In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Πάντες σχεδὸν οἱ προγράψαντες ἐξηγήσεις τῶν ἀφορισμῶν ἐν ἀρχῇ μὲν ἐπὶ πλέον ἐπεκτείνουσι τοῦ χρησίμου τὸν λόγον, ἐκλύονται δὲ προϊόντες, ὥστε πρῶτον μὲν ἐπὶ τὸ χρήσιμον προϊέναι μόνον, εἶθ’ ἑξῆς ἐλλιπέστερον τούτου καὶ τελευτῶντες ἐσχάτως συντέμνουσι τὰς ἐξηγήσεις, ὡς μηδ’ ὅτι νόθοι τῶν ἀφορισμῶν εἰσιν ἔνιοι καὶ προφανῶς ψευδεῖς, ἔτι παρακολουθεῖν. ἀλλ’ ὥσπερ οἱ

102
κάμνοντες ἐν τοῖς διαλόγοις ἐπινεύουσι πρὸς ἅπαν ἑτοίμως, οὕτω καὶ αὐτοὶ προσίενταί τε πάντας, οὓς ἂν εὕρωσι γεγραμμένους ἀφορισμοὺς εἰς ἔσχατόν τε βραχυλογίας ἀφικνοῦνται κατὰ τὰς ἐξηγήσεις αὐτῶν ἐπιλανθανόμενοι τῆς ἐν ἀρχῇ μακρολογίας. ἀλλ’ ἡμεῖς γε τὰς ἄλλας αὐτῶν ἀτοπίας ἐπειράθημεν φυλάξασθαι καὶ πάσας ὁμαλῶς ποιήσασθαι τὰς ἐξηγήσεις ἐσπουδάσαμεν, ἐστοχασμένας μὲν τῶν ἀληθῶν τε ἅμα καὶ χρησίμων τῇ τέχνῃ; τῇ δὲ ἑρμηνείᾳ μήτε εἰς βραχυλογίαν ἐσχάτην συνηγμένας, οὐ γὰρ ὑπομνήματι τὸ τοιοῦτον, ἀλλὰ συγγράμματι πρέπει, μήτ’ εἰς μῆκος τοσοῦτον, ὅσον ἐν ἀρχῇ τῶν ἐξηγήσεων ἐκεῖνοι πεποίηνται. τὸ δ’ ἄριστον ἐν ἅπασι τοῖς λόγοις, ὅπερ καὶ σύμμετρόν ἐστιν ἑκάστῃ πραγματείᾳ, τοῦτο ἐσπουδάσαμεν ἀπ’ ἀρχῆς μέχρι τέλους διαφυλάξαι.

Ἐν τοῖσιν ὀξέσι νοσήμασι ψύξις ἀκρωτηρίων κακόν.
103

Ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλισθ’ ὅσα χωρὶς πυρετῶν εἰσι καὶ κατὰ τὸν χειμῶνα καὶ γέρουσι ψυχρὰ γίνεσθαι τὰ τοῦ σώματος ἔσχατα μόρια, ῥῖνας καὶ πόδας καὶ ὦτα καὶ χεῖρας ἄκρας, οὐδὲν ἄτοπον. οὐ μὴν ἔν γε τοῖς ὀξέσι μέτριον τὸ κακὸν, ἀλλ’ ἱκανῶς ὀλέθριον τὸ σύμπτωμα, φλεγμοναῖς σφοδροτάταις τῶν σπλάγχνων ἐπιγινόμενον. ὀξέα δὲ προσαγορεύεσθαι νοσήματά φησιν αὐτὸς, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς. ἐν οἶς ὅταν ἄνευ μεγάλης φλεγμονῆς ὦσι, μὴ ὅτι καταψύχεσθαι τοῖς ἀκροῖς, ἀλλὰ καὶ διακαίεσθαι συμβέβηκεν. ἀλλ’ ὅταν τὸ τῆς φλεγμονῆς θερμὸν ᾖ οὕτω σφοδρὸν, ὡς ἕλκειν ἐφ’ ἑαυτὸ δίκην σικύας ἐξ ὅλου τοῦ σώματος τὸ αἷμα, διακαίονται μὲν οἱ οὕτως ἔχοντες τὰ σπλάγχνα, ψύχονται δὲ τὰ ἀκρωτήρια διὰ τὴν ἔνδειαν τοῦ αἵματος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα, καὶ οἵ πλεῖστοί γε αὐτῶν οὐδὲ τῶν περιβολαίων ἀνέχονται, διὰ τὸ περὶ τοῖς σπλάγχνοις καῦμα.

104
Ἐπὶ ὀστέῳ νοσήσαντι σὰρξ πελιδνὴ κακόν.

Οὐ γὰρ ἐπὶ μετρίαις βλάβαις ὀστῶν, ἀλλὰ ταῖς ἰσχυραῖς σηπέδοσι τὸ τοιοῦτον εἶδος τῆς χρόας ἐγγίνεται περικειμέναις σαρξὶ, σβεννυμένης δηλονότι τῆς κατὰ φύσιν θερμασίας ἐν αὐτοῖς.

Ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ κακόν.

Οἷόν τι πάθος τοῖς μυσὶν ὁ σπασμός ἐστι, τοιοῦτον ἐν τῷ στομάχῳ γίνεται ἡ λὺγξ, ὑγροῖς ἀνιῶσιν ἐπιγινομένη, ποτὲ μὲν ὅλην τὴν κοιλίαν, ὡς τὰ πολλὰ δὲ τό τε στόμα καὶ τὸν στόμαχον αὐτῆς, ἃ καὶ ἐν τοῖς ἐμέτοις ἀποῤῥίψασα, παραχρῆμα παύεται τῆς λυγγός. ὡς ὅταν γε μηδ’ ὑπὸ τούτων παύηται, δυοῖν θάτερον ἐνδείκνυται, ἤτοι τὴν ἀρχὴν τῶν νεύρων τὸν ἐγκέφαλον ἢ τὴν γαστέρα φλεγμαίνειν

105
οὐ μετρίαν φλεγμονήν. τὸ δὲ τῶν ὀφθαλμῶν ἔρευθος ἕπεται ἀμφοτέροις, καὶ μᾶλλόν γε ταῖς κατὰ τὸν ἐγκέφαλον φλεγμονώδεσι διαθέσεσιν.

Ἐπὶ ἱδρῶτι φρίκη οὐ χρηστόν.

Ὅτι τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα λέλεκται πρὸς αὐτοῦ, διὰ τὸ τὴν φύσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ὑπὸ τοῦ νοσήματος νικᾶσθαι.

Ἐπὶ μανίῃ ἢ δυσεντερίῃ ἢ ὕδρωψ ἢ ἔκστασις ἀγαθόν.

Δυσεντερίαν μὲν ἢ ὕδρωπα τῷ λόγῳ τῆς μεταστάσεως ἴαμα γίνεσθαι μανίας οὐδὲν ἄλογον, ἐκ τῆς κεφαλῆς τῶν λυπούντων κάτω μεθισταμένων, ἔκστασιν δ’ οὐδαμῶς διάλυσιν

106
εἶναι μανίας, ὥστε μᾶλλον αὔξησιν ἄν τις εἴποι καὶ μέντοι καὶ εἴπερ ὄντως ὁ Ἱπποκράτης πολλαχῆ μανίαν καὶ σφοδρὰν ὠνόμασεν ἔκστασιν, οἴδαμεν οὕτω τινὰ παυσάμενον ἧς ἔμπροσθεν εἶχε μετρίας μανίας, ἐλογισάμεθά τε τῇ σφοδρότητι τῆς κινήσεως τῶν ποιούντων τὴν μανίαν αἰτίων ἀκολουθῆσαι τὴν λύσιν, ὥσπερ εἴωθε κἀν τοῖς ὀξέσι νοσήμασι τὰ σφοδρότατα τῶν συμπτωμάτων ἔστιν ὅτε κρίσεις ἀγαθὰς ἐργάζεσθαι.

Ἐν νούσῳ πολυχρονίῃ ἀποσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες κακόν.

Καὶ αὐτὴ μὲν καθ’ ἑαυτὴν ἡ ἀποσιτία σημεῖον ἐστι μοχθηρὸν ἐν χρονίοις νοσήμασιν. ἐπὶ γὰρ τῶν σωθήσεσθαι μελλόντων ἐκ τῶν τοιούτων νοσημάτων αὐτῷ τοὐναντίον ὄρεξις σφοδροτέρα γίνεται σιτίων. ὥστ’ οὐκ ἀγαθὸν σημεῖον ἡ ἀποσιτία. ὅταν δὲ καὶ τὰ κατὰ τὰς διαχωρήσεις

107
ὑπάρχει πονηρὰ, πολὺ δὴ καὶ μᾶλλον. ἀκράτους δ’ ὑποχωρήσεις εἴρηκε τὰς ἀμίκτους ὑδατώδους ὑγρότητος αὐτοῦ τοῦ κενουμένου χυμοῦ μόνου διαχωροῦντος, εἴτε πικρόχολος εἴτε μελαγχολικὸς εἴτε πρασοειδὴς εἴτε ὁ τῆς ἰώδους λεγομένης ὑπάρχει χολῆς, ἐνδείκνυνται γὰρ αἱ τοιαῦται διαχωρήσεις ἐκπεφρύχθαι τὴν κατὰ φύσιν ὑγρότητα πᾶσαν ὑπὸ τῆς πυρετώδους θερμασίας.

Ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη κακόν.

Ὅτι μὲν ἡ πολυποσία πολλὴν πόσιν οὐχ ὕδατος, ἀλλ’ οἴνου δηλοῖ πρόδηλον παντί. παραφρονοῦσι δ’ ἐπὶ ταῖς τοιαύταις πόσεσιν ἔνιοι πληρουμένης τῆς κεφαλῆς αἵματός τε καὶ πνεύματος θερμοῦ. δι’ αὐτὸ δὲ τοῦτο καὶ θερμότεροι γίνονται, μάλιστα μὲν τὴν κεφαλὴν, ἤδη δὲ καὶ σύμπαν τὸ σῶμα. σπάνιοί γε μὴν ἐξ αὐτῶν εἰσὶν οἱ σὺν τῇ παραφροσύνῃ ῥιγώσαντες, ἐφ’ ὧν οὐκ ἐξάπτεται τὸ σύμφυτον

108
θερμὸν, ἀλλὰ σβέννυται διὰ τὸ πλῆθος, ὥσπερ ἐπὶ τῶν πολλῶν ξύλων ἐπιβληθέντων τῷ πυρὶ ἥ τε τοῦ λύχνου φλὸξ ἐξ ἐλαίου καταχυθέντος ἀθρόως.

Ἐπὶ φύματος εἴσω ῥήξιος ἔκλυσις, ἔμετος καὶ λειποψυχία γίνεται.

Φῦμα μὲν ὠνόμασεν, ὅπερ ἐν ἑτέροις αὐτὸς εἴωθε προσαγορεύειν ἐμπύημα, τὴν δ’ ἔσω ῥῆξιν αὐτοῦ τὴν εἰς τὴν γαστέρα λέγει. ταύτῃ γὰρ ἔμετος ἕπεται, ὡς αἵ γε τὸν κατὰ θώρακά τε καὶ πνεύμονα φυμάτων ῥήξεις οὐκ ἐμέτους, ἀλλ’ ἐκ ἀνάγκης μὲν βῆχα, πολλάκις δὲ καὶ πνίγα φέρουσιν, ὥσπερ γε καὶ αἱ εἰς τὰ ἔντερα συῤῥήξεις τῶν ἐμπυημάτων διαχώρησιν ἐργάζονται πύου. κοινὸν δὲ πασῶν ῥήξεων ἔκλυσίς τε καὶ λειποψυχία, διὰ τὴν τοῦ ζωτικοῦ πνεύματος ἔκκρισιν, ὡς ἑτέρωθι δέδεικται.

109
Ἐπὶ αἵματος ῥύσει παραφροσύνη ἢ καὶ σπασμὸς κακόν.

Οὗτος ὁ ἀφορισμὸς ἡμᾶς ὠφελεῖ μεγάλα πρὸς τὸ πεισθῆναι γίνεσθαί ποτε παραφροσύνας ἐπ’ ἐνδείᾳ παραπλησίῳ τρόπῳ τοῖς κατὰ κῶλα τρόμοις. ἐκεῖνά τε γὰρ ἀῤῥωστίᾳ τῆς κινούσης αὐτὰ δυνάμεως ἀστηρίκτους ἴσχει τὰς κινήσεις, ὅ τ’ ἐγκέφαλος παραφόρους. διόπερ οὐδὲ σφοδρὸν γίνεταί ποτε τὸ τοιοῦτον εἶδος τῆς παραφροσύνης, ἀλλὰ μέτριόν τε καὶ ὡς ἂν εἴποι τις ληρῶδες, αὐτὸς γὰρ εἴωθεν ὀνομάζειν λῆρον τὴν μετρίαν παρακοπήν. ἐὰν οὖν καὶ σπασμός ποτε συνέλθῃ τῇ τοιαύτῃ παραφροσύνῃ, παντάπασιν ἀνιάτως ἔχουσιν. ἔνια μὲν οὖν τῶν ἀντιγράφων διὰ τοῦ καί συνδέσμου γέγραπται, τινὰ δὲ τὸν παραδιαζευκτικὸν ὀνομαζόμενον ἔχει τὸ ἤ, καθ’ ὃν καὶ ἡ παραφροσύνη μὲν οὐκ ἀγαθόν ἐστι σύμπτωμα μεθ’ αἵματος ῥύσιν, εἰ καὶ μόνη συμβαίη. πολὺ δὴ μᾶλλον ὁ σπασμὸς, εἰ καὶ χωρὶς παραφροσύνης γένοιτο, μέγιστον δὲ κακὸν, εἰ ἀμφοῖν

110
ἐστι σύνοδος. ὅπου γε καὶ μόνος ὁ διὰ τὴν ἄμετρον κένωσιν γενόμενος σπασμὸς ὀλεθριώτατόν ἐστι σύμπτωμα. τὸ μὲν γὰρ τῆς παραφροσύνης ἧττόν ἐστι κακόν.

Ἐπὶ εἰλεῷ ἔμετος ἢ λὺγξ ἢ σπασμὸς ἢ παραφροσύνη κακόν.

Ἐν τοῖς εἰλεοῖς οὐδὲν ὑπέρχεται κάτω καὶ τοῦτό ἐστιν ἴδιον ἀχώριστον τοῦ πάθους. ἔμετος δὲ οὐκ ἀεὶ σύνεστιν, ἀλλ’ ὅταν ὀλεθρίως ἔχωσι. καὶ εἰ πλέον δὲ σπαράττονται καὶ κόπρος αὐτοῖς ἐπανέρχεται καὶ λύζουσιν. ἔνιοι δὲ καὶ παραφρονοῦσι καὶ σπῶνται, συμπασχούσης τῆς ἀρχῆς τῶν νεύρων τῇ τοῦ στομάχου κακώσει. δοκεῖ δέ μοι γίνεσθαι τὰ τοιαῦτα τῶν ἐντέρων, ἐν οἷς ἡ διάθεσίς ἐστιν, ἀπώσασθαι ἑαυτῶν τὴν κόπρον ἐφιεμένων, ὅταν ἀνιαρὰ διὰ χρόνου μῆκος ᾖ, μὴ δυναμένων δὲ διὰ τὴν ἐν τοῖς κάτω μέρεσι στέγνωσιν ἐκεῖθεν διαπέμπειν, ἀλλ’ ἀναγκαζομένων

111
ἔμπαλιν τῇ φύσει κινεῖσθαι βιαίως καὶ πρὸς τὴν ἄνω χώραν ἐκθλίβειν τὰ λυποῦντα.

Ἐπὶ πλευρίτιδι περιπνευμονίη κακόν.

Ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ πρόσκειται τὸ κακόν, ἔν τισι δ’ ἁπλῶς οὕτως γέγραπται· ἐπὶ πλευρίτιδι περιπνευμονία, βουλομένων τῶν οὕτως γραφόντων οὐχ ὅτι κακόν ἐστιν ἢ ἀγαθὸν ἐπιγινομένη πλευρίτιδι περιπνευμονία διδάσκειν νῦν αὐτὸν, ἀλλ’ ἁπλῶς αὐτὸ τοῦτο μόνον, ὅτι μεταπίπτειν εἴωθε πλευρῖτις εἰς περιπνευμονίην ἢ ἐπιγίνεσθαι πλευρίτιδι περιπνευμονίαν. μεταπίπτει μὲν οὖν ὅταν τοῦ προτέρου παυσαμένου ἕτερον γένηται, ἐπιγίνεται δὲ ὅταν διαμείναντος ἐκείνου προσγένηται ἕτερον. ἀλλὰ νῦν φαίνεται περὶ τῶν ἐπιγινομένων ὁ Ἱπποκράτης γράφων, οἷς εὐθὺς ἐξ ἀρχῆς καὶ τὸ κακοῖς εἶναι ὑπάρχει. ὥστε κἂν μὴ πρόσκειται τὸ

112
κακὸν, ἤτοι γε ἐπακουστέον αὐτὸ κατὰ τὸν ἀπὸ κοινοῦ λεγόμενον τρόπον ἢ δυνάμει δηλοῦσθαι νομιστέον. ἅπασα γὰρ ἡ τῶν οὕτως ἐπιγινομένων σύστασις οὐ σμικροῖς οὐδ’ ἐπιεικέσιν ἕπεται νοσήμασιν, ἀλλὰ μεγάλοις τε καὶ κακοήθεσιν· οἷον εὐθέως ἐπὶ τῶν εἰρημένων κατὰ τὸν ἀφορισμὸν παθῶν, ὅταν μὴ στέγηται κατὰ τὰς πλευρὰς ὁ τὴν πλευρῖτιν ἐργαζόμενος χυμὸς, ἀφικνεῖταί τι μέρος αὐτοῦ καὶ πρὸς τὸν πνεύμονα. τῇ μέντοι περιπνευμονίᾳ πλευρῖτις οὐ πάνυ τι πέφυκεν ἕπεσθαι, διότι καὶ μὲν τὴν ἐπιεικῆ περιπνευμονίαν ἐκκαθαίρεται πᾶς ὁ λυπῶν χυμὸς ἀναβηττόμενος. ἐν δὲ ταῖς ὀλεθρίαις φθάνει πνίγειν πρὸ τοῦ τὰς πλευρὰς συμπαθεῖν.

Ἐπὶ περιπνευμονίης φρενῖτις κακόν.

Ὅταν ὑπὸ θερμοῦ χυμοῦ περιπνευμονία, πολλοὺς ἀτμοὺς ἐπὶ τὴν κεφαλὴν ἀναπέμπουσα πληροῖ τὸν ἐγκέφαλον ἀτμῶν

113
καὶ φρενῖτιν ἐργάζεται. τὰ δ’ ἄλλα κοινὰ πρὸς τὸν ἔμπροσθεν εἰρημένον ἀφορισμὸν, οὐκ ἐν τούτῳ μόνον, ἀλλὰ κἀν τοῖς ἐφεξῆς.

Ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς ἢ τέτανος κακόν.

Οἱ πλεῖστοι τῶν ἐξηγητῶν οὕτως ἴσασι γεγραμμένον ἀφορισμὸν τοῦτον, ὁ δὲ Μαρῖνος ἐπὶ τραύμασι γράφει. καὶ γὰρ τὸν ἑξῆς ἀφορισμὸν αὐτῷ φησι μαρτυρεῖν. ἀληθὲς μὲν οὖν καὶ τὸ τοῖς ἰσχυροῖς τραύμασι φλεγμονάς τε καὶ σπασμοὺς γίνεσθαι. τῶν δ’ ἐξηγησαμένων σχεδὸν ἁπάντων καὶ μάλιστα τῶν παλαιοτάτων, τὴν ἐπὶ καύμασιν ἰσχυροῖς γραφὴν ἐπισταμένων, ἄμεινον καὶ ἡμᾶς ἐκείνην ἐξηγεῖσθαι. τινὲς μὲν οὖν τὸ καύμασιν ἐν ἴσῳ τῷ πυρετοὺς ἤκουσαν, ἔνιοι δὲ τὴν ἐκ τοῦ περιέχοντος πύρωσιν οὕτως εἰρῆσθαί φασιν. ἔνιοι δὲ ἀντὶ τοῦ καυτηρίοις τε καὶ ἐσχάραις καὶ πάντες ἀληθεύουσιν. ἐπιγίνονται γὰρ ἅπασι τούτοις οὐκ

114
ἐπ’ ἀγαθῷ τέτανοί τε καὶ σπασμοὶ κατὰ ξηρότητα τῶν νεύρων, οὕσπερ χαλεπωτάτους ἐδείκνυμεν ὄντας.

Ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις ἢ παραφροσύνη κακόν.

Ἡ μὲν γὰρ παραφροσύνη γνωρίζεται, φθεγγομένων τε καὶ πραττόντων οὐδενὸς ἐχόμενα λόγου. ἡ δ’ ἔκπληξίς ἐστιν, ὅταν μὴ φθέγγωνταί τι, μήτε πράττωσιν, ἀλλ’ ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς, ἐφ’ ἡσυχίας μένωσιν ὁμοίως τοῖς ὑπὸ δέους ἐκπλαγεῖσιν. ὅτι δὲ τὰ τοιαῦτα πάντα πάσχοντος ἐγκεφάλου γίνεται πρόδηλον· ἐδείχθη γὰρ ἐν ἐκείνῳ τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἐὰν γοῦν ἐπὶ τῇ τελευτῇ προγεγραμμένον ᾖ τὸ κακὸν, εὔδηλον ὡς ὀρθῶς εἴρηται. διήκει γὰρ εἰς αὐτὸν εἴσω τὸν ἐγκέφαλον ἐνδείκνυται τὴν πληγήν. ἐὰν δὲ μὴ προσγράφηται, δυνατὸν ἡμῖν ἐστι καὶ προσυπακοῦσαι, καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν ἀπὸ κοινοῦ.

115
δυνατὸν δὲ καὶ τῷ συνενδείκνυσθαι τὰ συμπτώματα τὴν βλάβην τοῦ ἐγκεφάλου τὸ μέγεθος τῆς κακώσεως ἐπινοεῖν.

Ἐπὶ αἵματος πτύσει πύου πτύσις κακόν.

Ὅτι πᾶς οὗτος ὁ κατάλογος αὐτῷ τῶν καλουμένων ἰδίως ἐπιγινομένων ἐστὶν, ὑπὲρ ὧν καὶ Πραξαγόρας ἓν ὅλον οὐ σμικρὸν ἔγραψε βιβλίον, εὔδηλον εἶναι νομίζω κἀξ αὐτοῦ τοῦ ἀφορισμοῦ. οὐ γὰρ ἅπασα πτύσις αἵματος ἑπομένην ἔχει πύου πτύσιν, ἀλλ’ ἡ κακοήθης μόνη, διὸ καὶ ἐκ τοῦ πνεύμονος τοὐπίπαν ἡ τοιαύτη.

Ἐπὶ πύου πτύσει φθίσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσιν.
116

Ἥν ἰδίως ὀνομάζουσιν οἱ Ἕλληνες καὶ μάλιστ’ αὐτῶν οἱ Ἀθηναῖοι φθόην, ταύτην νῦν ὁ Ἱπποκράτης ὠνόμασε φθίσιν, ἐπὶ πνεύμονος ἑλκώσεσιν ἀνιάτοις, γιγνομένης ἅπαντος τοῦ σώματος ἰσχνότητος μετὰ πυρετοῦ λεπτοῦ. τὸ δὲ ῥύσις ἤτοι κατὰ τῆς τῶν τριχῶν ἐκπτώσεως ἢ κατὰ τῆς ὑγρᾶς διαχωρήσεως εἴρηκεν, ἀμφότερα γὰρ εἴωθε γίνεσθαι, ἐσχάτως ἐχόντων τῶν φθινόντων, τὸ μὲν ἐπὶ ξηρότητι, τὸ δ’ ἐπ’ ἀῤῥωστίᾳ δυνάμεως. τό γε μὴν ἐπὶ τέλει γεγραμμένον· ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσι τὸν τρόπον δηλοῖ τοῦ θανάτου τῶν ὑπὸ φθόης ἀπολλυμένων. ἄχρι γὰρ τοσούτου ζῶσιν ἰσχνοὶ γιγνόμενοι, μέχρι περ ἀναβήττειν δύνανται καὶ καθαίρειν διὰ τῶν ἀναπτυομένων τὸν πνεύμονα. μενόντων δ’ ἔνδον αὐτῶν ἐμφράττονται μὲν αἱ τῆς ἀναπνοῆς ὁδοὶ, πνίγονται δ’ οἱ πάσχοντες.

Ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ κακόν.
117

Εἶπον ἤδη καὶ πρόσθεν ὡς ἅπαντες οὗτοι οἱ ἐφεξῆς ἀλλήλων ἀφορισμοὶ γεγραμμένοι διδάσκουσι περὶ τῶν ἐπιγενομένων συμπτωμάτων τοῖς πάθεσιν αὐξανομένοις καὶ χείροσιν αὐτῶν γιγνομένας· οὕτως οὖν καὶ νῦν ἡ λὺγξ ἐφ’ ἥπατι φλεγμαίνοντι γίνεσθαι λέλεκται, οὐ διὰ παντὸς οὔθ’ ὡς ἔτυχε πάσχοντος, ἀλλ’ ὅταν εἰς μέγεθος αἴρηται ξεούσης τῆς φλεγμονῆς, ὑφ’ ἧς εἰς συμπάθειαν ὁ στόμαχος ἔρχεται, ποτὲ μὲν τῷ λόγῳ τῶν κοινῶν νεύρων, ἅπερ ἐστὶν (ὡς αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐδίδαξε) βραχύτατα. διὸ καὶ τότε μόνον ἡ συμπάθεια γίνεται τῷ στομάχῳ πρὸς τὸ ἧπαρ, ὅταν καὶ ἡ φλεγμονὴ μεγίστη τε καὶ χειρίστη γένηται. καὶ μέντοι καὶ διὰ τὸ χολὴν ἱκανῶς θερμήν τε καὶ πολλὴν ἐν ταῖς φλεγμοναῖς τοῦδε τοῦ σπλάγχνου γεννᾶσθαί τε καὶ συῤῥεῖν εἰς τὴν ἀρχὴν τῶν ἐντέρων, ἧς ἐπιπολαζούσης καὶ ἀναθεούσης εἰς τὴν γαστέρα δάκνεσθαί τε καὶ διὰ τοῦτο λύζειν τῷ στομάχῳ συμβέβηκεν. ἔνιοι δὲ οἴονται τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ ἥπατος

118
θλῖβον τὴν κοιλίαν ἐργάζεσθαι τὴν λύγγα, διέξοδον οὐκ ἔχοντος ὡς ἐκεῖνοί φασι τοῦ πνεύματος.

Ἐπὶ ἀγρυπνίῃ σπασμὸς ἢ παραφροσύνη κακόν.

Ἔνιοι προστιθέασι κἀνταῦθα τὸ κακόν. ἡμῖν δ’ εἴρηται πρόσθεν ὡς εἰ μὴ καὶ προστεθείη περιέχονται δυνάμεις. διὰ τί δὲ ταῖς ἀμέτροις ἀγρυπνίαις ἕπεται σπασμὸς ἢ παραφροσύνη, δῆλόν ἐστι τῷ μεμνημένῳ τῶν ἔμπροσθεν. ὁ μὲν γὰρ σπασμὸς ἐῤῥέθη καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὥσπερ ὑπὸ πληρώσεως, οὕτω καὶ κενώσεως γίνεσθαι. κενωτικώτατόν τι δὲ καὶ ξηραντικώτατόν ἐστιν ἡ ἀγρυπνία, καὶ διὰ τοῦτο τόν τε κατὰ ξηρότητα φέρει σπασμὸν καὶ παραφροσύνην, αὐτῷ τῷ λόγῳ τῆς ἀμέτρου ξηρότητος καὶ πρὸς τούτῳ, διότι χολωδέστερον ἐν ταῖς μακραῖς ἀγρυπνίαις γίνεται τὸ αἷμα. κατὰ τινα μέντοι τῶν ἀντιγράφων καὶ τά γε ἀκριβέστατα χωρὶς τῆς

119
παραφροσύνη γέγραπται ὁ ἀφορισμὸς τρόπῳ τοιῷδε· ἐπὶ ἀγρυπνίῃ σπασμὸς, ὡς ἂν οἶμαι, τὰ κάκιστα τῶν ἐπιγινομένων ἐνταῦθα γράφοντος τοῦ Ἱπποκράτους.

Ἐπὶ ὀστέου ψιλώσει ἐρυσίπελας.

Ἐν τούτῳ τῷ λόγῳ μάλιστα χρὴ προσυπακούειν τὸ κακόν· οὐ γὰρ δὴ τοῦτό γέ φησιν ὡς διὰ παντὸς ἢ ὡς τὸ πολὺ τοῖς ἐψιλωμένοις ὀστοῖς ἐρυσίπελας ἐπιγίνεται. τοὐναντίον γὰρ πᾶν ἀληθές ἐστι, τῷ σπανίῳ ἕπεσθαι τοῖς οὕτω παθοῦσιν ὀστοῖς ἐρυσίπελας· ἀλλ’ ὅτι μοχθηρόν ἐστι σύμπτωμα, συγγυμνωθέντος ὀστοῦ τὴν πέριξ σάρκα φανῆναι κατειλημμένην ἐρυσιπέλατι.