In Hippocratis Prognosticum

Galen

Galen, In Hippocratis Prognosticum

Περὶ δὲ χειρῶν φορῆς τάδε γινώσκειν χρή. ὁκόσοισιν ἐν πυρετοῖσιν ὀξέσι ἢ περιπνευμονίῃσιν ἢ ἐν φρενίτισι καὶ ἐν κεφαλαλγίῃσι πρὸ τοῦ προσώπου φερομένας τὰς χεῖρας καὶ ὡσανεὶ μυίας θηρευούσας διὰ κενῆς καὶ ἀποκαρφολογούσας καὶ κροκύδας ἀπὸ τῶν ἱματίων ἀποτιλλούσας καὶ ἀπὸ τοῦ τοίχου ἄχυρα ἀποσπώσας, πάσας εἶναι κακὰς καὶ θανατώδεας.

Αἱ τῶν χειρῶν φοραὶ, τουτέστιν ἐνέργειαί τε καὶ κινήσεις ἃς εἴρηκε νῦν, ἐπὶ φαντασίᾳ γίνονται παραπλησίως τῇ τῶν ὑποχεομένων. ἐκεῖνοί τε γὰρ ὅσα κατὰ τὴν μεταξὺ χώραν ὁρῶσι τοῦ τε κρυσταλλοειδοῦς ὑγροῦ καὶ τοῦ περὶ τὴν κόρην κερατοειδοῦς χιτῶνος, ἐκτὸς ὑποκεῖσθαι δοξάζουσιν,

72
ἐπειδὴ διὰ παντὸς εἰθίσθησαν ἐν τῷ κατὰ φύσιν ἔχειν ὁρᾷν τὰ πράγματα κατὰ τὸν ἔμπροσθεν ἑαυτῶν ἀέρα. τὸν αὐτὸν δὲ τρόπον οἱ νῦν οὗτοι, περὶ ὧν Ἱπποκράτης ἔγραψεν, ἐν πυρετοῖσιν ὀξέσι καὶ περιπνευμονίῃσι καὶ φρενίτισι καὶ κεφαλαλγίῃσι, ὁρᾷν δοκοῦσιν ὡς ἐκτὸς ὑποκείμενα τὰ κατὰ τοὺς ὀφθαλμοὺς αὐτῶν ἔνδον ἐόντα. δέδεικται γὰρ ὅτι τὸ πνεῦμα τὸ ὀπτικὸν αὐγοειδὲς ὂν ἑαυτῷ συνομοιοῖ τὸ μεταξὺ τοῦ τε κρυσταλλοειδοῦς καὶ τῆς κόρης ὑγρὸν, λεπτὸν καὶ καθαρὸν ὑπάρχον. ὁμοιότατον τῷ περιεχομένῳ κατὰ τὰ ὠὰ, ᾧ καὶ κατὰ τὰς ὀφθαλμίας χρώμεθα. δέδεικται δ’ ὅτι καὶ διὰ τούτου τοῦ ὑγροῦ φέρεται τὸ πνεῦμα κατὰ τὸ τῆς κόρης τρῆμα πρὸς τὸν ἀέρα τὸν ἐκτὸς συμπαγὲς αὐτῷ γινόμενον. ἀλλὰ καὶ ὅτι τούτῳ τῷ ἀέρι συμφωτισθέντι χρῆται καθάπερ ὀργάνῳ συμφύτῳ τοιούτῳ τὴν δύναμιν ὄντι ὁποῖον ἐν τῷ σώματι τὸ νεῦρόν ἐστιν. ἐπιδέδεικται καὶ τοῦτο κατὰ τοὺς ἰδίους τῆς ὄψεως λόγους, ὡς ἐν τῷ τρισκαιδεκάτῳ περὶ ἀποδείξεως καὶ τῷ ἑβδόμῳ περὶ τῶν Ἱπποκράτους
73
καὶ Πλάτωνος δογμάτων ἔγραψα. λέλεκται δ’ οὐκ ὀλίγα περὶ αὐτοῦ καὶ κατὰ τὸ δέκατον τῶν περὶ χρείας μορίων. ὡς οὖν διὰ τοῦ νεύρου τῶν κατὰ τὸν δάκτυλον εἰ τύχοι, τοῦ ποδὸς αἰσθάνεται παθημάτων ὁ ἐγκέφαλος, οὕτω καὶ διὰ τοῦ πέριξ ἀέρος τῶν ἐκτὸς ὑποκειμένων ὁρατῶν, ὅσα γε σύμμετρον ἀφέστηκεν αὐτοῦ. τὰ τοίνυν ὑποχύματα κατὰ τοῦτο γίνεται τὸ ὑγρὸν ὃ παραπλήσιόν ἐστιν, ὡς ἔφην, τῷ λευκῷ τε καὶ λεπτῷ τοῦ ὠοῦ, ὃ μεταξὺ κεῖται τῆς κόρης καὶ τοῦ κρυσταλλοειδοῦς. κατὰ τοῦτο δὲ καὶ τῶν ἀπεπτούντων ἐνίοις φαντασίαι παραπλήσιαι τοῖς ὑποχεομένοις γίνονται. ὅπου γὰρ ἀντιστῇ τι μέλαν ὑγρὸν ἢ παχὺ κωλῦον ἔξω διεκπίπτειν τὴν ὀπτικὴν αὐγὴν, ἐκεῖ φαντασίαι γίνονται κατὰ τὴν τοῦ συνεστῶτος ὑγροῦ φύσιν, ἐνίοτε μὲν οἷον τριχῶν τινων ἢ κρόκης ἢ στήμονος ἢ νήματος, ἐνίοτε δὲ κωνωπίων μελάνων ἢ μυιῶν παραπέτασθαι δοκούντων, ἔστιν ὅτε δὲ καὶ φακοῖς ὅμοιον ἢ κέγχροις μέλασιν. οὕτως οὖν συμβαίνει κατὰ τοὺς ὀξεῖς πυρετοὺς καὶ κατὰ τὰς περιπνευμονίας, ἄγαν ἀναθυμιωμένων ἐπὶ τὴν κεφαλὴν
74
τῶν ἐν τῷ σώματι χυμῶν, συναπολαύειν τῆς ἀναθυμιάσεως αὐτῶν τὸ κατὰ τὴν κόρην ὑγρὸν ἐκεῖνο τὸ καθαρόν. ὅπῃ δ’ ἂν καὶ ὅπως αὐτὸ θολωθῇ, τὰ προειρημένα γίνεται φαντάσματα. κατὰ δὲ τὰς ἰσχυρὰς κεφαλαλγίας ὥσπερ οὖν καὶ κατὰ τὰς φρενίτιδας, διὰ τὸ πεπληρῶσθαι τὴν κεφαλὴν, ἀφικνουμένων τε τῶν χυμῶν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν αὐτῶν συμπτωμάτων αἴτιον γίνεται. καὶ τό γε κροκυδίζειν καὶ καρφολογεῖν εἰθισμένα τοῖς ἰατροῖς ἅπασι ῥήματα, μάλιστα κατὰ τῶν φρενιτιζόντων λέγεσθαι τὴν θέσιν ἐντεῦθεν ἔλαβεν. ἔνιοι γοῦν ἡρμήνευσαν ἡμῖν τήν τε τῶν κροκύδων καὶ τὴν τῶν ἀχύρων φαντασίαν, ἐν αὐτῷ τε τῷ γίγνεσθαι καὶ μετὰ ταῦθ’ ὕστερον ἀπομνημονεύσαντες. ἔστι δ’ αὐτῶν ἡ διαφορὰ διττή. τινὲς μὲν γὰρ ἐν αὐταῖς ταῖς αἰσθητικαῖς φαντασίαις τὸ παραφρονεῖν ἐκτήσαντο, τῆς κριτικῆς δυνάμεως ἐῤῥωμένης, ἔνιοι δὲ καὶ διὰ φρόνησιν ὑπερβάλλουσαν ὅμως, καίτοι πεπονθότες, ἐπὶ βραχὺ τὴν κριτικὴν δύναμιν ἀντέσχον καὶ ἀνήνεγκαν, ὡς ἐκνικῆσαί τε καὶ ἀπομαχέσασθαι καὶ παρακολουθῆσαι τοῖς
75
γιγνομένοις. αὐτοὶ τοίνυν ἐδήλωσαν ἡμῖν ἐπὶ τίσι φαντάσμασιν ἐκίνουν τὰς χεῖρας, ὡς Ἱπποκράτης ἔγραψεν. ἐξέχειν γὰρ αὐτοῖς ἐδόκουν αἱ τῶν ἱματίων κροκύδες πολλαχόθι καὶ τοῖς τοίχοις ἄχυρα προσκεῖσθαι, πολλάκις δὲ καὶ κάρφη πολλὰ κατὰ τὴν στρωμνὴν ἐπικεῖσθαι καὶ παραπέτασθαι ζῶα μικρὰ πλησίον τῶν ὀφθαλμῶν. ταῦτα μὲν οὖν θηρεύειν ἐπιχειροῦσι περιφέροντες τὰς χεῖρας, ὥς τι ληψόμενοι. τὰ δ’ ἄλλα ἐξέχειν φαινόμενα, τὰ μὲν ἀπὸ τῶν ἱματίων ἀφαιρεῖν ἐπιχειροῦσι, τὰ δ’ ἀποσπᾷν τοῦ τοίχου. χαλεπαὶ δ’ εἰσὶν εἰκότως αἱ ποιοῦσαι τὰ τοιαῦτα συμπτώματα διαθέσεις, ὡς ἂν τοῦ μὲν ὀξέος πυρετοῦ καὶ τῆς περιπνευμονίας καὶ τῆς κεφαλαλγίας διὰ μέγεθος χυμῶν ἐργασαμένων αὐτὰ, τῆς δὲ φρενίτιδος διὰ τὸ κύριον τοῦ πεπονθότος μορίου· ταύτης μὲν γὰρ ὅλον τὸ γένος ὀλέθριον. οἱ πυρετοὶ δὲ καὶ αἱ περιπνευμονίαι καὶ αἱ κεφαλαλγίαι κατὰ τὸ μέγεθος, ὡς εἴρηται.

76
Πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖσιν ὑπὲρ τῶν φρενῶν χωρίοισι. μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ. ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται.

Ταύτην τὴν ῥῆσιν ὅλην ἐν τῷ τρίτῳ τῶν περὶ δυσπνοίας ἐξήγημαι τελεώτατα, διὸ καὶ νῦν ἐρῶ μόνα τὰ κεφάλαια. πνεῦμα μὲν ὀνομάζει κατὰ τόνδε τὸν λόγον ὁ Ἱπποκράτης ὅλην τὴν ἀναπνοήν. φησὶ δὲ πυκνὴν αὐτὴν γινομένην ἐνίοτε μὲν ἄλγημα σημαίνειν, ἐνίοτε δὲ τῶν κατὰ θώρακα μορίων φλόγωσιν, ἅπερ ἐστὶ καρδία τε καὶ πνεύμων ὑπὲρ τὸ διάφραγμα τὴν θέσιν ἔχοντα. φρένας γὰρ καὶ διάφραγμα ἐκάλουν οἱ παλαιοὶ ταὐτό. ἐν μὲν οὖν τοῖς ἀλγήμασιν ἐδείχθη τούτῳ μικρὸν καὶ πυκνὸν γινόμενον τὸ πνεῦμα, κατὰ δὲ τὰς φλογώσεις πυκνὸν καὶ μέγα. ταύτας

77
γὰρ εἰώθασιν ὀνομάζειν φλεγμονάς. τὸ δ’ ἀραιὸν πνεῦμα, τουτέστι τὸ διὰ πολλοῦ, μετὰ μεγέθους μὲν παραφροσύνην σημαίνει, μετὰ δὲ σμικρότητος σβέσιν τῆς ἐμφύτου θερμότητος. ἀλλὰ ταύτην γε τὴν διάθεσιν ἐκ τοῦ συμβεβηκότος ἐδήλωσεν εἰπών· ψυχρὸν δὲ ἐκπνεόμενον ἐκ τῶν ῥινῶν καὶ τοῦ στόματος ὀλέθριον κάρτα ἤδη γίνεται. ὅτι δὲ τούτων τῶν δυσπνοιῶν ἐμνημόνευσε μόνον ἐν τῷ προγνωστικῷ τὴν διδασκαλίαν περὶ τῶν ὀξέων νοσημάτων ποιούμενος· ἔτι τε κατὰ τὰ τῶν ἐπιδημιῶν, ὡς περὶ πλειόνων δυσπνοιῶν οὐσῶν ἐποιήσατο τὸν λόγον ἐν τῷ τρίτῳ περὶ δυσπνοίας ἐπιδέδεικται.

Εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην, ἐν ἅπασι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσα ξὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται.
78

Τὴν κατὰ φύσιν ἀναπνοὴν εὔπνοιαν εἴρηκεν, ἐνδεικνυμένην μήτε θώρακα μήτε καρδίαν καὶ πνεύμονα μήτε τὰς φρένας ὀδυνηρόν τι πάθος ἔχειν, ἀλλὰ μηδὲ τῶν συνημμένων αὐτοῖς μορίων τινά. κινούμενα γὰρ κατὰ τὰς ἀναπνοὰς ὀδυνᾶται καὶ αὐτὰ φλεγμαίνοντά τε καὶ ὁπωσοῦν ἔχοντά τι πάθος ὀδυνηρόν. ἔστι δὲ ταῦτα κοιλία, σπλὴν, ἧπαρ. ὅταν οὖν μήτε τι τούτων πάσχῃ μήτε θερμασίας πλῆθος ᾗ τοσοῦτον, ὡς διακαίεσθαί τε καὶ φλέγεσθαι δοκεῖν, ἀλλὰ μηδὲ τοὐναντίον, ὡς ἤδη σβέννυσθαι τὴν ἔμφυτον θερμότητα, πῶς οὐκ ἄν τις φαίη τὸν κάμνοντα πολλὰς ἐλπίδας ἔχειν σωτηρίας; ἐπί γε τῶν ὀξέων νοσημάτων, ἐφ’ ὧν ἤτοι διὰ τὸ μέγεθος τῶν πυρετῶν ἢ διὰ τὴν ἰδίως ὀνομαζομένην φλεγμονὴν οἱ κίνδυνοι γίνονται. τὰ μέντοι χρόνια καὶ χωρὶς τούτων τῷ καταλύειν τὴν δύναμιν οὐκ ἀκίνδυνα. διὰ τοῦτ’ οὖν ἐξεῖλεν αὐτὰ τοῦ λόγου καὶ περὶ μόνων ἀπεφήνατο τῶν ὀξέων. ὄντων δὲ τούτων διττῶν, ἐπειδὴ τὰ μὲν ἁπλῶς τε καὶ πρώτως ἐστὶν ὀξέα, τὰ δὲ ἐκ μεταπτώσεως

79
τούτων γίνεται, περὶ ἀμφοτέρων ἐδήλωσεν εἰπών. ὁκόσα σὺν πυρετοῖσίν ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τὸ μὲν οὖν σὺν πυρετοῖς προσθεὶς, ἵνα χωρίσῃ ταῦτα σπασμοῦ καὶ τετάνου καὶ χολέρας, ὅσα τ’ ἄλλα χωρὶς πυρετῶν ἐστιν ὀξέα. τὸ δὲ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεσθαι, χάριν τοῦ συγκαταριθμῆσαι τοῖς ἁπλῶς τε καὶ κυρίως λεγομένοις ὀξέσι τὰ ἐκ μεταπτώσεως ὀξέα. γίνεται δὲ ταῦτα κατ’ ἀρχὰς μὲν ὀξέως νοσησάντων, ὕστερον δὲ κατὰ τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἢ καὶ πρὸ αὐτῆς κριθέντων οὐ τελέως, ἀλλ’ ὥστε τι λείψανον τῆς νόσου μέχρι τῆς τεσσαρακοστῆς ἡμέρας ἐκταθῆναι. μετάπτωσις μὲν γὰρ ἐν ταῖς ἐλλιπέσι κρίσεσι γίνεται τῶν ὀξέων νοσημάτων οὐκ εἰς ταῦτα μόνον, ἀλλὰ καὶ τῶν χρονίων ἔνια, καὶ μάλιστα εἰς μαρασμὸν καὶ τεταρταῖον ἐμπύημά τε καὶ φθόην καὶ ὕδρωπας. ἀλλ’ ὅ γε Ἱπποκράτης ἐξαίρει τοῦ παρόντος λόγου κἀκεῖνα. μόνοις τοῖς ἁπλῶς ὀξέσιν, ὅσα σὺν πυρετῷ γίνεται καὶ τοῖς ἐκ μεταπτώσεως αὐτῶν εἰς τεσσαρακοστὴν ἡμέραν ἀφικνουμένοις ἄριστον εἶναι σημεῖον ἀποφηνάμενος τὴν
80
εὔπνοιαν, οὔτε δὲ τοῖς ἄνευ πυρετῶν ὀξέσιν ἅπασιν οὔτε τοῖς χρονίοις, ὥστ’ εἶναι τὰ πάντα τρία γένη τῶν νοσημάτων ἐν τῇ κατὰ χρόνον διαφορᾷ, ἓν μὲν τῶν ὀξέων τεσσαρεσκαίδεκα κρινόμενον ἡμέραις, ἀντικειμένων αὐτῷ τῶν χρονίων, ἐπαμφοτερίζον δὲ καὶ οἷον ἐν μεθορίῳ τεταγμένον ἀμφοῖν ἄλλο τρίτον, οὗ πέρας ἐστὶ τῶν κρισίμων ἡμερῶν ἡ τεσσαρακοστή. ταῦτα μὲν οὖν ἐγὼ λέγω τοῖς ἐναργῶς φαινομένοις ἐπὶ τῶν νοσούντων ὁμολογοῦντα, καὶ ὅστις αὐτὰ ἐπ’ ἐκείνων βασανίσει γνώσεται τὴν τῶν πραγμάτων φύσιν οὕτως ἔχουσαν. ὅσοι δὲ καὶ τὸ ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι κρίνεσθαι τὰ ὀξέα νοσήματα λέγουσιν εἰρῆσθαι τὸν ἀριθμὸν τῶν κρισίμων ἡμερῶν διδάσκοντος ἡμᾶς τοῦ παλαιοῦ, πρὸς τῷ μὴ γινώσκειν ἃ μάλιστα ἐχρῆν αὐτοὺς ἐπίστασθαι καὶ τῶν λέξεων οὐκ ἀκούουσιν. εἰ γὰρ καὶ τὸ τεσσαρεσκαίδεκα ἡμέραις κρίνεσθαι τὰ ὀξέα νοσήματα δηλωτικόν ἐστι τοῦ πλήθους τῶν κρισίμων ἡμερῶν ὁπόσον ἐστὶ καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις κρίνεσθαι τὸν ἀριθμὸν δηλώσει τῶν κρισίμων ἡμερῶν. ζητησάτωσαν οὖν, 
81
ὥσπερ ἐν ταῖς τεσσαρεσκαίδεκα ποιοῦσι, τὰς ἕως τῆς τεσσαρακοστῆς, οὕτω καὶ τὰς νῦν εἰρημένας τεσσαράκοντα ποιῆσαι.

Οἱ ἱδρῶτες ἄριστοι μέν εἰσιν ἐν πᾶσι τοῖσιν ὀξέσι νουσήμασιν, ὁκόσοι ἂν ἐν ἡμέρῃσί τε κρισίμοισι γίνωνται καὶ τελείως τὸν πυρετὸν ἀπαλλάξωσιν. ἀγαθοὶ δὲ καὶ ὁκόσοι διὰ παντὸς τοῦ σώματος γινόμενοι ἀπέδειξαν τὸν ἄνθρωπον εὐπετέστερον φέροντα τὸ νούσημα. οἳ δ’ ἂν μὴ τουτέων τι ἐξεργάσονται οὐ λυσιτελέες. κάκιστοι δὲ οἱ ψυχροί τε καὶ μοῦνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸ πρόσωπον καὶ τὸν αὐχένα. οὗτοι γὰρ ξὺν μὲν ὀξεῖ πυρετῷ θάνατον προσημαίνουσι, ξὺν δὲ πρηυτέρῳ μῆκος νόσου. καὶ οἱ κατὰ πᾶν τὸ σῶμα ὡσαύτως γινόμενοι τοῖσι περὶ τὴν κεφαλήν. οἱ δὲ κεγχροειδέες καὶ μοῦνον περὶ τὸν τράχηλον γινόμενοι πονηροί. οἱ δὲ μετὰ σταλαγμῶν καὶ ἀτμίζοντες ἀγαθοί. κατανοεῖν δὲ χρὴ τὸ
82
σύνολον τῶν ἱδρώτων. γίνονται γὰρ οἱ μὲν δι’ ἔκλυσιν σωμάτων, οἱ δὲ διὰ συντονίην φλεγμονῆς.

Ἐπὶ μὲν τῶν ἀρίστων ἱδρώτων δύο γράψας γνωρίσματα τὸ τρίτον παρέλιπεν, ὡς ἐξ ἀνάγκης ἑπόμενον οἷς εἶπεν. ὅσοι γὰρ ἐν ἡμέραις τε κρισίμοις γένωνται καὶ τελείως τῶν πυρετῶν ἀπαλλάξωσι τὸν κάμνοντα, οὗτοι καὶ δι’ ὅλου τοῦ σώματός εἰσιν. ἐν δὲ τοῖς ἀγαθοῖς μὲν, οὐ μὴν ἀρίστοις γε τὸ δι’ ὅλου τοῦ σώματος γενέσθαι καὶ τὸ καθελεῖν τι τῆς νόσου γράψας οὐδὲν ἔτι προσέθηκε περὶ τῶν κρισίμων ἡμερῶν, ὡς ἐξ ἀνάγκης αὖ πάλιν καὶ τούτου συνεπομένου τοῖς ἀγαθοῖς ἱδρῶσι. τρίτη δ’ ἄλλη τάξις ἱδρώτων ἐστὶ μετρίως κακῶν, ὑπὲρ ὧν εἶπεν. οἳ δ’ ἂν μηδὲν τουτέων ἐργάσωνται οὐ λυσιτελέες, τουτέστι τό τε δι’ ὅλου τοῦ σώματος γίνεσθαι καὶ τὸ μὴ τὸν κάμνοντα ποιεῖν εὐπετέστερον φέρειν τὴν νόσον. αὐτῶν δὲ τούτων εὔδηλον ὅτι χείρους μὲν εἰσιν οἱ μηδέτερον τούτων ἐργασάμενοι. μετριώτεροι δὲ οἱ τὸ ἕτερον. αὖθις δὲ πάλιν αὐτῶν τούτων οἱ

83
μὲν εὐπετέστερον φέρειν τὴν νόσον ἐργασάμενοι μετριώτεροι, κἂν μὴ δι’ ὅλου τοῦ σώματος γένωνται. χείρους δ’ οἱ βαρύτερον ἀποδείξαντες τὸ νόσημα κἂν εἰς ὅλον ἐκταθῶσι τὸ σῶμα. τούτοις μὲν οὖν ἅπασιν ὑπάρχει τοῖς ἱδρῶσι θερμοῖς εἶναι καὶ διὰ τοῦτ’ οὐδὲ κατὰ μίαν τῶν τριῶν τάξεων ἐδήλωσεν αὐτὸ, παραλείπειν εἰθισμένος ὅσα τε ἐξ ἀνάγκης ἕπεταί τισι καὶ ὅσα διὰ τῆς τῶν ἐφεξῆς λεγομένων ἀντιθέσεως δηλοῦται. πᾶσι δὲ τοῖς προειρημένοις κατὰ τοῦτον τὸν λόγον ἱδρῶσιν ἀντιτίθησι τοὺς ψυχροὺς εἰπὼν ᾧδε· κάκιστοι δὲ καὶ οἱ ψυχροὶ καὶ σὺν αὐτοῖς κακοὺς εἷναί φησιν ὅσοι περὶ τὴν κεφαλὴν καὶ τὸν αὐχένα γίνονται κἂν μὴ ψυχροὶ τυγχάνωσιν ὄντες, ἀπειλοῦσι γὰρ οὗτοι συγκοπήν. εἰ δ’ ἅμα τε περὶ ταῦτα γένωνται τὰ μέρη καὶ ψυχροὶ φαίνωνται, χείριστοι πάντων εἰσίν. οὐ γὰρ ἔτι μέλλειν, ἀλλ’ ἄρχεσθαι δηλοῦσιν ἤδη τὴν συγκοπήν. ἐπιδιορίζονται δὲ τῇ σφοδρότητι τοῦ πυρετοῦ, εἰ μὲν γὰρ ὀξεῖς ὑπάρχουσι, θάνατον οἴσουσι πάντως οἵ τε ψυχροὶ, κἂν δι’
84
ὅλου γίνωνται τοῦ σώματος, οἵ τε περὶ τὸν τράχηλον καὶ κεφαλὴν, εἰ καὶ θερμοὶ τύχοιεν ὄντες. εἰ δὲ καὶ πρᾶος ὁ πυρετὸς εἴη, δυνήσεταί ποτε πέψαι τοὺς μοχθηροὺς χυμοὺς ἡ δύναμις ἐν τῷ χρόνῳ μὴ φθάσασα προαναλωθῆναι τῇ τῶν πυρετῶν ὀξύτητι. περὶ μέντοι τῶν κρισίμων ἡμερῶν οὐκέτι οὐδὲν εἶπεν ἐπὶ τῶν ἄλλων ἱδρώτων, καίτοι γε ἐν τοῖς περὶ τῶν ἀρίστων εἶπεν ἐν ἀρχῇ, διότι τε μέλλει δύναμίν τινα τῶν κρισίμων ἐν τῷ περὶ αὐτῶν λόγῳ διδάσκειν, ἐν αὐτῇ τε τῇ ῥήσει συνενεδείξατο. μία γὰρ αὐτῶν ἐστιν ἡ δύναμις πιστὴν ἐργάσασθαι τὴν κρίσιν, ἄν τε εἰς ἀγαθὸν ἐάν τε εἰς κακὸν τελευτήσῃ. γινώσκειν δὲ χρὴ τὴν τελευτὴν τῆς προκειμένης ῥήσεως ὑπὸ τῶν περὶ τὸν Διοσκουρίδην γεγραμμένην κατὰ τήνδε τὴν λέξιν· κάκιστοι δ’ οἱ ψυχροὶ καὶ μόνον περὶ τὴν κεφαλὴν γινόμενοι καὶ τὸν αὐχένα, οὗτοι γὰρ θάνατον σημαίνουσιν ἢ μῆκος νόσου. δῆλον δ’ ὅτι καὶ ἡ τοιαύτη γραφὴ συντομωτέρα μέν ἐστι τῆς προτέρας, δύναμιν δὲ τὴν αὐτὴν ἔχει καὶ δεήσει προσθεῖναι
85
τὸν ἐξηγητὴν, ὅπερ ἐπὶ τῆς προτέρας ἤδη γέγραπται, σὺν μὲν ὀξεῖ πυρετῷ θάνατον, σὺν δὲ πρηϋτέρῳ μῆκος νόσου. ἐφεξῆς δὲ τούτων γέγραπταί τινα περὶ ἱδρώτων, ἃ οὐκ εἰσὶν ἐν ἅπασι τοῖς ἀντιγράφοις, ἃ καλῶς ἄλλοι τέ τινες ἐξεῖλον ὡς οὐχ Ἱπποκράτους καὶ οἱ περὶ τὸν Ἀρτεμίδωρόν τε καὶ Διοσκουρίδην.

Ὑποχόνδριον δὲ ἄριστον μέν ἐστιν εἰ ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐντεταμένον ἢ ἀνωμάλως διακείμενον τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ ἢ ἀριστερὰ πάλιν πρὸς τὰ δεξιὰ, ταῦτα πάντα φυλάσσεσθαι χρή.

Ἑνὶ μὲν λόγῳ βραχυτάτῳ περιλαβὼν ἄν τις εἴποι τὸ τῷ κατὰ φύσιν ὁμοιότατον ὑποχόνδριον ἄριστον εἶναι. κατὰ μέρος δὲ αὐτοῦ διδάσκων ὁ Ἱπποκράτης τὰ γνωρίσματα τὸ μὲν πρῶτον αὐτῶν ἐκ τῶν οὐχ ὑπαρχόντων εἶπεν, ἃ δὴ καλεῖν 

86
ἔθος ἐστὶ τοῖς νεωτέροις ἀποσυμβεβηκότα. τὰ δὲ ἐφεξῆς δύο γνωρίσματα τῶν συμβεβηκότων ἐστὶ τοῖς ὑποχονδρίοις. ἀνώδυνον μὲν οὖν ὑποχόνδριον ἐκ τοῦ μὴ συμβεβηκότος αὐτῷ λέλεκται, μαλθακὸν δὲ καὶ ὁμαλὸν ἐξ ὑπαρχόντων τινῶν. ἀλλὰ τὸ μὲν μαλθακὸν ἐκ τοῦ συμμέτρου τῆς ἀντιβάσεως γνωρίζεται· τὸ γὰρ ἀντικείμενον αὐτῷ τὸ σφοδρῶς ἀντιβαῖνον σκληρόν ἐστι· τὸ δ’ ὁμαλὸν οὐ κατὰ μίαν μόνην τήνδε νοεῖται τὴν ποιότητα. δύναται γὰρ ὁμοίως μὲν εἶναι μαλθακὸν ἅπαν, ἤτοι δὲ κατὰ τὶ μὲν ἀνώδυνον ὑπάρχειν, κατὰ τὶ δὲ ὀδυνώμενον, ἢ τὸ μὲν ἑαυτοῦ θερμότερον εἶναι, τὸ δὲ ψυχρότερον, ἢ τὸ μὲν ὑψηλότερον, τὸ δὲ ταπεινότερον. ὅθεν ἀντιτιθεὶς τῷ ἀρίστῳ καὶ ὁμαλῷ τὰ τοῦ χειρίστου καὶ ἀνωμάλου γνωρίσματά φησι, φλεγμαῖνον δὲ ἢ ὀδύνην παρέχον ἢ ἐντεταμένον ἢ ἀνωμάλως διακείμενον τὰ δεξιὰ πρὸς τὰ ἀριστερὰ ἢ ἀριστερὰ πρὸς τὰ δεξιά. τὸ μὲν φλεγμαῖνον εἶπε καθ’ ὅλου τοῦ ὑποχονδρίου. σημαίνει δὲ δηλονότι τοῦτο τὸ ῥῆμα τὸ φλεγμαίνειν, ὡς εἰ καὶ διακαίεσθαι καὶ φλέγεσθαι καὶ πυροῦσθαι
87
λέγοιτο. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ τὴν ὀδύνην παρέχον ἐφ’ ὅλου λέγεται τοῦ ὑποχονδρίου, καθάπερ γε καὶ τὸ τεταμένον, ἐφ’ ὅλου γὰρ εἴρηται καὶ τοῦτο. τὸ ἀνωμάλως διακείμενον, ὅταν μὴ πᾶν ἔχῃ τὸ ὑποχόνδριον τὴν αὐτὴν διάθεσιν ἢ κατὰ θερμασίαν ἢ κατὰ ψύξιν ἢ κατ’ ὀδύνην τε καὶ ἀνωδυνίαν ἢ κατ’ ἰσχνότητα καὶ χαλαρότητα καὶ τάσιν. γίνεται γάρ ποτε τάσις ὑποχονδρίου χωρὶς τῆς ἰδίως ὀνομαζομένης φλεγμονῆς ἤτοι διὰ ξηρότητά τινα σφοδρὰν οὐ μόνον τῶν κατ’ αὐτὸ μορίων, ἀλλὰ καὶ τῶν κατὰ τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα καὶ τὰς φρένας, ἢ διὰ τὰς μετ’ ὄγκου φλεγμονὰς αὐτῶν τῶν κατὰ τὸ ὑποχόνδριον μυῶν, ἔξω τῆς ἰδίως ὀνομαζομένης φλεγμονῆς καθεστώσης, ἥτις ἐστὶν ὄγκος ὀδυνηρός.

Ἢν δὲ καὶ σφυγμὸς ἐνείη ἐν τῷ ὑποχονδρίῳ, θόρυβον σημαίνει ἢ παραφροσύνην, ἀλλὰ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν
88
χρὴ τῶν τοιουτέων. ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς.

Εὑρίσκεται μὲν ἔν τισι τῶν ἀντιγράφων οὐ σφυγμὸς, ἀλλὰ παλμὸς γεγραμμένος. ἐμάθομεν δὲ ὅτι τὸ σύμπτωμα τοῦτο διὰ πνεῦμα γίνεται φυσῶδες, ἀλλ’ ἐν τοῖς πλείστοις γέγραπται σφυγμός. ἤτοι γε ὡς συνὼν ταῖς μεγάλαις φλεγμοναῖς ἢ καὶ τῆς κατὰ ῥάχιν ἀρτηρίας τῆς μεγάλης ἡ αἰσθητὴ κίνησις τῷ κάμνοντι, ὥς που κἀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἶπεν ὁ ἀνήρ· ὅταν ἡ φλέψ ἡ κατ’ ἀγκῶνα σφύζῃ, μανικὸς καὶ ὀξύθυμος. εὔδηλος γάρ ἐστι κἀνταῦθα τὸ σφύζειν ἐπὶ τῆς μεγάλης οὕτω καὶ σφοδρᾶς κινήσεως τῶν ἀρτηριῶν ἐπιφέρων, ὡς καὶ πρὸ τοῦ τὴν ἁφὴν ἐπιβάλλειν αὐταῖς αἰσθητὴν εἶναι τὴν κίνησιν, ἐνίοτε μὲν αὐτῷ τῷ πάσχοντι μόνῳ, ἐνίοτε δὲ καὶ τοῖς ἔξωθεν ὁρῶσιν. ὅ τι δ’ ἂν ᾖ τούτων τῶν συμπτωμάτων οὐκ ἀγαθόν ἐστι σημεῖον. καὶ γὰρ ἡ μεγάλη ἀρτηρία τῶν κυριωτάτων μορίων ὑπάρχει καὶ ἡ γαστὴρ καὶ τὸ ἧπαρ, ὥσπερ γε καὶ τὸ διάφραγμα.

89
πάντως δὲ τούτων ἕν ἐστί τι τὸ πάσχον, εἴτε παλμὸς εἴη γεγραμμένος εἴτε σφυγμός. ἀλλὰ τὸ μὲν διάφραγμα παραφροσύνην ἑτοιμοτάτην φέρει, διόπερ καὶ προσαγορεύεσθαί φησιν αὐτὸ φρένας ὑπὸ τῶν παλαιῶν, οὐχ ἥκιστα δὲ καὶ τὸ στόμα τῆς γαστρὸς, ὅταν μεγάλως φλεγμαίνῃ. τὰ δ’ ἄλλα μόρια τὰ τῇδε πάσχοντά τι τῶν εἰρημένων παθημάτων ἐν ἐπικινδύνῳ γίνεται διαθέσει. διὸ καὶ Ἱπποκράτης εἰκότως ἤτοι θόρυβον ἔφη σημαίνεσθαι πρὸς τοῦ συμπτώματος ἢ παραφροσύνην· θόρυβον μὲν ἑνὶ κοινῷ συμβεβηκότι πασῶν τῶν κινδυνωδῶν διαθέσεων, ἐφ’ αἷς οὐ τοῖς κάμνουσι μόνον, ἀλλὰ καὶ τοῖς ἰατροῖς θορυβεῖσθαι συμβαίνει. παραφροσύνην δὲ διά τε τὸ διάφραγμα καὶ τὸ τῆς γαστρὸς στόμα. περὶ μέντοι τῶν καθ’ ὑποχόνδριον μυῶν ἐπισκεπτέον ἐστὶν, οὔτε γὰρ παραφροσύνην ἐξ ἀνάγκης οὕτε κίνδυνον ἐπιφέρουσιν οὗτοι σφύζοντες ἢ παλλόμενοι. μήτε οὖν ἰδιώτερον ἀκοῦσαι χρὴ τοῦ ἐνείη ῥήματος ἐν τῇ λέξει, καθ’ ἣν εἶπεν ὁ Ἱπποκράτης, εἰ δὲ καὶ σφυγμὸς
90
ἐνείη ἐν τῷ ὑποχονδρίῳ, τὸν ἐν τῷ βάθει τοῦ ὑποχονδρίου γινόμενον παλμὸν ἢ σφυγμὸν ἐκ τῆς ἐνείη φωνῆς ἐνδείξασθαι βουληθέντος αὑτοῦ, ἀλλὰ καὶ τοὺς ὀφθαλμοὺς ἐπικατιδεῖν χρὴ τῶν τοιουτέων. ἢν γὰρ αἱ ὄψιες πυκνὰ κινέωνται, μανῆναι τούτους ἐλπίς. ἐπειδὴ θόρυβον ἢ παραφροσύνην ὑπὸ τοῦ συμπτώματος ἔφη δηλοῦσθαι, διορίζεται νῦν καὶ διδάσκει πηνίκα μὲν παραφροσύνη, πηνίκα δὲ θόρυβος ἔσται μόνον. ὁ διορισμὸς δ’ ἀπὸ τῆς τῶν ὀφθαλμῶν κινήσεως, οὓς οὐ νῦν μόνον, ἀλλὰ κἀπὶ τοῖς ἄλλοις ἅπασι νοσήμασιν, ἐφ’ ὧν ὑποπτεύεις ἔσεσθαι παραφροσύνην, ἀκριβῶς ἐπισκέπτου. τὸ γὰρ ἀστήρικτον αὐτῶν ἐκείνης ἐστὶ δηλωτικόν. ἐνταῦθα δὲ οὐχ ἁπλῶς ἔφη παραφρονῆσαι τὸν ἄνθρωπον, ἀλλὰ μανήσεσθαι σφοδράν τινα παραφροσύνην ἐπὶ τῶν εἰρημένων σημείων γενήσεσθαι δηλῶν. ὅτι δὲ ἡ πυκνὴ κίνησις τῶν ὀφθαλμῶν τὴν ὑποψίαν τῆς παραφροσύνης βεβαιοῖ δῆλον οἶμαί σοι κἀκ τῶν ἤδη λεγομένων ἐπινοεῖν, ἡνίκα τοὺς περὶ τοὺς ὀφθαλμοὺς μύας ἐλέγομεν αἰσθάνεσθαι πρώτως τῶν κατὰ τὸν ἐγκέφαλον παθῶν. αὐτὸς δὲ ὁ ἐγκέφαλος ἐπὶ διαφράγματι καὶ στόματι κοιλίας πάσχει, καθότι 
91
κἀπὶ τοῖς ἄλλοις τοῖς νευρώδεσι. ἐξ ἐκείνου γὰρ ἁπάντων τῶν νεύρων πεφυκότων, ὅσα μόρια πλείστων αὐτῶν ἢ μεγίστων μετέχει, ταῦτα εἰκότως εἰς συμπάθειαν ἄγει τὴν ἑαυτῶν ἀρχήν.

Οἴδημα δὲ ἐν τῷ ὑποχονδρίῳ σκληρόν τε ἐὸν καὶ ἐπώδυνον, κάκιστον μὲν, εἰ παρὰ πᾶν εἴη τὸ ὑποχόνδριον· εἰ δὲ εἴη ἐν τῷ ἑτέρῳ μέρει, ἀκινδυνότερόν ἐστιν ἐν τῷ ἐπ’ ἀριστερά.

Οἴδημα μὲν οὗν εἴωθε καλεῖν τὸν παρὰ φύσιν ὄγκον ἅπαντα τῶν νεωτέρων ἰατρῶν ἕνα μόνον οὕτως ὀνομαζόντων ὄγκον, ὃς ἐν τῷ πιέζειν ἀνώδυνός τε καὶ μαλακὸς ᾖ. ἣν δὲ πάλιν ἰδίως ὀνομάζουσι φλεγμονὴν οἱ νεώτεροι, ταύτην Ἱπποκράτης συνθέτῳ λέξει σκληρὸν καὶ ἐπώδυνον οἴδημα καλεῖ. τὸ γὰρ τῆς φλεγμονῆς ὄνομα κατὰ τῆς φλογώσεως

92
ἔλεγεν. εὔδηλον δ’ ὅτι ἡ τοιαύτη διάθεσις ἐν ὑποχονδρίῳ γινομένη χείρων μέν ἐστιν ἐν τοῖς δεξιοῖς διὰ τὸ ἧπαρ, ἐπιεικεστέρα δὲ ἡ ἐν τοῖς ἀριστεροῖς διὰ τὸν σπλῆνα, χειρίστη δὲ ἡ ἐν ἀμφοτέροις ἅμα γινομένη.

Σημαίνει δὲ τὰ τοιαῦτα οἰδήματα ἐν ἀρχῇ μὲν κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι.

Τὰ εἰρημένα καθ’ ὑποχόνδριον οἰδήματα σκληρὰ καὶ ἐπώδυνα, τὰ πρὸς τῶν νεωτέρων ἰατρῶν ἰδίως ὀνομαζόμενα φλεγμονὰς κίνδυνόν φησι σημαίνειν θανάτου ταχέως ἐσομένου. τοῦτο δὲ, ἐὰν μὴ καὶ τῶν ἔνδον τι συνεπεπόνθοι, ψεῦδός ἐστι. τὰ δ’ ἔνδον ἴσμεν ὅτι τό θ’ ἧπάρ ἐστι καὶ ἡ γαστὴρ καὶ ὁ σπλὴν καὶ τὸ περιτόναιον, ὡς οἵ γε μύες οἱ καθ’ ὑποχόνδριον φλεγμήναντες οὐχ ἱκανοὶ θάνατον ἐπενεγκεῖν, εἰ μή τι ἄρα ποτὲ σπανίως ἤτοι διὰ μέγεθος ὑπερβαλλούσης φλεγμονῆς ἢ δι’ ἀῤῥωστίαν δυνάμεως ἢ καὶ

93
τῶν ἰατρῶν κακῶς θεραπευόντων ἢ τοῦ κάμνοντος ἁμαρτάνοντος. συγκεχυμένως οὖν καὶ ἀδιορίστως ταύτην τὴν ῥῆσιν ἔγραψεν.

Ἤν δὲ ὑπερβάλλῃ εἴκοσιν ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἐς διαπύησιν τρέπεται.

Ἄπαντες οἱ παρὰ φύσιν ὄγκοι διαφορουμένων τῶν ἐργαζομένων αὐτοὺς χυμῶν θεραπεύονται καὶ καθίστανται. πρόδηλον οὖν ὡς ἐπειδὰν μὴ καθιστῶνται, διαμένουσιν οἱ χυμοὶ καὶ πάντως ἐν τῷ χρόνῳ μεταβολή τις ἔσται αὐτῶν κατὰ ποιότητα, ποτὲ μὲν ἐπὶ τὸ σηπεδονῶδες, ὅταν ὡς ἐν νεκρῷ σώματι μηδὲν εἰς τὴν πέψιν αὐτῶν ἡ φύσις ὑπ’ ἀῤῥωστίας ἐνεργῇ, ποτὲ δὲ ἐκείνης ἰσχυούσης εἰς πῦον ἡ μεταβολὴ γίνεται. δεόντως οὖν εἶπεν ὁ Ἱπποκράτης, ἐὰν μήτε καθίστηται τὰ φλεγμαίνοντα καὶ ὁ πυρετὸς ἔχῃ αὐτὰ, εἰς διαπύησιν τρέπεται. παυσαμένου γὰρ τοῦ πυρετοῦ,

94
σκοπεῖσθαι χρὴ μή τις σκιῤῥώδης φλεγμονὴ γίνηται. πολλάκις γὰρ εἴωθεν οὕτω συμβαίνειν, ὅταν τῶν ἐργασαμένων αὐτὴν χυμῶν τὸ μὲν λεπτομερέστερον διαπνευσθῇ, τὸ δὲ παχὺ ἔτι καὶ γλίσχρον ἐν αὐταῖς ἐμπλασθῇ ταῖς κατὰ λεπτὸν εὐρυχωρίαις τῶν οὕτω παθόντων σωμάτων. διὰ τί δὲ τὴν εἰκοστὴν ἡμέραν ὅρον ἔθετο τῆς τῶν τοιούτων ἀποστημάτων ἐκπυήσεως ἐν τῷ περὶ τῶν κρισίμων ἡμερῶν ἐροῦμεν λόγῳ κατὰ τὸ δεύτερον ὑπόμνημα.

Γίνεται δὲ τουτέοισιν ἐν τῇ πρώτῃ περιόδῳ καὶ αἵματος ῥῆξις ἐκ τῶν ῥινῶν καὶ κάρτα ὠφελέει, ἀλλ’ ἐπανερωτᾷν χρὴ, εἰ τὴν κεφαλὴν ἀλγέουσιν ἢ ἀμβλυώττουσιν, ἢν γάρ τι τουτέων εἴη, ἐνταῦθα ἂν ῥέποι.

Ὅτι τῶν καθ’ ὑποχόνδριον φλεγμονῶν ἀδιορίστως ἐμνημόνευσε καὶ διὰ τῆσδε τῆς ῥήσεως φαίνεται διοριζόμενος αὐτός. αἱμοῤῥαγίας τε γὰρ ἐπ’ αὐτῶν γίνεσθαί φησιν ἐκ

95
ῥινῶν, ὠφελεῖσθαί τε πάνυ πρὸς αὐτῶν, ὅπερ ἐπὶ τῶν καθ’ ἧπάρ τε καὶ σπλῆνα φλεγμονῶν συμβαίνει μάλιστα, περὶ ὧν ἀλλαχοῦ καὶ τὸ κατ’ ἴξιν αἱμοῤῥαγεῖν ἐπαινεῖ καὶ τὸ ἀνάπαλιν δὲ μέμφεται διδάσκων αὐτὸς, τί δή ποτε λέγει τὸ ἀνάπαλιν, οἷον τὸ ἐπὶ σπληνὶ μεγάλῳ αἷμα ἐκ δεξιοῦ μυκτῆρος ῥέειν. αἱμοῤῥαγίας ἐν τῇ πρώτῃ περιόδῳ γίνεσθαί φησι, τῶν κρισίμων ἡμερῶν δηλονότι, καὶ γέγραπται διττῶς ἡ λέξις, ἑνικῶς τε καὶ πληθυντικῶς· ἑνικῶς μὲν ἐν τῇ πρώτῃ περιόδῳ, πληθυντικῶς δὲ ἐν τῇσι πρώτῃσι περιόδοισιν. εἰ μὲν οὖν ἑνικῶς εἴη γεγραμμένον, ἑβδομαδικὴν ἐνδείκνυται περίοδον, εἰ δὲ πληθυντικῶς, ἐγχωρεῖ μὲν καὶ τὴν ἑβδομαδικήν. ἐνίοις γὰρ αἱμοῤῥαγία κατὰ τὴν δευτέραν ἑβδομάδα γίνεται, μᾶλλον δ’ ἀκουστέον ἐστὶ τὰς κατὰ τετράδα περιόδους ἐν τῇ τοιαύτῃ γραφῇ. οἱ πλεῖστοι μὲν γὰρ αἱμοῤῥαγοῦσιν ἐν ταῖς πρώταις ἡμέραις ἑπτὰ, κατὰ δὲ τὴν ἐνάτην καὶ ἑνδεκάτην ὀλίγοι. σπανιώτατοι δὲ οἱ ἐν τῇ τεσσαρεσκαιδεκάτῃ. τῆς δ’ ἄνω ῥοπῆς τῶν χυμῶν, ἐφ’ ᾖ 
96
τὰς αἱμοῤῥαγίας γίνεσθαι συμβαίνει, προστίθησι σημεῖα τό τε κεφαλὴν ἀλγεῖν καὶ τὸ ἀμβλυώττειν. ἀλλ’ ἐν τοῖς ἑξῆς τελεώτερον ὑπὲρ αὐτῶν διεξέρχεται, καθ’ ὃν τόπον καὶ ἡμεῖς ὅλον ἐξεργασόμεθα τὸν περὶ αἱμοῤῥαγίας λόγον.

Μᾶλλον δὲ τοῖσι νεωτέροισι πέντε καὶ τριήκοντα ἐτέων τὴν τοῦ αἵματος ῥῆξιν χρὴ προσδέχεσθαι, τοῖς δὲ γεραιοτέροις τὴν ἐκπύησιν.

Τὸν ἀπὸ τῆς ἡλικίας διορισμὸν εἰς τὴν τῆς αἱμοῤῥαγίας πρόγνωσιν διδάσκει· μᾶλλον γὰρ ἐλπίζειν ἔσεσθαι χρὴ τὴν αἱμοῤῥαγίαν ἐπὶ τῶν νεωτέρων πέντε καὶ τριάκοντα ἐτέων, ἐν ταύτῃ τε γὰρ αἷμά τε πλεῖστόν ἐστι καὶ ἡ δύναμις ἰσχυροτάτη καὶ ἡ θερμασία δαψιλής.

97
Τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα καὶ ὑπείκοντα χρονιωτέρας τὰς κρίσιας ποιέεται καὶ ἧσσον ἐκείνων δεινότερά ἐστι.

Ταῦτά ἐστιν ἃ καλοῦσιν ἰδίως οἱ νεώτεροι τῶν ἰατρῶν οἰδήματα, περὶ ὧν ἐνίοτε μὲν ἀρκοῦνται λέγοντες οἱ παλαιοὶ, τὰ δὲ μαλθακὰ τῶν οἰδημάτων, ἐνίοτε δὲ καὶ τὰ ἀνώδυνα προστιθέασιν. ὁπότε γε μὴν αὐτὸ παραλίποιεν, ὡς συνεκφαινόμενον τοῖς μαλθακοῖς ὑπερβαίνουσιν, ἀνώδυνα γάρ ἐστι τὰ μαλθακά. νῦν δ’ ὁ Ἱπποκράτης οὐ τοῦτο προσέθηκε μόνον, ἀλλὰ καὶ τὰ ὑπείκοντα καὶ αὐτὸ περιέχεσθαι δοκοῦν ἐν τῷ μαλθακά. πλὴν εἰ τὰ βοθρούμενα κατὰ τὴν πίεσιν ἐνδείκνυται νῦν, ὅπερ οὐχ ἁπλῶς ἅπασι συμβέβηκε τοῖς εἴκουσι, γίνεται δὲ ταῦτα τοῦ δέρματος οἰδισκομένου. διότι δέ ἐστι φλεγματικὰ πάντα τὰ τοιαῦτα, διὰ τοῦτο καὶ χρονίζει καὶ ἧττον ἐπιφέρει κινδύνους. χρονίζει μὲν οὖν ὅτι ψυχρότερα, θερμῷ γὰρ αἱ πέψεις γίνονται. ἧττον δέ

98
ἐστι κινδυνώδη, διότι καὶ ἀνώδυνα. καταλύουσι γὰρ αἱ ὀδύναι τὴν δύναμιν.

Ἢν δὲ ὑπερβάλλοι τὰς ἑξήκοντα ἡμέρας ὅ τε πυρετὸς ἔχων καὶ τὸ οἴδημα μὴ καθιστάμενον, ἔμπυον ἔσεσθαι σημαίνει καὶ τοῦτο καὶ τῷ ἐν τῇ ἄλλῃ κοιλίῃ κατὰ τὸ ὠυτό.

Ἔμπροσθεν μὲν ἐπὶ τῶν φλεγμονωδῶν οἰδημάτων ὡς ἂν θερμοτέρων ὄντων, εἰ μήθ’ ὁ πυρετὸς παύοιτο μετὰ τὴν εἰκοστὴν ἡμέραν, ἔφη τὰς ἐκπυήσεις ἔσεσθαι· νυνὶ δὲ περὶ τῶν ψυχροτέρων τὴν ἑξηκοστὴν ὅρον τίθεται τῆς ἐκπυήσεως. εἴη δ’ ἂν καὶ ἕτερά τινα μεταξὺ τούτων, τὴν τεσσαρακοστὴν ἡμέραν ὅρον ἔχοντα. τόν γε μὴν σύμπαντα λόγον ὑπὲρ τῶν τοιούτων ἁπάντων εἰς τὸν περὶ τῶν κρισίμων ἡμερῶν τόπον ἀνεβαλλόμην, οὐ μόνον δὲ τὰ καθ’ ὑποχόνδριον οἰδήματα χρονίζοντα διαπυήσειν φησὶν, ἀλλὰ καὶ

99
τὰ κατὰ τὴν ἄλλην κοιλίαν, ὡς καὶ τῶν ὑποχονδρίων κατά τι σημαινόμενον ἐκ τῶν τῆς κοιλίας μερῶν ὄντων.

Ὁκόσα μὲν οὖν ἐπώδυνά τέ ἐστι καὶ σκληρὰ οἰδήματα καὶ μεγάλα σημαίνει κίνδυνον θανάτου ὀλιγοχρονίου ἔσεσθαι. ὁκόσα δὲ μαλθακά τε καὶ ἀνώδυνα καὶ τῷ δακτύλῳ πιεζόμενα ὑπείκει, χρονιώτερα ἐκείνων.

Πλεῖον οὐδὲν ἐν τῇδε τῇ ῥήσει διδάσκει τῶν προειρημένων, πλὴν ὅτι προσέθηκε τοῖς ἐπωδύνοις τε καὶ σκληροῖς οἰδήμασι τὸ μέγεθος. ὅπερ ἡμεῖς ἔμπροσθεν εἰρήκαμεν, ἡνίκα ἐλέγομεν οὐδὲν ἔχειν κινδυνῶδες τὰς τῶν ἐν ὑποχονδρίῳ φλεγμονὰς μυῶν, εἰ μή τι πάνυ σφόδρα μεγάλαι γενηθεῖεν.

100
Τὰς δὲ ἀποστάσιας ἧσσον τὰ ἐν τῇ γαστρὶ οἰδήματα ποιέεται τῶν ἐν τοῖσιν ὑποχονδρίοισιν, ἥκιστα δὲ τὰ ὑποκάτω τοῦ ὀμφαλοῦ ἐς ἀποπύησιν τρέπεται.

Τῶν μὴ διαφορηθέντων οἰδημάτων ἐκπυήσεις οὐ μόνον θᾶσσον, ἀλλὰ καὶ μᾶλλον γίνονται κατὰ τὸ ὑποχόνδριον, ὅτι θερμότερόν ἐστι τὸ χωρίον. ὅσα δ’ ἂν ἀποχωρῇ τοῦδε πρὸς τὰ κάτω καὶ τοῦ θᾶττον καὶ τοῦ μᾶλλον ὑφαιρεῖ. καὶ διὰ τοῦτο τὸ κάτω τοῦ ὀμφαλοῦ σπανίως ἐκπυΐσκεται.

Αἵματος δὲ ῥῆξιν μάλιστα τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρή.

Ἐν ἐνίοις μὲν ἀντιγράφοις ἡ ῥῆσις γέγραπται μετὰ τοῦ καὶ συνδέσμου. συνεπιδείκνυται δὲ τὴν ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίαν οὐ μόνον ἐπὶ τοῖς ὑποχονδρίοις, ἀλλὰ 

101
καὶ τοῖς κατωτέρω γενέσθαι. ἐνίοις δ’ ἄνευ τοῦ καί συνδέσμου. ἐνδείκνυται μὲν καὶ τούτοις, ἀλλ’ ἧττον. ἀλλ’ ἐνίοις μὲν χωρὶς τοῦ μάλιστα κατὰ τοιάνδε λέξιν· αἵματος δὲ ῥῆξιν τῶν ἀνωτάτω τόπων προσδέχεσθαι χρή. τὰ κάτωθεν ἐκείνων οὐ βούλεται φέρειν αἱμοῤῥαγίας. ἔστι δὲ τὸ ἀληθὲς ἐπὶ μὲν τῶν κατὰ τὸν ὀμφαλὸν γίνεσθαι τὰς αἱμοῤῥαγίας, αὐτῶν δὲ τούτων ἐπὶ μὲν τοῖς ἄνω μᾶλλον, ἐπὶ δὲ τοῖς ἀνωτάτω μάλιστα. λεχθήσεται δὲ καὶ περὶ αἱμοῤῥαγίας αὐτῷ κἀπὶ τῶν ἑξῆς, ἡνίκα καὶ ἡμεῖς ἀναλαβόντες ὅλον τὸν λόγον ἐροῦμεν τελεώτερον.

Ἁπάντων δὲ χρὴ τῶν οἰδημάτων χρονιζόντων τῶν περὶ ταῦτα τὰ χωρία ὑποσκέπτεσθαι τὰς ἐκπυήσιας.

Ἑνὶ κεφαλαίῳ περιλαβὼν εἴρηκεν ἃ καὶ διὰ τῶν ἔμπροσθεν

102
ἐδήλωσε κατὰ μέρος, ὥστε οὐδὲν δεῖν νεωτέρας ἐξηγήσεως τῇ ῥήσει.

Τὰ δὲ διαπυήματα ὧδε χρὴ σκέπτεσθαι τὰ ἐντεῦθεν. ὁκόσα μὲν ἔξω τρέπεται ἄριστά ἐστιν, μικρά τε ἐόντα καὶ ὡς μάλιστα ἐκκλίνοντα ἔξω καὶ ἐς ὀξὺ ἀποκυρτούμενα. τὰ δὲ μεγάλα τε ἐόντα καὶ πλατέα καὶ ἥκιστα ἐς ὀξὺ ἀποκορυφούμενα κάκιστα.

Ὅτι μὲν οὖν ὅταν ἀθρόον τὸ πῦον συστῇ, πεττομένου τινὸς ὄγκου τῶν παρὰ φύσιν ἐμπυήματά τε καὶ διαπυήματα καλεῖ τὸ τοιοῦτον σύμπτωμα, πρόδηλόν σοι γενήσεται, πάντα τοῦτον ἀναγνόντι τὸν λόγον αὐτοῦ, καθ’ ὃν περὶ τῶν ἐν ὑποχονδρίοις οἰδημάτων ἐποιήσατο τὴν διδασκαλίαν. ἀθροίζεται δὲ τὸ καθ’ αὑτὸ πῦον ἐνίοτε μὲν ὑπὸ τῷ δέρματι, πολλάκις δὲ τῷ βάθει κατὰ διττὴν αἰτίαν· ἢ τῷ τὸ διαπυῆσαν μόριον ἐντὸς τοῦ περιτοναίου τὴν διάθεσιν ἔχειν

103
ἢ τῷ κἂν μῦς ὁ πεπονθὼς ᾖ, τὸ πῦον ὑπό τι τῶν ἀμφιεσμάτων αὐτοῦ καταλαμβάνεσθαι, μὴ φθάσαν εἰς τὴν ἐκτὸς χώραν ἀφικέσθαι διὰ γλισχρότητα ἢ πάχος ἢ τὴν τοῦ περιέχοντος χιτῶνος πυκνότητα. σπεύδει μὲν γὰρ ἡ φύσις ἐκκρῖναι τὸ πῦον ἀπωσαμένη τῶν πεπονθότων σωμάτων· καὶ τυγχάνει τούτου πολλάκις, ὅταν εὐτυχήσῃ πόρων ἐπιτηδείων εἰς ἔκκρισιν, οἷον ὀχετῶν τινων. οὐ μὴν ἀεί γε τούτων ἐπιτυγχάνουσα συνωθεῖ τὸ πῦον εἰς τὰς παρακειμένας χώρας, καὶ ὅταν μικραὶ τυγχάνωσιν οὖσαι, ὑποδέρει τὸ περιέχον αὐτὰς σκέπασμα, τὴν ὑπ’ αὐτὸ χώραν εὐρύνουσα. δῆλον οὖν ὅτι τῶν οὕτω διαπυησάντων ἐπιεικέστερά ἐστι τὰ τὴν ῥοπὴν ἔξω καὶ οὐκ ἔσω ποιησάμενα καὶ τούτων αὐτῶν ὅσα μὴ πολὺν ἐπιλαμβάνει τόπον εἰς τὸ πλάτος ἐκτεινόμενα· συνεσταλμένα δὲ, ὅταν πρός τινα κορυφὴν ἀνατείνηται κωνοειδῆ τῷ σχήματι γινόμενα. ταῦτα δὲ ἅμα μὲν ἐνδείκνυται ῥώμην τῆς ὠθούσης ἔξω τὸ πῦον δυνάμεως, ἅμα δὲ οὐ πολὺ διαφθείρει μέρος ὧν διαβιβρώσκει σωμάτων. εἴτε δ’ εἰς ὀξὺ ἀποκυρτούμενα εἴτ’ εἰς ὀξὺ ἀποκορυφούμενα
104
γεγραμμένον εἴη, δῆλον ὅτι μία κατ’ ἀμφοτέρας τὰς λέξεις ἐστὶ καὶ ἡ αὐτὴ διάνοια.

Ὁκόσα δὲ εἴσω ῥήγνυται ἄριστά ἐστιν ἃ μηδὲν τῷ ἔξω χωρίῳ ἐπικοινωνέει, ἀλλ’ ἔστι προσεσταλμένα καὶ ἀνώδυνα καὶ πᾶν τὸ ἔξω χωρίον ὁμόχροον φαίνεται.

Οὐχ ἁπλῶς ἐστιν ἄριστα τὰ τοιαῦτα τῶν ἐμπυημάτων, ἀλλὰ τῶν εἴσω ῥηγνυμένων ἄριστα, ἐπεί τοι χείρω ταῦτά ἐστι τῶν ἐκτὸς ῥηγνυμένων. αὕτη τε γὰρ ἡ ῥῆξις εἰς πολλῷ κυριώτερα μέρη γίνεται τοῦ καθ’ ὑποχόνδριον δέρματος, ἔτι τε φάρμακον οὐχ ὁμοίως ἐπιθεῖναι δυνάμεθα θεραπευτικὸν, ὅταν εἴσω συῤῥαγῶσιν, ἥ τ’ ἔκκρισις τοῦ πύου διὰ τῶν ἐντέρων γινομένη δάκνει καὶ ξύει ταῦτα καὶ δυσεντερίαν ἐργάζεται καὶ εἴ ποτε κατὰ τὴν νῆστιν ἢ τὰ λεπτὰ τῶν ἐντέρων γένοιτο, τῇ τῆς τροφῆς ἀναδόσει λυμαίνεται, κατὰ δὲ

105
τὴν γαστέρα καὶ τῇ πέψει. πρόδηλον οὖν ὡς χείριστα πάντων ἐστὶν ὅσα πρὸς ἀμφοτέρους ἐῤῥάγη τοὺς τόπους, ἔσω τε καὶ ἔξω· διπλασιάζεται γὰρ οὕτω τὸ κακόν. ἕδραν τε γὰρ καὶ οἷον ἀρχὴν ἀναθρέψεως οὐδεμίαν ἡ φύσις ἔχει τότε τοῦ περιποιήσασθαι τοῖς ἐῤῥωγόσιν, οὐδ’ οἷον ἐπ’ ἐδάφει τινὶ, βέβαια θεμέλια βάλλεσθαι τῆς σαρκώσεως.

Τὸ δὲ πῦον ἄριστον λευκόν τε εἶναι καὶ ὁμαλὸν καὶ λεῖον καὶ ὡς ἥκιστα δυσῶδες, τὸ δὲ ἐναντιώτατον τουτέου κάκιστον.

Ὅτι μὲν ὡς ἥκιστα δυσῶδες εἶναι προσήκει τὸ πῦον ἄντικρυς δῆλον. ἡ γὰρ ὑπερβάλλουσα δυσωδία σήψεώς ἐστιν, οὐ πέψεως σημεῖον. ὅτι δὲ καὶ λευκὸν, ἐὰν μὲν τὴν γένεσιν αὐτοῦ μάθοις, ἐπιστήσει σε ὁ λόγος ἐπὶ τοῖς προαποδεδειγμένοις ἑτέρωθι. ἅπαντα γὰρ ἐν ἅπασιν ἀποδεικνύειν ἀδολεσχίας ἐστὶ μᾶλλον ἢ διδασκαλίας ἴδιον. ἔστι δὲ τὰ 

106
δι’ ἑτέρων πραγματειῶν ἀποδεδειγμένα ταυτί. κατὰ μὲν γὰρ τὴν περὶ τῶν φυσικῶν δυνάμεων βίβλον, ὅτι μία τίς ἐστιν αὐτῶν καὶ ἀλλοιωτικὴ δύναμις, ἥτις καὶ τὴν ἐν γαστρὶ καὶ τὴν ἐν ἥπατι ἐργάζεται πέψιν, μεταβαλλομένης τῆς τροφῆς, ἐν ἥπατι μὲν εἰς αἷμα, κατὰ δὲ τὴν κοιλίαν εἰς ἐπιτήδειον αἵματι χυμὸν, ὅτι τε τῶν τοῦ ζώου μορίων ἕκαστον εἰς τὴν ἑαυτοῦ φύσιν ἄγει τὸν αὐτῷ πλησιάζοντα χυμόν. ἡ γὰρ ἐσχάτη πέψις ἐν τῷ προστίθεσθαί τε καὶ ἐξομοιοῦσθαι τὸ τρέφον τῷ τρεφομένῳ γίνεται. δῆλον οὖν ὅτι προπαρασκευάζεται χρόνῳ πλείονι πρὸς ταύτην τὴν ὁμοίωσιν. ἐλέχθη δὲ καὶ ἐν τοῖς περὶ σπέρματος ὡς ἐν τοῖς τῶν ἀγγείων χιτῶσιν, ὑφ’ ὧν οἱ ὄρχεις τρέφονται, πολλάκις φαίνεται ἐναργῶς προμεταβεβλημένον ἤδη τὸ αἷμα πρὸς τὴν τοῦ σπέρματος γένεσιν. οὐ γὰρ οὐδ’ αὐτοὺς τῶν ἀγγείων τοὺς χιτῶνας εἰκὸς ὑπ’ ἄλλου τινὸς τρέφεσθαι καὶ καλοῦσιν ἔνιοι τῶν ἰατρῶν τοιαύτην ὑγρότητα θορώδη. διὸ καὶ τὸ σπέρμα αὐτὸ θορὸν ὀνομάζουσι καὶ μάλιστα ὅσοι τὴν δύναμιν αὐτοῦ σπέρμα καλοῦσιν, οὐ τὴν σωματικὴν οὐσίαν.
107
ἀλλὰ μὴν καὶ ὅτι τὰς φλεγμονὰς ἐργάζεται τὸ κατασκῆψαν αἷμα τοῖς φλεγμήνασι μορίοις, ὡς ἐν ἀρχῇ μὲν αὐτὰ μόνα τὰ ἀγγεῖα πληρῶσαί τε καὶ διατεῖναι· μετὰ ταῦτα δὲ καὶ τὰς παρακειμένας αὐτοῖς κενὰς χώρας, πολλὰς καὶ μικρὰς οὔσας καθ’ ἕκαστον μόριον, ἐν τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων δέδεικται. λέλεκται δὲ κἀν τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας. τοῦτο γοῦν τὸ αἷμα κατὰ μικρὰ μόρια παρεσπαρμένον τοῖς φλεγμαίνουσι μορίοις, ὡς ἂν ἔξω τῶν ἰδίων ἀγγείων γεγενημένον, ἐπανελθεῖν μὲν εἰς τὴν ἀρχαίαν φύσιν οὐκέτι δύναται. μεταβάλλεται δὲ καὶ σήπεται, καθότι καὶ πάνθ’ ὅσα θερμαίνεται σφοδρότερον ἐν ἀλλοτρίῳ χωρίῳ. ἐὰν μὲν οὖν ἐπὶ πλεῖστον ᾖ ἐξεστηκὸς τῆς οἰκείας εὐκρασίας τὸ ἔμφυτον θερμὸν, ὡς ἐν ἀψύχῳ σώματι σήπεται τὸ αἷμα. διασώζοντος δ’ αὐτοῦ τινα δύναμιν, ἐπίμικτός τις αὐτοῦ ἡ μεταβολὴ πρός τε τῆς παρὰ φύσιν αἰτίας καὶ τῆς κατὰ φύσιν ἀποτελεῖται. σηπούσης μὲν τῆς παρὰ φύσιν αἰτίας, πεττούσης δὲ τῆς κατὰ φύσιν. ὁποτέρα δ’ αὐτῶν
108
μᾶλλον κρατήσει, κατ’ ἐκείνην αὐτὴν ἐξ ἀνάγκης καὶ τὰ γνωρίσματα προσέρχεται, τά τε τῆς χρόας καὶ ὀδμῆς καὶ συστάσεως. ἐκ δὲ τούτων, ὡς ἔφην, ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις ἀκόλουθόν ἐστι συλλογίσασθαι τὸ καλῶς μεταβεβλημένον εἰς πῦον αἷμα. πρῶτον μὲν μὴ σεσῆφθαι, μᾶλλον δὲ πεπέφθαι, δεύτερον δὲ συνεμφαίνεσθαι μέν τι τῆς παρὰ φύσιν ἐν αὐτῷ σηπεδόνος, ὀλίγον δ’ εἶναι τοῦτο καὶ, καθάπερ Ἱπποκράτης εἶπεν, ὡς ἥκιστα δυσῶδες. τὸ γὰρ ὡς ἥκιστα ταὐτὸν σημαίνει τῷ ὡς ἐλάχιστα· πρὸς τούτοις δηλονότι καὶ τὴν χρόαν αὐτοῦ παραπλησίαν εἰκός ἐστι γίνεσθαι τῷ σπέρματι, λευκὴν μὲν, οὐ μὴν ἀκριβῶς γε τοιαύτην ὁποία τῆς χιόνος ἐστίν. εἰς γὰρ τὴν τῶν στερεῶν σωμάτων ἄγεται χρόαν ὑπὸ τῆς φύσεως ἀκριβῶς μὲν τὸ σπέρμα, μετρίως δὲ τὸ πῦον, ἐπειδὴ τῷ μὲν σπέρματι τῆς παρὰ φύσιν αἰτίας οὐδὲν μέμικται, τῷ πύῳ δ’ οὐκ ἀεὶ μὲν ἴσον, ὡς ἐῤῥέθη, μέμικται δ’ οὖν τι πάντως, ἔξω τῶν οἰκείων ὀργάνων γενομένου τοῦ αἵματος. αὕτη μὲν οὖν ἡ αἰτία
109
τοῦ λευκὸν γίνεσθαι τὸ σπέρμα καὶ τὸ πῦον. ὁμοιοῦται γάρ πως τοῖς στερεοῖς σώμασι καὶ τὸ πῦον, ἅπερ ἐστὶν οἵ τε τῶν ἀγγείων χιτῶνες καὶ τὰ νεῦρα καὶ οἱ σύνδεσμοι καὶ οἱ ὑμένες, οἵ τε χόνδροι καὶ τὰ ὀστᾶ. ἡ δ’ αὐτὴ καὶ τοῦ τὸ ὑφιστάμενον ἐν τοῖς οὔροις λευκὸν ὑπάρχειν αἰτία. καὶ γὰρ καὶ τοῦτο τῷ πύῳ τὴν γένεσιν ἀνάλογον ἔχει, μεταξὺ τεταγμένην ἐκείνου τε καὶ τῶν κατὰ φύσιν χυμῶν. ὅσον γὰρ τῆς τροφῆς ἐν τῇ τοῦ αἵματος γενέσει τὴν ἀπὸ τῆς φύσεως ἐνέργειαν ἐξέφυγε, τοῖς οὔροις ὑφίσταται, οὔθ’ ὡς τὸ αἷμα μεταβληθὲν ὑπ’ αὐτῆς οὔθ’ ὡς τὸ πῦον τῆς παρὰ φύσιν αἰτίας ἐν τῇ γενέσει μεταλαβόν.