις τὸ γνώρισμα τῆς ἀγαθῆς πέψεως ἐν ταῖς ὑποστάσεσιν ἔχοντες.

Ἢν δὲ μήτε τὸ οὖρον μηδὲν ἐνδιδοίη μήτε ἡ κύστις μαλθάσσοιτο, ὅ τε πυρετὸς ξυνεχὴς ᾖ, ἐν τῇσι πρώτῃσι περιόδοισι τοῦ νουσήματος ἐλπὶς τὸν ἀλγέοντα ἀπολέσθαι.

Τὸ μὲν μήτε τὴν κύστιν μαλαχθῆναι καὶ τὸν πυρετὸν διαμένειν εὔδηλον· τὸ δὲ οὖρον μηδὲν ἐνδοῦναι τῶν ἀσαφῶς εἰρημένων ἐστίν. εἴωθε γὰρ ἐπί τε τῶν διαθέσεων καὶ τῶν συμπτωμάτων φέρειν τοὔνομα, καθάπερ καὶ οἱ ἄλλοι πάντες οἱ μετ’ αὐτὸν ἐνδοῦναι τὴν φλεγμονὴν καὶ τὸν ὄγκον καὶ τὴν σκληρότητα καὶ τὴν τάσιν καὶ τὴν ὀδύνην λέγοντες. οὐ μὴν τό γε οὖρον ἐνδοῦναί τις εἶπεν. ἴσως οὖν ἀπὸ τῶν προειρημένων ὁ Ἱπποκράτης μετήνεγκε

227
τὴν προσηγορίαν ἐπὶ τὸ οὖρον, ἵνα τὴν ἐπὶ τὸ βέλτιον αὐτοῦ μετάστασιν οὕτως ἀκούσωμεν. ὅπερ εἰ συγχωρηθείη καὶ τὴν ἐξ ἐπισχέσεως κένωσιν εἰρῆσθαι πρὸς αὐτοῦ δυνατόν ἐστιν, ἵνα συνεπινοήσωμεν ἐπὶ τῆς φλεγμαινούσης κύστεως ἐπίσχεσθαι τὸ οὖρον. εἴωθε γὰρ καὶ τοῦτο ἐνίοτε συμβαίνειν, ὁπότε καὶ δεινῶς ὀλέθριόν ἐστι τὸ νόσημα καὶ σπανίως ἐξ αὐτοῦ διασώζονται. αὕτη μὲν ἡ γραφὴ τῆς ῥήσεως ἐν ἄλλοις τέ τισίν ἐστι καὶ τοῖς κατὰ τὸν Ἀρτεμίδωρόν τε καὶ Διοσκουρίδην ἀντιγράφοις. ἐν ἑτέροις δὲ ἡ λέξις οὕτως ἔχει· ἢν δὲ μήτε οὖρον ᾖ μηδὲν μήτ’ ἐνδιδοίη ὁ πόνος, ὥστε μηδὲν ἔχειν ζήτημα μηδ’ ἀμφίβολον εἶναι τὸ λεγόμενον.

Ὁ δὲ τρόπος οὗτος ἅπτεται τῶν παιδίων μάλιστα τῶν ἑπταετέων, ἕως ἂν ἐς τὰ πεντεκαιδεκαταῖα γένωνται.

Διὰ τὰς ἀκαίρους τε καὶ πολλὰς ἐδωδὰς ἀθροίζεται πλεῖστος ὁ καλούμενος ὠμὸς χυμὸς ἐν τοῖς τῶν παίδων σώμασιν.

228
οὗτος οὖν διὰ τῶν νεφρῶν ἐκκαθαιρόμενος ὁσημέραι καὶ μέντοι καὶ διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν ἀθροιζόμενος ἐνίοτε μὲν λίθους ἐν αὐτῇ γεννᾶσθαι ποιεῖ, πολλάκις δὲ καὶ φλεγμονὰς, ὅταν ποτὲ ἡ κύστις τύχῃ σφοδρότερον ὑπὸ τῆς συνεχοῦς τῶν τοιούτων χυμῶν διεξόδου κακωθεῖσα.