In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Ἢν αἷμα καὶ πῦον οὐρέῃ καὶ λεπίδας καὶ ὀσμὴ βαρεῖα ᾖ, τὴν κύστιος ἕλκωσιν σημαίνει.

Τὸ μὲν αἷμα καὶ τὸ πῦον οὐρεῖν πάντως ἐστὶ τῶν οὐρητικῶν ὀργάνων ἡλκωμένων κοινὰ σημεῖα, τὸ δὲ βαρὺ τῆς ὀσμῆς, ὅπερ δηλοῖ τὸ ἀηδὲς, ἔτι τε μᾶλλον αἱ λεπίδες, ἴδια τῆς κύστεως. ἐν μὲν οὖν τοῖς πλείστοις ἀντιγράφων, ἢν αἷμα καὶ πῦον οὐρέῃ, γέγραπται· κατὰ δέ τινα αὐτῶν ἢν αἷμα ἢ πῦον οὐρέῃ. δηλώσει δ’ αὐτὴ μὲν ἡ δευτέρα γραφὴ παραδιαζευκτικὸν εἶναι τὸν ἢ σύνδεσμον,

778
ὡς ὁπότερον ἂν ὑπάρχῃ τῶν εὑρημένων ἑλκώσεως εἶναι σημεῖον, ἡ δ’ ἑτέρα τὰ δύο βουλήσεται συνεδρεύειν ἢ ἅμα ἀλλήλοις ἢ ἐναλλάξ.

Ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φῦμα γίνεται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύσις.

Διὰ βραχυλογίαν οὐδὲν ἀξιόλογον οὗτος ὁ ἀφορισμὸς ἔχειν ὑποληφθήσεται. πρόχειρον γὰρ παντὶ γνῶναι τῶν ἐν τῷ πόρῳ τῷ οὐρητικῷ τῷ κατὰ τὸ αἰδοῖον, τοῦτο γὰρ οὐρήθραν καλοῦσι, συνισταμένων φυμάτων τὴν λύσιν γίγνεσθαι ῥαγέντων. ἀλλ’ εἰ προσχῶμεν τὸν νοῦν, ἔνδειξίς ἐστί τινος μείζονος πράγματος. ἐνδέχεται γὰρ ἰσχουρίαν δή τινα γενέσθαι καὶ διὰ τὸ τοιοῦτον φῦμα καὶ μέντοι καὶ ὡς τὸ φῦμα τοῦτο ῥαγὲν ἰάσεται τὴν ἰσχουρίαν εὔδηλον. ἀλλὰ ἐκεῖνό γε παραφύεται τοῖς εἰρημένοις ἑπόμενον ζήτημα, πότερον

779
ῥήγνυσθαι μόνον βούλεται τὸ κατὰ τοῦτο χωρίον συνιστάμενον φῦμα ἢ πλειστάκις μὲν αὐτὸ τοῦτο συμβαίνειν, δύνασθαι δὲ διαφορεῖσθαι ἢ παράδειγμα τῶν λύσεων ἓν τοῦτο ἔγραψε, τὴν ῥῆξιν, ὅπερ καὶ ἀληθέστερόν ἐστιν.

Οὔρησις νύκτωρ πολλὴ γινομένη σμικρὴν τὴν ὑποχώρησιν σημαίνει.

Ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀναδοθέντος τοῦ κατὰ τὴν κοιλίαν ὑγροῦ βραχυτέραν γενέσθαι τὴν ὑποχώρησιν πρόδηλον παντί. συνεμφαίνει δὲ τούτῳ καὶ ὅτι διεξελθόντος ἅμα τοῖς σιτίοις ὑγροτέρα μὲν ἡ γαστὴρ γενήσεται καὶ διὰ τοῦτο πλείω ὑποχωρήσει, τὸ δ’ αὖ οὖρον ἔλαττον ἐκκριθήσεται. διδάξει δ’ ἡμᾶς ὁ λόγος οὗτος ἰάματα ῥευμάτων γαστρὸς καὶ ξηρότητος· ἐφ’ ὧν μὲν ὑγροτέρα γίνεται τοῦ προσήκοντος, τό τε πόμα ἔλαττον δώσομεν

780
ἐπὶ τε κύστιν ἐπιτρέψομεν ἀφικέσθαι. ἐφ’ ὧν δὲ ξηροτέρα, καὶ πλεῖον δώσομεν τὸ πόμα καὶ τὴν ἀνάδοσιν ὡς οἷόν τε κωλύσομεν.