In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Εὐδοκιμέει δὲ καὶ ὁ πειραθεὶς ἀσκῷ τοῦτο τὸ ἄρθρον ἐμβαλέσθαι. καὶ ἤδη μέν τινας εἶδον, οἵτινες ὑπὸ
764
φαυλότητος καὶ τὰ ἔξω ἐγκεκλιμένα καὶ τὰ ὄπισθεν ἀσκῷ ἐπειρῶντο ἐμβαλεῖν, οὐ γινώσκοντες ὅτι ἐξέβαλλον αὐτὸ μᾶλλον ἢ ἐνέβαλλον. ὁ μέντοι πρῶτος ἐπινοήσας δῆλον ὅτι πρὸς τὰ εἴσω ὠλισθηκότα ἀσκῷ ἐμβάλλειν ἐπειρήσατο, ἐπίστασθαι μὲν οὖν χρὴ, ὅτι ἕτερα πολλὰ ἀσκοῦ κρείσσω ἐστί. χρὴ δὲ τὸν μὲν ἀσκὸν κατατιθέναι ἐς τοὺς μηροὺς ἀφύσητον ἐόντα, ὡς ἂν δύναιτο ἀνωτάτω πρὸς τὸν περίναιον ἀνάγοντα. ἀπὸ δὲ τῶν ἐπιγουνίδων ἀρξάμενον ταινίῃ πρὸς ἀλλήλους τοὺς μηροὺς καταδῆσαι, ἄχρι τοῦ ἡμίσεος τῶν μηρῶν, ἔπειτα ἐς ἕνα τῶν πολλῶν τὸν λελυμένον ἐνθέντα αὐλὸν ἐκ χαλκείου φυσᾶν καὶ ἐσαναγκάζειν ἐς τὸν ἀσκὸν, τὸν δὲ ἄνθρωπον πλάγιον κατακέεσθαι τὸ σιναρὸν σκέλος ἐπιπολῆς ἔχοντα. ἡ μὲν οὖν παρασκευὴ αὕτη ἐστί· σκευάζονται δὲ κάκιον οἱ πλεῖστοι ἢ ὡς ἐγὼ εἴρηκα· οὐ γὰρ καταδέουσι τοὺς μηροὺς ἐπὶ συχνὸν, ἀλλὰ μοῦνον τὰ γούνατα καὶ οὐ προσκατατείνουσι. χρὴ δὲ καὶ προσκατατείνειν, ὅμως δὲ ἤδη τινὲς ἐνέβαλον, ῥηϊδίου
765
πράγματος ἐπιτυχόντες. εὐφόρως δὲ οὐ πάνυ ἔχει διαναγκάζεσθαι οὕτως. ὅ τε γὰρ ἀσκὸς ἐμφυσώμενος οὐ τὰ ὀγκηρότατα αὐτοῦ ἔχει πρὸς τῷ ἄρθρῳ τῆς κεφαλῆς, ἣν δεῖ μάλιστα ἐκμοχλεύσασθαι, ἀλλὰ κατὰ τὸν ἑωυτὸν, αὐτὸς μέσος καὶ τῶν μερῶν ἴσως ἢ κατὰ τὸ μέσον ἢ ἔτι κατωτέρω. οἵ τε αὖ μηροὶ γαυσοὶ πεφύκασιν· ἄνωθεν γὰρ σαρκώδεές τε καὶ ξύμμηροι, ἐς δὲ τὸ κάτω ὑπόξηροι, ὥστε καὶ ἡ τῶν μηρῶν φύσις ἐπαναγκάζει τὸν ἀσκὸν ἀπὸ τοῦ ἐπικαιροτάτου χωρίου· εἴτε οὖν τις μικρὸν ἐνθήσει τὸν ἀσκὸν, μικρὴ ἡ ἰσχὺς ἐοῦσα ἀδύνατόν ἐστιν ἀναγκάζειν τὸ ἄρθρον. εἰ δὲ δεῖ ἀσκῷ χρέεσθαι ἐπὶ πολὺ οἱ μηροὶ ξυνδετέοι πρὸς ἀλλήλους καὶ ἅμα τῇ κατατάσει τοῦ σώματος ὁ ἀσκὸς φυσητέος. τὰ δὲ σκέλεα ἀμφότερα ὁμοῦ καταδεῖν ἐν τούτῳ τῷ τρόπῳ τῆς ἐμβολῆς ἐπὶ τὴν τελευτήν.

Καὶ τὸν διὰ τοῦ ἀσκοῦ τρόπον τῆς ἐμβολῆς οὐκ ἐπαινῶν, ὅμως ὡς ἄν τις ἄριστα καὶ τούτῳ χρήσαιτο διδάσκει, σαφῶς ἅπαντα διερχόμενος.