In Hippocratis De articulis

Galen

In Hippocratis De articulis, Galen, Kühn, Leipzig, 1829

Ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος.

Οὐκ ἀκίνδυνος μὲν οὖν οὐδὲ ἡ καθ’ ἕτερον μέρος ἐξάρθρωσις. ἡ δὲ κατ’ ἄμφω διάπλασίς ἐστι χαλεπωτέρα πάντας

446
τοὺς κατέχοντας τὴν κάτω γένυν ἐντείνουσα μύας. ἐντάσσονται δὲ, ὡς εἴρηται, τέτταρες, δύο μὲν οἱ ἐκ τῶν κροτάφων ἀρχόμενοι, δύο δ’ οἱ ἐκ τῶν παρὰ τὰ πτερυγοειδῆ κοιλοτήτων. ἐχόντων δ’ αὐτῶν ἀπὸ τοῦ ἐγκεφάλου τὰ νεῦρα καὶ μόνον οὐ ψαυόντων αὐτοῦ τοῦ ἐγκεφάλου διὰ ταχέων εἰκός ἐστι γίγνεσθαι τὴν συμπάθειαν. οὗτοι μὲν οὖν τέτταρες μύες ἐν ἐκπτώσεσι μάλιστα πονοῦσι, κυριώτατοι πάντων ὄντες ὡς ἂν ἀπὸ τῆς τρίτης συζυγίας ἐξ ἐγκεφάλου τὰ νεῦρα λαμβάνοντες, ἥτις οὐ πόῤῥω τέτακται τῆς ἀρχῆς αὐτοῦ. συμβαίνει γε μὴν καὶ τοὺς ἔξωθεν ἐπικειμένους τῇ γένυϊ καθ’ ἕτερον μέρος διεκφυέντας ἐν ταῖς τοιαύταις ἐκπτώσεσι τείνεσθαι παρὰ φύσιν, οὐχ ὁμοίως μὲν ὄντας κυρίους τοῖς προειρημένοις τέτταρσι· ποῤῥωτέρω γὰρ ἀφεστήκασι τοῦ ἐγκεφάλου καὶ ἡ τοῦ νεύρου ἀρχὴ διὰ μακροτέρου τούτοις ἐστίν. οὐδ’ ἀνὰ τῆς συζυγίας τοῖς τέτταρσιν ἔχουσι τὰ νεῦρα, συντελοῦντάς γε μὴν οὐκ ὀλίγον οὐδ’ αὐτοὺς, ὥσπερ καὶ οἱ ἄλλοι μύες οἱ καθ’ ὅλον τὸ σῶμα, καίτοι τούτων ὄντες ἀκυρώτεροι. διὰ ταῦτ’ οὖν
447
πάντα περὶ ψυχῆς γίγνεται τὸν κίνδυνον ἐπὶ τῷ τετάσθαι παρὰ φύσιν ὀδυνωμένων τε καὶ διὰ τοῦτο φλεγμαινόντων τῶν μυῶν, εἰς ὁμοίαν δὲ αὐτοῖς ἀγόντων διάθεσιν τὸν ἐγκέφαλον, οὗ παθόντος οἱ ὀξεῖς ἕπονται πυρετοὶ μετὰ τοῦ βλάπτεσθαι τὰς τῆς ψυχῆς ἐνεργείας ἁπάσας. ὁ γάρ τοι καιρὸς τὸ πάθος μήτ’ αἰσθάνεσθαι μήτε κινεῖσθαι τὸν ἄνθρωπον ἢ παρακολουθεῖν ἑαυτῷ πέπονθεν· ἀλλὰ τόν γε λογισμὸν καὶ τὴν μνήμην καὶ τὴν αἴσθησιν ἅμα καὶ τὴν καθ’ ὁρμὴν κίνησιν διέφθαρται.

Καρώδεις γὰρ οἱ μύες οὗτοι καὶ ἀλλοιούμενοι καὶ ἐντεινόμενοι παρὰ φύσιν.

Ἱκανὸν ἑκάτερον τῶν εἰρημένων ἐργάσασθαι καιρὸν, ἥ τ’ ἀλλοίωσις καὶ ἡ τάσις τῶν μυῶν εἰς ἐμπάθειαν τῆς σαρκὸς ἀγομένης κατ’ ἄμφω. ἡ μὲν οὖν τάσις αὕτη γίνεται 

448
τῶν ἰνῶν, αἵ τε πρότερον ἦσαν χαλαραὶ νῦν ἁπασῶν κατ’ εὐθεῖαν γραμμὴν ἀποτεινομένων. ἡ δ’ ἀλλοίωσις ὅταν ἤτοι θερμανθῶσιν ἢ ψυχθῶσιν ἀμέτρως ἢ ὑγρανθῶσιν ἢ θαλφθῶσιν ἢ φλεγμήνωσιν ἢ ἐρυσιπελατωδῶς σχῶσιν ἢ σήπωνται· ἐν ἅπασι γὰρ τοῖς τοιούτοις κατ’ αὐτὴν τὴν οὐσίαν ἀλλοιοῦνται, τεινόμενοι δὲ μόνον εὐθύνονται κατὰ τὰς ἶνας ἄνευ τοῦ τὴν οὐσίαν αὐτῶν ἑτεροιοῦσθαι.

Φιλέει δὲ καὶ ἡ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα ὀλίγα καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσι.

Τὸ μὲν ἐν τοῖς ὀξυτάτοις πυρετοῖς ἄκρητα χολώδεα γεννᾶσθαι κατὰ τὸ σῶμα θαυμαστὸν οὐδέν· εἴ γε δὴ καὶ πιμελὴ καὶ σὰρξ ἁπαλὴ καὶ νεοπαγὴς ὑπὸ τῶν τοιούτων πυρετῶν τήκεται καὶ κατοπτᾶται τὸ αἷμα. τὸ δὲ καὶ συῤῥεῖν εἰς τὴν γαστέρα καὶ ἔντερα τὰς τοιαύτας συντήξεις ἴδιον τῶν ὀδυνωμένων ἐπὶ νευρώδεσι μόνων. ὅτι τε σὺν

449
τούτοις κακοῦται καὶ πάσχει τὸ τῆς γαστρὸς στόμα νευρωδέστατον ὄν. εὕρηται δ’ ὀρθῶς ὑπ’ αὐτοῦ τὰ σύνεγγυς καὶ τὰ κοινὰ πρῶτα καὶ μάλιστα κακοῦσθαι, καὶ ὅτι παθεῖν τοῦτο ταῖς ὀδύναις οὐκ ἀνέχει, καίτοι μικραὶ τυγχάνουσιν οὖσαι. λειποψυχίαι γὰρ γίνονται κακοπαθοῦντι τῷ στόματι τῆς γαστρός. ἐν δὲ ταῖς λειποψυχίαις συῤῥεῖ τὰ λεπτὰ περιττώματα πάντα εἰς τὴν γαστέρα. καὶ μέντοι καὶ χωρὶς τοῦ πεπονθέναι τοῦτο κατὰ τὰς ἰσχυρὰς ὀδύνας τε καὶ λύπας φαίνεται τὰ τοιαῦτα περιττώματα συῤῥέοντα πρὸς τὴν γαστέρα καὶ τὰ ἔντερα. τῶν μὲν οὖν εἰς τὴν γαστέρα παραγιγνομένων ἡ κένωσις δι’ ἐμέτων γίγνεται, τῶν δ’ εἰς τὰ ἔντερα διὰ τῆς ὑποχωρήσεως.

Οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα.

Ἔστι καὶ παρὰ τοῖς ἄλλοις παλαιοῖς ἐνίοτε μάλιστα φωνῆς τὸ σημαινόμενον τοιοῦτον εὑρεῖν, οἷον καὶ νῦν φαίνεται

450
παρὰ τῷ Ἱπποκράτει τὸν ἔγγιστα ποσαχὸν ἐμφαῖνον τοῦ λεγομένου κατὰ τὸν ἀριθμὸν πράγματος, ὡς εἰ καὶ οὕτως εἰρήκει· καὶ θνήσκουσιν οἱ οὕτως ἔχοντες ἐπὶ τὸ πολὺ περὶ τὴν δεκάτην ἡμέραν, ὥστ’ εἰ κἂν ἐναταῖοι καὶ ἑνδεκαταῖοι τοῦτο πάθωσιν, ἀληθῶς εἰρῆσθαι τὸν λόγον. ὅτι δ’ οὕτω χρῶνται τῷ μάλιστα, δῆλόν ἐστί σοι καὶ ἐκ τῶνδε τῶν παραδειγμάτων· Θουκυδίδης μὲν ἐν τῷ πρώτῳ φησί· ταῦτα δὲ ξύμπαντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρός τε ἀλλήλους καὶ τὸν βάρβαρον ἐγένετο ἐν ἔτεσι πεντήκοντα μάλιστα. καὶ ἐν τῷ αὐτῷ· ἀπέχει δὲ ξ΄ σταδίους μάλιστα. Ἀνδοκίδης δὲ ἐν τῷ περὶ μυστηρίων· ᾄδων δ’ ἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα τριακοσίους. πολλή δέ ἐστιν ἡ χρῆσις τῆς λέξεως κατὰ τοῦτο τὸ σημαινόμενον ἅπασι τοῖς Ἕλλησιν.

Ἢν δὲ καταγῇ ἡ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐγκεκλιμένον δὲ ἔῃ, κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον παρά γε τὴν γλῶσσαν
451
πλαγίαν ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδειν, ὡς ἂν ξυμφέρει, κἂν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ, ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους μὴ μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα δὲ δὴ χρυσίῳ. ἔστ’ ἂν κρατηθῇ τὸ ὀστέον· εἰ δὲ μὴ, ἐν λίνῳ. ἔπειτα ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι, μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν.

Ὅταν τοῦ καταγέντος ὀστοῦ μηδὲν ἀπαθὲς ὑπολείπηται, διαλυθέντων ἀπ’ ἀλλήλων τῶν μερῶν, ὡς κατὰ μηδὲν τοῦτο συνέχεσθαι τὸ εἶδος τοῦ κατάγματος οἱ νεώτεροι τῶν ἰατρῶν ὀνομάζουσι καυληδὸν, ἐπειδὴ καὶ ὁ Ἱπποκράτης εἶπεν, ἐὰν μὴ ἀποκαυλισθῇ παντάπασι. τὰ δ’ ἄλλα καὶ ταύτης τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς σαφῆ, πλὴν εἴ πού τι βραχὺ παρεμπίπτοι καὶ τοῦτ’ ἐπισημαινούμεθα.

452
Εὖ γὰρ εἰδέναι χρὴ ὅτι ἐπίδεσις ὀθονίων γνάθῳ καταγείσῃ μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα δὲ ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο.

Τὸ μὲν μέγα βλάπτειν τὴν μοχθηρὰν ἐπίδεσιν κοινὸν ἁπάντων καταγμάτων ἐστὶ, τὸ δὲ μηδὲν ὠφελεῖν μέγα τὴν ἀγαθὴν ἐπίδεσιν ἐν τοῖς τῆς γένυος κατάγμασιν οὐκ ἄρα πάντων κοινόν ἐστι τῶν ὀστῶν, ἀλλὰ μόνων ἐκείνων ὅσα τὴν ἐν κύκλῳ περιβολὴν οὐ δέχεται τῶν ὀθονίων, εἴ τις φυλάττοι τὸ πεπονθὸς ὀστοῦν, ὅπως ἂν αὐτὸ διαπεπλασμένον ὑπὸ τοῦ ἰατροῦ παραλάβῃ. πρόσεστι δ’ ἐξαίρετον τῇ γνάθῳ καὶ τὸ τῆς ἐπιδέσεως ἄσηρον, ὡς ἂν εἰθισμένῃ γυμνῇ καὶ ἀσκεπάστῳ διὰ παντὸς εἶναι.

Πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσμάττεσθαι χρὴ καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου 
453
τὸ ἐγκλιθέν. ἄριστον δὲ εἰ ἀεὶ δύναιτο, ἀλλ’ οὐχ οἷόν τε. ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον, ὀλιγάκις δὲ τοῦτο γίνεται, κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτως καθάπερ εἴρηται. ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ ζευγνύναι, ὡς ἔμπροσθεν εἴρηται· μέγα γὰρ ἂν συλλαμβάνοι ἐς τὴν ἀτρεμίην, προσέτι καὶ εἴ τις ὀρθῶς ζεύξῃ, ὥσπερ χρὴ τὰς ῥαφὰς ῥάψας· ἀλλὰ γὰρ οὐ ῥηΐδιον ἐν γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως ἡγέεσθαι, ἀλλ’ ὑποτυπέεσθαι χρὴ ἀπὸ τῶν γεγραμμένων.

Τὸ μὲν μάττεσθαι ζητεῖν σημαίνει, τὸ δὲ ἐσμάττεσθαι τῶν ἐν βάθει τι ζητεῖν, ὥσπερ καὶ νῦν. ἀξιοῖ γὰρ ὁ Ἱπποκράτης ἐμβάλλοντα τῷ στόματι τὸν δάκτυλον ἐπισκοπεῖσθαι μὴ παραλλάσσῃ τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ καὶ οὕτως ἐπανορθοῦσθαι τῷ δακτύλῳ, πρὸς ὅ τί περ ἃν δόξῃ συμφέρειν ἀντωθοῦντα εἰς ὃ ῥέπει πρὸς τὴν ἐκτὸς χώραν. ὅτι δ’ οὐκ αὐτὸν τὸν ἰατρὸν ἀεὶ χρὴ τοῦτο ποιεῖν,

454
ἀλλὰ τὸν κάμνοντα διδάξει πράττειν οὕτως, εὔδηλον εἶναι νομίζω.

Ἔπειτα χρὴ δέρματος Καρχηδονίου, ἢν μὲν νεώτερος ᾖ ὁ τρωθεὶς, ἀρκέει τῷ λοιπῷ χρέεσθαι, ἢν δὲ τελειότερος ᾖ αὐτῷ τῷ δέρματι τάμνοντα χρὴ εὖρος ὡς τριδάκτυλον ἢ ὅκως ἂν ἁρμόζει ὑπαλείψαντα κόμμι τὴν γνάθον. εὐμενέστερον γὰρ κόλλῃ προσκολλῆσαι τὴν δέριν ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ἢ ὀλίγῳ πλέον. τοῦτο μὲν ἐς τὸ κάτω μέρος, ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ὁ ἱμὰς, ὡς ἀμφιβεβήκει ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου, ἕτερον δὲ ἱμᾶντα τοιοῦτον ἢ ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ ἄνω μέρος τῆς γνάθου ἀπολιπόντα κατὰ τοσοῦτον ἀπὸ τοῦ τρώματος, ὅσονπερ ὁ ἕτερος ἀπέλιπεν. ἐσχίσθω δὲ καὶ οὗτος ὁ ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν.
455

Μαλακὸν εἶναι βούλεται τὸ δέρμα, καθάπερ ἦν ἴσως τότ’ ἐν Καρχηδόνι. τούτων γὰρ ἐμνημόνευσεν ὀνομαστὶ παραδείγματος ἕνεκεν, ὥσπερ καὶ πρόσθεν ἐν τῷ περὶ ἀγμῶν Αἰγυπτίου δέρματος. εὔδηλον δ’ ὅτι τοῦ δέρματος τούτου τοῦ ἐξωτάτου σκληρότερόν τε καὶ πυκνότερον ὀνομάζει λοιπόν. ὅπως δ’ αὐτῷ χρῆται, τῆς ἀντιτάσεως ἕνεκα τῶν κατεαγότων μορίων τῆς γένυος, αὐτὸς δηλώσει παρακολουθούντων ἡμῶν τῷ σκοπῷ τοῦ γιγνομένου. βούλεται γὰρ τὸ μὲν ἕτερον μέρος τοῦ κατεαγότος ὀστοῦ πρὸς τὸ γένειον, τὸ κατώτερον τείνεσθαι ἄνω πρὸς τὴν κεφαλήν.

Ἀποξέες δ’ ἔστωσαν οἱ ἱμᾶντες ἀμφὶ τὴν ξυναφὴν, ἔνθα ξυνάπτεσθαί τε καὶ συνδεῖσθαι εἰς τὰ πέρατα τῶν ἱμάντων.

Ἐνταῦθα κελεύει στενότερά πως ὑπάρχειν αὐτὰ, μειουμένου κατὰ βραχὺ τοῦ πλάτους, ὅπως ἡ δέσις ἀσφαλεστέρα

456
γένηται. τὰ γὰρ πλατύτερα πέρατα, κἂν ἐπιμελῶς τις δήσῃ, τὸ μόνιμον οὐκ ἔχει.

Ἐν δὲ τῇ κολλήσει ἡ σάρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς ἔστω, ἐχεκολλότερον γὰρ οὕτως.

Τὸ σκύτος ἐκ δέρματος ζώου γίνεται διττὴν ἔχοντος φύσιν. ὅσον μὲν γὰρ ἔξωθέν ἐστι τοῦ δέρματος ὁμιλοῦν τῷ πέριξ ἀέρι πυκνότερόν τε γίγνεται καὶ νευρωδέστερον, ὅσον δ’ ἐντὸς τοῦδε, μαλακώτερόν τι καὶ ἀραιότερον. αὐτοῦ δὲ τούτου τὸ μὲν ἐγγύτερον τοῦ ἔξω πέρατος ἧττόν ἐστι, τὸ δὲ ἔνδον οὐ ψαύει τῶν ὑποκειμένων τῷ δέρματι, μᾶλλόν τε ἀραιὸν καὶ σαρκῶδες, ὅπερ δὴ καὶ σάρκας τοῦ σκύτους ὠνόμασε καὶ συμβουλεύει κατὰ τοῦτο γίγνεσθαι τὴν κόλλησιν, ἅτε γὰρ μαλακώτερον καὶ ἀραιότερον ἐπιτηδειότερόν ἐστιν εἰς τοιαύτην χρείαν.

457
Ἔπειτα κατατείναντα χρὴ καὶ τοῦτον τὸν ἱμᾶντα, μᾶλλον δέ τι τὸν περὶ τὸ γένειον, ὡς ὅτι μάλιστα μὴ ἀποσμιλαίνῃ ἡ γνάθος, ξυνάψαι τοὺς ἱμᾶντας κατὰ τὴν κορυφὴν, κἄπειτα περὶ τὸ μέτωπον ὀθονίῳ καταδῆσαι.

Ἀνενεχθέντων δηλονότι πρὸς τὴν κεφαλὴν τοῦ κάμνοντος ἀμφοτέρων τῶν περάτων τοῦ ἱμᾶντος ἡ δέσις αὐτῶν πρὸς τὴν κορυφὴν αὐτῆς. μᾶλλον δὲ βούλεται τετάσθαι τὸν κάτω χάριν τοῦ τὴν γένυν, ὡς αὐτὸς εἶπε, μὴ ἀποσμιλαίνειν, ὅπερ ἐστὶν εἰς ὀξὺ παράγεσθαι.

Καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέει τὰ δεσμὰ, τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα γνάθον μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ. ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερῶν δέκα, ἔπειτα ἀνατρέφειν μὴ βραδέως. ἢ γὰρ οὖν τῇσι πρώτῃσιν ἡμέρῃσι 
458
μὴ φλεγμήνῃ, ἐν εἴκοσιν ἡμέρῃσι γνάθος κρατύνεται. τελέως γὰρ ἐπιπωροῦται, ὥσπερ καὶ τἄλλα τὰ ἀραιὰ ὀστέα, ἢν μὴ ἐπισφακελίσῃ. ἀλλὰ γὰρ περὶ σφακελισμῶν τῶν συμπάντων ὀστέων ἄλλος μακρὸς λόγος λείπεται. αὕτη ἡ διάστασις ἡ ἀπὸ τῶν κολλημάτων εὐμενὴς καὶ εὐταμίευτος καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα εὔχρηστος. τῶν δὲ ἰητρῶν οἱ μὲν σὺν νόῳ εὔχειρες καὶ ἐν ἄλλοισι τρώμασι τοιοῦτοί εἰσι καὶ ἐν γνάθων κατήξεσιν. ἐπιδέουσι γὰρ τὴν γνάθον κατεαγεῖσαν ποικίλως καὶ καλῶς καὶ κακῶς.

Τὸ κατὰ πάντων ἔξωθεν ἐπιβαλλόμενον οὕτως ὠνόμασεν, εἴτε τῶν καλουμένων παραρμάτων εἴτε τῶν ὁμοίων εἴη τι. καλεῖ δ’ αὐτὸς, ὥσπερ νῦν ἔτι συνήθως ὀνομάζεται, παράρματα παραιρούμενα ὑπὸ τῶν ἀμφιεσμάτων, ὑπὸ τῶν ῥαπτόντων αὐτά. μάλιστα γὰρ ἐπιτήδεια διὰ μαλακότητα, ταῦτά ἐστιν εἰς τὴν προκειμένην χρείαν, δύναιτο δ’ ἄν τις ἀπορῶν αὐτῶν ἐπὶ τῶν ὁμοίων ἀφικνεῖσθαι.

459
Πᾶσα γὰρ ἔνδεσις γνάθου οὕτω καταγείσης ἐκκλίνει τὰ ὀστέα τὰ ἐς τὸ κάταγμα ῥέποντα μᾶλλον ἢ ἐς τὴν φύσιν ἄγει.

Τῆς οὕτω, φησὶ, καταγείσης γένυος, τουτέστι τῆς καυληδὸν, ἡ ἐπίδεσις ἐκκλίνει μᾶλλον εἰς τὸ κάταγμα ἢ ἐξευθύνει τὰ ὀστᾶ διὰ τὸ μὴ δύνασθαι περιελιχθῆναι τὰ ὀθόνια κύκλῳ τὰ περὶ τὸ πεπονθὸς, ἀλλ’ ἔξωθεν μόνον ἐπικαλέεσθαι.

Ἤν δὲ ἡ κάτω γνάθος κατὰ τὴν σύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ, μόνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαὶ, ἀλλ’ οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον· ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον. ἢν οὖν διαστῇ ἡ κατὰ τὸ γένειον σύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστι. τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ εἰς τὸ εἴσω μέρος
460
προσβάλλοντα τοὺς δακτύλους, τὸ δὲ εἴσω ῥέπον ἀνάγειν ἐς τὸ ἔξω μέρος ἐνερείσαντα τοὺς δακτύλους· ἐς διάστασιν μέντοι διατεινάμενοι ταῦτα χρὴ ποιέειν.

Ἐκ δυοῖν μὲν ἡ κάτω γένυς ὀστῶν σύγκειται κατ’ ἄκρον τὸ γένειον ἀκριβῶς ξυμπεφυκότων, ἐκ πολλῶν δὲ ἡ ἄνω κατὰ συνάρθρωσιν κειμένων. ἀλλ’ ἡ τοιαύτη τῶν ὀνομάτων λεπτουργία παρὰ τοῖς παλαιοῖς οὐκ ἦν. διὸ καὶ Ἱπποκράτης τὴν ἄνω γένυν ξυντιθέντων τῶν ὀστῶν τὰς ἁρμονίας ὑπὸ τῆς ξυμφύσεως ἔταξε γένος, ἑνὶ γνωρίσματι προσέχων τὸν νοῦν ἐπ’ αὐτῶν μηδεμίαν αἰσθητὴν κίνησιν ἐν ταῖς τοιαύταις τῶν ὀστῶν συνθέσεσι.

Ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει ἢ εἰ ἐγχρίπτων τις ἐς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται. τοῦτο παρὰ πάντα τὰ ὑπομνήματα χάριεν εἰδέναι. ὁκόταν
461
δὲ κατορθώσῃ, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται. ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν.

Ἔθος ἐστὶν Ἱπποκράτους, ὅσα κοινὰ παραγγέλματα τῶν κατὰ μέρος ἐστὶν ἅπαξ αὐτὰ περὶ ἑνὸς εἰπόντα δηλῶσαι τοῦ πράγματος τὴν δύναμιν, ὅτι κοινὴ πάντων τῶν ὁμοίων, ὥσπερ καὶ νῦν ἀξίως τὰ προδιατείνοντα τὴν κάτω γένυν οὕτω διαπλάττειν ἐπήνεγκε. ῥᾷον γὰρ εἰς τὴν φύσιν ἥξει ἢ εἴ τις ἐγχρίπτων εἰς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται. αὐτὸ τὸ νῦν εἰρημένον, ὅτι κοινὰ ἁπάντων ἐστὶ τῶν διαπλαττομένων ὀστῶν, ἐπεσημήνατο διὰ τῆς προκειμένης ῥήσεως.

Ἐπίδεσιν δὲ βραχείην ἢ ποικίλην, μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσοῤῥόπου ἐστὶν, ὡς δὴ μὴ ἰσόῤῥοπον ἐόν.
462

Ἀκριβῶς μὲν ἰσόῤῥοπόν ἐστι μόριον, ὅταν ὁμοιότατον ᾖ κατὰ τὸ σχῆμα κυλίνδρῳ. καλῶ δὲ κύλινδρον οὐχ ᾧ παίζουσιν αἱ παῖδες, ἀλλὰ καὶ τὸ τοῖς κίοσιν ὑπάρχον σχῆμα. τοῦτο δ’ ἀκριβῶς μὲν οὐδενὶ τῶν ὀστῶν ἐστι, μᾶλλον μέντοι τῶν ἄλλων ἐν μηρῷ καὶ βραχίονι. τῆς δὲ ἄνω γένυος ὅτι μὲν οὐκ ἔστι τοιοῦτον σχῆμα πρόδηλον, ὥσπερ οὐδὲ ἰσόῤῥοπον αὐτὴν εἶναί φασιν, ἐγγὺς μέντοι τοῦ ἰσοῤῥόπου διὰ τοῦτ’ αὐτὴν εἶπεν, ὅτι τὸ ἀριστερὸν μέρος τῷ δεξιῷ κατὰ πᾶν ἐξωμοίωται καὶ ἴσον ἐστὶ καὶ διὰ τοῦτο τὸ συγκείμενον ἐξ ἀμφοῖν ἰσόῤῥοπον γίνεται μηδεμίαν ἔχον ῥοπὴν ἐπὶ θάτερα μέρη. δέχεται δὲ ποικίλας ἐπιδέσεις ἡ γένυς, ὡς κἀν τῇ τῶν ἐπιδέσμων γυμνασίᾳ πρώτῃ πάντων οὔσῃ μεμαθήκατε.

Τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν ἡ δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιά· ἐπὶ δεξιὰ δὲ νομίζεται εἶναι, ἢν ἡ δεξιὰ χεὶρ ἡγέηται τῆς ἐπιδέσιος· ἢν δὲ ἡ 
463
ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν κἂν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχεῖα μὲν ἡ ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται, ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἡ ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσα, οἱ ὀδόντες δὲ καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται.

Ἐλέχθη καὶ πρόσθεν ἐπὶ τῶν ἑλκῶν ὅσα χεῖλος ἐξῃρημένον ἔχει, τὴν μὲν ἀρχὴν βάλλεσθαι τῆς ὀθόνης ὄπισθεν τοῦ τοιούτου χείλους, ἑλίττειν δ’ οὕτω κατ’ αὐτὸν τὸν ἐπίδεσμον, ὡς προσάγεσθαι θάτερα χείλη τοῦ ἕλκους. ἔστι γὰρ τοῦτο κοινὸν ἁπάντων τῶν ἐπανάγεσθαι δεομένων εἰς τὴν ἀρχαίαν φύσιν. οὕτως οὖν καὶ νῦν τὸ κοινὸν τοῦτο φυλακτέον ἐστὶ προστέλλον τε καὶ καταναγκάζον τὸ ἐφεστηκὸς μέρος. ἔσται δὲ τοῦτο τῶν ὀθονίων αὐτὸ προσαγόντων ἐκείνῳ. προσαχθήσεται δὲ, εἰ μὲν τὸ δεξιὸν εἴη μέρος τὸ ἐξεστηκὸς, ἐντεῦθεν μὲν ἀγομένων, ἐπὶ δὲ τὸ ἀριστερὸν ἀγόντων ἐπίδεσμον. εἰ δὲ τὸ ἀριστερὸν εἴη τὸ πεπονθὸς, ἐκεῖθεν μὲν ἀρχομένων, ἐπὶ τὸ δεξιὸν δὲ ἀφικνουμένων. ὁ

464
τοίνυν Ἱπποκράτης ὅταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενός τις ἐπὶ θάτερον ποιῆται τὴν νομὴν τῶν ὀθονίων, ἐπὶ δεξιὰ καλεῖ τὴν τοιαύτην ἐπίδεσιν, οὐ τῇ φορᾷ τοῦ ἐπιδέσμου προσέχων τὸν νοῦν, ἀλλὰ τῇ τῆς χειρὸς ἡγεμονίᾳ· ἐὰν γὰρ νοήσῃς καταντικρὺς τοῦ μὲν ἐπιδουμένου τὸν ἰατρὸν, ἡ μὲν ἀπὸ τῆς δεξιᾶς γνάθου φορὰ τῶν ὀθονίων ἐπὶ τὴν ἀριστερὰν ἀγομένη ἡ τῆς δεξιᾶς ἔσται χειρὸς, ἡ δ’ ἐναντία τῆς ἀριστερᾶς.

Ἢν δὲ ἡ ῥὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατάξιος.

Αὐτὸς δὲ ἐφεξῆς ἐρεῖ τοὺς τρόπους· ἤτοι γὰρ μέρος αὐτῆς κατάγνυται, τῆς συνεχείας φυλαττομένης, ὡς μήτε κάτω χωρῆσαι μήτ’ ἐφ’ ἑκάτερα παραστραφῆναι, ἢ καὶ τούτων τι προσγίγνεται, καὶ ἤτοι κατὰ τὸ χονδρῶδες αὐτῆς τὸ πρόσω τούτων τι συμβαίνειν εἴωθεν, ἢ κατὰ τὸ λοιπὸν τὸ ὀστῶδες.

465
Ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῥῖνα καὶ μάλιστα.

Εἰρωνευόμενος εἴρηκεν οὐ τὰς ὄντως καλὰς σημαίνων, ὧν σκοπός ἐστιν εἰς τὸ κατὰ φύσιν ἄγειν τὸ πεπονθὸς, ἀλλὰ τὰς εὐμόρφους καὶ τερπούσας τοὺς ὁρῶντας. ὁποῖαι δέ εἰσιν αὗται, διὰ τῆς ἑπομένης ῥήσεως μαθήσῃ.

Ἐπιδεσίων γάρ ἐστιν αὕτη ἡ ποικιλωτάτη καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαῤῥωγὰς δὲ καὶ διαλήψιας ποικιλωτάτας τοῦ χρωτὸς ῥομβοειδέας. ὡς οὖν εἴρηται, οἱ τὴν ἀνόητον ἐγχειρίην ἐπιτηδεύοντες ἄσμενοι ῥινὸς καταγείσης ἐπιτυγχάνουσιν ὡς ἐπιδήσωσι. μίαν μὲν οὖν ἡμέρην ἢ δύο ἀγάλλεται μὲν ὁ ἰητρὸς, χαίρει δὲ καὶ ὁ ἐπιδεδεμένος, ἔπειτα ταχέως μὲν ὁ ἐπιδεδεμένος
466
κορίσκεται· ἀσηρὸν γὰρ τὸ φρόνημα. ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν ὅτι ἐπίσταται ποικίλως ῥῖνα ἐπιδέειν. ποιέει δὲ ἡ ἐπίδεσις ἡ τοιαύτη πάντα τἀναντία τοῦ δέοντος. τοῦτο μὲν γὰρ ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμότεροι ἂν εἶεν, τοῦτο δὲ ὅσοισι παραστρέφεται ἢ ἔνθα ἢ ἔνθα ἢ ῥὶς ἢ κατὰ τὸν χόνδρον ἢ ἀνωτέρω, δῆλον ὅτι οὐδὲν αὐτοὺς ἡ ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον.

Σκέπαρνον μὲν ἐπίδεσμον ὅτι καλεῖ τὸν ἐγκεκλιμένον ὀλίγον ἐκ τῆς ἐγκαρσίας ἐπιβολῆς ἔμπροσθεν εἴρηται. διαῤῥωγὰς δὲ λέγει τὰ μεταξὺ διαστήματα τῶν ὀθονίων. ῥομβοειδῆ δὲ σχήματα τὰ ἰσόπλευρα μὲν, οὐκ ὀρθογώνια δέ· καὶ γὰρ καὶ ὁρίζεται τὸν ῥόμβον οὕτως ὁ Εὐκλείδης. ἔμαθες δὲ ὡς ἐν τοῖς ἐπιδέσμοις πάντων σχεδὸν πρῶτον ὀνομάζουσι ῥόμβον ἀπὸ τοῦ τὰ τοιαῦτα μάλιστα ἐργάσασθαι σχήματα.