In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Τοῦ μὲν ἦρος τὰ μανικὰ καὶ τὰ μελαγχολικὰ καὶ τὰ ἐπιληπτικὰ καὶ αἵματος ῥύσιες καὶ κυνάγχαι καὶ κόρυζαι καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι καὶ λειχῆνες καὶ ἀλφοὶ καὶ ἐξανθήσιες, ἑλκώδεες πλεῖσται καὶ φύματα καὶ ἀρθριτικά.
616

Καὶ πῶς ἂν ἔτι δόξειεν ὀρθῶς εἰρῆσθαι πρόσθεν, ἔαρ δ’ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, παμπόλλων παθῶν ἐν αὐτῷ γιγνομένων; ἔοικε γὰρ μᾶλλον ἁπάσῃ ὥρᾳ ἐξισοῦσθαι κατὰ τὴν ποικιλίαν ὦν γεννᾷ νοσημάτων. αἱ μὲν γὰρ μανίαι καὶ αἱ μελαγχολίαι, ἐπιληψίαι τε καὶ κυνάγχαι φθινοπωρινὰ νοσήματα. κόρυζαι δὲ καὶ βράγχοι καὶ βῆχες καὶ λέπραι χειμερινά. περὶ δὲ τοῦ θέρους αὐτὸς ἐφεξῆς ἐρεῖ, τὴν κοινωνίαν ἐνδεικνύμενος αὐτοῦ τὴν πρὸς τὸ ἔαρ· τοῦ δὲ θέρεος ἔνια τουτέων, τουτέστι τῶν προειρημένων κατὰ τὸ ἔαρ. ἔξ ἐπιμέτρου δὲ παρὰ τὰς ἄλλας τὸ ἔαρ, αἵματός τε ῥύσεις καὶ λέπρας καὶ λειχῆνας καὶ ἀλωοὺς καὶ ἐξανθήσεις ἑλκώδεις πλείστας ἐργάζεται καὶ φύματα ἀρθριτικά. ταῦτα μὲν οὖν ὅσα τῆς ἐαρινῆς ὥρας ἴδια, διὰ πάντ’ ἐστὶν ἀκίνδυνα καὶ τοσοῦτον δεῖ τὸν ἀφορισμὸν ἐκεῖνον ἀναφαίνειν ψευδῆ, καθ’ ὃν εἶπεν αὐτὸς, ἔαρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες, ὥστε μαρτυρεῖν αὐτῷ μᾶλλον ἔοικεν. ἐκκαθαίρεσθαι γὰρ ἐν αὐτῇ τῇ ὥρᾳ τὸ βάθος τοῦ σώματος ἀπὸ τῶν κυρίων μερῶν, ἐπὶ τὸ δέρμα τῶν

617
μοχθηρῶν χυμῶν ἀφικνουμένων. οὕτω γοῦν αἵ τε λέπραι καὶ οἱ ἀλφοὶ, ἑλκώδεις τέ τινες ἐξανθήσεις πολλαὶ γίγνονται. καθ’ ἕτερον δὲ τρόπον ἐν τοῖς φύμασι καὶ ταῖς ἀρθρίτισι καθαίρεται τὸ βάθος τοῦ σώματος, εἰς τὰ ἄκρα, μόρια τῆς μεταστάσεως γινομένης τῶν μοχθηρῶν χυμῶν. ὅτι δὲ καὶ αἱ τοῦ αἵματος ῥύσεις κενοῦσαι τὸ πλῆθος καὶ τὴν κακοχυμίαν κωλύουσι τὰς ἐν αὐτοῖς νόσους ἄντικρυς δῆλον. εἰ δέ τι σῶμα εὔχυμον παρέλαβεν ἡ τοῦ ἦρος ὥρα φυλάττει τοῦτο ὑγιεινότατον, οὐδὲν ἐκ τῆς ἰδίας φύσεως νεωτερίζουσα. οὐ μὴν τό γε θέρος ἢ τὸ φθινόπωρον ἢ ὁ χειμών. ταῦτα γὰρ εἰ καθαρὸν τὸ σῶμα καὶ παντοίως ἄμεμπτον παραλάβοι, τὸ μὲν τὴν ὠχρὰν εἴωθε χολὴν πλείονα τοῦ δέοντος γεννᾷν, τὸ δὲ τὴν μέλαιναν, ὁ χειμὼν δὲ τὸ φλέγμα. παραπλήσιον δέ τι συμβαίνει κατὰ τὸ ἔαρ, ὁποῖον ἐπὶ τῶν γυμνασιῶν ὁρῶμεν γιγνόμενον. καὶ γὰρ καὶ τοῦθ’ ὑγιεινότατον μέν ἐστιν, ἀλλ’ ἐὰν φλέγματος ἄνθρωπον μεστὸν ἢ χολῆς ὠχρᾶς ἢ μελαίνης ἢ καὶ αὐτοῦ τοῦ αἵματος ἐθελήσεις
618
γυμνάζειν, ἤτοι γε ἐπίπληκτον αὐτὸν ἢ ἀπόπληκτον ἐργάσῃ τοῖς γυμνασίοις. ἢ εἰ μὴ ταῦτα κινδυνεύει, ῥαγέντος ἀγγείου κατὰ τὸν πνεύμονα περιπεσεῖν ἀνηκέστῳ κακῷ. πολλοὶ δὲ πυρέττειν ἀρξάμενοι διὰ τὰ γυμνάσια νόσοις ὀξυτάταις ἑάλωσαν. ὅσοις δ’ ἀντὶ καθάρσεως τῶν ἐν τῷ βάθει χυμῶν γένηται τὸ γυμνάσιον εἰς τὸ δέρμα τὴν κακοχυμίαν ἐκτεῖνον, ἕλκη καὶ ψώρας ἐργάζεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔλεγεν, ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ. καὶ δὴ καὶ κατὰ τὸ ἔαρ ἡ ἐκ τοῦ περιέχοντος θερμασία, χέουσα τοὺς χυμοὺς, ἐξάγει πρὸς τὸ δέρμα καὶ τοῦτο τὸ ἔργον αὐτοῦ τοῖς γυμνασίοις ἐστὶ παραπλήσιον. οὐ μόνον δὲ τοῖς τούτων ἔργοις ἔοικε τὰ τοῦ ἦρος, ἀλλὰ καὶ τοῖς τῆς φύσεως αὐτῆς. ταύτης γοῦν ἐστὶν ἔργα τήν τε ἄδηλον διαπνοὴν ἐργάζεσθαι καθ’ ὅλον τὸ σῶμα, δι’ ἦς ἐκκρίνεται τὰ περιττὰ, καθαίρειν τε τὸ σῶμα πολυειδῶς ἐν ταῖς νόσοις.

619
Τοῦ δὲ θέρεος ἔνιά τε τουτέων καὶ πυρετοὶ ξυνεχέες καὶ καῦσοι καὶ τριταῖοι πλεῖστοι καὶ τεταρταῖοι, ἔμετοι καὶ διάῤῥοιαι καὶ ὀφθαλμίαι καὶ ὤτων πόνοι καὶ στομάτων ἑλκώσιες καὶ σηπεδόνες αἰδοίων καὶ ἵδρωα.

Τοῦ θέρους φησὶν ἔνια μὲν καὶ τῶν ἠρινῶν γενέσθαι νοσημάτων, κατὰ τὴν ἀρχὴν δηλονότι αὐτοῦ. τὰ γὰρ συνάπτοντα τῷ τέλει τοῦ ἦρος, ὥσπερ ὁμοιότητα τῆς κράσεως ἔπει πρὸς τὸ θέρος, οὕτω καὶ τῆς τῶν παθῶν γενέσεως. γενέσθαι μὲν γάρ φησι καὶ ἄλλα τινὰ τοῦ θέρους ἴδια πυρετοὺς συνεχεῖς καὶ καύσους καὶ τριταίους καὶ ἁπλῶς εἰπεῖν ὅσα διὰ τὴν ξανθὴν χολὴν συμβαίνει πάσχειν τὰ σώματα. καὶ γὰρ οὖν καὶ οἱ ἔμετοι ταύτης ἐπιπολαζούσης καὶ διάῤῥοιαι κάτω χωρούσης γίγνονται, καὶ ὀφθαλμίαι δὲ τοῦ θέρους πολλαὶ, ὡς ἂν τῆς κεφαλῆς πληρουμένης. οὕτω δὲ καὶ ὤτων πόνοι καὶ τὰ ἄλλα τὰ ὅμοια πάσχει τῷ θέρει

620
τὸ σῶμα, διὰ τὴν πλήρωσιν τῆς κεφαλῆς, ἄλλοτε εἰς ἄλλο μέρος ἀποτιθεμένης τὸ περιττόν. αἱ δὲ ἑλκώσεις αἱ τῶν στομάτων ὅτι διὰ τὸν χολώδη γίγνονται χυμὸν εὔδηλόν ἐστιν. αἱ μέντοι σηπεδόνες τῶν αἰδοίων οὐχ ἁπλῶς, ἀλλ’ ὅταν ὑγρότερον μᾶλλον ἢ ἀπνούστερον ἢ νοτιώτερον γένηται. τὸ μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν ἀποκεχωρηκὸς εἰς ὑγρότητα καὶ ἄπνοιαν, οὐκ αἰδοίων μόνων ἐργάζεται σηπεδόνας, ἀλλὰ καὶ παντὸς ἄλλου μορίου, καθάπερ ἥ τε ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν κατάστασις ἥ τ’ ἐν τῷ δευτέρῳ κατὰ τὴν ἀρχήν. αἱ δ’ ἐπ’ ὀλίγον ἐκτροπαὶ τῶν αἰδοίων ἅπτονται, δι’ ὑγρότητα καὶ θερμότητα σήπεσθαι πεφυκότων, ἐπὶ ταῖς τυχούσαις προφάσεσιν. ὥστ’ ἐπειδὰν τὴν ἑαυτοῦ κρᾶσιν φυλάττῃ τὸ θέρος, οἳ περιττώμασιν ἐνοχλοῦνται πολλοῖς, ἐπειδὰν ῥυῇ ταῦτα κατά τινα πρόφασιν, ἐπὶ τὰ αἰδοῖα τὰς σηπεδόνας αὐτῶν πάσχουσι. τὰ δ’ ἵδρωα τῶν κατὰ τὴν ἐπιφάνειαν ἐξανθημάτων ἐστὶν, ἑλκωδῶς τραχύνοντα τὸ δέρμα. καὶ γίγνεται, καθάπερ καὶ αὐτὸ τοὔνομα ἐνδείκνυται, διὰ τοὺς πολλοὺς ἱδρῶτας, ὅταν χολωδέστεροί
621
πως ἢ ὅλως δακνωδέστεροι τυγχάνουσιν ὄντες. ὀδαξοῦσι γὰρ οὗτοι τὸ δέρμα καὶ κνησμῶδες ἐργάζονται καὶ τραχύνουσιν ἑλκωδῶς.

Τοῦ δὲ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλὰ καὶ πυρετοὶ τεταρταῖοι καὶ πλάνητες καὶ σπλῆνες καὶ ὕδρωπες, φθίσιες καὶ στραγγουρίαι, λειεντερίαι καὶ δυσεντερίαι καὶ ἰσχιάδες καὶ κυνάγχοι καὶ ἄσθματα καὶ εἰλεοὶ καὶ ἐπιληψίαι καὶ τὰ μανικὰ καὶ τὰ μελαγχολικά.

Ἐν τῷ φθινοπώρῳ, φησὶ, καὶ τῶν θερινῶν νοσημάτων γίνονται πολλὰ, μένοντος ἔτι κατ’ αὐτὸ τοῦ θερινοῦ χυμοῦ δηλονότι τῆς ξανθῆς χολῆς. οὐ γὰρ ὥσπερ ἐπὶ τῷ ἦρι τὸ θέρος γιγνόμενον ἐκκενοῖ τοὺς χυμοὺς, οὕτω καὶ τὸ φθινόπωρον ἐκκενοῖ τοὺς θερινοὺς, ἀλλὰ τοὐναντίον ἅπαν ἀπὸ τῶν ἐκτὸς μερῶν εἰς τὸ βάθος ἄγει. δεόντως οὖν τὸ μὲν

622
θέρος ἔνια τῶν ἠρινῶν νοσημάτων, φησὶ γεννᾷν, τὸ δὲ φθινόπωρον οὐκ ἔνια τῶν θερινῶν, ἀλλὰ πολλά. καὶ μέντοι καὶ τεταρταίους πυρετοὺς ἐν ταύτῃ τῇ ὥρᾳ γίγνεσθαί φησιν, ἐπὶ τῇ μελαίνῃ δηλονότι συνισταμένους χολῇ, διττὴν ἐχούσῃ τὴν γένεσιν, ἐκ μὲν τῆς ξανθῆς ὑπεροπτηθείσης τὴν ἑτέραν, ἐκ δὲ τοῦ παχέος αἵματος τὴν ἑτέραν. γίνονται δὲ καὶ πλάνητες ἐν φθινοπώρῳ πυρετοὶ, διὰ τὴν ἀνωμαλίαν τῆς κράσεως καὶ σπλῆνες μεγάλοι, διὰ τὸ μελαγχολικὸν περίττωμα, καὶ δὴ καὶ ὕδεροι διὰ τὸν σπλῆνα. καὶ εἴ τι φθινῶδες ἀμφίβολον, ἐν φθινοπώρῳ μάλιστα ἐξελέγχεται, διὰ τὴν ξηρότητα καὶ τὴν ψύξιν καὶ τὴν ἀνωμαλίαν τῆς ὥρας, οὐδὲν δ’ ἧττον καὶ διὰ τὴν κακοχυμίαν. διὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ αἱ στραγγουρίαι γίνονται μάλιστα κατὰ τὴν ὥραν ἐκείνην. ψύχεται γὰρ ἡ κύστις ἐν ταῖς ἀτάκτοις καὶ ἐξαπίνης ἐπὶ τὸ θερμὸν καὶ ψυχρὸν μεταβολαῖς, αἵ τ’ ἐκ τῆς κακοχυμίας ἐνοχλοῦσιν αὐτὴν δριμύτητες καὶ μάλισθ’ ὅταν ἐξαίφνης ἐπὶ τὸ ψυχρὸν γιγνομένης μεταβολῆς τοὺς τέως διαπνεομένους καὶ δι’ ἱδρώτων κενουμένους χυμοὺς ἀποστρέψῃ
623
πρὸς τὴν κύστιν. αἱ λειεντερίαι δὲ ταχεῖαί τέ εἰσι καὶ κατὰ πάντα ἀμετάβλητοι τῶν σιτίων διαχωρήσεις, ἤτοι δι’ ἕλκωσιν ἐπιπολῆς κατά γε τὴν γαστέρα ἢ κατὰ τὰ ἔντερα συνισταμένην τοιαύτην, οἷαί περ καὶ ἐπὶ τῶν παιδίων αἱ ἄφθαι καλούμεναι ἢ δι’ ἀῤῥωστίαν τῆς καθεκτικῆς δυνάμεως. ὧν τὸ μὲν πρότερον ἐπὶ δακνώδεσι χυμοῖς ἢ λεπτοῖς τῇ συστάσει, τὸ δὲ δεύτερον ἐπὶ δυσκρασίᾳ μεγάλῃ τῆς κοιλίας τε καὶ τῶν ἐντέρων γίγνεται. ἄμφω δὲ ταῦτα τῷ φθινοπώρῳ μάλιστα γίνεσθαι συμβαίνει. τὰς δ’ ἰσχιάδας εὔλογον ἐπί τε τῇ κακοηθείᾳ τῶν χυμῶν καὶ τῇ ψύξει μάλιστα γίνεσθαι συμβαίνει. κυνάγχαι δὲ ἐπὶ χολώδεσι χυμοῖς συνίστανται, κατασκήπτουσιν εἰς τὴν φάρυγγα. καὶ διαφέρουσι τῶν κατὰ τὸ ἔαρ, ὅτι φλεγματωδέστεραί πως ἐκεῖναι. καὶ μὲν δὴ καὶ τὰ ἄσθματα, διά τε τὴν ἔσω κίνησιν τῶν χυμῶν καὶ τὴν ψύξιν εἴωθε γίγνεσθαι. δι’ αὐτὰ δὲ ταῦτα καὶ οἱ εἰλεοὶ τῆς κάτω διεξόδου τῶν τῆς τροφῆς περιττωμάτων ἐπίσχεσις ὄντες, ἐπὶ φλεγμοναῖς τὰ πολλὰ
624
λὰ μέρους τινὸς ἐντέρων γίγνονται. μάλιστα δὲ εἰκὸς ἐν ψυχρῷ καὶ ξηρῷ καὶ ἀνωμάλῳ καὶ κακοχύμῳ καιρῷ βλάπτεσθαι τὰ κατὰ γαστέρα τε καὶ τὰ ἔντερα. λεπτοὺς γὰρ καὶ εὐκινήτους ἐν τῷ θέρει τοὺς χυμοὺς γιγνομένους διαδεχόμενον τὸ φθινόπωρον ψυχρόν τε ἅμα καὶ ἀνώμαλον ὑπάρχον εἰς τὸ βάθος ἄγει τοῦ σώματος. ἐν τῷ βάθει δ’ ἐστὶ καὶ ἡ τῶν ἐντέρων θέσις. αἱ δ’ ἐπιληψίαι γίγνονται τοῖς ἐπιτηδείως ἔχουσι πάσχειν τὸ πάθος τοῦτο, διὰ τὴν ἐξαιφνίδιον ἐπὶ τἀναντία μεταβολήν. θάλπος μὲν γὰρ ἐν τοῖς μέσοις τῆς ἡμέρας, ψῦχος δ’ ἐν τοῖς πρώτοις καὶ τελευταίοις γίγνεσθαι, οὐδὲν δ’ οὕτω τοὺς ἐπιληπτικοὺς, ὡς ἡ τοιαύτη μεταβολὴ γεννᾷν πέφυκε. τὰ δὲ μανικὰ πάθη διὰ τὴν ἐν τοῖς λεπτοῖς χολώδεσι χυμοῖς κακοήθειαν γίγνεται, καθάπερ γε καὶ τὰ μελαγχολικὰ διὰ τὴν μέλαιναν, ὑπὲρ ἧς ὀλίγον ἔμπροσθεν εἴρηται.

625
Τοῦ δὲ χειμῶνος πλευρίτιδες, περιπνευμονίαι, λήθαργοι, κόρυζαι, βράγχοι, βῆχες, πόνοι στηθέων καὶ πλευρέων καὶ ὀσφύος καὶ κεφαλαλγίαι, ἴλιγγοι, ἀποπληξίαι.

Τὰ χειμερινὰ νοσήματα ἐξηγούμενος ἐφεξῆς τῶν φθινοπωρινῶν, οὐκέθ’ ὁμοίως ὡς ἔμπροσθεν εἶπεν, οὔθ’ ὅτι τοῦ χειμῶνος τὰ πολλὰ τῶν φθινοπωρινῶν, καίτοι γ’ ἔμπροσθεν ἐπὶ μὲν τῶν θερινῶν εἰρήκει, παραβάλλων αὐτὰ τοῖς ἠρινοῖς, τοῦ δὲ θέρεος ἔνιά τε τουτέων. ἐπὶ δὲ τῶν φθινοπωρινῶν τοῦ φθινοπώρου καὶ τῶν θερινῶν τὰ πολλά. νυνὶ δὲ τοῦ χειμῶνος ἁπλῶς τὸν κατάλογον ἐποιήσατο τῶν νοσημάτων, ἤτοι γὰρ ἀπὸ κοινοῦ βουλόμενος ἡμᾶς κἀνταῦθα προσυπακοῦσαί τι τῶν εἰρημένων ἢ ἁπλῶς ἀποφαινόμενος μὴ κατὰ μηδὲν κοινωνούσης τῆς φθινοπωρινῆς ὥρας τῇ χειμερινῇ. καίτοι τά γε πρῶτα τοῦ χειμῶνος εὔλογόν τε ἅμα καὶ διὰ τῆς πείρας φαίνεται κοινωνοῦντα τῷ φθινοπώρῳ.

626
καὶ γὰρ αὐτὸς εἶπεν· οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες, οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες. εἰ μὴ λέγῃ τὸν αὐτὸν τῶν ἐν τῷ φθινοπώρου ἐσχάτῳ γινομένων μνημονεύειν. ἀλλὰ τά γε τοῦ χειμῶνος ἴδια ταῦτ’ εἶναι βούλεται, πλευρίτιδας καὶ περιπνευμονίας, διὰ τὸ κρύος βλαπτομένων τῶν ἀναπνευστικῶν ὀργάνων, ἐπεὶ τὰ μὲν ἄλλα καὶ σκεπάσαι δυνατὸν οὕτως ἀκριβῶς, ὡς ἤτοι μηδὲν ἢ ὡς ἤκιστα αἰσθάνεσθαι τῆς τοῦ περιέχοντος ψυχρότητος· τῆς δ’ ἀναπνοῆς οὔτ’ εἶρξαί τινα δυνατὸν οὔτ’ ἀναπνεῖν ἑτέρωθεν ἐγχωρεῖ. διά τε οὖν ταύτην αὐτὴν τὴν ψύξιν αἵ τε βῆχες ἐν χειμῶνι γίνονται μάλιστα καὶ οἱ τῶν πλευρῶν πόνοι. διὰ δὲ τὴν αὐτὴν ταύτην ψύξιν καὶ ἡ κεφαλὴ βλαπτομένη κορύζας τε καὶ βῆχας καὶ βράγχους ἐργάζεται. γίγνονται δ’ ὥσπερ τῶν πλευρῶν οἴ πόνοι διὰ τὴν ψύξιν, οὕτω καὶ τῆς κεφαλῆς καὶ τῆς ὀσφύος καὶ ἁπλῶς τῶν νευρωδῶν. καὶ οἱ ἴλιγγοι δὲ ταῖς τῆς κεφαλῆς ἕπονται βλάβαις, ὥσπερ γε καὶ ἀποπληξίαι. καὶ γὰρ καὶ τοῦτο τὸ πάθος, ὅταν ὁ ἐγκέφαλος ἐμπλησθῇ φλέγματος, γίνεται.

627
Ἐν δὲ τῇσι ἡλικίῃσι τοιάδε συμβαίνει, τοῖσι μὲν μικροῖσι καὶ νεογνοῖσι παιδίοισιν ἄφθαι, ἔμετοι, βῆχες, ἀγρυπνίαι, φόβοι, ὀμφαλοῦ φλεγμοναὶ, ὤτων ὑγρότητες.

Ἐπιμελέστερον ἐξείργασται τὰ κατὰ τὰς ἡλικίας τῶν κατὰ τὰς ὤρας, εἰς μικρὰ μόρια τέμνων αὐτάς. ἐπὶ οὖν τῶν παιδίων τῶν νεογνῶν ἄφθας φησὶ γίγνεσθαι. καλοῦσι δὲ οὕτως τὰς ἐπιπολῆς ἑλκώσεις κατὰ τὸ στόμα, διὰ μαλακότητα μάλιστα τῶν ὀργάνων γιγνομένας, μὴ φερόντων μήτε τὴν ποιότητα τοῦ γάλακτος ἔχοντος οὐκ ὀλίγον ὀῤῥῶδες ἐν αὐτῷ. ῥυπτικὸν δ’ ἐστὶ τοῦτο τὴν φύσιν, ὥστ’ οὐδὲν θαυμαστὸν ἐν μαλακοῖς σώμασιν ἐργάζεσθαί τινας ἐπιπολῆς ἑλκώσεις. τοὺς δ’ ἐμέτους τηνικαῦτα εἰκὸς γίνεσθαι τούτοις διὰ τὸ πλῆθος οὗ προσφέρονται γάλακτος. ἀγρυπνίαι δ’ αὐτοῖς οὐδαμῶς συνήθεις εἰσὶ, κοιμᾶται γὰρ τὸ πλέον τοῦ χρόνου, πλὴν εἰ δι’ αὐτὸ τὸ πάθος νομίζει

628
γινομένας ποτ’ ἀγρυπνίας τοῖς παιδίοις, ἐπειδὴ τὸ πλῆθος τῶν ὕπνων κατὰ φύσιν ἦν αὐτοῖς μάλιστα. οἱ φόβοι δὲ τοῖς παιδίοις γίνονται κατὰ τοὺς ὕπνους καὶ μάλιστα ἐξ αὐτῶν τοῖς ἀδηφάγοις, ὅταν εὐαίσθητα μὲν ᾖ, ἀσθενῆ δ’ ὑπάρχῃ φύσει τὰ κατὰ τὴν γαστέρα χωρία, διαφθείρεται δὲ ἡ τροφή. παρεφυλάξαμεν γὰρ οὐκ ἐπὶ τῶν τηλικούτων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἤδη τελείων ἐν τοῖς ὕπνοις γιγνομένας φαντασίας φοβερὰς, ὅταν πολλοί τε ἅμα καὶ μοχθηροὶ χυμοὶ βαρύνουσι καὶ δάκνουσι τὰ κατὰ τὴν γαστέρα, καὶ μάλιστα αὐτῆς τὸ στόμα, τοῦτο γὰρ αὐτῆς ἐστι τὸ αἰσθητικώτατον. αἱ δὲ τῶν ὀμφαλῶν φλεγμοναὶ τῶν ἀποτετμημένων οὐ πρὸ πολλοῦ δεόντως τοῖς νεογενέσι παιδίοις γίνονται, καθάπερ εἰ καί τι μέρος ἔτυχεν ἑλκωθέν. ἀλλὰ τάς γε μὴν τῶν ὤτων ὑγρότητας ἐν παθήμασι τίθεται, καίτοι τάς γε τῆς ὑπερώας καὶ τῆς ῥινὸς οὐ τιθέμενος, ὅτι κατὰ φύσιν μέν ἐστι διὰ ῥινῶν καὶ ὑπερώας μετοχετεύεσθαι τὸ περίττωμα τοῦ ἐγκεφάλου καὶ γίγνεται τοῦτο καὶ τοῖς τελείοις ἤδη, παρὰ φύσιν δὲ διὰ τῶν ὤτων.
629
ἀλλὰ τοῖς γε βρέφεσι καὶ διὰ τούτων ὁ ἐγκέφαλος καὶ ἐκκαθαίρεται καὶ καλῶς ὁ Ἱπποκράτης ἐν τοῖς ἰδίοις τῆς ἡλικίας ἔγραψε καὶ τὰς τῶν ὤτων ὑγρότητας. ἔστι μὲν οὖν καὶ ὅλον τὸ σῶμα τοῖς νεογενέσι παιδίοις ἐσχάτως ὑγρὸν, ὡς καὶ τὴν τῶν ὀστῶν φύσιν ἐν αὐτοῖς οἷον κηρώδη μᾶλλον ὑπάρχειν ἢ λιθώδη. πολὺ δὲ μᾶλλον τῶν ἄλλων μορίων ὁ ἐγκέφαλος ὑγρός ἐστιν, ὡς ἂν καὶ τοῖς τελείοις ὑπάρχων τοιοῦτος, ὥστε εὐλόγως αὐτοῖς ἐπειδὴ πλῆθός ἐστι τῶν περιττῶν διὰ πάντων ἐκκρίνεσθαι τῶν πόρων.

Πρὸς δὲ τὸ ὀδοντοφυεῖν προσάγουσιν οὔλων ὀδαξησμοὶ, πυρετοὶ, σπασμοὶ, διάῤῥοιαι, καὶ μάλιστα ὅταν ἀνάγωσι τοὺς κυνόδοντας καὶ τοῖσι παχυτάτοισι τῶν παιδίων καὶ τοῖσι τὰς κοιλίας σκληρὰς ἔχουσι.

Τὸ μὲν ὀδαξησμούς τινας γίνεσθαι τῶν οὔλων, ὅταν οἱ ὀδόντες φύειν μέλλωσι τοῖς παιδίοις, οὐδὲν θαυμαστόν. ὁ

630
γὰρ ὀδαξησμὸς κνησμός τίς ἐστι μετὰ βραχείας τινὸς ἀνίας. οἱ πυρετοὶ δὲ καὶ οἱ σπασμοὶ καὶ αἱ διάῤῥοιαι συμβαίνουσι τοῖς παιδίοις ὀδοντοφυοῦσιν ἤδη καὶ μηκέτι μέλλουσιν, ὡς καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν, καὶ μάλισθ’ ὅταν ἀνάγωσι τοὺς κυνόδοντας. εὔλογον δὲ δή που ὅτι διατετραμμένων τῶν οὔλων ὑπὸ τῶν ἀνιόντων ὀδόντων ταῦτα γίνεσθαι τὰ συμπτώματα, καθάπερ ὅταν ἐμπεπαρμένος ᾖ σκόλοψ σαρκὶ, καὶ πλέον γ’ ἐστὶ τὸ κατὰ τοὺς ὀδόντας ἢ τοὺς σκόλοπας τὸ τῆς ἀνίας. οἱ μὲν γὰρ σκόλοπες ἡσυχάζουσιν ἐστηριγμένοι κατὰ τὸ μόριον ᾧ κατ’ ἀρχὰς ἐμπεπήγασιν, οἱ δ’ ὀδόντες ἀεὶ προχωροῦσι τοσοῦτον ὅσον αὐξάνονται. πυρέττει μὲν οὖν ἐν τούτῳ τῆς ἡλικίας τὰ παιδία διά τε τὰς ὀδύνας καὶ τὰς ἀγρυπνίας καὶ τὰς φλεγμονάς. οἱ σπασμοὶ δ’ αὐτοῖς ἕπονται διά τε ταῦτα καὶ διὰ τὴν τροφὴν ἀπεπτουμένην, καὶ διότι μηδέπω τὰ κατὰ τῶν νεύρων φύσιν ἐστὶν ἰσχυρά. τούτοις ἅπασιν ἀκολουθοῦσιν ἐξ ἀνάγκης καὶ διάῤῥοιαι, διὰ τὸ μὴ πέττεσθαι καλῶς τὴν τροφὴν μήτε ἀναδίδοσθαι. τὸ δὲ καὶ τοῖς παχυτάτοις τῶν παιδίων καὶ τοῖς τὰς κοιλίας
631
σκληρὰς ἔχουσιν ἐπὶ τοὺς σπασμοὺς ἀναφέρεται. τούτοις μάλιστα λέγοντος αὐτοῦ τῶν παιδίων γίγνεσθαι σπασμοὺς, ἅπερ ἂν ᾖ παχύτατα καὶ κοιλίας ἔχοντα σκληράς. πληθωρικὰ γὰρ ἐστι τὰ τοιαῦτα καὶ περιττωματικὰ καὶ διὰ τοῦτο σπασμοῖς εὐάλωτα, μάλιστα δὲ σπασμοὶ τὰς τοιαύτας καταλαμβάνουσι φύσεις.

Πρεσβυτέροισι δὲ γενομένοισι παρίσθμια, σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες, ἄσθματα, λιθιάσιες, ἕλμινθος στρογγύλαι, ἀσκαρίδες, ἀκροχορδόνες, σατυριασμοὶ, χοιράδες καὶ τἄλλα φύματα, μάλιστα δὲ τὰ προειρημένα.

Πρῶτον μὲν ἔγραψε τῶν νεογνῶν παιδίων, εἶθ’ ἑξῆς τῶν ὀδοντοφυούντων, εἶτα νῦν περὶ τῶν μεταξὺ κατὰ τὴν ἡλικίαν ἤδη, τῶν πεπαυμένων τοὺς ὀδόντας φύειν καὶ τῶν

632
πλησίων τοῦ ἡβάσκειν. ἐφεξῆς γὰρ ἐκείνων, ἐπὶ τοῖς δὲ τετάρτων τῇ τάξει, μνημονεύει κατὰ τὸν ἑξῆς ἀφορισμόν. ἀλλὰ τήν γε τρίτην ἡλικίαν, ἥτις νῦν πρόκειται ἡμῖν, τὴν ἄχρι δωδεκάτου καὶ τρισκαιδεκάτου προϊοῦσαν ἔτους, ἁλίσκεσθαι πάθεσί φησιν, ὧν πρῶτα γράφει παρίσθμια, φλεγμονὰς ὄντα τῶν κατὰ τὸν ἰσθμὸν χωρίων. ἀκούειν δὲ νῦν ἰσθμὸν χρὴ, τὸ μεταξὺ τοῦ στόματός τε καὶ τοῦ στομάχου μόριον, ἐκ μεταφορᾶς οὕτως ὠνομασμένον, ἀπὸ τῶν κυρίως λεγομένων ἰσθμῶν. αἳ δή τινές εἰσι στεναὶ γῆς διέξοδοι, μεταξὺ δυοῖν θαλαττῶν. τὰ δὲ παρίσθμια ταῦτα, ποτὲ μὲν αὐτοῦ μόνου τοῦ κοινοῦ, τῇ τε γαστρὶ καὶ τῷ στομάχῳ καὶ τῇ φάρυγγι καὶ ὅλῳ τῷ στόματι χιτῶνός εἰσι φλεγμοναὶ, ποτὲ δὲ καὶ τῶν ὑποκειμένων αὐτῶν μυῶν, ἡνίκα καὶ τοῦ κατὰ τὸ ἰνίον σπονδύλου συμβαίνουσιν αἱ εἴσω ῥοπαὶ, περὶ ὧν ἐφεξῆς ἐν τοῖς παρισθμίοις ἐρεῖ· σπονδύλου τοῦ κατὰ τὸ ἰνίον εἴσω ὤσιες. ἑλκόμενος γὰρ ὑπὸ τῶν φλεγμαινόντων μυῶν ὁ σπόνδυλος οὗτος εἰς τὸ πρόσω τοῦ
633
τραχήλου μέρος ἐπινεύει. κέκληκε δὲ οὐ πρόσω τοῦτο μέρος, ἀλλ’ εἴσω Ἱπποκράτης, ὡς πρὸς τὸν σπόνδυλον ἀναφέρων τὸν λόγον ὀπίσω κείμενον. ἡ γὰρ εἰς τὸ βάθος μετάστασις τοῦ σώματος, ἐάν τε ἐκ τῶν ὀπίσω ἐάν τε ἐκ τῶν πρόσω γένηται, διὰ μιᾶς φωνῆς δηλοῦται τῆς ἔσω. τί δή ποτ’ οὖν Ἱπποκράτης ἐπὶ τῶν ἀρτιγενῶν παιδίων οὔτε περὶ τῶν παρισθμίων οὔτε περὶ τῆς ἔσω ῥοπῆς τοῦ κατὰ τὸ ἰνίον σπονδύλου διῆλθεν, οὐδὲν ἧττον κἀκείνων ὑγρὸν καὶ περιττωματικὸν ἐχόντων τὸν ἐγκέφαλον, ὡς ἐπιπέμπειν ῥεῦμα τοῖς ὑποκειμένοις μορίοις· ἢ ὅτι φθάνει τὰ τηλικαῦτα διαφθειρόμενα, πρὶν ὑπομεῖναι φλεγμονὴν ἰσχυρὰν, τοὺς ὑποκειμένους τῇ φάρυγγι μύας ἅμα τοῖς νεύροις. καὶ ἄλλως ὅτι μαλακὰ ταῦτά ἐστιν αὐτοῖς τὰ μόρια καὶ διὰ τοῦτο ἀδύνατα τάσιν ὑπομεῖναι σφοδρὰν, ὡς ἐπισπᾶσθαι δύνασθαι τὸν σπόνδυλον εἴσω πρὸς αὐτά. καὶ μὲν δὴ καὶ τὸ ἆσθμα, καλοῦσι δ’ οὕτως οἱ Ἕλληνες τὴν πυκνὴν ἀναπνοὴν, οἷα συμβαίνει τοῖς δραμοῦσιν, ἢ ὁπωσοῦν ἑτέρως εἰς σφοδρὰν κίνησιν ἀχθεῖσιν. ἐπὶ μὲν τούτων γίνεται δι’ αὐτὸ τὸ
634
γυμνάσιον, ἀναπνοῆς πολλῆς τοῦ ζώου χρῄζοντος. ἐπὶ δὲ τῶν ἄνευ γυμνασίου, διὰ τὴν στενοχωρίαν τῶν ἐν τῷ πνεύμονι κοιλιῶν. ἡ στενοχωρία δ’ αὕτη πληρουμένου τοῦ σπλάγχνου τῶν ἄνωθεν ῥευμάτων γίνεται. τὰ δὲ ῥεύματα ταῦτα πλείω μέν ἐστι τοῖς νεογόνοις παιδίοις, ἀναιρεῖ δ’ ὀξέως αὐτὰ, διότι καὶ ἄλλως ἔχει κακῶς. ἥτε γὰρ ἐκ τῆς μήτρας εἰς τὸν πέριξ ἀέρα κατάστασις ἥ τε τῆς τροφῆς ἑτερότης, ἥ τε φλεγμονὴ κατ’ ἀρχὰς μὲν τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, αὖθις δὲ διὰ τὴν τῶν ὀδόντων γένεσιν ἀσθενῆ πάντα ποιεῖ τὰ τοιαῦτα καὶ μόγις ἐφ’ οἷς εἴρηκα διαρκοῦνται, μή τί γε δὴ πρὸς ἐκείνοις ἔτι καὶ τὸ ῥεῦμα δυνάμενα φέρειν, εἰς πνεύμονα κατασκῆπτον. αἱ δὲ λιθιάσεις ἴδιόν ἐστι τῶν παίδων πάθημα, διὰ τὴν ἀδηφαγίαν ὠμοὺς χυμοὺς ἀθροιζόντων οὐκ ὀλίγους, ἐξ ὧν τὸ παχύτερον ἅμα τοῖς οὔροις εἰς τὴν κύστιν ἀφικνούμενον ὕλη τῆς τῶν λίθων ἐστὶ γενέσεως καὶ διὰ τὴν θερμασίαν τὴν πολλήν. ἀθροίζουσι μὲν γὰρ καὶ οἱ γέροντες οὐκ ὀλίγον ὠμὸν χυμὸν, οὐ διὰ τὴν ἀδηφαγίαν ὡς οἱ παῖδες, ἀλλὰ διὰ τὴν
635
ἀῤῥωστίαν τῆς πεπτικῆς δυνάμεως. οὐ μὴν τὸ γε θερμὸν ἔχουσιν ἰσχυρὸν, ὃ τὴν παχεῖαν ὕλην ἐξατμίζον ἐργάζεται τοὺς λίθους. ἕλμινθες δὲ καὶ ἀσκαρίδες ἀνάλογον ἐοίκασι γίνεσθαι τοῖς ἄλλοις ζώοις, ὅσα τὴν γένεσιν οὐκ ἐκ σπερμάτων, ἀλλ’ ἐκ σηπεδόνος ἔχει μόνον. μόνη γὰρ οὐχ ἱκανὴ ταῦτα γεννῆσαι σηπεδὼν, ἀλλὰ καὶ θερμασίας πολλῆς προσδεῖται. διαφθείρεται μὲν οὖν ἡ τροφὴ πολλάκις ἐν τῇ γαστρὶ καὶ μάλιστα ἐν τῇ κάτω τοῖς παιδίοις. ἀλλ’ ἡ θερμασία τοῖς μὲν πάνυ νέοις οὐδέπω τῆς ὕλης ἐγκρατής ἐστι. τῶν δὲ τηλικούτων καὶ τὴν ὕλην ἐπέχει τὴν ἐπιτήδειον εἰς ζώων τοιούτων γένεσιν, ἐπ’ αὐτῇ τε τὴν θερμασίαν προσείληφεν. ἀσκαρίδες μὲν οὖν εἰσι λεπταί τινες ἕλμινθες, ἐν τῷ κάτω μάλιστα τοῦ παχέος ἐντέρου μέρει γεννώμεναι, καὶ φαίνονταί γε πλεῖσται σαφῶς ἐπὶ τῶν ἀπεπτούντων ὑποζυγίων γεννώμεναι. τὴν δ’ ἀπεψίαν αὐτῶν ἡ δυσωδία τῶν διαχωρημάτων ἐνδείκνυται. τὸ δ’ ἄλλο γένος τῶν ἑλμίνθων αἱ στρογγύλαι γεννῶνται μὲν ἐν τοῖς ἄνω μᾶλλον ἐντέροις, ὥστε καὶ εἰς αὐτὴν ἐπιβαίνουσιν ἔστιν ὅτε τὴν γαστέρα.
636
πολὺ δὲ πλείους αὗται τῶν ἀσκαρίδων ἐν τοῖς παισὶ γίγνονται. σπανιωτέρα δ’ ἡ τῆς πλατείας ἕλμινθος γένεσίς ἐστιν, ἥτις καὶ μακροτάτη γίγνεται, παρεκτεινομένη πολλάκις ἅπασι τοῖς ἐντέροις. ἀλλὰ ταύτης μὲν οὐδ’ ὅλως ἐμνημόνευσεν ὁ Ἱπποκράτης. ὅτι μηδὲ προὔκειτο περὶ πάντων αὐτῷ διεξέρχεσθαι τῶν παθημάτων ὅσα συμβαίνει τοῖς ἀνθρώποις, ἀλλ’ ἐκείνων μόνων, ὅσα γίγνεται καθ’ ἑκάστην τῶν ἡλικιῶν. διὰ τοῦτο γοῦν αὐτὸς μετὰ τῶν εἰρημένων κατάλογον ἐφεξῆς ἀκροχορδόνας τε καὶ χοιράδας ἔγραψε κακοχύμου πλήθους ἔγγονα νοσήματα ῥέποντος ἔξω τε καὶ πρὸς τὸ δέρμα. πᾶν δὲ αὐτῶν τὸ γένος ὀνομάζει φύματα γράψας ἐφεξῆς οὕτως, ἀκροχορδόνες χοιράδες καὶ τἄλλα φύματα. λέγονται δ’ ἐξαιρέτως ἔνια φύματα, φλεγμοναί τινες αὐτόματοι τάχιστα μὲν γεννώμεναι, τάχιστα δ’ εἰς ὀξὺ ὑψηλὸν αἰρόμεναι, τάχιστα δὲ καὶ ἐκπυϊσκόμεναι, καὶ πλείστη γε καὶ ἡ τούτων γένεσίς ἐστιν ἐν βουβῶνι καὶ μασχάλη, ὅτι καὶ ἀδένες ἐνταῦθα πολλοὶ φύσιν ἔχοντες εἰς
637
ἑαυτοὺς ἑτοίμως δέχεσθαι τὰ περιττά. τούτων τῶν ἀδένων ἐστὶ πάθημα καὶ ἡ χοιρὰς οὐχ ὑπὸ θερμῆς ὕλης, οὐδ’ εἰς ἐκπύησιν ἐπειγομένης, μάλιστα δὲ ψυχροτέρας τε καὶ φλεγματικωτέρας.

Τοῖσι δὲ ἔτι πρεσβυτέροισι καὶ πρὸς τὴν ἥβην προάγουσι, τουτέων τε τὰ πολλὰ καὶ πυρετοὶ χρόνιοι μᾶλλον καὶ ἐκ ῥινῶν αἵματος ῥύσιες.

Ἄρχονται μὲν ἡβάσκειν μετὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος οἱ παῖδες. ὅσοι δὲ πλησίον ἥκουσι τῆς ἡλικίας ἐκείνης, εἶεν ἄν ποτε ἐτῶν δυοκαίδεκα ἢ τρισκαίδεκα, καὶ μέντοι καὶ τεσσαρεσκαίδεκά τινες αὐτῶν. οὐ γὰρ ἁπάντων ἀκριβὴς μία προθεσμία τῆς ἥβης ἐστὶ, διὰ τὴν θερμότητα καὶ ψυχρότητα τῆς κράσεως. οἱ μὲν γὰρ θερμοὶ πρωϊαίτερον, οἱ ψυχροὶ δὲ ὀψιαίτερον ἡβάσκουσι. νοσοῦσι δ’ οἱ παῖδες

638
οὗτοι πολλὰ μὲν καὶ τῶν ἤδη προειρημένων τῇ τῆς κράσεως ὁμοιότητι καὶ μέντοι καὶ πυρετοὺς χρονιωτέρους τῶν ἔμπροσθεν. οὐ μὴν εἴρηκέ τι περὶ τῶν ἐν ἐκείνῃ τῇ ἡλικίᾳ πλεοναζόντων πυρετῶν, ἀλλ’ ἐκ τοῦ νῦν εἰρημένου δῆλός ἐστιν ἐνδεικνύμενος ὀξεῖς αὐτοὺς γίγνεσθαι. ἀλλοιοῦνται γὰρ αἱ διαθέσεις τῶν παίδων τάχιστα, διὰ τὴν ὑγρότητα τοῦ σώματος καὶ τὴν τῆς φυσικῆς δυνάμεως ἀῤῥωστίαν. αἵματος δὲ ῥύσεις ἐκ τῶν ῥινῶν γίνονται τοῖς τηλικούτοις, ἐπειδὴ πλεονάζειν ἄρχεται κατὰ τὴν ἡλικίαν ἐκείνην ὁ χυμὸς οὗτος, οὐχ ὅτι πλείων γεννᾶται ἢ προσθὲν, ἀλλ’ ὅτι νῦν ἦττον ἀναλίσκεται, διὰ τὸ καὶ τὴν αὔξησιν, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ σώματος, ἦττον κατὰ τὴν ἡλικίαν ταύτην γίνεσθαι τῆς ἔμπροσθεν.

Τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δ’ ἐν ἑπτὰ μησὶ, τὰ δ’ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς τὴν ἥβην προάγουσιν. ὅσα δ’
639
ἂν διαμένῃ τοῖσι παιδίοισι πάθεα καὶ μὴ ἀπολυθῇ παρὰ τὸ ἡβάσκειν ἢ ταῖσι θήλεσι περὶ τὰς τῶν καταμηνίων ῥήξιας, χρονίζειν εἴωθεν.

Εἰ προσέκειτο τῷ λόγῳ τὰ χρόνια, κάλλιον ἂν ἦν. ὅθεν ἔνιοι τὸ τοῦ πάθους ὄνομα κατὰ τῶν χρονίων μόνων οἴονται λέγειν αὐτόν. ἀλλ’ ἐναντιοῦταί γε αὐτοῖς τὰ τοιαῦτα κατὰ τοὺς ἀφορισμοὺς εἰρημένα, ἐν τοῖσιν ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι, τῇσι φαρμακείῃσι χρέεσθαι καὶ αἱ λεπταὶ δίαιται καὶ ἐν τοῖσι μακροῖσιν ἀεὶ πάθεσι καὶ ἐν τοῖσιν ὀξέσι. δῆλον οὖν ἐκ τούτων ἐστὶν ὡς οὐ μόνον ἐπὶ τῶν χρονίων, ἀλλὰ καὶ ἐπὶ ὀξέων λέγειν εἴωθεν ὁ Ἱπποκράτης τὸ τοῦ πάθους ὄνομα. φαίνεταί γε μὴν νῦν ἤτοι κατὰ τῶν χρονίων αὐτὸ φέρων ἢ τὸν λόγον ἐλλιπῆ πεποιημένος. ἀλλ’ ἡμεῖς γε ἀναπληρώσαντες αὐτὸν φήσομεν οὕτως· τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθη χρόνια κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν

640
ἑπτὰ ἔτεσι. τῶν μὲν οὖν ἡμερῶν ἡ τεσσαρακοστὴ πρώτη μὲν τῶν χρονιζόντων ἐστὶ κρίσιμος, ἐσχάτη δὲ τῶν ἐκ μεταπτώσεως ὀξέων, ὡς καὶ πρόσθεν εἶπον. ὅσα δὲ τὸν ἀριθμὸν τούτων ὑπερβαίνει, κατὰ τὸν τῆς ἑβδομάδος λόγον ἴσχει τὴν κρίσιν, οὐκέθ’ ἡμερῶν ἑπτὰ συναριθμουμένων, ἀλλὰ πρότερον μὲν μηνῶν, εἶθ’ ἑξῆς ἐτῶν. καὶ μὲν δὴ καὶ ὅτι κατὰ τοῦτον ὑπερβάντα τὸν χρόνον εἰς τὴν τετάρτην ἡλικίαν ἀφικνεῖται πρόδηλον. δευτέρα τε γὰρ ἑβδομὰς ἐν τούτῳ τῷ χρόνῳ συμπληροῦται. καὶ ἄλλως αἱ μεταβολαὶ τοῦ σώματος μεγάλαι γίνονται κατὰ τὴν ἥβην καὶ μάλιστα ἐπὶ τῶν θηλειῶν, διὰ τὴν τῶν καταμηνίων φορὰν, ὥσθ’ ὅσα γε νοσήματα μηδὲ κατὰ ταύτην τὴν ἡλικίαν ἐλύθη μέχρι πολλοῦ χρόνου παραμένειν εἴωθεν.

Τοῖσι δὲ νεανίσκοισιν αἵματος πτύσιες, φθίσιες, πυρετοὶ ὀξέες, ἐπιληψίαι καὶ τἄλλα νοσήματα, μάλιστα δὲ τὰ προειρημένα.
641

Λεπτομερῶς πάνυ διελθὼν τὰς πρώτας ἡλικίας ἄχρι τῆς τῶν ἡβώντων οὐκ οἶδ’ ὅπως ὑπερέβη τὴν τῶν μειρακίων, ἐν τῷ μεταξὺ τῆς τῶν ἡβώντων καὶ τῶν ἀκμαζόντων οὖσαν. ἀλλ’ ἐκ τῶν εἰρημένων ἔνεστί σοί τι καὶ περὶ ταύτης τεκμήρασθαι, κοινωνούσης μὲν κατὰ πολλὰ ταῖς περιεχούσαις αὐτὴν ἑκατέρωθεν ἡλικίαις, ἴδιον δ’ ἐξαίρετον ἐχούσης ἐπὶ τῶν ἀῤῥένων τὴν ἐκ ῥινῶν αἱμοῤῥαγίαν, ἧς ἐμνημόνευσεν ἐπὶ τῶν ἐγγὺς τῆς ἥβης. ἄρχεται μὲν γὰρ ἐπιφαίνεσθαι κατ’ ἐκείνην τὴν ἡλικίαν τοῦτο τὸ σύμπτωμα, μάλιστα δ’ ἀκμάζει τοῖς μειρακίοις, εἶθ’ ὑφίησιν ἀνδρουμένους. ἀλλὰ ταύτην τὴν ἡλικίαν ὑπερβὰς ὁ Ἱπποκράτης ἐπὶ τὴν τῶν νεανίσκων ἀφικνεῖται, καὶ πρῶτον μὲν αἵματος πτύσιν καὶ φθίσιν ἔγραψεν, εἶθ’ ἑξῆς πυρετοὺς ὀξεῖς καὶ μετ’ αὐτοὺς ἐπιληψίαν. εἶτ’ ἐπὶ τούτοις ἔφη καὶ τὰ ἄλλα νοσήματα, μάλιστα δὲ τὰ προειρημένα, καλῶς μὲν τοῦτο προσγράψας, ὁρᾶται γὰρ οὕτως ἔχον, ἐλλιπῶς δὲ περὶ τῶν ὀξέων πυρετῶν διελθών. οὐ γὰρ ἁπλῶς ἐχρῆν εἰπεῖν ὀξεῖς καὶ οἵ γε τοῖς παισὶν οὐδὲν ἧττον ὁρῶνται γιγνόμενοι, ἀλλὰ

642
τῶν ὀξέων τριταίους μάλιστα καὶ καύσους. οὗτοι γὰρ χολωδέστατοί τε πυρετῶν ἁπάντων εἰσὶ καὶ πλεῖστοι τοῖς νεανίσκοις γίνονται. διότι καὶ ἡ ξανθὴ χολὴ πλεονάζει κατ’ αὐτὴν τὴν ἡλικίαν, ἐφ’ ἧς αἱ τοιαῦται νόσοι τοῖς ἀκμάζουσι γίνονται. φθίσεις δὲ καὶ πτύσεις αἵματος οὐ κατὰ τὴν φύσιν τῆς ἡλικίας πάσχουσιν, ἀλλὰ κατά τι τῶν συμβεβηκότων αὐτῇ. διὸ καὶ πρόσθεν ἔλεγεν· οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πλεῖστα νοσέουσιν ἦττον, ἔνθα καὶ ἡμεῖς εἴπομεν ὡς διὰ τὴν ἀκρασίαν τοῖς νέοις, οὐ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως τὰ νοσήματα γίγνεται πολλά. κατὰ τοῦτο οὖν καὶ τοῖς νεανίσκοις αἱ τοῦ αἵματος πτύσεις συμβαίνουσιν, ἤτοι διὰ τὸ πληγῆναι καὶ θλασθῆναι καὶ πηδῆσαι καὶ κράξαι σφοδρῶς ἢ διὰ ψύξιν καὶ χαμευνίαν ἢ πλησμονὴν ἤ τι τοιοῦτον. ταῖς δὲ τοῦ αἵματος πτύσεσιν ἕπονται φθίσεις, ὥστε καὶ διὰ ταῦτα νοσήσουσιν οἱ νεανίσκοι κατὰ συμβεβηκὸς, οὐ πρώτως οὐδὲ τῷ λόγῳ τῆς ἡλικίας. ἐπιληψίαι δὲ καίτοι κακῶς διαιτωμένοις αὐτοῖς, ὅμως οὐ γίγνονται πολλαὶ, καὶ θαυμάζω πῶς καὶ ταύτας ἔγραψεν ὁ Ἱπποκράτης
643
αὐτὸς ἐν ἑτέροις, οὐ μόνον ὅτι πλεονάζουσι τοῖς παισὶν εἰπὼν, ἀλλὰ καὶ ὅτι διὰ τοῦτο παιδικὸν ὀνομάζεται τὸ πάθημα καὶ ὅτι κατὰ τὴν μεταβολὴν τῆς ἡλικίας παύονται. γίνονται μὲν οὖν τισι καὶ τῶν νεανίσκων ἐπιληψίαι πρότερον οὐκ οὖσαι, διὰ τὴν ἐν τῇ διαίτῃ πλημμέλειαν ἣν ἔν τε τοῖς προσφερομένοις ποιοῦνται καὶ ἣν ἐν τοῖς διαπραττομένοις ὑπ’ αὐτῶν ἔργοις, ἔν τε χαμευνίαις καὶ ἡλιώσεσι καὶ χειμῶσι καὶ τοιούτοις. ἀλλ’ αὗταί γε οὐ πολλαί τινές εἰσι καὶ γίγνεται δὲ καὶ ἄλλα τινὰ νοσήματα κατὰ τὸν αὐτὸν λόγον, ὥστε κάλλιον ἦν ὧδέ πως εἰρῆσθαι τὸν ἀφορισμόν. τοῖς δὲ νεανίσκοις γίνεται μὲν καὶ τἄλλα σχεδὸν ἅπαντα τὰ ῥητὰ κατὰ τὰς ἄλλας ἡλικίας, ἐξαιρέτως δὲ οἵ τε καῦσοι καὶ οἱ τριταῖοι πυρετοί. ἰστέον δὲ ὅτι ἡ ἀκμαστικὴ ἡλικία λε΄ ἔτεσι περιγράφεται, ἡ δὲ παρακμαστικὴ μθ΄.

Τοῖσι δὲ ὑπὲρ τὴν ἡλικίην ταύτην ἄσθματα, πλευρίτιδες,
644
περιπνευμονίαι, λήθαργοι, φρενίτιδες, καῦσοι, χολεραὶ, διάῤῥοιαι χρόνιαι, δυσεντερίαι, αἱμοῤῥοΐδες.

Τῶν νεανίσκων ἡλικία κατὰ τὴν πέμπτην ἑβδομάδα περιγράφεται. κατὰ τοῦτο γοῦν καὶ αὐτὸς ἔλεγεν ἐν τῷ προγνωστικῷ. μᾶλλον δὲ χρὴ προσδέχεσθαι τοῦ μὲν αἵματος τὴν ῥύσιν τοῖσι νεωτέροισι πέντε καὶ τριάκοντα ἐτέων. ἡ γὰρ ἐχομένη τῶν νεανίσκων ἡλικία ταῖς ἐφεξῆς ἑβδομάσι δύο παρεκτείνεται, πάντα μὲν ἔτι πράττειν ἐπιχειρούντων αὐτῶν τὰ κατὰ τὸν βίον, παραπλησίως τοῖς ἀκμάζουσιν, οὐ μὴν ὁμοίως γε ἐξαρκούντων τοῖς πόνοις. ὑπό τε γὰρ ἐγκαύσεως καὶ ψύξεως καὶ χαμευνίας, ἀγρυπνίας τε καὶ πλησμονῆς μᾶλλον ἐκείνων βλάπτονται. καὶ μὲν δὴ καὶ ἡ κρᾶσις αὕτη τῶν τοιούτων μελαγχολικωτέρα πως ἔστι. καὶ διὰ τοῦτο ἐν αὐτῇ μελαγχολῶσι πολλοὶ, καθάπερ τῶν ὡρῶν ἐν φθινοπώρῳ. ὡς γὰρ ἐκεῖνο τὴν ἐν τῷ θέρει κατοπτηθεῖσαν ὠχρὰν χολὴν διαδέχεται ψυχρὸν ὂν, οὕτω καὶ ἡ παρακμαζόντων

645
ἡλικία τὴν τῶν νεανίσκων, ἐπεὶ αὐτῇ ἐοικυῖα μάλιστα θέρει καὶ θαυμάσαι γέ ἐστι πῶς οὐκ ἔγραψεν ἐπ’ αὐτῆς μελαγχολίας. εὗρόν γε μὴν ἔν τισι τῶν ἀντιγράφων καὶ ταύτην γεγραμμένην, ἤτοι προσθεῖναι τὸ λεῖπον τολμήσαντός τινος ὡς παρεωραμένον ὑφ’ Ἱπποκράτους, ἢ τῶν ἄλλων ἡμαρτημένοις ἀντιγράφοις πιστευσάντων. ἀπόλλυνται δὲ καὶ τῶν φθινόντων πολλοὶ κατὰ ταύτην τὴν ἡλικίαν καὶ τῶν νεανίσκων καὶ ὅσοι ἐξ αἵματος πτύσεως ἁλίσκονται φθόῃ κατὰ ταύτην ἀπόλλυνται. οὐ μὴν πτύουσί γε αἷμα πολλοὶ κατὰ ταύτην, ὅτι μηδὲ πλῆθος αἵματός ἐστιν ἐπὶ τοῖς τηλικούτοις. ἄσθμασι δὲ καὶ περιπνευμονίαις καὶ πλευρίτισιν ἁλίσκονται μᾶλλον τῶν νεανίσκων, ὡς ἂν τῇ μὲν διαίτῃ καὶ τοῖς πόνοις ὁμοίως χρώμενοι, πολὺ δ’ ἀσθενέστερον ἐκείνων ἔχοντες τὸ σῶμα. καὶ ὅλως ἃ παρέλιπεν ἐπὶ τῶν ἀκμαζόντων κατὰ λέξιν νοσήματα, ταῦτα νῦν ἅπαντα διέρχεται. καὶ γὰρ αἱ φρενίτιδες καὶ οἱ καῦσοι καὶ αἱ χολεραὶ καὶ αἱ δυσεντερίαι τοῖς νεανίσκοις
646
οὐδὲν ἧττον, ἢ τοῖς παρακμάζουσι γίνονται, τὴν ὑπόθεσιν τῆς γενέσεως ἐκ τῆς ὠχρᾶς χολῆς λαμβάνουσαι. χρονιώτεραι δὲ ἐπὶ τῶν παρακμαζόντων αἱ διάῤῥοιαι γίνονται, διὰ τὸ τῆς ἀναδόσεως ἐλλιπές. σχεδὸν γὰρ ἁπασῶν τῶν ἡλικιῶν ἡ παρακμαστικὴ βραχυτάτων δεῖται τῶν ἀναλαμβανομένων εἰς τὴν ἕξιν, ὅτι καὶ τὸ διαφορούμενον ὑπ’ αὐτῶν ὀλίγιστον. οὔτε γὰρ ἔτι θερμὸν ὁμοίως ἐστὶ τὸ σῶμα ὡς ἔμπροσθεν οὔτε εἰς αὔξησιν ἔτι δαπανᾶται κατ’ αὐτὴν, ἀλλ’ οὐδὲ τῆς καθεκτικῆς δυνάμεως ἱκανῶς ἀῤῥωστούσης, ὡς ἐπὶ τῶν γερόντων, ἀποῤῥεῖ τι πλέον ἐκ τοῦ σώματος. ἐπεὶ τοίνυν αἱ διάῤῥοιαι γίγνονται μὲν, ἤτοι τῆς πέψεως ἢ τῆς ἀναδόσεως ἀποτυγχανομένων, γίγνονται δὲ καὶ διὰ χολῆς δριμύτητα ξυούσης τὸ ἔντερον, ἅπαντα δὲ ταῦτα ἐπὶ τῶν παρακμαζόντων ἐστὶν, εἰκότως ἐπ’ αὐτῶν αἱ διάῤῥοιαι χρονίζουσιν. οἵ γε μὴν ληθαργικοὶ πυρετοὶ γίγνονται μὲν ἐπὶ φλεγματώδει χυμῷ κατὰ τὸν ἐγκέφαλον ἠθροισμένῳ. ταῖς δὲ ἔμπροσθεν ἡλικίαις ἐνδεῖ μᾶλλον ὁ χυμὸς οὗτος ἢ περιττεύει. κατά γε μὴν τὴν τῶν γερόντων πάμπολυς μέν
647
ἐστιν, ἀλλὰ διὰ τὸ ψυχρὸν τῆς ἡλικίας οὐκ ἐξάπτει πυρετούς. ἐπὶ δὲ τῆς τῶν ἀκμαζόντων καὶ περιττεύει ὁ τοιοῦτος χυμὸς καὶ ψυχρὸν οὐδέπω τὸ σῶμά ἐστιν. αἱ λειεντερίαι δὲ ἐδείχθησαν αἱ μὲν ὑπὸ τοῦ ψυχροῦ φλέγματος, αἱ δὲ ὑπὸ δυσκρασίας μόνης ἄῤῥωστον ἐργαζομένης τὴν καθεκτικὴν τῆς γαστρὸς δύναμιν, αἱ δ’ ὑπό τινος ἑλκώδους διαθέσεως γιγνόμεναι, καὶ ταῦτα πάντα πλεονάζει τοῖς παρακμάζουσιν. αἱ δ’ αἱμοῤῥοΐδες οἰκεῖον ὄντως εἰσὶ τῆς ἡλικίας ταύτης πάθος, ὥσπερ αἱ μελαγχολίαι. γίνονται γὰρ ὑπὸ μελαίνης χολῆς, ἐπειδὰν εἰς τὰς κατὰ τὴν ἕδραν φλέβας ἀθροώτερον κατασκήψῃ. ἐμοὶ μὲν οὖν εἴρηται τῶν κατειλεγμένων ἁπάντων παθῶν ἡ αἰτία. τὸ δ’ ἐπιστημονικὸν τῆς πίστεως αὐτῶν, ὑπάρχει τοῖς ἀναλεξαμένοις τὰς περὶ τούτων ἀποδείξεις, ἃς ἐν ταῖς ἡμετέραις πραγματείαις πεποιήμεθα. καταμαθήσεται δ’ αὐτὰς ὁ βουλόμενος ὁπόσαι τέ εἰσι καὶ ὁποῖαι καὶ ἥντινα θεωρίαν διδάσκουσα ἑκάστη τὸ περὶ τῆς τάξεως τῶν ἡμετέρων ὑπομνημάτων ἀναγνοὺς βιβλίον. ἐκ τούτων γὰρ ὁρμηθεὶς εἴσεται πῶς ἑκάστην αὐτῶν ἀναγνωστέον ἐστί.

648
Τοῖσι δὲ πρεσβύτῃσι δύσπνοιαι καὶ κατάῤῥοι βηχώδεες, στραγγουρίαι, δυσουρίαι, ἄρθρων πόνοι, νεφρίτιδες, ἴλιγγοι, ἀποπληξίαι, καχεξίαι, ξυσμὸς τοῦ σώματος ὅλου, ἀγρυπνίαι, κοιλίης καὶ ὀφθαλμῶν καὶ ῥινῶν ὑγρότητες, ἀμβλυωπίαι, γλαυκώσιες, βαρυηκοΐαι.

Τοὺς πρεσβύτας τῶν γερόντων ἔνιοι τῶν ὑπὸ Ἱπποκράτους διορίζουσιν, ἐπὶ μὲν τῆς τελευταίας ἡλικίας τὸ τῶν γερόντων ὄνομα διορίζοντές τε καὶ διὰ παντὸς ἡγούμενοι λέγεσθαι, τὸ δὲ τῶν πρεσβύτων ἐπὶ τῆς πρὸ αὐτῆς, ἥτις ἐστὶ μέση τῆς τε τῶν νεανίσκων καὶ τῆς τῶν γερόντων. ἀλλὰ νῦν γε σαφῶς ἐνεδείξατο πρεσβύτας ὀνομάζων τοὺς τὴν ἐσχάτην ἄγοντας ἡλικίαν· ἐν αὐτοῖς γοῦν καταπαύει τὸν λόγον ὡς ἁπάσας ἤδη διεληλυθώς. ἁλίσκονται δ’ οὗτοι συνεχέστατα κατάῤῥοις βηχώδεσι, διά τε τὸ ῥᾳδίως ψύχεσθαι τὰ περὶ τὴν κεφαλὴν καὶ διὰ τὸ πολλὰ γεννᾶσθαι

649
περιττώματα τούτοις φλεγματικὰ ψυχρῶν τὴν κρᾶσιν ἱκανῶς ἤδη γενομένων τῶν κατὰ τὸν ἐγκέφαλον. ἄσθματα δὲ διά τε τοὺς κατάῤῥους τούτους καὶ ἄλλως τῶν ἀναπνευστικῶν ἰδίαν ἀρχὴν ψύξεως πολλάκις λαμβανόντων, ἅτε δὴ πολλῶν τε καὶ παχέων ἐν αὐτοῖς περιττωμάτων γιγνομένων καὶ προσέτι τῆς δυνάμεως ἀσθενοῦς οὔσης, ἐμφράττονται πολλάκις οἱ νεφροὶ καὶ τοὺς λίθους γεννῶσιν, ὅταν γλίσχρον ἢ παχὺ περίττωμα μένον αὐτόθι πωρώδη λάβῃ σύστασιν. ἄρθρων δὲ πόνοι γίγνονται, ὁτὲ μὲν ἐπιῤῥεόντων ἐνίοις περιττῶν ἐνταῦθα, ἔστι δ’ ὅτε καὶ τῇ ψύξει ἐτῶν κινούντων ὀργάνων αὐτά. καὶ τοὺς ἰλίγγους δὲ πολλάκις μὲν αὐτοῖς τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις ἀτμώδους πνεύματος ἄτακτος κίνησις ἐργάζεται, πολλάκις δ’ ἀθροισθέντων ἐν τῇ γαστρὶ περιττωμάτων μοχθηρῶν ἀτμώδης ἀναθυμίασις ἐπὶ τὸν ἐγκέφαλον φέρεται. περὶ δὲ τῆς ἀποπληξίας τί δεῖ καὶ λέγειν; οὐδὲν γὰρ οὕτως οἰκεῖόν ἐστι νόσημα τῇ τῶν γερόντων ἡλικίᾳ, διὰ τὸ πληροῦσθαι τὸν ἐγκέφαλον αὐτοῖς
650
φλεγματωδῶν περιττωμάτων. εἴ γε μὴν ἕλκος που γένηται γέροντι, δυσχερῶς ὑγιάζεται διὰ τὴν ἔνδειαν τοῦ αἵματος καὶ κνῶνται πυκνῶς ὅπερ, ὠνόμασε ξυσμοὺς, ὡς ἂν τῶν τὴν κίνησιν ἐργαζομένων περιττωμάτων δυσχερῆ τὴν διὰ τοῦ δέρματος ἐχόντων κένωσιν. εἰκὸς γάρ που τῇ ψύξει καὶ τὸ δέρμα πυκνούμενον αὐτοῖς εἶναι καὶ τὰ περιττώματα πλείω τε ἅμα καὶ παχύτερα. οὐ γὰρ δὴ πάντες συνεχῶς ἀγρυπνοῦσι καὶ ἄλλως μὲν ὅτι φροντιστικόν πως ὑπάρχει τὸ γῆρας, ἀλλὰ καὶ διὰ τὴν τοῦ σώματος ξηρότητα, διὸ καὶ μᾶλλον ἀγρυπνοῦσιν ὅταν ἀκριβῶς ὑγιαίνουσι. λέλεκται τοιγαροῦν ἡμῖν ἐν τοῖς περὶ κράσεως ὑπομνήμασιν αὐτὰ μὲν τὰ μόρια τοῦ σώματος ἐν τῷ γήρᾳ γίνεσθαι ξηρότητα, περιττωμάτων δὲ πλῆθος ἀθροίζεσθαι φλεγματωδῶν. διὸ πρὸς τῶν πολλῶν εἰκότως ὑπολαμβάνεται ψυχρὸν καὶ ὑγρὸν τὸ γῆρας. ἐν ᾧ μὲν χρόνῳ ταῦτ’ ἀθροισθῇ, πλείω κατὰ τὸ ἐγκέφαλον, ὑπνώδεις γίγνονται μᾶλλον, ἐν ᾧ δ’ ἂν ἐκκρίνηται καλῶς, ἀγρυπνητικοί. συμβαίνει δὲ καὶ γεννᾶσθαι μείω καὶ θᾶττον ἐκκρίνεσθαι μᾶλλον καθ’ ὃν ἂν
651
ὑγιεινῶς διάγωσι χρόνον, ὅθεν καὶ μάλιστα πάθος ἴδιον δοκεῖ γεροντικῆς ἡλικίας ἀγρυπνία. αἱ δ’ ὑγρότητες αὐτοῖς αἵ τε τῶν ὀφθαλμῶν καὶ τῶν ῥινῶν εὔδηλον ὅτι διὰ τὰ τοῦ ἐγκεφάλου περιττώματα γίγνεται. τῶν δ’ αὐτῶν τούτων καταῤῥεόντων εἰς τὴν γαστέρα καὶ αὐτὴ πολλάκις ὑγραίνεται. αἱ δ’ ἀμβλυωπίαι καὶ αἱ βαρυηκοΐαι διὰ τὴν τῆς αἰσθητικῆς δυνάμεως ἀμαύρωσιν αὐτοῖς γίγνονται. γλαυκώσεις δὲ διὰ τὴν τῶν ὀργάνων ἄμετρον ξηρότητα καὶ διὰ τὸ τὴν ἰδέαν τοῦ ὑποχύματος ἔχειν.