In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Οὐχ οὕτω γὰρ συναρμόσει σπλήνεσι τὸ ἐπὶ θάτερον τῆς ῥινὸς, καίτοι οὐδὲ τοῦτο ποιέουσιν οἱ ἐπιδέοντες.

Οὐδὲν ὠφελεῖσθαί φησιν ἐξ ἐπιδέσεως τὴν εἰς τὸ πλάγιον ἐν τῷ καταγῆναι διαστραφεῖσαν ῥῖνα. ὃ γάρ τοι δόξῃ ἄν τινι βοηθεῖν αὐτῇ, μηδ’ αὐτὸ δύνασθαί τι. δόξειε δ’ ἂν εἶναι βοηθεῖν, στηρίσαι κατὰ τὸ πλάγιον αὐτὴν ὀθονίοις, ἐς ὅπερ ἐπεκλήθη, ἀλλ’ οὐδὲ ταῦτά φησιν ἀκριβῶς δύνασθαι πρᾶξαι τόδε.

Ἄγχιστα δὲ ἡ ἐπίδεσίς μοι δοκέῃ ἀντιποιέειν, εἰ κατὰ μέσην τὴν ῥῖνα κατὰ τὸ ὀξὺ ἀμφιθλασθείη ἡ σὰρξ κατὰ τὸ ὀστέον, εἰ καὶ τὸ ὀστέον μικρόν τισιν εἴη καὶ μὴ μέγα. τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ἡ ῥὶς καὶ ὀκριοειδεστέρῃ τινὶ γίνεται. ἀλλ’ ὅμως οὐδὲ τούτοισι δήπου πολλοῦ ὄχλου δέεται ἡ ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν.
468

Ἐν εὐθυτάτῳ δόξειεν ἂν ὠφελεῖν ἡ κοινὴ τῆς ῥινὸς ἐπίδεσις, ὅταν ἐν τῷ μέσῳ αὐτῆς ἤτοι περίθλασις γένηται τοῦ δέρματος ἢ καὶ πάθῃ τι τὸ ὀστοῦν ἐπ’ ὀλίγον. ἐξοχὴ γάρ τις ἕπεται κατὰ τὴν πώρωσιν αὐτοῦ. ἡ τοίνυν ἐπίδεσις ἐν τοῖς τοιούτοις παθήμασιν εἴργουσα καὶ προστέλλουσα τὸ πεπονθὸς ὠφέλειάν τινα δόξει δύνασθαι παρέχειν, ἕν τι δ’ οὐδὲν τούτοις ἀναγκαῖον ἐπιδεῖν· τὰ γὰρ θλάσματα πειρᾶσθαι χρὴ μάλιστα μὲν ἀφλέγμαντα διαφυλάττειν, εἰ δὲ καὶ φλεγμαίνοιεν, ἀφλέγμαντα ποιεῖν ὡς τάχιστα. ὅ γε ἐπιτρεφόμενος πῶρος ὀλίγος οὐδὲν δὴ τούτων ἐπιδέσεων δεῖται.

Ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβαλέειν.

Τὸ μέσον τοῦ ὀθονίου κατὰ τοῦ μέσου τῆς ῥινὸς ἐπιβαλόντα μὴ βιαίως ἀπάγειν χρὴ τῶν δαελῶν ἑκάστην

469
ὀπίσω τῆς κεφαλῆς, ἐντεῦθέν τε ἐπὶ μέτωπον ἀνάγοντα δῆσαι.

Ἀρίστη μέντοι ἰητρείη τῷ ἀλήτῳ τῷ σητανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ καταπλάσσειν τὰ τοιαῦτα.

Σητανίους πυροὺς οἱ δόξαντες ἄριστα τὴν Ἱπποκράτους ἐξηγήσασθαι λέξιν εἰρῆσθαί φασι πρὸς αὐτοῦ τοὺς σῆτες ἐσπαρμένους, ὅπερ οἱ Ἀττικοὶ τῆτες ὀνομάζουσι, διὰ τοῦ τ τὰς συλλαβὰς ἀμφοτέρας λέγοντες, ἐξ οὗ σημαίνεσθαί φασι τοὺς ἐν τῷ ἔτει τούτῳ, τουτέστι κατὰ τὸ ἔαρ ἐσπαρμένους, διμηνιαίους τε καὶ τεσσαρακονθημέρους ὀνομαζομένους. ἐγὼ δὲ πυρῶν εἶδός τι σητανίους καλουμένους οἶδα κατά τε τὴν Κῶν αὐτὴν καὶ σύμπαν τὸ κατὰ τὴν Ἀσίαν Ἑλληνικόν. ὀλίγον ἔχουσιν οὗτοι τὸ πυρὸν, ἱκανῶς δὲ γλίσχρον τὸ σταῖς, οὗ μάλιστα νῦν ὁ Ἱπποκράτης δεῖται, καθότι καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ· καὶ ὅταν μὴ ἔχῃ τοιοῦτον, ἤτοι

470
μάνναν ἣ κόμμι κελεύει μιγνύναι αὐτῷ. σπείρονται μὲν οὗτοι πυροὶ κατὰ τὸ ἔαρ εἰσβάλλον, ὡς αὐτὸς διμηνιαίοις καὶ καλὰ καὶ κατὰ τὴν ὥραν τοῦ πλείονος ὀνομαζομένοις. γίγνεται δ’ αὐτῶν μάλιστα γλίσχρον τὸ σταῖς, ὅταν τελεσθέντων ἀφαιρεθῇ τὸ πιτυρῶδες ἐπάνω. γίγνεται μὲν καὶ διὰ τῶν λεπτῶν κοσκίνων, γίγνεται δὲ καὶ τῷ προπεπλύσθαι τοὺς πυρούς. ὥσπερ γὰρ αἱ πτισσόμενοι κριθαὶ τὸ λέπος ἀφιᾶσι μᾶλλον ὅταν προβραχῶσιν, οὕτως καὶ οἱ πυροί. πῶς οὖν εἶπε ταὐτόν; οὐ γὰρ ταὐτόν ἐστι βεβρέχθαι τε καὶ πεπλύσθαι· βρέχονται μὲν γὰρ ἐν τοῖς μύλωσιν ἅπασιν οἱ πυροὶ ἀλεῖσθαι, πλύνονται δὲ οὐκ ἐν ἅπασιν, ἀλλ’ ἐν ταῖς πλείσταις πόλεσι τῆς Ἀσίας, ἂν καίτοι οὗτοι γιγνόμενοι ἔχουσι πλοκὰ μεγάλα πεπλυμένα, διὰ λεπτῶν σχοίνων μικρὰ διαστήματα ἐχουσῶν, ὡς χοῦν μὲν καὶ ψάμμον διέρχεσθαι, τὸν πυρὸν δὲ ἐπιμένειν εἰς ταὐτό. ἐμβάλλοντες οὖν μύλωσιν ἀλεῖν πυρὸν, πρῶτον μὲν προδιαττῶσιν, ἔπειτα δὲ καθιᾶσιν εἰς ὕδωρ ὅλον τὸν πλόκαμον, ὥστε πλύνεσθαί τε ἅμα καὶ βρέχειν συμμέτρως τοὺς πυρούς. ἀναφερομένου
471
δὲ ἐκ τοῦ ὕδατος τοῦ πλοκάμου τὸ μὲν πλεῖστον ἀποῤῥεῖ ἀπὸ τῆς ὑγρότητος, ἀπομένει δὲ πρὸς τοῖς πυροῖς τοσοῦτον, ὅσον ἀλουμένοις ἐπιτήδειόν ἐστιν. εἰ γὰρ μὴ βραχείη τὸ περικείμενον ἔξωθεν αὐτοῖς λέμμα, τὸ τοιοῦτον δέρμα σύμφυτον εἰς λεπτὰ καταθραύεται κατὰ τὰς μύλας καὶ οὕτως ἐν τῷ διαττᾶσθαι συνδιεξέρχεταί τι τοῦ καταθραυσθέντος τῷ ἀλεύρῳ· τοῦ δὲ προβραχέντος πυροῦ τὸ πυρῶδες ἁδρομερὲς μένον οὐ συνδιαττᾶται καὶ κατὰ τοῦτο καθαρώτερον γίγνεται τὸ ἄλευρον ἐκ τοῦ βεβρέχθαι τοὺς πυρούς. ἔνδοθεν δέ φησι πλυτῷ καὶ γλίσχρῳ τῷ σητανίῳ πυρῷ τὸ μετὰ τοῦ δέρματος, ὅπερ οἷον σάρξ ἐστιν αὐτοῦ τὸ κατεργασθὲν, ὡς εἶπον, ἄλευρον ἱκανῶς γίγνεται γλίσχρον. ἡγοῦμαι τοίνυν αὐτὸν ὠνομακέναι πλυτὸν ἄλευρον, ὅταν ἐκ τῶν οὕτως κεκαθαρμένων τε καὶ προβεβρεγμένων γένηται πυρῶν. εἰ γὰρ μὴ τοῦτό τις ἀκούσειεν, ἀπολείπεται πλυτὸν ἄλευρον ἀκούειν ἡμᾶς, ὅταν οὖν ὕδατι βρέξαντες αὐτὸ καὶ κινήσαντες πολυειδῶς, εἶτα ἐάσαντες καταστῆναι τὸ ἐποχούμενον, ἄνωθεν ὕδωρ ἀπολαμβάνοντες ἑψήσωμεν,
472
ὅπερ ἐπὶ τοῦ χόνδρου ποιοῦμεν· ἀλλὰ μάχεται τούτῳ τὸ κελεύειν αὐτὸν φυρᾷν τὸ ἄλευρον, ἕψον γὰρ εἰρήκει. καὶ οὐ φυρᾶται δὲ τὸ οὕτως ὑγρὸν, ἀλλ’ ἕψεται μόνον. ἔτι δ’ ἂν μᾶλλον ὃ λέγει διὰ τῆς πεφυρημένῳ λέξεως κατανοήσαιμεν.

Χρὴ δὲ, ἢν μὲν ἀγαθὸν ᾖ τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι πάντα τὰ τοιαῦτα· ἢν δὲ μὴ πάνυ ὅλκιμον ᾖ, ἐς ὀλίγην μάνναν ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον ἢ κόμμι πάνυ ὀλίγου ὡσαύτως μίσγειν. ὁκόσοισι μὲν οὖν ῥὶς ἐς τὸ σιμὸν ῥέπουσα καταγῇ, ἢν μὲν ἐκ τοῦ ἔμπροσθεν μέρεος κατὰ τὸν χόνδρον ἵζηται, οἶόν τέ ἐστι καὶ ἐντιθέναι τι διόρθωμα εἰς τοὺς μυκτῆρας· ἢν δὲ μὴ, ἀνορθοῦν μὲν χρὴ πάντα τὰ τοιαῦτα, τοὺς δακτύλους ἐς τοὺς μυκτῆρας ἐντιθέντα, ἢν ἐνδέχηται.
473

Ἀγαθοὺς πυροὺς τοὺς ἀρίστους δηλονότι λέγει. ταύτην γὰρ οἱ παλαιοὶ τὴν προσηγορίαν ἐπιφέρειν εἰθισμένοι κατὰ παντὸς τοῦ πρώτου ὄντος ἐν τῷ οἰκείῳ γένει. λέγουσι δὲ καὶ νῦν ἅπαντες οἱ περὶ τὴν σιτοποιίαν ἀρίστους εἶναι πυροὺς τοὺς πυκνοὺς τὴν οὐσίαν. οἱ γὰρ χαῦνοι πολὺ τὸ πιτυρῶδες ἔχουσι καὶ τὸ σταῖς αὐτῶν οὐ γίγνεται γλίσχρον, ὡς καὶ μυῶν. ὅλκιμον δὲ ὠνόμασε τὸ γλίσχρον ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ τεινόντων ἡμῶν αὐτὸ πρὸς τἀναντία μέρη, συνεχὲς μὲν οὐ διασπώμενον τοῦ μὴ γλίσχρου φθάνοντος διασπᾶσθαι κατὰ τὰς τοιαύτας ἐνεργείας. εἰ δὲ διασπᾶται, πῶς ἄν τις ἕπεσθαι φαίηται τεινούσαις χερσὶ αὐτό; εἰ δ’ οὐχ ἕπεται, πῶς ἂν ὅλκιμον ἔτι λεχθείη; τό γε μὴν ἀδιάσπαστον καὶ συνεχὲς γενόμενον εἰκότως ἄν τις ὅλκιμον ὀνομάζοι, καθάπερ καὶ τὸν ἰξόν. ἐπὶ πλεῖστον γὰρ οὗτος ἕλκεται πρὸς τἀναντία μέρη διαλαμβανόμενος ὑπὸ τῶν ἡμετέρων χειρῶν, ὥστε καὶ ἐκ τούτων δῆλός ἐστιν ὁ Ἱπποκράτης γλίσχρον ἀξιῶν εἶναι τὸ σταῖς, ὅπου γε καὶ ὅταν

474
μὴ τοιοῦτον ᾖ, μάνναν αὐτῷ προσβάλλειν ἢ κόμμι κελεύει. μάννα δὲ καλεῖται τὸ ὑπόσεισμα τοῦ λιβανωτοῦ. μὴ παρούσης δὲ μάννης αὐτὸν λειώσεις δηλονότι τὸν λιβανωτὸν, καὶ τούτου πάλιν αὐτοῦ τὸν λιπαρώτερον ἐκλεξάμενος. ἐγὼ δέ ποτε μήτε λιβανωτοῦ μήτε κόμμεως εὐπορῶν ἐχρησάμην ὑγρᾷ ῥητίνῃ, παρέτυχε γάρ πως αὕτη. χρήσαιο δ’ ἄν ποτε καὶ μέλιτι, μηδὲ ταύτης παρούσης, ἀλλ’ ἄμεινον ἐπὶ τὴν μάνναν ἔρχεσθαι καὶ τὸ κόμμι. θερμαίνει γάρ πως τό γε μέλι καὶ ἡ ῥητίνη. τὰ δὲ τοιαῦτα παρὰ τὰς ἀρχάς ἐστιν ἄχρηστα. προϊόντος μὲν οὖν τοῦ χρόνου καὶ μένοντος τοῦ λειψάνου τῆς φλεγμονῆς ταῦτα γίγνεται τῶν ἄλλων χρησιμώτερα. καθάπερ οὖν ἐμνημόνευσεν ἔμπροσθεν, σκύτους Αἰγυπτίου μὲν πρῶτον, αὖθις δὲ Καρχηδονίου παράδειγμα τῷ λόγῳ ποιούμενος, οὕτω καὶ νῦν τοὺς σητανίους ὠνόμασε πυροὺς, ὡς καὶ οὕτως εἶπεν· ἀλεύρῳ χρῆσθαι γλίσχρας αὐτὰς ἐργαζομένῳ, οἷόν περ ἐργάζονται οἱ σητάνιοι πυροί. τάχα δὲ πάντας ὀνομάζει σητανίους οἷς συμβέβηκε πυκνοῖς τε εἶναι καὶ γλίσχρον ἔχειν τὸ ἄλευρον, ὡς
475
ἀπὸ τοῦ συμβεβηκότος μᾶλλον αὐτοῖς εἶναι τὴν προσηγορίαν, οὐκ ἀπό τινος ἰδίας ἐξαιρέτου.

Ἢν δὲ μὴ παχὺ ὑπάλειπτρον μὴ ἐς τὸ ἔμπροσθεν τῆς ῥινὸς ἀπάγοντα τοῖσι δακτύλοισιν, ἀλλ’ ᾖ ἵδρυται. ἔξωθεν δὲ τῆς ῥινὸς ἔνθεν καὶ ἔνθεν ἀμφιλαμβάνοντα τοῖσι δακτύλοισι συναναγκάζειν τε ἅμα καὶ ἀναφέρειν ἐς τὸ ἄνω. καὶ ἢν μὲν πάνυ ἐς τὸ ἔμπροσθεν τὸ κάτηγμα ἔῃ, οἷόν τέ τι καὶ εἴσω τῶν μυκτήρων ἐντιθέναι, ὥσπερ ἤδη εἴρηται, ἄχνην τὴν ἀφ’ ἡμιτυβίου ἢ ἄλλο τι τοιοῦτον ἐν ὀθονίῳ εἱλίσσοντα, μᾶλλον δὲ ἐν Καρχηδονίῳ δέρματι ἐῤῥάψαντα, σχηματίσαντα τὸ ἁρμόσσον σχῆμα τῷ χωρίῳ, ἵνα ἐγκείσεται. ἢν μέντοι προσωτέρω ᾖ τὸ κάτηγμα, οὐδὲν οἷόν τε εἴσω ἐντιθέναι· καὶ γὰρ εἰ ἐν τῷ ἔμπροσθεν ἀσηρὸν τὸ φόρημα, πῶς γε δὴ οὐκ ἐν τῷ ἐσωτέρω; τὸ μὲν οὖν πρῶτον καὶ ἔσωθεν ἀναπλάσσεσθαι καὶ ἔξωθεν ἀφειδήσαντα χρὴ ἀνάγειν ἐς τὴν ἀρχαίαν φύσιν καὶ
476
διαρθρώσασθαι. κάρτα γάρ οἱ ἥ τε ῥὶς καταγεῖσα ἀναπλάσσεται, μάλιστα μὲν αὐθήμερος· ἢν δὲ μὴ, ὀλίγῳ ὕστερον, ἀλλὰ καταβλακεύουσιν οἱ ἰητροὶ καὶ ἁπαλωτέρως τὸ πρῶτον ἅπτονται ἢ ὡς χρή. παραβάλλοντα γὰρ τοὺς δακτύλους χρὴ ἔνθεν καὶ ἔνθεν κατὰ τὴν φύσιν τῆς ῥινὸς ὡς κατωτάτω κάτωθεν συναναγκάζειν, καὶ οὕτως μάλιστα ἀνορθοῦνται σὺν τῴ ἔσωθεν διορθώσει διορθοῦντα. ἔπειτα δὲ ἐς ταῦτα ἰητρὸς οὐδεὶς ἄλλος τοιοῦτός ἐστιν, εἰ ἐθέλοι μελετᾷν καὶ τολμᾷν, ὡς οἱ αὐτοῦ δάκτυλοι οἱ λιχανοί· οὗτοι γὰρ κατὰ φύσιν μάλιστά εἰσι. παραβάλλοντα γὰρ χρὴ τῶν δακτύλων ἑκάτερον παρὰ πᾶσαν τὴν ῥῖνα ἐρείδοντα ἡσύχως οὕτως ἔχειν, μάλιστα μὲν εἰ οἷόν τε εἴη ἀεὶ ἔστ’ ἂν κρατηθῇ, εἰ δὲ μὴ, ὡς πλεῖστον χρόνον, ὡς εἴρηται· εἰ δὲ μὴ, ἢ παῖδα ἢ γυναῖκά τινα. μαλθακὰς γὰρ τὰς χεῖρας δεῖ εἶναι οὕτως, ὡς ἂν κάλλιστα ἰητρευθείη ἡ ῥὶς, ὅτε μὴ ἐς τὸ σκολιὸν, ἀλλ’ ἐς τὸ κάτω ἱδρυμένη εἴη ἰσόῤῥοπος. ἐγὼ μὲν οὖν οὐδεμίαν που ῥῖνα εἶδον, ἥτις οὕτω κατεαγεῖσα οὐχ οἵη τε
477
διαρθρωθῆναι αὐτίκα, πρὶν πωρωθῆναι συναγκαζομένη ἐγένετο, εἴ τις ὀρθῶς ἐθέλοι ἰητρεύειν. ἀλλ’ οἱ ἄνθρωποι αἰσχροὶ μὲν εἶναι πολλοῦ ἀποτιμῶσι· μελετᾷν δὲ ἅμα μὲν οὐκ ἐπίστανται, ἅμα δὲ οὐ τολμέουσιν, ἢν μὴ ὀδυνῶνται ἢ θάνατον δεδοίκασι, καίτοι ὀλιγοχρόνιος ἡ πώρωσις τῆς ῥινός. ἐν γὰρ δέκα ἡμέρῃσι κρατύνεται, ἢν μὴ ἐπισφακελίσῃ. ὁκόσοισι δὲ τὸ ὀστέον ἐς τὸ πλάγιον κατάγνυται, ἡ μὲν ἴησις αὕτη, τὴν δὲ διάρθρωσιν δηλονότι χρὴ ποιέεσθαι οὐκ ἰσόῤῥοπον ἀμφοτέρωθεν, ἀλλὰ τότε ἐγκεκλιμένον ὠθέειν ἐς τὴν φύσιν ἔκτοσθεν ἀναγκάζοντα καὶ ἐσματτευόμενον ἐς τοὺς μυκτῆρας καὶ τὰ εἴσω ῥεύσαντα διορθοῦν ἀόκνως ἔστ’ ἂν κατορθώσῃ, εὖ εἰδότα ὅτι ἢν μὴ αὐτίκα κατορθώσηται, οὐχ οἷόν τε μὴ καὶ διεστράφθαι τὴν ῥῖνα. ὅταν δὲ ἀγάγῃς ἐς τὴν φύσιν, προβαλόντα χρὴ ἐς τὸ χωρίον ἢ τοὺς δακτύλους ἢ τὸν ἕνα δάκτυλον, ᾗ ἐξέσχεν, ἀνακωχέειν ἢ αὐτὸν ἢ ἄλλον τινὰ, ἔστ’ ἂν κρατυνθῇ τὸ τρῶμα. ἀτὰρ καὶ ἐς τὸν μυκτῆρα τὸν μικρὸν δάκτυλον ἀπωθέοντα ἄλλοτε καὶ ἄλλοτε διορθοῦν χρὴ 
478
τὰ ἐκκριθέντα. ὅτι δ’ ἂν φλεγμονῆς ὑπογίνεται τούτοισι, χρὴ τῷ σταιτὶ χρέεσθαι· τοῖσι μέντοι δακτύλοισι προσέχειν χρὴ ὁμοίως καὶ τοῦ σταιτὸς ἐπικειμένου. ἢν δέ που κατὰ τὸν χόνδρον ἐς τὰ πλάγια καταγῇ, ἀνάγκη τὴν ῥῖνα ἄκρην μετεστράφθαι. χρὴ οὖν τοῖσι τοιούτοισι ἐς τὸν μυκτῆρα ἄκρον διόρθωμά τι τῶν εἰρημένων ἢ ὅ τι τοιούτοισιν ἔοικεν ἐντιθέναι. πολλὰ δ’ ἄν τις εὕροι τὰ ἐπιτήδεια. ὅσα μήτε ὀσμὴν ἴσχει μήτε ἄλλως προσηνέα ἐστίν. ἐγὼ δέ ποτε πνεύμονος προβάτου ἀπότμημα ἐνέθηκα· τοῦτο γάρ πως παρέτυχεν· οἱ γὰρ σπόγγοι ἐντιθέμενοι ὑγράσματα δέχονται.

Εἰ μὴ δυνατὸν, φησὶν, εἴη ἐντιθέναι τῇ ῥινὶ τοὺς δακτύλους, ὑπαλείπτρῳ χρηστέον. ὀνομάζει δ’ οὕτως, ὡς ἤδη πρόσθεν εἶπον, ἅπαν ὅ τι ἂν ὑπαλείψειεν, οἷαίπερ εἰσὶ μίλαι τε καὶ σπαθομίλαι καὶ τὰ διαπύρινα κατὰ τὸ πέρας αὐτῶν ἔχοντα ταῦτα πάντα κεφαλὰς περιφερεῖς. ὥσπερ δὲ

479
ἐν τῷ καίειν τὴν μασχάλην ἐδεόμεθα λεπτοτάτων ὑπαλείπτρων, οὕτω νῦν παχέων ἐστὶ χρεία, ὁπότε γε καὶ τοῖς δακτύλοις, ὅταν ἐγχωρῇ, χρώμεθα, κἂν ἐντὸς εἰς τοὺς μυκτῆρας ὅσοιπερ ἂν αὐτῶν ἁρμόττωσι καὶ ὅσοι διαπλάττωσι τὸ κατεαγὸς μερὸς τῆς ῥινός. ὅπερ δὲ προσήκει χρῆσθαι τῷ ὑπαλείπτρῳ σαφῶς αὐτὸς ἐδίδαξεν, ἀνάγειν αὐτὸ κελεύσας οὐ κατὰ τὸ πρόσθεν μέρος τῆς ῥινὸς, ἀλλὰ καθ’ ὃ μάλιστα καταπέπτωκεν εἰς τὴν κοιλότητα τὸ κατεαγὸς αὐτῆς. ἐκεῖνο γάρ ἐστι τὸ καὶ τῆς μοχλείας δεόμενον, ἵνα ὑψωθὲν. εἰς τὴν κατὰ φύσιν ἀφίκηται χώραν· οὐδὲ γὰρ οὐδ’ ἄλλο τι τὸ διαπλάττειν ἐστὶν ὁτιοῦν μέρος ἔξω τοῦ τὴν οἰκείαν ἑκάστῳ τῶν μερῶν αὐτοῦ διδόναι χώραν. τὰ δ’ ἐφεξῆς τῆσδε τῆς ῥήσεως ἄχρι πολλοῦ πάντ’ ἐστὶ σαφῆ.

Ἔπειτα χρὴ Καρχηδονίου λοιπὸν πλάτος ὡς τοῦ μεγάλου δακτύλου τετμημένον ἢ ὅκως ἂν ξυμφέρῃ, προσκολλῆσαι ἐς τὸ ἔκτοσθεν πρὸς τὸν μυκτῆρα τὸν ἐγκεκλισμένον, κἄπειτα
480
κατατεῖναι τὸν ἱμᾶντα, ὅκως ἂν ξυμφέρῃ. μᾶλλον δὲ ὀλίγου τείνειν χρὴ, ὥστε ὀρθὴν καὶ ἀπαρτῆ τὴν ῥῖνα εἶναι· ἔπειτα, μακρὸς γὰρ ἔστω ὁ ἱμὰς, κάτωθεν τοῦ ὠτὸς ἀγαγόντα αὐτὸν ἀναγαγεῖν περὶ τὴν κεφαλήν. καὶ ἔξεστι μὲν κατὰ τὸ μέτωπον προσκολλῆσαι τὴν τελευτὴν τοῦ ἱμᾶντος, ἔξεστι δὲ μακρότερον ἄγειν, ἔπειτα περιελίσσοντα περὶ τὴν κεφαλὴν καταδεῖν. τοῦτο ἅμα μὲν δικαίην τὴν διόρθωσιν ἔχει, ἅμα δὲ εὐταμίευτον καὶ μᾶλλον, ἢν ἐθέλῃ, καὶ ἧσσον τὴν ἀντιῤῥοπὴν ποιῆσαι τῆς ῥινός· καὶ γὰρ ὁκόσοισι ἐς τὸ πλάγιον ἡ ῥὶς κατάγνυται, τὰ μὲν ἄλλα ἰητρεύειν χρὴ, ὡς προείρηται, προσδέεται δὲ τοῖσι πλείστοισι καὶ τοῦ ἱμᾶντος πρὸς ἄκρην τὴν ῥῖνα προσκολλῆσαι τῆς ἀντιῤῥοπίης εἵνεκα. ὅσοισι δὲ σὺν τῇ κατήξει καὶ ἕλκεα προσγίνεται, οὐδὲν δεῖ ταράσσεσθαι διὰ τοῦτο, ἀλλ’ ἐπὶ μὲν τὰ ἕλκεα ἐπιτιθέναι πισσηρὴν ἢ τῶν ἐναίμων τι, εὐαλθέα γὰρ τὰ τοιαῦτα· ὁμοίως κἂν ὀστέα μέλλῃ ἀπιέναι, τήν τε διόρθωσιν τὴν πρώτην ἀόκνως χρὴ ποιέεσθαι μηδὲν ἐπιλείποντα καὶ τὰς διορθώσιας
481
τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι μὲν γὰρ χρώμενον, χεόμενον δέ. εὐπλαστότατον γὰρ τι παντὸς τοῦ σώματος ἡ ῥίς ἐστι. τῶν δὲ ἱμάντων· τῇ κολλήσει καὶ τῇ ἀντιῤῥοπίῃ παντάπασιν οὐδὲν κωλύει χρῆσθαι, οὔτ’ ἢν ἑλκώσῃ οὔτ’ ἢν ἐπιφλεγμήνῃ, ἀλύπητοι γάρ εἰσι.

Διὰ τὴν ἀπαρτῆ φωνὴν σημαίνεται ἅπασα ἡ διὰ τῶν προσκολλημάτων ἀντίτασίς τε καὶ οἷον εὔθυσις τῆς διεστραμμένης ῥινός. ὃ δὲ νῦν κελεύει ποιεῖν, ἀσθενὲς ἐφάνη μοι πειρωμένῳ· εἰ μὲν γὰρ ἰσχυρότερόν τε εἴη ὃ ἀποκολλᾶται καὶ ἀφίσταται μετρίως τείνοντος, οὐδὲν ἀξιόλογον περαίνεται.

Ἢν δὲ οὖς κατεαγῇ, ἐπιδέσιες πᾶσαι πολέμιαι· οὐ γὰρ οὕτω τις χαλαρὸν περιβάλλοι· ἢν δὲ μᾶλλον πιέζῃ, πλέον κακὸν ἐργάσεται, ἐπεὶ καὶ ὑγιὲς οὖς ἐπιδέσει πιεχθὲν, ὀδυνηρὸν καὶ σφυγματῶδες καὶ πυρετῶδες γίνεται.
482

Τῆς συνεχείας ἡ λύσις ἕλκος μὲν ἐν σαρκώδει μορίῳ, κάταγμα δὲ ἐν ὀστῷ καλεῖται. τὸ δὲ ἐν χόνδρῳ γενόμενον οὐκ ἔχον ἰδίαν προσηγορίαν καταχρησάμενος ὁ Ἱπποκράτης τοῦ κατάγματος ὀνόματι προσηγόρευσεν.

Ἀτὰρ καὶ τὰ ἐπιπλάσματα κάκιστα μὲν τὰ βαρύτατα ἐπίπαν, ἀτὰρ καὶ τὰ πλεῖστα φλαῦρα καὶ ἀποστατικὰ καὶ μύξαν τε ὑποποιέει πλείω, κἄπειτα ἐκπυήσιας ἀσηρὰς, τούτων δὲ οὖς ἥκιστα κατεαγὲν προσδέεται.

Οἷς ἀπεδείξαμεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ τὰ κατὰ μέρος ὁμολογεῖται πάντα. καὶ γὰρ καὶ νῦν ἐπὶ τῶν ἐπιπλασμάτων βλάπτεσθαί φησι τὸ οὖς ὁ Ἱπποκράτης, ὥσπερ καὶ φαίνεται διὰ τῆς ἐμπειρίας· ἱκανῶς γὰρ βούλεται ξηραίνεσθαι δὴ, ὅτι ξηρότατόν ἐστι τὴν φύσιν ἔχον. ἆρ’ οὖν κἀκ δέρματος συγκείμενον. ἐδείχθη 

483
δὲ ἕκαστον μόριον εἰς ὅσον ἂν ξηρότερον εἰς τοσοῦτο τῆς ξηραντικωτέρας ἀγωγῆς δεόμενον.

Ἄγχιστα μὲν, εἴπερ χρὴ, τὸ γλίσχρον ἄλητον, χρὴ δὲ μηδὲ τοῦ βάρος ἔχειν, ψαύειν δὲ ὡς ἥκιστα ξυμφέρει. ἀγαθὸν γὰρ ἐνίοτε φάρμακον καὶ τὸ μὴ φέρειν φάρμακον καὶ πρὸς οὖς καὶ πρὸς ἄλλα πολλά. χρὴ δὲ καὶ τὴν ἐπικοίμασιν φυλάττεσθαι, τὸ δὲ σῶμα ἰσχναίνειν καὶ μᾶλλον ᾧ ἂν κίνδυνος ἔῃ ἔμπυον τὸ οὖς γενέσθαι. ἄμεινον δὲ καὶ μαλθάξαι τὴν κοιλίην.

Ἐγγυτάτω, φησὶν, ἐστὶ τοῦ μὴ βλάπτειν ἐπιπλαττόμενον τὸ γλίσχρον ἄλευρον. ἔστι γὰρ δῆλον ὅτι τοῦτο τῶν ἄλλων ξηραντικώτερον. εἴρηται δὲ ὀλίγῳ ἔμπροσθεν ἡμῖν, ὁποῖον λέγει τὸ γλίσχρον ἄλητον, ἡνίκα τὸν περὶ τῆς καταπλαττομένης ῥινὸς ἐποιεῖτο λόγον. ὁμοιότατον δὲ τούτῳ ποιοῦσι κατάπλασμα τῇ πείρᾳ διδαχθέντες οἱ κατὰ παλαίστραν

484
ἔχοντες ἐκ τοῦ χόνδρου, βρέχοντες αὐτὸν ὄξει μέχρι διοιδέσει καὶ οὕτως λεαίνοντες.

Ἢν δὲ καὶ εὐήμετος ἔῃ, ἐμέειν ἀπὸ συρμεσμοῦ.

Συρμεσμοὺς δὲ ἐκάλουν οἱ παλαιοὶ τὰς μετρίας κενώσεις εἴτε διὰ τῆς ἕδρας εἴτε καὶ δι’ ἐμέτων γίγνοιντο. τοιούτων τινὰ κελεύει καὶ νῦν ποιεῖσθαι. πολλαὶ δ’ ὗλαι τοῦτο περιεργάζονται· καὶ γὰρ μέλι πλέον ληφθὲν αὐτὸ καὶ μελίκρατον ἀκρατέστερον καὶ πτισάνης χυλὸς ἐξ ὕδατος ἑψημένος μόνον καὶ αὐτὸς καθ’ ἑαυτὸν καὶ μετὰ μέλιτος. καὶ τούτων μᾶλλον ὁ ἀπὸ ῥαφανίδων ἔμετος καὶ ὁ ἀπὸ ναρκίσσου βολβοῦ. μείζων δὴ τούτων, οὐ μὴν ἤδη γλίσχρος, ὅταν εἰς ῥαφανῖδας ἐλλεβόρου λευκοῦ κάρφη πήξαντες ἐν τῇ ὑστεραίᾳ τὰς ῥαφανῖδας δῶμεν φαγεῖν, εἴτε μόνας εἴτε καὶ δι’ ὀξυμέλιτος.

485
Ἢν δὲ ἐς πύησιν ἔλθῃ, ταχέως μὲν οὐ χρὴ στομοῦν· πολλὰ γὰρ καὶ τῶν δοκεόντων ἐκπυέεσθαι, ἀναπίνεταί ποτε, κἢν μηδέπω τις καταπλάσῃ.

Φυλάσσεται τὸ οὖς ἅτε μὴν διὰ τὸν ὑποκείμενον τῷ δέρματι χόνδρον· ἂν γὰρ μὴ ταχέως τμηθὲν συναχθῇ τε καὶ κολληθῇ, κίνδυνός ἐστι λυπανθῆναι τὸν χόνδρον. ἀναπίνεται δὲ, τουτέστιν ἐκδαπανᾶται καὶ διαφορεῖται, τὸ συνιστάμενον αὐτόθι πῦον ἐνίοτε διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων ἁπλῶν καὶ κούφων φαρμάκων, ὅσα ξηραίνειν ἀδήκτως πέφυκεν, οἷόν ἐστι καὶ ἡ τοῦ κοχλίου μύξα μετὰ λιβανωτοῦ καὶ εἰ δέοι ξηραίνεσθαι σφοδρότερον, ἤτοι μετ’ ἀλόης ἢ μετὰ σμύρνης ἢ μετ’ ἀμφοῖν. οὕτως δὲ καὶ μέλι καταχριόμενον Ἀττικὸν ἐπιπασσόμενον λεῖον τῶν εἰρημένων ἕκαστον ξηραντικόν ἐστι τὸ φάρμακον. ἄδηκτον δὲ λέγω τόν τε λιβανωτὸν καὶ τὴν ἀλόην καὶ τὴν σμύρναν.

486
Ἤν δὲ ἀναγκασθῇ στομῶσαι, τάχισται μὲν ὑγιὴς γίνεται, ἤν τις πέρην διακαύσῃ. εἰδέναι μέντοι χρὴ σαφῶς ὅτι κυλλόν ἐστι τὸ οὖς καὶ μεῖον τοῦ ἑτέρου, ἢν πέρην διακαυθῇ.

Κυλλὸν μὲν καὶ μικρότερον ἐξ ἀνάγκης γίγνεται διαφθαρέντος ἐν τῇ καύσει μέρους οὐκ ὀλίγου, τοῦ τε χόνδρου καὶ τοῦ περιέχοντος αὐτὸν δέρματος ἔχεσθαι. ἐπὶ δὲ τοῦτο συμβουλεύει ποτὲ δεδιὼς τὸ δύσαλθες τοῦ χόνδρου. γυμνωθεὶς γὰρ συνουλοῖ καὶ μάλιστα βραχείαις τισὶν ἡμέραις χρονίσεις, μετὰ τὸ τμηθῆναι μὴ συνελθόντος καὶ κολληθέντος τοῦ δέρματος εὐθέως.

Ἢν δὲ μὴ πέρην καίηται, τάμνειν χρὴ τὸ μετέωρον μὴ πάνυ σμικρὴν τομήν.
487

Ἕνεκα τοῦ μηδὲν ἐμμεῖται τοῦ πύου καὶ βλάπτειν τὸν χόνδρον ἀξιόλογον κελεύει ποιεῖσθαι τὴν τομήν.

Διὰ παχυτέρου μὴν καὶ τὸ πῦον εὑρίσκεται ἢ ὡς ἄν τις δοκέοι.

Κατὰ τὴν διάγνωσιν τοῦ περιεχομένου γίγνεται πύου τις ἀπάτη τοῖς ἀνατεινομένοις, ὡς δοκέειν ἤδη πολύ τε εἶναι αὐτὸ καὶ λεπτῦναι τὸ δέρμα. κατὰ δὲ τίνα τρόπον εἰς τὴν τοιαύτην ἀπάτην ἀφικνοῦνται διὰ τῶν ἑξῆς αὐτὸς ὁ Ἱπποκράτης δηλώσει.

Ὡς δ’ ἐν κεφαλαίῳ εἰπεῖν καὶ πάντα τἄλλα τὰ μυξώδεα καὶ μυξοποιὰ, ἅτε γλίσχρα ἐόντα ὑποθιγγανόμενα, διολισθαίνει ταχέως ὑπὸ τοὺς δακτύλους ἔνθα καὶ ἔνθα. διὰ τοῦτο διὰ παχυτέρου εὑρίσκουσι τὰ τοιαῦτα οἱ ἰητροὶ ἢ ὡς οἴονται.
488

Κατὰ τὰς διαγνώσεις τῶν ἐκπυϊσκομένων μερῶν ἐπανήκει συμμέτρως πρὸς τὴν ἁφὴν τὸ πάσχον σῶμα, διαιρεθὲν εὑρίσκεται πῦον ἔχον. ἐπειδὰν οὖν εὕρωσιν οἱ ἰατροὶ τὴν αὐτὴν ποσότητα τῆς εἴξεως ἐπὶ παντὸς ἄλλου μέρους ὁμοίως ἐκπεπυηκέναι νομίζοντες τοῖς ἔμπροσθεν ἑωραμένοις, ἐπὶ τὸ τέμνειν ἀφικόμενοι διαμαρτάνουσιν ἐνίοτε διττὴν ἁμαρτίαν, ὡς τὸ μηδ’ ὅλως εὑρεῖν πῦον ἐπὶ τούτων διὰ τοῦ παχύτερα πολλῷ παρὰ τὴν προσδοκίαν εἶναι τοιαῦτα· ἔοικε γὰρ πολλάκις ἰατρῷ ὑγρὸν ἔχοντα ἐν αὐτοῖς μυξῶδες, ὡς οὕτω διαπυήσαντα. καὶ γίγνεται τοῦτο διότι τὰ τοιαῦτα τῶν ὑγρῶν, ὡς αὐτὸς εἷπεν, ὀλισθαίνει ταχέως ἐν τῷ ψαύειν αὐτῶν εἴωθε συνίστασθαι περί τε χόνδρους καὶ τένοντας καὶ νεῦρα καὶ συνδέσμους, ὡς αὐτὸς ἐφεξῆς λέγει.

Ἐπεὶ καὶ τῶν γαγγλιωδέων ἔνια ὅσα ἂν πλαδαρὰ ἔῃ καὶ μυξώδεα σάρκα ἔχῃ, πολλοὶ στομοῦσιν οἰόμενοι ῥεῦμα ἀνευρήσειν ἐς τὰ τοιαῦτα. ἡ μὲν οὖν γνώμη τοῦ ἰητροῦ
489
ἐξαπατᾶται, τῷ δὲ πράγματι τῷ τοιούτῳ οὐδεμία βλάβη στομωθέντι. ὅσα δὲ ὑδατώδεα χωρία ἐστὶν ἢ μύξης πεπληρωμένα καὶ ἐν οἵοισι χωρίοισιν ἕκαστα θάνατον φέρει στομούμενα ἢ κατὰ ἀλλοίας βλάβας, περὶ τούτων ἐν ἄλλῳ λόγῳ γεγράψεται.

Τὰ γὰρ χονδρώδη καὶ ταῦτα τὰ γαγγλία καὶ σύντροφά τινὰ εἰσι περὶ νεῦρα τὴν γένεσιν ἐξ ὑγροῦ, γλίσχρου δὲ μυξώδους ἐσχηκότα. τοιαύτη γὰρ ἡ οἰκεία τῶν νεύρων τροφή.

Ὅταν οὖν τάμῃ τις τὸ οὖς, πάντων μὲν καταπλασμάτων καὶ πάσης τῆς μετώσιος ἀπέχεσθαι χρή. ἰητρεύειν δὲ ἢ ἐναίμοις ἢ ἄλλῳ, ὅ τι μήτε βάρος μήτε πόνον παρασχήσει.

Ἐπεὶ ξηρόν ἐστι μόριον τὸ οὖς καὶ διὰ τοῦτο τῶν ξηραινόντων δεῖται φαρμάκων, χρὴ μέντοι οὐ μέγαν τοῦ

490
προσήκοντος αὐτὸ ξηραίνειν, ὅταν ἐπὶ τὸ τέμνειν εὐθέως τὰ φάρμακα προσφέρωνται. τεῖνον γὰρ ἐργάζεται μηδὲν ἔχοντα παρηγορικὸν, οὐ μὴν οὐδὲ βαρύνεσθαι χρὴ τὸ οὖς τῷ ἐπιτιθεμένῳ ὄγκῳ· καὶ γὰρ τὰ ὦτά γ’ ὀδυνᾶται καὶ ἅμα ἀσηρόν. ἄριστον οὖν ἐστι χρῆσθαι φαρμάκοις μετὰ τὸ στομῶσαι μετρίως ξηραίνουσιν, ὁποῖα τὰ ἔναιμα καλούμενα. τὰ γὰρ καταπλάσματα ἐγκλείει τε καὶ θηλύνει μὴ ξηραίνοντα τὰς περιττὰς ὑγρότητας αὐτῶν καὶ μάλιστα γλίσχρας καὶ παχείας οὔσας.

Ἢν γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι καὶ ὑποστάσιας ἴσχῃ πυρώδεας ἢ χαλώδεας, ὀχληρόν.

Προσθεῖναι δὲ χρὴ τῇ λέξει τὸ ὑγρὸν, ὅπερ καὶ παρεγγράφουσί τινες, ὡς εἶναι τὴν ὅλην γραφὴν τοιαύτην· ὅτε γὰρ ὁ χόνδρος ἄρξηται ψιλοῦσθαι καὶ ὑποστάσιας ὑγρῶν ἴσχει. καλεῖ δ’ ὑποστάσεις τὰς ἔνδον μονὰς τῶν

491
ὑγρῶν, ἃ προσῆκεν ἐκκρίνεσθαι, τοῦ τε πύου δηλονότι καὶ τοῦ μυξώδους χυμοῦ. ὀχλώδη οὖν, φησὶ, γίγνεται, τουτέστι ὀδυνηρὰ, ὅπερ ὁρᾶται τοῦ χόνδρου κακουμένου.

Γίγνεται δὲ καὶ τοῦτο δι’ ἐκείνας τὰς ἰήσιας, πάντων δὲ τῶν παλιγκοτησάντων ἡ πέρην διάκαυσις αὐταρκέστατον.

Ποίας ἰήσεις μέμφεται; ἢ δηλονότι περὶ ὧν ἐνεδείξατο μικρὸν ἔμπροσθεν ἀπέχεσθαι κελεύων, καταπλασμάτων καὶ μετώσεως καὶ τῶν βαρυνόντων καὶ ὀδυνώντων.