Πυρέσσοντι ἢν μὴ ἐν περισσῇσιν ἡμέρῃσιν ὁ πυρετὸς ἀφῇ, ὑποτροπιάζειν εἴωθεν.
741
Οὐκ οἶδ’ εἰ τοῦτον τὸν ἀφορισμὸν Ἱπποκράτης αὐτὸς ἔγραψε καὶ μὴ τῶν παρεγγεγραμμένων ἐστίν. ἔν τε γὰρ τῷ προγνωστικῷ τὰς κατὰ τετράδα τῶν κρισίμων ἡμερῶν αὐξήσεις τε καὶ συνθέσεις ἐδίδαξε καὶ κατὰ τοῦτ’ αὐτὸ τὸ βιβλίον τῶν ἀφορισμῶν, ἔν τε ταῖς ἐπιδημίαις οὐ μόνον ἐν τῇ τεσσαρεσκαιδεκάτῃ πολλοὺς οἶδε κρινομένους, ἀλλὰ καὶ κατὰ τὴν εἰκοστὴν καὶ τὴν τεσσαρακοστὴν καὶ ἑξηκοστήν καὶ ὀγδοηκοστήν. κρίνει δ’ αὐτῷ καὶ εἰκοστὴ τετάρτη καὶ τριακοστὴ τετάρτη, ὀγδοηκοστή τε καὶ κατ’ ἀρχὰς εὐθέως ἡ τετάρτη. πῶς οὖν νῦν φησιν, εἰ μὴ ἐν περισσῇ ἡμέρᾳ ὁ πυρετὸς παύσεται, μὴ γίνεσθαι πιστὴν τὴν κρίσιν. ἄμεινον οὖν ἀντὶ τοῦ ἐν περισσῇ ἡμέρᾳ, ἐν κριτικῇ γράφειν, ὡς ἐνίοις ἔδοξε. πολλὰ μέντοι τῶν ἀντιγράφων πληθυντικῶς τό τ’ ἐν περισσῇσι καὶ τὸ ἡμέρῃσιν ἔχει γεγραμμένα.
Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσιν ἴκτεροι ἐπιγίνονται πρὸ τῶν ἑπτὰ ἡμερῶν, κακὸν, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίαν γίνωνται.
742
Ἴκτερος μὲν ἐνίοτε γίγνεται καὶ κριτικὸς, ἀποτιθεμένης τῆς φύσεως εἰς ὅλον τὸ σῶμα καὶ μάλιστα πρὸς τὸ δέρμα τὴν ξανθὴν χολήν. γίγνεται δὲ καὶ σύμπτωμα κακοπραγοῦντος τοῦ ἥπατος. αἱ κακοπραγίαι δ’ αὐτοῦ τρεῖς εἰσιν, ἐφ’ αἷς ἴκτερος εἴωθεν ἐπιγίγνεσθαι, σκίῤῥος καὶ φλεγμονὴ καὶ ἔμφραξις. ἀλλὰ σκίῤῥος μὲν χρόνιον νόσημα, φλεγμονὴ δὲ καὶ ἔμφραξις καὶ ἐξαίφνης δύναται γενέσθαι. καὶ δὴ καὶ οἱ πρὸ τῆς ἑβδόμης ἡμέρας ἴκτεροι κατά τι τούτων γίγνονται. θᾶττον γὰρ οὐχ οἷόν τε κριτικῶς ἀναχυθῆναι τὴν χολὴν εἰς τὸ σῶμα. τὸ μὲν οὖν πρὸ τῆς ἑβδόμης ἡμέρας κακὸν εἶναι τὸν ἴκτερον ἀληθὲς, οὐ μὴν τό γε μετὰ τὴν ἑβδόμην ἀκίνδυνον ὁμοίως ἀληθὲς, οὐδ’ εἴρηται νῦν τοῦτο. δύναται γὰρ καὶ φλεγμονὴ καὶ ἔμφραξις ἄχρι πλείονος παραμεῖναι. θᾶττον μέντοι τῆς ἑβδόμης ἀναχυθῆναι τὴν χολὴν κριτικῶς ἀδύνατόν ἐστιν. ἔν τισι δὲ τῶν ἀντιγράφων πρόσκειται τῷ ἀφορισμῷ κατὰ τὸ τέλος, ἢν μὴ ξυνδόσιες ὑγρῶν κατὰ τὴν κοιλίην γίνονται, τῶν προσθέντων
743
αὐτὸ βουλομένων καὶ κατὰ τὴν κοιλίαν ἐκκαθαίρεσθαι τὴν χολήν.
Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι καθ’ ἡμέρην ῥίγεα γίνεται, καθ’ ἡμέρην οἱ πυρετοὶ λύονται.
Ἐπειδὴ κινουμένης τῆς χολῆς κατὰ τὴν ὅλην τοῦ σώματος ἕξιν ἐπιγίγνεται ῥίγη καὶ διὰ τοῦτο ἐκκαθαίρεταί τε καὶ κενοῦται καθ’ ἕκαστον παροξυσμὸν, εἰκότως εἰς ἀπυρεξίαν ἀφικνεῖται τὸ διάλειμμα τῶν τοιούτων πυρετῶν. τοῦτο οὖν ἐστιν αὐτὸ τὸ νῦν εἰρημένον, τὸ καθ’ ἑκάστην ἡμέραν οἱ πυρετοὶ λύονται, ὡς εἰ καὶ καθ’ ἡμέραν ἀπυρέτους γίγνεσθαι τοὺς κάμνοντας εἰρήκει. ὥσπερ δὲ εἰ καθ’ ἡμέραν γίγνοιτο τὰ ῥίγη, καθ’ ἡμέραν οἱ πυρετοὶ παύοιντο, οὕτω δηλονότι καὶ εἰ διὰ τρίτης καὶ εἰ διὰ τετάρτης, ὅπερ ἀμέλει καὶ φαίνεται γιγνόμενον ἐπί τε τῶν τριταίων καὶ τεταρταίων περιόδων, ἐφ’ ὧν οἱ μὲν πυρετοὶ λύονταί τε καὶ
744
πάλιν γίγνονται. μένει δέ τις ἐν τῷ σώματι παρὰ φύσιν διάθεσις, ἐφ’ ἧς κατὰ περίοδον οἵ τ’ ἄλλοι πυρετοὶ καὶ τὰ νοσήματα γεννῶνται.
Ὁκόσοισιν ἐν τοῖσι πυρετοῖσι τῇ ἑβδόμῃ ἢ ἐνάτῃ ἢ τῇ τεσσαρεσκαιδεκάτῃ ἴκτεροι ἐπιγίνονται, ἀγαθὸν, ἢν μὴ τὸ ὑποχόνδριον τὸ δεξιὸν σκληρὸν γένηται, εἰ δὲ μὴ, οὐκ ἀγαθόν.
Ὁ πρὸ τούτου γεγραμμένος ἀφορισμὸς ἀτάκτως μοι δοκεῖ παρεγκεῖσθαι. βέλτιον γὰρ ἦν συνῆφθαι τὸν νῦν εἰρημένον ἀφορισμὸν ἐκείνῳ, καθ’ ὅν φησιν· οἷσιν ἂν ἐν πυρετῷ ἴκτερος ἐπιγένηται πρὸ ἑπτὰ ἡμερῶν, κακόν· ἵν’ ὁ σύμπας λόγος γένηται τοιοῦτος, πρὸ μὲν τῶν ἑπτὰ ἡμερῶν ἴκτερον γενέσθαι κακὸν πάντως, μετὰ δὲ τὰς ἑπτὰ χρηστόν· εἰ μή τι τὸ δεξιὸν ὑποχόνδριον σκληρὸν εἴη, τουτέστιν εἰ μή τις ἐν τῷ σπλάγχνῳ ἤτοι τῷ ἥπατι κακοπραγία
745
τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων ὑπάρχει. καθαιρομένου γὰρ ἐν αὐτῷ τοῦ αἵματος καὶ τῆς χολῆς μεταλαμβανομένης ἐκ τῶν φλεβῶν εἰς τοὺς χοληδόχους πόρους, ἐάν τε ἔμφραξίς τις γένηται, κατά τι τῶν μεταλαμβανόντων χωρίων, ἐάν τε φλεγμονή τις ἢ σκίῤῥος, ἀνάγκη πᾶσα μήτε καθαίρεσθαι τὸ αἷμα καὶ συναναφέρεσθαι τὴν χολὴν αὐτῷ πάντῃ σώματος, ἐντεῦθέν τε τὸν ἴκτερον γίγνεσθαι.
Ἐν τοῖσι πυρετοῖσι περὶ τὴν κοιλίην καῦμα ἰσχυρὸν καὶ καρδιωγμὸς κακόν.
Ὅτι μὲν οὖν οὐ μόνον τὸ σφύζον ἐξ ἑαυτοῦ κατὰ φύσιν σπλάγχνον, ἀλλὰ καὶ τὸ στόμα τῆς γαστρὸς οἱ παλαιοὶ καρδίαν ὠνόμαζον ἕν τι τῶν ὁμολογουμένων ἐστὶν, ὥσπερ γε καὶ ὅτι καρδιαλγίαν τὰ τούτου τοῦ μέρους ἀλγήματα προσαγορεύουσι. τό γε μὴν καρδιώσσειν οἱ πλεῖστοι μὲν τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς ταυτὸν ἡγοῦνται σημαίνειν
746
τῷ καρδιαλγεῖν. ἔνιοι δὲ τῆς καρδίας αὐτῆς, λέγω δὴ τοῦ σπλάγχνου, καρδιωγμὸν δηλοῦσθαί φασιν, ἐξηγούμενοί τε κίνησίν τινα φασὶ παλμώδη τὸν καρδιωγμὸν εἶναι. τὸ μὲν οὖν ἰσχυρὸν καῦμα τῆς κοιλίας ὑπὸ τῆς ξανθῆς χολῆς ζεούσης ἐν τοῖς χιτῶσιν αὐτοῖς γίγνεται. κατὰ λόγον δὲ τοῖς οὕτω διακειμένοις καὶ τὸ στόμα τῆς γαστρὸς δάκνεται καὶ διὰ τοῦτο κακόν ἐστι τὸ σύμπτωμα. εἰ δὲ καὶ τὴν πυκνὴν καὶ ταχεῖαν κίνησιν τῆς καρδίας καὶ μάλισθ’ ὅταν ᾖ καὶ παλμώδης, ἀκούοι τις εἰρῆσθαι καρδιωγμὸν, ἔσχατον ἤδη τοῦτο κακόν ἐστι, σημαῖνον ἐκπεπυρῶσθαι τὴν ζωτικὴν ἀρχήν.
Ἐν τοῖσι πυρετοῖσι ὀξέσιν οἱ σπασμοὶ καὶ οἱ περὶ τὰ σπλάγχνα πόνοι ἰσχυροὶ κακόν.
Οἱ σφοδροὶ πυρετοὶ παραπλησίως πυρὶ ξηραίνοντες τὰ νεῦρα τείνουσί τε καὶ σπῶσι καὶ κατὰ τοῦτο ἐπιφέρουσιν ὀλεθρίους σπασμούς. ἐνίοτε δὲ καὶ αὐτὰ τὰ σπλάγχνα κατὰ
747
τὴν τοιαύτην διάθεσιν ὀδυνᾶται τῷ σφοδρῷ τῆς φλογώσεώς τε καὶ ξηρότητος, καὶ διὰ τοῦτο κακὴν εἶναί φησιν αὐτὴν, ἔτι δὲ μᾶλλον κακὴ ἔσται τῶν πόνων ἰσχυρῶν γιγνομένων. ἴσμεν δὲ δήπου καὶ διὰ φλεγμονὴν ἢ ἐρυσίπελας ἢ ἔμφραξιν ἰσχυρὰν ἢ ἀποστήματα ἐν τοῖς σπλάγχνοις ὀδύνας γιγνομένας. ἀλλὰ νῦν οὐκ εἰκὸς αὐτῷ τὸν λόγον ὑπὲρ ἐκείνων εἶναι. προφανής τε γὰρ ὁ ἐπ’ αὐτῆς κίνδυνός ἐστι καὶ οὐκ ἐξ ἀνάγκης συνημμένος σπασμῷ, καὶ τὸ ἐν πυρετοῖς εἴωθε λέγειν ὁ Ἱπποκράτης ἀντὶ τοῦ πυρετικοῖς νοσήμασιν, ὅταν αὐτοῖς πάθος ὑπάρχωσιν οἱ πυρετοὶ καὶ μὴ σύμπτωμα μορίου πεπονθότος τι τῶν προειρημένων παθῶν.
Ἐν τοῖσι πυρετοῖσιν οἱ ἐκ τῶν ὕπνων φόβοι ἢ σπασμοὶ κακόν.
748
Εἴρηται μὲν ὑπ’ αὐτοῦ καὶ πρόσθεν ὅτι ὁ μὲν βλάπτων τὸν ἄῤῥωστον ὕπνος θανάσιμος ὑπάρχει, ὁ δὲ μὴ βλάπτων οὐ θανάσιμος. ἔνθα καί παράδειγμα τοῦ λόγου προσθεὶς εἶπεν· ὅκου παραφροσύνην ὕπνος παύει, ἀγαθόν· ὡς ὄντος τινὸς ὕπνου τοῦ μήτε παύοντος παραφροσύνην, παροξύνοντος δ’ ἐνίοτε καὶ γεννῶντος. ἀλλὰ καὶ νῦν ἕτερα παραδείγματα τῆς ἐξ ὕπνου βλάβης εἶπε τοὺς φόβους καὶ τοὺς σπασμούς. γράφουσι δ’ οὐ φόβους, ἀλλὰ πόνους ἔνιοι, καὶ μέντοι καὶ τεθεάμεθα πολλάκις ἐν ὀλεθρίοις νοσήμασι καὶ φόβους καὶ πόνους καὶ σπασμοὺς ἔξ ὕπνου γενομένους. ἔοικε δὲ τοῦτο συμβαίνειν, ὅταν ἐν τοῖς ὕπνοις ἐπὶ τὸν ἐγκέφαλον ὁ λυπῶν ἀφίκηται χυμὸς, ἔσω κινουμένης τηνικαῦτα τῆς φύσεως μᾶλλον ἤπερ ἔξω. καὶ μέντοι καὶ ὥσπερ ἐπὶ τῇ τροφῇ κατενεχθέντες εἰς ὕπνον πληροῦνται τὴν κεφαλὴν, οὕτω κἀν ταῖς πληθωρικαῖς διαθέσεσιν οἱ ὕπνοι πληροῦντες αὐτὴν βαρύνουσι τὸν ἐγκέφαλον. ἐὰν μὲν οὖν μελαγχολικώτερον ᾖ τὸ πλῆθος, οἱ φόβοι γίγνονται, μὴ τοιούτου δὲ ὄντος οἱ πόνοι τε καὶ οἱ σπασμοὶ,
749
καὶ οἱ ὕπνοι δὲ δηλονότι διὰ παντὸς ἂν ἔβλαπτον, ὅσον ἐπὶ τὸ συῤῥεῖν εἰς τὸ βάθος τε καὶ τὰ σπλάγχνα τὴν ὕλην, εἰ μὴ τῷ τῆς πέψεως λόγῳ πλέων εἶχε τὸ τῆς ὠφελείας ἤπερ τὸ τῆς βλάβης ἐστὶν ἐκ τῆς ἔσω ῥοπῆς. οὐ μόνον δὲ κατὰ τὸν ἐγκέφαλον αὐτὸν ἀθροιζόμενοι μοχθηροὶ χυμοὶ τοιαῦτα συμπτώματα φέρουσιν, ἀλλὰ καὶ κατὰ τὸ στόμα τῆς γαστρὸς, ὅθεν καὶ μᾶλλον ἐν τοῖς ὕπνοις αἱ ἀναθυμιάσεις γίγνονται, μενόντων ἀπέπτων αὐτῶν, ὡς αἵ γε πέψεις τοὺς ὠφελίμους ἐπιφέρουσιν ὕπνους.
Ἐν τοῖσι πυρετοῖσι τὸ πνεῦμα προσκόπτον κακὸν, σπασμὸν γὰρ σημαίνει.
Πνεῦμα νῦν ἀκουστέον αὐτὸν λέγειν, ὥσπερ κἀν τῷ προγνωστικῷ τὸ κατὰ τὴν ἀναπνοὴν, ὅπερ ἐπειδὰν προσκόπτῃ, τουτέστιν ἴσχηται μεταξὺ καὶ διακόπτηται, σπασμὸν σημαίνει. καὶ γὰρ καὶ γίγνεται τῶν τὸν θώρακα κινούντων
750
μυῶν καὶ νεύρων ἤδη σπασμωδῶς διακειμένων. αὐξηθείσης οὖν τῆς διαθέσεως, ἐπιλαβούσης τε πλείονα μόρια σαφὴς σπασμὸς καταλήψεται τὸν ἄνθρωπον. οὔσης δὲ διπλῆς τῆς κατὰ τὴν ἀναπνοὴν κινήσεως ἡ μὲν ἔσω φορὰ τοῦ πνεύματος εἰσπνοὴ προσαγορεύεται, ἡ δ’ ἔξω τὴν ἐναντίαν εἴληφε προσηγορίαν ἐκπνοὴ κληθεῖσα. προσκόπτει δὲ τὸ πνεῦμα ποτὲ μὲν ἡμῶν εἰσπνεόντων, ὥσπερ ὅταν εἴπῃ διπλῆ ἔσω ἐπανάκλησις, οἷον ἐπίπνευσις, ποτὲ δὲ ἐκπνεόντων, ὡς ὅταν εἴπῃ καὶ πνεῦμα προσπταῖον ἐν τῇ ἔξω φορᾷ. ἐν τούτοις μὲν οὖν ἑκατέρου τοῦ μέρους τῆς ἀναπνοῆς ἐμνημόνευσε μόνον, κατὰ δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν ὑπὲρ ὅλης αὐτῆς ἀποφαινόμενος ἔφη τὸ πνεῦμα προσκόπτον, εἴτε κατὰ τὴν ἔσω φορὰν εἴτε κατὰ τὴν ἔξω, εἴτε κατ’ ἀμφοτέρας πάσχει τὸ τοιοῦτον.
Ὁκόσοισιν οὖρα παχέα, θρομβώδεα, ὀλίγα, οὐκ ἀπυρέτοισι, πλῆθος ἐπελθὸν ἐκ τουτέων λεπτὸν ὠφελέει, 751
μάλιστα δὲ τὰ τοιαῦτα ἔρχεται οἷσιν ἐξ ἀρχῆς διὰ ταχέων ὑπόστασιν ἔχει.
Οὐχ ἁπλῶς εἴρηκεν οὖρα παχέα, ἀλλὰ προσέθηκε καὶ θρομβώδεα, δυοῖν θάτερον ἐνδεικνύμενος, ἤτοι τοῦ πάχους τὸ ποσὸν ἢ τὸ τῆς ὑποστάσεως ἀνώμαλόν τε καὶ διεσπασμένον, ὡς καὶ κατὰ περιγραφήν τινα φαίνεσθαι πολλὰς συστάσεις αὐτῶν ὥσπερ θρόμβους. ἔνιοι μὲν οὖν οὐ θρομβώδεα γράφουσιν, ἀλλὰ βορβορώδεα, καθάπερ καὶ ὁ Νουμισιανὸς καὶ ὁ Διονύσιος, εἰ μὲν καὶ δυσωδίαν τινὰ συνενδεικνύμενοι διὰ τῆς λέξεως, πλέον τι τῶν ἄλλων δηλοῦντες. εἰ δ’ ὡς τοῦ πάχους τὸ ποσὸν, οὐδὲν περιττότερον ἐν τῷδε διδάσκοντες. ὅ γε μὴν σύμπας λόγος τοῦ Ἱπποκράτους οὐ φαίνεται περὶ δυσωδῶν οὔρων γιγνόμενος, ἀλλὰ μόνων ὀλίγων τε καὶ παχέων, ὡς ἐκ τῆς ἀντιθέσεως ἔσται δῆλον. πλῆθος γὰρ, φησὶν, ἐλθὸν ἐκ τούτων λεπτὸν ὠφελέει, ὥστε εἰ καὶ μόνον ἐγέγραπτο τοῦτο, ὅσοις οὖρα παχέα ὀλίγα, μηδὲν ἂν λείπειν τῷ λόγῳ. γίγνεται μὲν οὖν καὶ χωρὶς
752
πυρετοῦ τισιν οὖρα τοιαῦτα, τῆς φύσεως ἐκκαθαιρούσης διὰ νεφρῶν τὰ τοῦ παντὸς σώματος περιττώματα. γίγνεται δὲ καὶ μετὰ πυρετῶν, ἐφ’ ὧν ἴσως ἄν τις ὑπονοήσειε τὴν εἰς τοὐναντίον αὐτῶν μετάπτωσιν οὐκ εἶναι χρηστὴν, ἐπειδὴ τοὐπίπαν ἐν τοῖς πυρετοῖς ἐκ λεπτῶν κατ’ ἀρχὰς τῶν οὔρων ἡ μετάπτωσις εἰς τὸ παχύτερον γίγνεται πρὸς τὴν λύσιν ἰούσης τῆς νόσου, καὶ διὰ τοῦτό μοι δοκεῖ μάλιστα καὶ ὁ ἀφορισμὸς οὗτος αὐτῷ γεγράφθαι, διδάσκοντι τὸ σπάνιον τοῦ πράγματος. ἔστιν ὅτε γὰρ ἤτοι κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἢ οὐ μετὰ πολύ γε τῆς ἀρχῆς, οὖρα γιγνόμενα παχέα διὰ τὸ βάθος ὑπόστασιν ἔχει. τούτοις οὖν τοῖς οὔροις οὐκ ἔστιν ἀγαθὸν σημεῖον ἡ ὑπόστασις, ὥσπερ τοῖς ἄλλοις, ὁπόσα λεπτὰ κατ’ ἀρχὰς ὄντα τῷ λόγῳ τῆς πέψεως ὅλου τοῦ νοσήματος ὑπόστασιν λαμβάνει. τῷ πλήθει δ’ εἰκότως ἐστὶν ὀλίγα τὰ παχέα τῶν οὔρων, ὡς ἂν μόγις διεξερχόμενα τῶν νεφρῶν. ὁπόταν οὖν ἅμα μὲν ἐκκενωθῇ τὸ πλέον τῆς τοιαύτης κακοχυμίας, ἅμα δὲ καὶ
753
πεφθῇ τὸ κατάλοιπον, ἐκκρίνεται τηνικαῦτα λεπτότερα πολὺ τῶν πρόσθεν, ἄμεινον γὰρ οὕτως εἰπεῖν, οὐκ ἀπολύτως ὡς Ἱπποκράτης εἶπε λεπτά. τὰ γὰρ κατὰ φύσιν οὐχ ἁπλῶς ἐστι λεπτὰ, καθάπερ οὐδὲ παχέα, μέσα δ’ ἑκατέρας τῆς ὑπερβολῆς καὶ σύμμετρα ὄντα, παχύτερα μέν ἐστι καὶ λέγεται τῶν ὑδατωδῶν, λεπτότερα δὲ τῶν θρομβωδῶν. πολλὰ δ’ εἰκότως ἐκκρίνεται διὰ τὸ πρόσθεν ἐπέχεσθαι, καθ’ ὃν χρόνον μόγις διεξῄει τὰ παχέα.
Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ οὖρα ἀνατεταραγμένα οἷον ὑποζυγίου, τουτέοισι κεφαλαλγίαι ἢ πάρεισιν ἢ παρέσονται.
Τοῦτον ἔνιοι τὸν ἀφορισμὸν τῷ πρὸ αὐτοῦ συνάπτουσιν ὡς μέρος ἐκείνου γράφοντες οὕτως· οἷσιν δ’ ἀνατεταραγμένα τὰ οὖρα, τούτοισι κεφαλαλγίαι. καὶ βούλονται τινὲς μὲν τὸ ἀνατεταραγμένα τὰ ἐναντία δηλοῦν τοῖς προειρημένοις
754
τοῖς λεπτοῖς, τινὲς δὲ παχέσι καὶ θρομβώδεσι, τινὲς δ’ αὐτὰ τὰ ἀνατεταραγμένα ἐξηγοῦνται. ψεῦδός γε μήν ἐστι τὸ τὰ λεπτὰ τῶν οὔρων εἶναι κεφαλαλγικά. φαίνονται γὰρ αἱ κεφαλαλγίαι ποτὲ μὲν προηγούμεναι, ποτὲ δὲ συνοῦσαι τοῖς ἀνατεταραγμένοις οὔροις. ὁποῖα δ’ ἐστὶ ταῦτα σαφῶς ἐδήλωσεν εἰπὼν, οἶον ὑποζυγίου καὶ γίγνεται τοιαῦτα παχείας τε καὶ πυκνῆς ὕλης ὑπὸ θερμοῦ κατεργαζομένης. αὗται γὰρ μάλιστα καὶ πρὸς τῆς ἔξω θερμασίας φαίνονται πνευματούμεναι, καθάπερ ἄσφαλτος καὶ πίσσα καὶ ῥητίνη. τινὰ μὲν οὖν τῶν τοιούτων οὔρων ἐπὶ πλεῖστον ἀνατεταραγμένα μένει, τινὰ δ’ ὑπόστασιν ἴσχει παχεῖαν διὰ ταχέων καὶ δηλοῖ βραδέως λυθήσεσθαι τὸ νόσημα. τὰ δ’ ἕτερα τὰ μὴ καθιστάμενα σὺν μὲν ἰσχυρᾷ τῇ δυνάμει μηκύνεσθαι τὸ νόσημα δηλοῖ, σὺν ἀσθενεῖ δὲ τεθνήξεσθαι τὸν κάμνοντα. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἴρηταί μοι, διότι χρήσιμά ἐστιν· ἃ δ’ εἰς αὐτὸν τὸν ἀφορισμὸν ἔτι χρὴ εἰπεῖν ἐστὶ τοιαῦτα. τοῖς ἀνατεταραγμένοις οὔροις ἐξ ἀνάγκης
755
αἱ κεφαλαλγίαι, καθὼς προεῖπεν ὁ Ἱπποκράτης, ἢ σύνεισιν ἢ ἔσονται, ἐπειδὴ τὸ φυσῶδες πνεῦμα μετὰ τῆς θερμασίας ἐπὶ τὴν κεφαλὴν ἑτοίμως ἀναφέρεται, οὐ μὴν εἴ τις ἐκεφαλάλγησεν ἢ κεφαλαλγεῖ, τούτῳ πάντως τοιαῦτα τὰ οὖρά ἐστι. γίγνονται γὰρ αἱ κεφαλαλγίαι καὶ διὰ θερμότητα μόνην, ἐνίοτε δὲ καὶ διὰ τὴν ξανθὴν χολὴν, ἤτοι γε ἐν τῇ κεφαλῇ περιεχομένην ἢ ἐν τῇ γαστρὶ καὶ διὰ πλῆθος ὑγρῶν κατειληφὸς τὴν κεφαλὴν καὶ δι’ ἔμφραξίν τινα τοπικὴν ἢ πνεύματος φυσώδους ἐν αὐτῷ τῷ μορίῳ τὴν γένεσιν ἔχοντος, ὧν οὐδεμία τοιοῦτον οὖρον ἐπιφέρει ἐξ ἀνάγκης.
Ὁκόσοισιν ἑβδομαῖα κρίνεται, τουτέοισιν ἐπινέφελον τὸ οὖρον, τῇ τετάρτῃ ἐρυθρὸν καὶ τὰ ἄλλα κατὰ λόγον.
Ὥσπερ ἐν ἄλλοις πολλοῖς ἐπεδείξαντο τῆς Ἱπποκράτους τέχνης ἑαυτοὺς ἀμαθεῖς ὄντας οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὕτω κἀν τῷδε. νομίζουσι γὰρ προσκεῖσθαι
756
τῷ ἀφορισμῷ τὸ καὶ τἄλλα κατὰ λόγον, ὅσα περὶ ὕπνους ἢ ἐγρήγορσιν ἢ ἀναπνοὴν ἢ ἀνάκλησιν ἢ διανάστασιν, ἤ τι τοιοῦτον ἄλλο τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων, ἵνα εἰ ταῦτα πάντα φαίη καλῶς γιγνόμενα, τὴν κρίσιν ἔσεσθαι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐλπίζοιμεν. ἀγνοεῖν δ’ ἐοίκασι τὰ μέγιστα τῶν προγνωστικῶν κεφαλαίων. ἀγρυπνοῦσί τε καὶ ὡς τὰ πολλὰ καὶ δυσφοροῦσι καὶ πυρέττουσι σφοδρότερον οἱ κάμνοντες, ὅσῳ περ ἂν ἐγγυτέρω τῆς κρίσεως ἀφίκωνται. πολλοὶ δ’ αὐτῶν καὶ δυσπνοοῦσιν ἐγγυτέρω τῆς κρίσεως. οὔκουν δεῖται τοῦτο διὰ τῶν οὔρων φανὲν σημεῖον ἄνευ τῶν εἰρημένων συμπτωμάτων εἰς πιστοτέραν ἐλπίδα τῆς μελλούσης ἔσεσθαι κρίσεως, σημεῖον ἐν οὔροις, ἀλλ’ ἕτερα πολλὰ συνεχέστερον αὐτοῦ φαινόμενα, περὶ ὧν ἐοίκασιν οὐδὲν γιγνώσκειν οἱ τολμῶντες ἐξηγεῖσθαι τὰ Ἱπποκράτους συγγράμματα, πρὶν ἐκμαθεῖν ἅπασαν αὐτοῦ τὴν τέχνην. οὔσης γὰρ τῆς τετάρτης ἡμέρας ἐπιδήλου, καθάπερ αὐτὸς ἐδήλωσε, καὶ μηνυούσης ὁποία τις ἡ ἑβδόμη γενήσεται
757
πᾶν ὅ τί περ ἂν ἐν αὐτῇ πρώτῃ φανῇ σημεῖον ἀξιόλογον πέψεως, τὴν ἐσομένην κρίσιν ἐπὶ τῆς ἑβδόμης δηλοῖ, ὥστ’ οὐ μόνον ἐρυθρά τις ἐπιφανεῖσα νεφέλη πρότερον οὐ γεγενημένη σημαίνει τὴν κρίσιν, ἀλλὰ καὶ ἡ λευκὴ πολὺ μᾶλλον αὐτῆς. ἔτι δὲ μᾶλλον ἐναιώρημα λευκὸν ὁμαλόν τε καὶ συνεστηκός. εἰ δ’ ὀξέως πάνυ κινοῖτο τὸ νόσημα καὶ ἡ τῆς χρόας μεταβολὴ καὶ ἡ τῆς συστάσεως, ἱκανὰ σημεῖα τῆς μελλούσης ἔσεσθαι κρίσεως. τὸ γοῦν λεπτὸν οὖρον εἰ συμμέτρως γένηται παχὺ καὶ τὸ λευκὸν ἢ ὠχρὸν, ἐν τοιούτῳ νοσήματι προδηλοῖ τὴν κρίσιν. ἑνὸς μὲν οὖν ὀνομαστὶ σημείου τοῦ κατὰ τὴν ἐρυθρὰν νεφέλην ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ἀξιοῖ δ’ ὡς τοῦτο καὶ τἄλλα κατὰ λόγον ἡμᾶς ἐννοεῖν, ὅσα σημαίνει μελλούσας ἔσεσθαι κρίσεις. ἔστι δὲ ταῦτα τὰ κατὰ τὰς ὑπ’ αὐτοῦ καλουμένας ἐπιδήλους τε καὶ θεωρητὰς ἡμέρας ἐπιγινόμενα ἢ δι’ οὔρων ἢ διαχωρημάτων ἢ πτυσμάτων. ἀεὶ μὲν γὰρ ἅπαντα τὰ τοιαῦτα δηλοῖ κρίσεις, οὐκ ἀεὶ δὲ τὰς ἀγαθάς. μόνοις γὰρ τοῖς τῆς πέψεως σημείοις ἐν ταῖς θεωρηταῖς ἡμέραις ἐπιφανεῖσιν
758
ἀγαθαὶ προδηλοῦνται κρίσεις. ἡ μὲν οὖν διάνοια τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου τοιαύτη τίς ἐστιν, ἐμνημόνευσε δὲ τῆς ἐρυθρᾶς νεφέλης, ὡς σπανίου σημείου. λευκαὶ μὲν γὰρ συνεχέστατα φαίνονται καί εἰσιν ἐναργέστερον πέψεως σημεῖον, αἱ δὲ ἐρυθραὶ σπανίως γίγνονται καὶ εἰ μὴ νῦν ὑφ’ Ἱπποκράτους εἴρηντο καὶ αὗται κατὰ τὰς ἐπιδήλους ὁρώμεναι μέλλουσαν ἐπαγγέλλεσθαι κρίσιν, ἴσως ἄν τις οὐδὲ προσεδόκησε τοιαύτην ὑπάρχειν αὐταῖς δύναμιν, εἴ γε γοῦν τὸ ἐρυθρὸν χρῶμα σωτήριον μὲν εἶναί φησι, χρονιώτερον δὲ. λέγει γὰρ ἐν προγνωστικῷ κατὰ λέξιν οὕτως· εἴ γε εἴη τό τε οὖρον ὑπέρυθρον καὶ ὑπόστασις ὑπέρυθρός τε καὶ λείη, πολὺ χρονιώτερον μὲν τοῦτο τοῦ πρώτου γίνεται, σωτήριον δὲ κάρτα. ἆρ’ οὖν ἐν τετάρτῃ τῶν ἡμερῶν ἡ τοιαύτη νεφέλη φανεῖσα δηλώσει τὴν ἐπὶ τῆς ἑβδόμης ἐσομένην κρίσιν, ἐν ἄλλῃ δέ τινι τῶν ἐπιδήλων οὐ δηλώσει σκεπτέον ἀκριβῶς· ὅπερ ἐστὶ παραφυλακτέον ἐπ’ αὐτῶν τῶν ἔργων. ὅσον μὲν γὰρ ἐπὶ αὐτῷ τῷ λόγῳ δυνατὸν εἰς ἑκάτερον ἐπιχειρῆσαι καὶ μᾶλλόν τε ὡς οὔπω δηλώσει, πλὴν εἰ πάνυ σφόδρα τὸ νόσημα ταχέως κινοῖτο. κατὰ
759
μὲν γὰρ τὴν τετάρτην ἡμέραν γενόμενον ἴσον τῷ πρόσθεν χρόνῳ τὸν ἑξῆς ἐπιλαβὸν οὐκ ἀδύνατόν ἐστι δηλῶσαι κρίσιν. ἐπὶ δὲ τῆς ἑνδεκάτης φανὲν οὐ πάνυ τί μοι δοκεῖ τριῶν ἡμερῶν δεήσεσθαι μόνων, ἀλλὰ καὶ πλειόνων, ἀληθέστατον μὲν γὰρ ἐστι τὸ τὴν τοιαύτην χρείαν ἐπιμετρεῖν τι ταῖς λύσεσιν. ἐθεασάμην γοῦν ἐγὼ σπανιάκις τὸ τοιοῦτον σημεῖον ἐν ἄλλαις ἡμέραις παρὰ τὴν τετάρτην. ᾧ μὲν οὖν ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἐκρίθη, ᾧ δὲ ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης, εἰκοσταῖος. ἐφάνη δὲ καὶ ἄλλῳ κατὰ τὴν ἑνδεκάτην, ὅστις ἑπτακαιδεκαταῖος ἐκρίθη, καὶ ἄλλῳ πάλιν ἐπὶ τῆς αὐτῆς ἑνδεκάτης, ὅστις εἰκοσταῖος.
Ὁκόσοισιν οὖρα διαφανέα, λευκὰ, πονηρά· μάλιστα δ’ ἐν τοῖς φρενιτικοῖσιν ἐπιφαίνεται.
Τὰ τοιαῦτα τῶν οὔρων ἀπεψίας ἐσχάτης ἐστὶ σημεῖα, διὸ καὶ χρονίζει τὰ νοσήματα, τινὰ δ’ αὐτῶν ὅταν γε φθάσῃ
760
προκαταλύσαντα τὴν δύναμιν, ὀλέθρια γίγνεται, καθάπερ ἐν ταῖς φρενίτισιν. οὐδένα γοῦν οἶδα σωθέντα φρενιτικὸν, ᾧ τοιοῦτον οὖρον ὤφθη. βέλτιον γὰρ ὥσπερ ὅλον τὸ νόσημα χολῶδες, οὕτω καὶ τὰ οὖρα φαίνεσθαι χολώδη. τὰ δ’ ὑδατώδεα τῶν οὔρων, τοιαῦτα γάρ ἐστι τὰ διαφανέα, λευκὰ, παμπόλλην τε τὴν ἀπεψίαν δηλοῖ καὶ προσέτι τῆς ξανθῆς χολῆς ἅπασαν τὴν ὁρμὴν ἄνω γεγονέναι πρὸς τὴν κεφαλήν. διαφανῆ μὲν γὰρ γίγνεταί τισιν οὖρα, χωρὶς τοῦ λευκὰ, λεπτὰ μὲν ὄντα τῇ συστάσει, χολώδη δὲ τῇ χρόᾳ. τὰ δὲ διαφανῆ τε ἅμα καὶ λευκὰ τελέως ἐστὶν ὑδατώδη. εἰ μὲν οὖν ἁπλῶς εἴη γεγραμμένον, μάλιστα δὲ τοῖς φρενιτικοῖσιν, εἴρηται σαφῶς ὁ νοῦς τοῦ λόγου. προσκειμένου δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἐπιφαίνεται, καθάπερ ἐν ἄλλοις πρόσκειται τῶν ἀντιγράφων, τὸ δηλούμενον ἔσται τοιοῦτον. τὰ ὑδατώδη τῶν οὔρων ἐστὶ πονηρὰ, μάλιστα ἐπιφαίνεται τοιαῦτα τοῖς ὀλεθρίως ἔχουσι φρενιτικοῖς. οὐ γὰρ δὴ πᾶσί γε ὥς τινες ἤκουσαν τῶν ἐξηγησαμένων τὸ βιβλίον, οὐδὲν ἐπιστάμενοι τῶν κατὰ τοὺς ἀῤῥώστους ἐπιφαινομένων. ἔν
761
τισι δὲ τῶν ἀντιγράφων οὕτω γέγραπται τὸ τέλος τοῦ ἀφορισμοῦ, μάλιστα δ’ ἐν τοῖσι φρενιτικοῖσιν ἐπιφαίνεται τὰ τοιαῦτα, καὶ ἔστιν ἡ αὐτὴ διάνοια τῇ κατὰ τὴν προειρημένην δευτέραν γραφῇ.
Ὁκόσοισιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα, ὀσφύος ἀλγήματος ἐπιγενομένου, τουτέοισιν αἱ κοιλίαι καθυγραίνονται, ἢν μὴ φῦσαι καταῤῥαγῶσιν ἢ οὔρου πλῆθος ἐπέλθῃ. ἐν πυρετοῖσι τὰ ταῦτα.
Ὑποχονδρίων μετεώρων ὅπερ ἐστὶν ἐν ὄγκῳ μείζονι κατὰ πολλὰς αἰτίας γιγνομένων, ἔστι μία καὶ ἡ διὰ πνεῦμα φυσῶδες, ὑπὲρ ἧς νῦν διαλέγεται, διττῶς αὐτῆς γιγνομένης, ἐνίοτε μὲν ἐπὶ διαθέσει τινὶ δυσλύτῳ τῶν κατὰ τὴν γαστέρα χωρίων, ἐνίοτε δὲ ἐπί τινι προσφάτῳ προφάσει. διακρίνει δὲ ταῦτα νῦν ὁ Ἱπποκράτης· ἡ μὲν γὰρ προτέρα
762
διάθεσις οὐ μετὰ βορβορυγμοῦ γίγνεται, τεταμένα γὰρ καὶ πεφυσημένα καθάπερ ἀσκὸν ἀποφαίνει τὰ ὑποχόνδρια, ἡ δ’ ἑτέρα μετὰ βορβορυγμοῦ συνίσταται καλεῖται δ’ οὗτος ὁ ψόφος τοῦ πνεύματος, ὅταν μὴ μέγας ᾖ, μηδὲ πολὺς, σὺν ὑγρότητι δέ τινι μετρίᾳ κινούμενος ἐπὶ τὰ κάτω. καὶ τοίνυν καὶ συμβαίνει τῷ τοιούτῳ βορβορυγμῷ κατιόντι τὸν ἐκ τῶν ὑποχονδρίων ὄγκον εἰς τὰ κατὰ τὴν ὀσφὺν ἅμα ἑαυτῷ καταφέρειν, ἐφ’ ᾧ πεινομένων τῶν ἐνταῦθα μορίων ἄλγημά τι γίγνεσθαι κατ’ αὐτήν. εἶθ’ οὕτως ἐνίοτε μὲν εἰς ἀνάδοσιν ὁρμήσαντες τοῦ ὑγροῦ τὸ φυσῶδες πνεῦμα διαχωρηθῆναι μόνον, ἐνίοτε δὲ σὺν τῷ ὑγρῷ. καὶ μέντοι καὶ τὸ ἀναδοθὲν ὑγρὸν ὡς τὰ πολλὰ δι’ οὔρων ἐκκρίνεται. προσηκόντως οὖν εἶπεν ἐν τοῖς εἰρημένοις σημείοις, κοιλίαν καταῤῥήγνυσθαι, εἰ μή γε συμβῇ ἰδίᾳ μὲν ἀναδοθῆναι τὸ ὑγρὸν, ἰδίᾳ δὲ τὸ καταληφθὲν ἐν τοῖς ἐντέροις πνεῦμα δι’ ἕδρας ἐκκριθῆναι, ἔστι δ’ ὅτε ἄμφω πρὸς ἀνάδοσιν ὁρμώμενα τὸ ὑγρὸν καὶ τὸ πνεῦμα διεξέρχεται ῥᾳδίως ἐπὶ τὴν κύστιν. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον,
763
ἐν πυρετοῖσι δὲ ταῦτα τοιοῦτόν μοι δοκεῖ δηλοῦν. πυρετοῖς ἐνοχλεῖσθαι τοὺς νοσοῦντας ὠνόμαζον οἱ παλαιοὶ τοὺς ἄνευ τινὸς φλεγμονῆς ἢ ἀποστήματος ἢ ἀλγήματος ἢ ἐρυσιπέλατος ἢ ἁπλῶς εἰπεῖν ἄνευ μορίου τινὸς ἐξαιρέτως πεπονθότος ἔχοντας κακῶς. εἰ δ’ ἤτοι διὰ πλευροῦ φλεγμονὴν ἢ πνεύμονος ἤ τινος ἑτέρου τοιούτου πυρέττοιεν, οὐ πυρεταίνοντας αὐτοὺς ὠνόμαζον, οὐδ’ ὑπὸ πυρετῶν ἐνοχλουμένους, ἀλλὰ πλευριτικούς τε καὶ περιπνευμονικοὺς, ἡπατικούς τε καὶ σπληνικοὺς ὅσα τ’ ἄλλα τοιαῦτα. νῦν οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν ὁ Ἱπποκράτης δυοῖν θάτερον ὡς ἢ τοῖς πυρετοῖς τούτων ὧν εἴρηκε συμβαινόντων, ἐν οἷς οὐδέν ἐστι τὸ πεπονθὸς μόριον ἢ ὡς γιγνομένων μὲν καὶ κατ’ ἐκεῖνα τὰ νοσήματα, μὴ μέντοι καταῤῥηγνυμένης αὐτῶν γαστρὸς ἢ φυσῶν ἣ οὔρων διερχομένων. οὐδὲ γὰρ οὐδὲ φυσικῇ τινι κινήσει τῶν μορίων ἀπωθουμένων τὸ φυσῶδες πνεῦμα γίγνεσθαι συμβαίνει τὸν βορβορυγμὸν ἐν ἐκείνοις, ἀλλ’ ὡς σύμπτωμα μόνον.
764
Ὁκόσοισιν ἐλπὶς ἐς τὰ ἄρθρα ἀφίσταται, ῥύεται τῆς ἀποστάσιος οὖρον πολὺ καὶ παχὺ καὶ λευκὸν γινόμενον, οἷον ἐν τοῖσι κοπώδεσι πυρετοῖσι τεταρταίοισιν ἄρχεται ἐνίοισι γίνεσθαι. ἢν δὲ καὶ ἐκ τῶν ῥινῶν αἱμοῤῥαγήσῃ, καὶ πάνυ ταχέως λύεται.
Λέλεκταί μοι καὶ πρόσθεν ὡς ἀποστάσεις εἰς τὰ ἄρθρα γίγνονται τοῖς τε προπεπονηκόσιν αὐτὰ καὶ τοῖς ὁπωσοῦν κοπώδεσιν ἐν τῇ νόσῳ γιγνομένοις, ἔτι τε πρὸς τούτοις ὅσοι χρονίζουσι παχέων χυμῶν ἐπὶ πλήθει. ἐὰν οὖν ἡ φύσις ἀῤῥωστήσῃ, δι’ οὔρων ἐκκαθᾶραι τὸ σῶμα, τῆς ἀποστάσεως ἐρύσαιτο τὸν κάμνοντα τὸ μέλλον εἰς ἄρθρα κατασκήπτειν, ἐκκενώσασα διὰ κύστεως. ἠρκέσθη δὲ τῶν κοπωδῶν πυρετῶν ὡς παραδείγματος μνημονεῦσαι, τὴν ἀρχὴν τὴν εἰς οὖρα ῥοπὴν ἐν ἡμέρᾳ λαβόντων ἐπιδήλῳ. τούτοις γὰρ τοῖς κοπώδεσι ἀποστήματα ποιεῖν ὑπάρχει διὰ
765
ταχέων, οὐκ ἀναμένουσι πλείονα χρόνον ὥσπερ οἱ ἄλλοι. τοῖς δ’ αὐτοῖς τούτοις καὶ τὰ παρ’ οὖς ἀποστήματα πέφυκε γίγνεσθαι, ὡς τοῖς γε ἄλλοις χρονίοις εἰς τὰ κάτω μᾶλλον ἀποσκήπτει τὸ πλῆθος. οἷς οὖν ἡ θερμασία πλείων γινομένη μετέωρον εἰργάσατο τὴν ὕλην, ἤτοι διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν ἢ παρωτίδας ἴσχουσιν, ὅτι δ’ ἡ τοιαύτη λύσις θᾶττόν ἐστι τῆς δι’ οὔρων οὐδὲ λόγου δεῖται. διὸ καὶ προσέθηκεν ὁ Ἱπποκράτης ἐπ’ αὐτῆς καὶ πάνυ ταχὺ λύεται τῆς ἑτέρας τῆς δι’ οὔρων κενώσεως, ἡμερῶν πλειόνων δεομένης. τὸ δ’ ἐπὶ τῆς τετάρτης ἐν παραδείγματι γέγραπται πρὸς αὐτοῦ, μετάγειν δὲ σὲ χρὴ καὶ πρὸς τὰς ἄλλας ἁπάσας, ὅσαι θεωρηταί εἰσι καὶ κρίσιμοι.
Ἢν αἷμα ἢ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστιος ἕλκωσιν σημαίνει.
766
Ἐάν τε κατὰ τὴν κύστιν ἐάν τε ἐν νεφροῖς ἕλκος γένηται, κατὰ μὲν ἀγγείου τινὸς ἀξιολόγου ῥῆξιν, συστάντος αὐτοῦ καὶ μάλιστα μετὰ ἀναβρώσεως, αἵματος ἔκκρισις ἐπακολουθεῖ, χωρὶς δὲ τοῦ πύου μόνου. ἐγχωρεῖ δὲ καὶ κατά τινα τῶν οὐρητήρων ἕλκους γινομένου καὶ πῦον οὐρηθῆναι καὶ αἷμα. μέσοι δ’ οὗτοι κεῖνται νεφρῶν τε καὶ κύστεως καὶ χρὴ συνυπακούειν αὐτοὺς ἐκείνους. ἑλκοῦνται δ’ ὡς τὰ πολλὰ τοῖς λιθιῶσι κατὰ νεφροὺς οὐρητῆρες, ὅταν ὑπὸ λίθου τινὸς ὀξέος ἢ σφόδρα τραχέος ἐμφραχθέντος αὐτοῖς ἀναδαρῶσι, τῶν μέντοι κατὰ τὸ αἰδοῖον αὐτὸ γιγνομένων ἑλκῶν καὶ χωρὶς τῶν οὔρων ἐκκρίνεται τό τε πῦον καὶ τὸ αἷμα. συνεξέρχεται δὲ τοῖς οὔροις πῦον ἐνίοτε συῤῥαγέντος ἀποστήματος ἔν τινι τῶν ἄνω χωρίων· ὅθεν ἔνιοι τῶν ἐξηγητῶν καὶ οἱ πλείους εἵλοντο τὴν ἑτέραν γραφὴν, τὴν διὰ τοῦ καί συνδέσμου, τήνδε τὴν λέξιν ἔχουσαν· ἢν αἷμα καὶ πῦον οὐρέῃ, τῶν νεφρῶν ἢ τῆς κύστεως ἕλκωσιν σημαίνει, ὡς τοῦ ἑτέρου μόνου αὐτῶν οὐρουμένου τοῦ πύου, δυνατὸν οὐ νεφρῶν ἢ κύστεως μόνον ἡλκωμένων, ἀλλὰ καί
767
τινος τῶν ἀνωτέρω τὸ σημεῖον εἶναι. τάχα μὲν οὖν τι καὶ οὗτοι λέγουσι, τάχα δὲ καὶ τὸ οὐρέῃ ῥῆμα διάφορόν τι δηλοῖ τοῦ οὐρῆσαι, τὸν διορισμὸν ἐν αὐτῷ περιέχον. οὐ γάρ ἐστι ταὐτὸν ἢ οὕτως εἰπεῖν, ἢν αἷμα ἢ πῦον οὐρέῃ, ἢ ἐκείνως, ἢν αἷμα καὶ πῦον οὐρήσῃ. ἐν μιᾷ μὲν γὰρ ἢ δυοῖν ἢ τρισὶν ἡμέραις ἐγχωρεῖ πῦον οὐρῆσαι, συῤῥαγέντος ἀποστήματος εἰς τὰ τῆς οὐρήσεως ὄργανα. πολλαῖς δ’ ἡμέραις ἢ καὶ μησὶν ἐπειδὰν τοῦτο γένηται, νεφρῶν ἢ κύστεως ἕλκωσις δηλοῦται. ὁποτέρου δ’ αὐτῶν μᾶλλον ἥ τ’ ὀδύνη διακρίνει κατὰ διαφέροντα χωρία γινομένη καὶ τὰ συνεκκρινόμενα τοῖς οὔροις, ὑπὲρ ὦν ἐφεξῆς ἐρεῖ. καὶ μὲν δὴ καὶ περὶ τῶν οὐρητήρων ὁ αὐτός ἐστι λόγος.
Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι σαρκία σμικρὰ ἢ ὥσπερ τρίχες συνεξέρχονται, τουτέοισιν ἀπὸ τῶν νεφρῶν ἐκκρίνεται.
768
Τὰ μικρὰ μὲν σαρκία τῆς τῶν νεφρῶν οὐσίας εἰσὶ γνωρίσματα, τὰ δ’ ὥσπερ τρίχες οὐδαμῶς μὲν τῆς τῶν νεφρῶν. οὐ γὰρ οἶόν τε διαλυθῆναι νεφρὸν εἰς τοιοῦτον εἶδος οὐσίας, ἀλλ’ ὅσοι τοῦτο λέγουσιν ἀγνοοῦσι φύσιν νεφρῶν. οὐ μὴν οὐδὲ κύστεως ἀναλυομένης τε καὶ ἀναβιβρωσκομένης, ὡς ἐνίοις ἔδοξεν, οὐρεῖται τὰ τοιαῦτα. πεταλώδη γάρ ἐστι μᾶλλον τὰ ταύτης μόρια, καθάπερ καὶ αὐτὸς ὁ Ἱπποκράτης ὀλίγον ὕστερον αὐτὰ προσαγορεύει λεπίδας. ἀλλὰ τό γε ἀληθὲς οὕτως ἔχει πολλάκις ἡμῖν ἑωραμένα ἔκ τινος τύχης. ἄλλοι γοῦν τινες ἰατροὶ πάνυ τρίβωνες ἑωρακέναι πολλάκις φασὶν οὖρα τοιαῦτα. καλοῦσι δ’ οἱ νεώτεροι τριχίασιν τὸ πάθος, ἐπειδὴ θριξὶν ὅμοια καὶ μᾶλλόν γε ταῖς λευκαῖς ἐοικότα φαίνεται τὰ τοῖς οὔροις ἐμφαινόμενα. ἔναγχος δέ τις οὔρει τοιαῦτα σώματα μακρὰ ὥστ’ ἄπιστον τὸ μῆκος ἐδόκει εἶναι· τινὰ γὰρ αὐτῶν εἰς ἥμισυ πήχεως ἐξετείνετο. προσενήνεκτο δ’ οὗτος ὅλῳ σχεδὸν ἐνιαυτῷ τῷ πρόσθεν ἐρεγμῶν τε καὶ κυάμων πάνυ πολλάκις καὶ τυρῶν ἁπαλῶν τε καὶ ξηρῶν. καὶ οἱ ἄλλοι δὲ
769
πάντες οἷς οὐρῆσαι συνέβη τὰ τοιαῦτα, παχυχύμοις ἐδέσμασιν ἐκέχρηντο. τούτου τοίνυν τοῦ χυμοῦ κατωπτημένου πως ἐν νεφροῖς αἱ τριχοειδεῖς γίνονται συστάσεις. καὶ μέντοι καὶ ἡ θεραπεία μαρτυρεῖ τῷ λογισμῷ τῆς αἰτίας· ὑπὸ γὰρ λεπτυνόντων καὶ τεμνόντων φαρμάκων ἅμα καὶ τῷ τὴν ἄλλην δίαιταν ὑγραίνουσαν ὑπάρχειν ἐθεραπεύθησαν οἱ κάμνοντες οὕτως. εἴπερ δὲ ἦν ἕλκωσις τηλικαύτη νεφρῶν ἢ κύστεως, ὡς διαλύεσθαι τὴν οὐσίαν αὐτῶν, οὐ μόνον οὐδὲν ἂν ὠνίνατο ὑπὸ τῶν τοιούτων φαρμάκων, ἀλλὰ καὶ παρωξύνοντο ἐσχάτως· ἄξιος οὖν ἐστιν ὥσπερ ἐν τοῖς ἄλλοις, οὕτω κἀν τούτῳ θαυμάσαι τὸν Ἱπποκράτην τὰ μηδέπω μηδὲ τήμερον ἐγνωσμένα πολλοῖς τῶν ἰατρῶν αὐτὸν ἐξευρεῖν. καὶ μέντοι καὶ ἡ λέξεως ἀκρίβεια θαυμαστῶς ὅπως ἔχει λέγοντος ἀπὸ τῶν νεφρῶν ἐκκρίνεσθαι τὰ τοιαῦτα. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ πρόσθεν ἀφορισμοῦ ἕλκωσιν τοῦ νεφροῦ αἰτιᾶται οὕτω καὶ νῦν εἶπεν, ἀλλ’ ἁπλῶς ἀπὸ νεφρῶν ἐκκρίνεσθαί φησιν, ὡς καὶ λίθον τινὸς οὐρήσαντος ἀπὸ νεφρῶν ἐνηνέχθαι φαίημεν ἂν αὐτὸν, οὐχ ὅτι τῆς οὐσίας αὐτῶν
770
ἐστι μόριον, ἀλλ’ ὅτι τὴν σύστασιν ἐν ἐκείνοις λαμβάνει. τὰ μὲν οὖν σμικρὰ σαρκία τῆς οὐσίας ἐστὶ μόρια ἑλκωθέντων ὅλως τῶν νεφρῶν, τὰ δ’ οἶον τρίχες ἐν νεφροῖς μὲν λαμβάνει τὴν σύστασιν, ὥσπερ καὶ οἱ λίθοι, μόρια δ’ οὐκ ἔστι τῆς οὐσίας αὐτῶν. κακῶς ἐν ἅπασι τοῖς ἀντιγράφοις ὁ ἀφορισμὸς οὗτος ἄνευ τοῦ ἤ γέγραπται, σαρκία σμικρὰ ὥσπερ τρίχες. οὐδαμῶς γὰρ ἔοικε τὰ σμικρὰ σαρκία ταῖς θριξίν· ἀλλὰ χρὴ μεταξὺ τοῦ τε σμικρὰ καὶ τοῦ ὥσπερ τὸ ἥ φωνῆεν τάξαι, ὡς δυοῖν πραγμάτων, οὐχ ἑνὸς ἐν τῷ λόγῳ μνημονεύοντος τοῦ Ἱπποκράτους. τὸ μὲν οὖν ἅτερον αὐτῶν ἐστι σαρκία σμικρὰ, τὸ δ’ ἕτερον ὥσπερ τρίχες. ἐπὶ μὲν οὖν τῶν ταῖς θριξὶν ὁμοίων ἀεὶ φαίνεται παχὺ τὸ οὖρον ὡς ἂν φλεγματικῆς οὐσίας. ἣν ἤθροισαν αἱ φλέβες ἐκκαθαιρομένης διὰ τῶν νεφρῶν, ἐπὶ δὲ τῶν σαρκίων οὐκ ἀναγκαῖον. οὐ μὴν οὐδὲ ἐθεασάμην ποτὲ τοιαύτην νεφρῶν διάθεσιν· ἀλλὰ τὸ μὲν οἶον σαρκία πολλάκις ἐν ἐκείνοις τοῖς πυρετοῖς, ἐν οἶς καὶ τὰς καλουμένας
771
ὀροβοειδεῖς ὑποστάσεις ὁρῶμεν γιγνομένας κατωπτημένου παχέως αἵματος ἐν νεφροῖς ἢ καθ’ ἧπαρ. οὐ μὴν ἀκριβῆ γε σαρκία τεθέαμαί ποτε συνεξερχόμενα τοῖς οὔροις. ἐγχωρεῖ οὖν, ἡγοῦμαι, παχὺ οὖσον εἰρῆσθαι πρὸς αὐτοῦ τὸ σύμμετρόν τε καὶ κατὰ φύσιν. ἀντίκειται γὰρ τοῦτό πως τῷ λεπτῷ καὶ γινώσκομεν, ὅτι κυρίως μὲν αἱ κατὰ τὰς ὑπερβολὰς ἀντιθέσεις οὕτω λέγονται. καταχρηστικῶς δὲ καὶ τὸ μέσον ἐνίοτε καὶ σύμμετρον ἀμφοτέροις χρῆται τοῖς ὀνόμασι τῶν ἄκρων. πρὸς μὲν τὸ τελέως παχὺ λεπτὸν ὀνομαζόμενον, πρὸς δὲ τὸ λεπτὸν ἐσχάτως παχὺ, καὶ εἴπερ οὕτως ἀκούσαιμεν, ὁ λόγος ἔσται τοιοῦτος· οἶς ἐν τῷ οὔρῳ μὴ ὄντι λεπτῷ συνεξέρχεται τὰ εἰρημένα, τῶν νεφρῶν ἐστι τὸ πάθημα, λεπτῶν μέντοι τῶν οὔρων ὄντων ὅλον τὸ φλεβῶδες γένος πέπονθε. τὴν δ’ αὐτὴν ταύτην γνώμην δείκνυσθαί μοι δοκεῖ καὶ κατὰ τὸν ἑξῆς ἀφορισμόν.
772
Ὁκόσοισιν ἐν τῷ οὔρῳ παχεῖ ἐόντι πιτυρώδεα συνεξουρέεται, τουτέοισιν ἡ κύστις ψωριᾷ.
Ἐὰν μὲν οὖν λεπτὸν ᾖ τὸ οὖρον, οὐ κατὰ φύσιν αἱ φλέβες, ἐὰν δὲ μὴ ᾖ λεπτὸν, ἀλλὰ μετρίως συνεστηκὸς, ὅπερ ἀκοῦσαι νῦν χρὴ τὸ παχὺ, τὰ συνεκκρινόμενα τῷ τοιούτῳ περὶ τοὺς νεφροὺς ἢ τὴν κύστιν ἐνδείξεταί τι πάθος. ἐπειδὴ γὰρ ἐκ μὲν τῶν φλεβῶν ἧκε, τὸ οὖρον, διηθεῖται δὲ διὰ τῶν νεφρῶν, ἀθροίζεται δὲ ἐν τῇ κύστει, πᾶν ὅ τί περ ἂν ἐν αὐτῷ φαίνηται παρὰ φύσιν ἢ τὰς φλέβας ἐνδείξεται φαύλως ἔχειν ἢ τὰ κατὰ τοὺς νεφροὺς ἢ κύστιν, ὥσπερ καὶ νῦν τὰ πιτυρώδεα τὴν κύστιν ψωριᾶν, ὅταν γ’ αἱ φλέβες ἀπαθεῖς ὑπάρχωσι. φέρεται γὰρ ἐνίοτε καὶ ἐξ ἐκείνων τὰ πιτυρώδη, ποτὲ μὲν αὐτοῦ τοῦ χιτῶνος αὐτῶν παθόντος, ὥσπερ καὶ τοῦ τῆς κύστεως, ἔστι δ’ ὅτε τοῦ κατ’ αὐτὰς αἵματος ὑπὸ καυσώδους θερμοῦ φρυγέντος. ἐπιτηδειότερος δὲ δηλονότι πρὸς τοῦτο πᾶς ὁ παχὺς ἐν αὐταῖς
773
χυμός ἐστι καὶ μᾶλλον ἔτι ἡ οἷον τρὺξ τοῦ αἵματος, ὃν ὀνομάζειν εἰθίσμεθα μελαγχολικὸν χυμόν. ὥσπερ γὰρ ἡ τοῦ δέρματος ἐπιφάνεια, καλοῦσι δ’ αὐτὴν ἐπιδερμίδα κατὰ τὰς ψώρας καὶ τὰς λέπρας καὶ τοὺς λειχῆνας, ἀποβάλλει τι λεπτὸν, οἷόν περ τὸ γῆράς ἐστι τῶν ὄφεων, οὕτω κἀπειδάν τι τῶν ἔνδον μορίων ὅμοιόν τι πάθημα πάθῃ οἷς τὸ δέρμα καὶ τὸ σύμπτωμα τοῦ παθήματος ὅμοιον γενήσεται. κατὰ τοῦτο οὖν αἱ φλέβες αὗται καὶ ἡ κύστις ψωριῶσα πιτυρώδεα δέρματα σὺν τοῖς οὔροις ἕξει κενούμενα. διορισθήσεται δὲ τῇ λεπτότητι καὶ τῷ πάχει τῶν οὔρων, ὡς προείρηται. τὰ μὲν γὰρ λεπτὰ πεπονθέναι τὰς φλέβας ἐνδείξεται, τὰ δ’ οὐ λεπτὰ τὴν κύστιν.
Ὁκόσοι ἀπὸ ταὐτομάτου αἷμα οὐρέουσι, τουτέοισιν ἀπὸ τῶν νεφρῶν φλεβίου ῥῆξιν σημαίνει.
774
Τὸ ἀπὸ ταὐτομάτου δύναται μὲν καὶ χωρὶς αἰτίας τῆς ἔξω δηλοῦν, δύναται δὲ καὶ τὸ οἷον ἐξαίφνης οὐδενὸς προηγησαμένου συμπτώματος, οἷά περ ἐπὶ κύστεως ἡλκωμένης φαίνεται. κατὰ ταύτην γὰρ οἷόν τε ῥαγῆναι φλέβα διὰ πλῆθος αἵματος ἐπιῤῥυέντος, ὡς ἐπὶ τῶν νεφρῶν εἴωθε συμβαίνειν, οὐδὲ γὰρ διηθεῖται διὰ τῶν ἐν αὐτῇ φλεβῶν αἷμα, μόνον δ’ ὅσον εἰς τροφὴν αὔταρκες αὐτῇ χορηγεῖται. πρὸς τούτῳ δὲ οὐδὲ αἱ φλέβες αἱ κατὰ τὴν κύστιν γυμναί που καὶ ἀστήρικτοι πεφύκασιν, ὥσπερ αἱ εἰς τὰς κοιλίας τῶν νεφρῶν ἐμβάλλουσαι, καθ’ ἅς ἀναστόμωσίς τε καὶ ῥῆξις ὑπὸ πάχους καὶ πλήθους γίνεται τῶν κατ’ αὐτὰς χυμῶν. ἡ μὲν οὖν ῥῆξις ἀκριβοῦς αἵματος ἐργάζεται κένωσιν, ἡ δ’ ἀναστόμωσις οὐκ ἀθρόον αἷμα προχέουσα, καὶ μάλισθ’ ὅταν ᾖ βραχύ· κατ’ ὀλίγον δὲ τὸ λεπτότερον διηθοῦσα τὸ ὅλον οὖρον ὕφαιμον ἐργάζεται. γίγνεται δ’, ὡς ἔφην, καὶ τῶν ἐν κύστει φλεβῶν ἐξ ἀναβρώσεως πεπονθυιῶν αἵματος κένωσις, ἐφ’ ᾖ προηγεῖται τοῦ κατὰ τὴν κύστιν ἕλκους τὰ σημεῖα,
775
τοὐτέστιν ὀδύνη τε τοῦ μορίου καὶ πῦον καί τινα πολλάκις αὐτοῦ τοῦ σώματος τῆς κύστεως οἷόν περ θρύμματα. κατὰ τοῦτο οὖν ἄμεινον ἀκούειν τὸ ἀπὸ ταὐτομάτου σημαίνειν τὸ ἐξαίφνης τοῦ τὸ χωρὶς αἰτίας φανερᾶς ἐκκρίνεσθαι. ἐκ γὰρ τῶν νεφρῶν αἷμα πολλάκις μὲν καὶ χωρὶς τῆς ἔξωθεν αἰτίας ῥαγέντος τοῦ ἀγγείου διὰ πλῆθος, ἔστι δ’ ὅτε καὶ πηδησάντων σφοδρότερον ἢ κατενεχθέντων ἢ πληγέντων.
Οἷσιν ἐν τοῖς οὔροισι ψαμμώδεα ὑφίσταται, τουτέοισιν ἡ κύστις λιθιᾷ.
Οὐ πάντως ἡ κύστις, ἀλλ’ ἐνδέχεται καὶ νεφροὺς, ὥσθ’ ἡμάρτηται φανερῶς ὁ ἀφορισμὸς ἤτοι γε αὐτοῦ τοῦ Ἱπποκράτους περιδόντος ὅλου τοῦ λόγου τὸ ἥμισυ μέρος ἢ τοῦ πρώτου βιβλιογράφου παραλιπόντος. ἐάν τε
776
γὰρ ἐν νεφροῖς ἐάν τ’ ἐν κύστει λίθοι γίνωνται, συνεξέρχονται τοῖς οὔροις τὰ ψαμμώδη.
Ἤν αἷμα οὐρέῃ καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸ ὑπογάστριον καὶ τὸ περιναῖον, τὰ περὶ κύστιν πονέει.
Γέγραπται μὲν διχῶς ἡ τελευτὴ τοῦ ἀφορισμοῦ, κατὰ τινὰ μὲν τῶν ἀντιγράφων πονέει, καθ’ ἕτερα δὲ νοσέει, καὶ σχεδὸν ἀλλήλων ταύτῃ γε οὐδὲν διαφέρουσιν αἱ γραφαί. κοινῇ δ’ ἀμφότεραι σφάλλονται, εἴ τις ἀκούσειε τὰ περὶ τὴν κύστιν εἰρῆσθαι πρὸς Ἱπποκράτους, ὡσεὶ καὶ αὐτὴν τὴν κύστιν ἐγεγράφει. τὰ γὰρ εἰρημένα συμπτώματα κοινὰ τῶν οὐρητικῶν ὀνομαζομένων ὀργάνων ἁπάντων ἐστὶ κύστεως, νεφρῶν, οὐρητήρων. οὕτως οὖν ἄμεινον ἀκούειν τὰ περὶ τὴν κύστιν, οὐχ ὡς αὐτῆς μόνης δηλουμένης, ἀλλ’ ὡς καὶ
777
τῶν συνεζευγμένων αὐτῇ μορίων. ἔτι δὲ μᾶλλον οὕτως ἀκούειν ἡμᾶς καὶ ὁ ἑξῆς ἀφορισμὸς ἐπιτρέψει, καθ’ ὃν οὐ τὰ περὶ τὴν κύστιν νοσεῖν φησιν, ἀλλὰ τῆς κύστεως ἕλκωσιν ὑπάρχειν, ὡς οὐ ταὐτὸν ὂν αὐτὴν τὴν κύστιν ἁπλῶς μόνην ἀποφαίνεσθαί τι πάσχειν ἢ τὰ περὶ αὐτήν,