In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Οἱ ἐκλυόμενοι πολλάκις καὶ ἰσχυρῶς ἄνευ φανερῆς προφάσιος ἐξαπίνης τελευτῶσιν.
540

Οὐ πάντες οἱ ἐκλυόμενοι ἐξαίφνης τελευτῶσιν, ἀλλ’ εἰ προσθείης αὐτοῖς διορισμοὺς τρεῖς, ἕνα μὲν καὶ πρῶτον, ἵνα πολλάκις τοῦτο πάσχωσι, δεύτερον δὲ ἵνα ἰσχυρῶς καὶ τρίτον ἄνευ φανερᾶς αἰτίας. ἐπεὶ γυνή τις ἐπὶ πλεῖστον ἐν τῷ βαλανείῳ διατρίβουσα χρόνον συνεχῶς ἐξελύετο, διὰ τὸ μῆκος τοῦ χρόνου καὶ ὅτι τὸ βαλανεῖον ὡς τὰ πολλὰ μοχθηροῖς ὑπεκαίετο ξύλοις. ἀλλ’ οὐ νοσήματός που τοῦτο σημεῖον, ἐπὶ φανερᾷ προφάσει γινόμενον. ἑτέρα δὲ καὶ ὑστερικοῖς ἐνοχλουμένη παθήμασιν ἔπασχε τοῦτο· καί τις ἄλλος εἰ ἐπὶ πλέον ἀσιτήσας ἔτυχεν, ἐξελύετο λυομένη. ἄλλος δὲ εἰ μὴ προὔλαβεν ἄρτου τι, τοῦτ’ ἔπασχεν, εἰ καὶ καθ’ ὥραν ἐλούετο. τοῖς τοιούτοις μὲν οὖν ἢ ἀσθενὲς ἢ αἰσθητικὸν ἱκανῶς ἐστι τὸ τῆς γαστρὸς στόμα. ὅσαι δὲ διὰ μηδὲν τούτων ἐκλύονται πολλάκις καὶ ἰσχυρῶς, οὗτοι δι’ ἀῤῥωστίαν τῆς ψυχικῆς δυνάμεως τοῦτο πάσχουσιν, ὥσπερ κἀκεῖνος, ᾧ μετὰ τῆς ἐκλύσεως παλμὸς ἐγένετο τῆς 

541
καρδίας ἰσχυρὸς, ἀπέθανεν ἐξαίφνης ὥσπερ οἱ ταῖς ὀξυτάταις ἁλισκόμενοι καρδιακαῖς συγκοπαῖς.

Ἀποπληξίην ἰσχυρὴν λύειν μὲν ἀδύνατον, ἀσθενέα δὲ οὐ ῥηΐδιον.

Ἐν ταῖς ἀποπληξίαις ἐξαίφνης ἀναίσθητοί τε καὶ ἀκίνητοι γίνονται πᾶν τὸ σῶμα, πλὴν μόνης τῆς ἀναπνοῆς, ὡς εἴ γε καὶ αὕτη κωλυθῇ, ἡ μεγίστη τέ ἐστιν ἥδε καὶ ὀξυτάτη τῶν ἀποπληξιῶν. ὅσοι δ’ ἀναπνέουσι μὲν, ἀλλὰ μετὰ βίας σφοδροτάτης, ἰσχυρὰ τούτοις ἐστὶν ἡ ἀποπληξία. ἰσχυρὰ δὲ καὶ τοῖς τοιούτοις, ἀλλ’ ἧττον ὅσοι χωρὶς μὲν συντονίας καὶ βίας ἀνώμαλόν τε καὶ ἄτακτον, ἔτι δὲ διαλείπουσαν ἔχουσιν τὴν ἀναπνοήν. ὡς ἐφ’ ὧν γε διασώζει τινὰ τάξιν, ἀσθενὴς ἡ τοιαύτη, καὶ πράττων ἃ χρὴ πάντα, τάχα ἂν αὐτὴν ἰάσαιο. πᾶσαι μὲν οὖν αἱ ἀποπληξίαι γίνονται

542
τῆς ψυχικῆς δυνάμεως ἐπιῤῥεῖν ἀδυνατούσης τοῖς κάτω τῆς κεφαλῆς, ἤτοι διὰ φλεγμονώδη τινὰ διάθεσιν ἐν αὐτῷ τῷ ἐγκεφάλῳ συστᾶσαν ἢ τῶν κοιλιῶν αὐτοῦ ἐμπιπλαμένων ὑγρότητος φλεγματώδους. ἀλλὰ τῷ μεγέθει τῆς αἰτίας καὶ τὸ τοῦ πάθους ἕπεται μέγεθος. ἀνίατον δ’ ἐστὶν ὡς τὰ πολλὰ διὰ τὴν βλάβην τῆς ἀναπνοῆς. καὶ θαυμάσαι γέ ἐστιν ὅπως τῶν ἄλλων μυῶν ἁπάντων ἀκινήτων ἐν ταῖς ἀποπληξίαις γινομένων οἱ τὸν θώρακα διαστέλλοντες, εἰ καὶ μόγις, ἀλλὰ κινοῦνταί γε πολλάκις. ἔοικε δὲ γίνεσθαι τοῦτο διὰ τὴν χρείαν τῆς ἀναπνοῆς, ἐπεγειρούσης αὐτὴν τὴν ἐν τοῖς νεύροις δύναμιν ἐπὶ τὴν ἐνέργειαν. καὶ δι’ αὐτό γε τοὐπίπαν ἅπαντες οἱ μύες ἐπὶ τῶν ἀποπλήκτων ἐνεργοῦσιν, οἱ κινοῦντες τὸν θώρακα, καίτοι πρόσθεν ὀλιγάκις ἐνεργοῦντες ἅπαντες, ὥσπερ ἐν ταῖς σφοδροτάταις γυμνασίαις, ἐπειδὴ πλείστης τῆς ἀναπνοῆς ἐστι χρεία κατὰ ταῦτα. ἀλλὰ τοῖς ἀποπλήκτοις οὐ τῷ τὴν χρείαν ηὐξῆσθαι τῆς ἀναπνοῆς, ἀλλὰ διὰ τὴν ἀῤῥωστίαν τῆς δυνάμεως συνεργεῖν ἀναγκάζονται πάντες οἱ τοῦ θώρακος μύες. ὥσπερ
543
καὶ τῶν ἄλλως ἐν πυρετῷ ἀσθενῆ τὴν δύναμιν ἐχόντων δι’ αὐτό γε τοῦτο καὶ κινεῖν ἀναγκάζονται πάντες ἑαυτοὺς εἰς ἓν ἀξιόλογον κεφάλαιον, τὴν ἐξ ἁπάντων ἐνέργειαν ἀθροίζοντες.

Τῶν ἀπαγχομένων καὶ καταλυομένων, μήπω δὲ τεθνηκότων οὐκ ἀναφέρουσιν οἷσιν ἂν ἀφρὸς ᾖ περὶ τὸ στόμα.

Πᾶσα μὲν ἀφροῦ γένεσις ἐκ μίξεως ἀποτελεῖται δυοῖν οὐσιῶν, τῆς μὲν ἑτέρας πνευματικῆς, ὑγρᾶς δὲ τῆς ἑτέρας. γίνεται δ’ ἡ μίξις αὐτῶν εἰς πολλὰ θραυσθείσης ἑκατέρας καὶ πολλὰς ἐν τῇ συμπλοκῇ σμικρὰς πομφόλυγας ἐργαζομένων. ὅταν δὲ ᾖ γλίσχρον τῇ συστάσει τὸ καταθραυσθὲν ὑγρὸν, οὗ περιπλεκομένου τῷ πνεύματι τὰς πομφόλυγας γενηθῆναι συμβῇ, δύσλυτός τε καὶ μόνιμος ὁ ἀφρὸς γίνεται, οἷον μάλιστα τοῖς δραμοῦσιν ἵπποις ἢ τοῖς θυμωθεῖσι

544
κάπροις ἀθροίζεται περὶ τὸ στόμα. τὴν δ’ ἑκατέρων τῶν οὐσιῶν θραῦσίν τε καὶ μίξιν ἐνίοτε μὲν ἐργάζεται βιαία κίνησις ἤτοι γ’ ἀμφοῖν ἢ μόνης τῆς ἑτέρας, ἐνίοτε δὲ ἰσχυρὰ θερμότης, εἰ μὴ ἄρα καὶ ταύτην τῇ κινήσει τις λέγοι τὸν ἀφρὸν ἐργάζεσθαι. ἀλλὰ τῷ γε τοῖς ἐναργῶς φαινομένοις ἑπομένῳ διττὴν ἀσφαλέστερόν ἐστι φάναι τὴν γένεσιν εἶναι, κατὰ μὲν τοὺς σφοδροὺς ἀνέμους ἐμπίπτοντας τῇ θαλάττῃ διὰ πληγὴν ἰσχυρὰν, ἐπὶ δὲ τῶν λεβήτων διὰ τὴν θερμασίαν. οὕτω δὲ κἀν τοῖς τῶν ζώων σώμασιν ἐν μὲν τοῖς ἐπληπτικοῖς σπασμοῖς ἡ συντονία τῶν κινήσεων τὸν ἀφρὸν εἴωθε γεννᾷν, ἐπὶ δὲ τῶν κάπρων ἡ θερμασία, κατὰ δὲ τοὺς δρόμους τῶν ἵπτων ἄμφω φαίνεται σύντονα. συνεχῶς γὰρ εἴσω καὶ ἔξω τοῦ κατὰ τὰς ἀναπνοὰς ἀέρος φερομένου τό τε σίελον αὐτοῖς λεπτύνεται καί τι κἀκ τοῦ πνεύμονος ἀτμοειδῶς ἀναφερόμενον, ἐπιμίγνυταί τε καὶ συμπλέπεται τῷ σιέλῳ τοῦ γενομένου τὴν οὐσίαν ἀφροῦ συναῦξον. ὅσοι δ’ ἡγοῦνται τὸν ἀφρὸν τοῦτον ἐκ τῆς κοιλίας ἀναφέρεσθαι διαμαρτάνουσιν. οὔτε γὰρ ἀθρόως αὐτὸν ἐκεῖθεν
545
ἥκειν ἐγχωρεῖ, μήτε ἐμοῦντος τοῦ ζώου τηνικαῦτα μήθ’ ὅλως ναυτιῶντος, ὧν συμπτωμάτων χωρὶς οὐχ οἷόν τέ ἐστιν ἐκ τῆς γαστρὸς ἀνενεχθῆναί τι, καὶ πολὺ δὴ μᾶλλον ἀδύνατον ἀναφέρεσθαί τινα ἀτμὸν ὁμοίως τῷ κατὰ τὰς ἀναπνοὰς, μηδεμιᾶς τοιαύτης ἐκ τῆς γαστρὸς ἀναφερομένης οὐσίας, οἵαν ὁ πνεύμων ἀναπνεῖ. καὶ γάρ τοι καὶ τὸ αἷμα τὸ μὲν ἐκ τοῦ πνεύμονος ἀναγόμενον ἀφρῶδες ὁμοίως ἐστὶ τῷ σπλάγχνῳ. τὸ δ’ ἐκ τῆς γαστρὸς οὐδ’ ἐγγὺς τῷ τοιούτῳ, ἀλλ’ ὁ μὲν ἅμα τῷ αἵματι ἐκ τοῦ πνεύμονος συναναφερόμενος ἀφρὸς ἀθρόως τε καὶ μετὰ βηχὸς ἀνάγεται, ὁ δ’ ἐκ τοῦ τοιούτου χυμοῦ κατ’ ὀλίγον ἐκπνεόμενος ἀτμὸς οὐ κινεῖ βῆχας. περιβληθείσης γε μὴν ἀγχόνης τῷ τραχήλῳ δεῖται μὲν ἡ καρδία καὶ ὁ πνεύμων ἐκπνεῦσαι τὸ λιγνυῶδες περίττωμα· δέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ περὶ χρείας ἀναπνοῆς γράμματι· κωλυόμενον δὲ διὰ τὴν ἀγχόνην βιαίως ὠθεῖ πᾶν αὐτὸ, κἀν τούτῳ καὶ τῆς οἰκείας ὑγρότητός τι συνεκβάλλει, καθάπερ κἀν ταῖς τοῦ αἵματος 
546
ἀναγωγαῖς. ὀλέθριον οὖν τοῦτο τὸ σημεῖόν ἐστιν, ἐπειδὴ τῆς βίας τοῦ πνεύμονός ἐστι δηλωτικὸν, ἣν πάσχει πνιγομένου τοῦ ζώου. μάλιστα δ’ εἰκὸς αὐτῷ γίνεσθαι τοῦτο διὰ τὴν ἐκ τῆς καρδίας εἰς αὐτὸν ὠθουμένην θερμασίαν, ὥστε καὶ τῇ ζέσει τοῦ θερμοῦ καὶ τῇ τοῦ πνεύματος βιαίᾳ κινήσει καὶ τῇ σφοδρᾷ τοῦ πνεύμονος συντονίᾳ, τῆς ἀναγωγῆς γενομένης τοῦ ἀφροῦ, θανατῶδες τὸ σημεῖον. ἔνιοί γε μὴν ἐν τῷ σπανίῳ τῶν ἀπαγχομένων ἀπήνεγκαν, ἀφροῦ φανέντος περὶ τὸ στόμα· καὶ ἴσως ὁ Ἱπποκράτης οὐχ ὡς διὰ παντὸς ἀπολλυμένων, ἀλλ’ ὅτι τοὐναντίον σπανιώτατα, οὕτως ἀπεφήνατο, καθάπερ ὀλίγον ἔμπροσθεν ἐδείκνυτο, ἔνθα φησὶ κατὰ τὸν ἀφορισμόν· ὁκόσοισι νέοισιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται. τὸ γὰρ ὡς τὸ πολὺ παρέλιπεν ἐνταῦθα εἰπεῖν, ἐν τοῖς κατωτέρω προσθεὶς αὐτὸ, ἔνθα φησὶν, ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν ξηρὰς ἐχόντων, ἐς δὲ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι· ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.

547
Οἱ παχέες σφόδρα κατὰ φύσιν ταχυθάνατοι μᾶλλον γίνονται τῶν ἰσχνῶν.

Τοὺς ἐκ τῆς πρώτης ἡλικίας παχεῖς καὶ ἰσχνοὺς ἀλλήλοις παραβάλλων ἀποφαίνεται περὶ τῶν παχέων, ὡς εἰσὶ ταχυθάνατοι μᾶλλον τῶν ἰσχνῶν. ἄριστον μὲν γὰρ εὔσαρκον φῦναι, τουτέστι σύμμετρον, ὥστε μήτε παχὺν εἶναι μήτ’ ἰσχνὸν, οὕτω γὰρ ἂν δυνατὸν καὶ εἰς μακρὸν ἀφικέσθαι γῆρας. εἰ δ’ ὑπερβάλλοι τὸ σύμμετρον, ἀμείνων μὲν ἰσχνότης, μοχθηρὰ δὲ ἡ εἰς πάχος ὑπερβολή. στεναὶ γάρ εἰσι τούτων αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ διὰ τοῦτο καὶ αἷμα καὶ πνεῦμα παντελῶς ὀλίγον ἔχουσιν, ὥστ’ ἐπειδὰν προέρχωνται κατὰ τὴν ἡλικίαν, ταχέως αὐτοῖς ἐπὶ μικρᾷ προφάσει ἡ ἔμφυτος θερμασία διαφθείρεται. οἱ δ’ ἰσχνοὶ ταύτῃ μὲν οὐ κινδυνεύουσι, τῷ δὲ διαχεῖσθαι τὰ κύρια μόρια μηδὲν ἔχοντα πρόβλημα, πρὸς τῶν ἔξωθεν αἰτίων ἑτοίμως βλάπτονται. ὅσοι μέντοι ἦσαν σύμμετροι, διαίτῃ

548
δ’ ἀγροτέρᾳ χρησάμενοι παχεῖς ἐγένοντο, τούτοις, εἰ καὶ σαρκὸς καὶ πιμελῆς ἐπετράφη πλῆθος, ἀλλ’ εὐρεῖαι αἵ τε φλέβες εἰσὶ καὶ αἱ ἀρτηρίαι καὶ διὰ τοῦτο μείζονα ἔχουσι τὴν ἔμφυτον θερμασίαν, ἧττον εὔσβεστον.

Τῶν ἐπιληπτικῶν τοῖσι νέοισι ἀπαλλαγὴν αἱ μεταβολαὶ τῆς ἡλικίης καὶ τῶν χωρίων καὶ τῶν βίων ποιέουσιν.

Ἐγγὺς πῶς ἐστιν ἀποπληξίας τὸ τῆς ἐπιληψίας πάθος, ὡς ἂν τὸν πάσχοντα τόπον ἐχόντων ἀμφοῖν τὸν αὐτὸν καὶ τὸν ποιοῦντα χυμόν. ἀλλ’ ἡ μὲν ἀποπληξία διὰ παντελῆ στέρησιν τῆς ἐπιῤῥεούσης δυνάμεως τοῖς νεύροις, ἡ δ’ ἐπιληψία διὰ πλημμελῆ κίνησιν γίνεται. ψυχρὸς δ’ ἐστὶν ἀμφοῖν καὶ παχὺς χυμός. καὶ διὰ τοῦθ’ ἡ τῶν νεανίσκων ἡλικία ξηρὰ καὶ θερμὴ τὴν κρᾶσιν ὑπάρχουσα μέγιστον βοήθημα γίνεται τῶν ἐπιληπτικῶν διαθέσεων, οὕτω δὲ καὶ

549
τῶν χωρίων αἱ ἀνάλογοι μεταβολαί. λέγω δ’ ἀνάλογον, ὅταν εἰς ξηρότητά τε καὶ θερμότητα μεθιστῶνται. κατὰ ταὐτὰ δὲ καὶ τῶν βίων. οὐδὲ γὰρ αἱ τούτων μεταβολαὶ πᾶσαι λύουσι τὴν ἐπιληψίαν, ἀλλ’ ὅσαι θερμοτέραν καὶ ξηροτέραν ἐργάζονται τὴν τοῦ σώματος ἕξιν. ἐγχωρεῖ δὲ καὶ ἁπλῶς ἀκοῦσαι τὴν μεταβολὴν τοῦ βίου τὰς ἐπιληψίας ὠφελεῖν. ἐπειδὴ τοὐπίπαν ἡ μοχθηρὰ δίαιτα γεννᾷ τὸ πάθος, ὥσθ’ ἡ μεταβολὴ πάνυ ἐπὶ τὸ βέλτιον ἄγει.

Δύο πόνων ἅμα γιγνομένων μὴ κατὰ τὸν αὐτὸν τόπον ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον.

Εἰ μὲν ἀκριβῶς ἀκούει τις τὸν αὐτὸν τόπον, οὐδέποτε δύο δύνανται πόνοι γίνεσθαι κατὰ τὸν αὐτόν. εἰ δ’ ἐν πλάτει, δυνατόν. λέγω δ’ ἐν πλάτει περὶ μόριον μεῖζον, οἷον ἢ περὶ βραχίονα ἢ πῆχυν ἢ μηρὸν ἢ κνήμην. ἀλλ’ οὗτοί γε οἱ πόνοι συναύξουσιν ἀλλήλοις τὴν ἀνίαν τοῦ

550
μορίου, μηδ’ ἑτέρου τὸν κάμνοντα διαλανθάνοντος. εἰ δ’ ἐν διαφόροις τόποις εἶεν, ὁ μὲν εἰ τύχῃ κατὰ τὸν πῆχυν, ὁ ἐν τῇ κνήμῃ. συμβαίνει τηνικαῦτα πρὸς τοῦ σφοδροτέρου τὸν ἕτερον ἀμαυροῦσθαι, τῆς αἰσθητικῆς δυνάμεως ὅλης ἐπὶ τὸ σφοδρότερον ἀπαγομένης τε καὶ περιελκομένης. τοῦτο γὰρ ἡμῖν καὶ κατὰ τὰς λύπας εἴωθε συμβαίνειν, οὔσας καὶ αὐτὰς οἷον ἀλγήματά τινα τῆς ψυχῆς ἄνευ τοῦ σώματος. κατακρύπτουσι γὰρ οὖν ἐν αὐταῖς αἱ σφοδρότεραι τὰς ἐλάσσους, ὅταν γε μὴ περὶ ἑνὸς γίνονται πράγματος· εἰ δὲ μή γε, ἀλλήλας κἀκεῖναι συναύξουσιν.

Περὶ τὰς γενέσιας τοῦ πύου, οἱ πόνοι καὶ οἱ πυρετοὶ ξυμβαίνουσι μᾶλλον ἢ γενομένου.

Τὸ πῦον ἐξ αἵματος γίνεται, μεταβάλλοντος εἰς ἡμιμόχθηρον, ὡς ἂν εἴπῃ τις μεταβολήν. ἡ μὲν γὰρ ἁπλῶς 

551
μοχθηρὰ μετὰ σηπεδόνος ἀποτελεῖται δυσώδους, ὥσπερ καὶ ἡ ἁπλῶς χρηστὴ θρέψις ἐστὶ τῶν τοῦ ζώου μορίων· ἡ δὲ τὸ πῦον ἐργαζομένη μεταξὺ τούτων ἐστὶν, οὔθ’ ὑπὸ τῆς παρὰ φύσιν μόνης οὔθ’ ὑπὸ τῆς ἐμφύτου θερμασίας γινομένη. μικτὴ γάρ πως ἐξ ἀμφοῖν ἐστιν ἡ τῆς φλεγμονῆς. πόνος μὲν γίνεται τεινομένου τε ἅμα καὶ θερμαινομένου παρὰ φύσιν τοῦ φλεγμαίνοντος μορίου. πυρετοὶ δ’ ἕπονται καὶ ἀρχῆς συνεκθερμανθείσης καὶ ταῦτ’ ἄμφω συμβαίνει, κατὰ τὴν οἷον ζέσιν τε καὶ καῦσιν τοῦ αἵματος. ἐπειδὰν δὲ τελέως καυθῇ τὸ λείψανον αὐτοῦ, πῦον γίνεται, καθάπερ ἐπὶ τῶν καυθέντων ξύλων ἡ τέφρα. καὶ διὰ τοῦτο κατ’ ἐκεῖνον τὸν χρόνον οἵ τε πόνοι καὶ οἱ πυρετοὶ λωφῶσι καὶ μάλισθ’ ὅταν ἐκκριθῇ τὸ πῦον, ὡς ἂν ἤδη δεδαπανημένης μὲν τῆς ὕλης, ἐσβεσμένης δὲ τῆς φλογώδους θερμασίας.

552
Ἐν πάσῃ κινήσει τοῦ σώματος, ὅταν ἄρχηται πονέειν, τὸ διαναπαύειν εὐθὺς ἄκοπον.

Τὸ πονεῖν σημαίνει μὲν καὶ τὸ ἀλγεῖν, σημαίνει δὲ καὶ τὸ κάμνειν καὶ καθ’ ἑκάτερόν γε ὁ λόγος αὐτῶν ἀληθής ἐστιν. ἐάν τε γὰρ ἀλγῶσιν ἤδη τὰ μόρια διὰ τὰς πλείονας κινήσεις, ἐάν τε καὶ κάμνωσιν, ὡς ἐνεργεῖν ἔτι μόγις δύνασθαι, τὸ διαναπαύειν εὐθύς ἐστιν ἄκοπον.

Οἱ εἰθισμένοι τοὺς συνήθεας πόνους φέρειν, κἂν ὦσιν ἀσθενέες ἢ γέροντες, τῶν ἀσυνήθων ἰσχυρῶν τε καὶ νέων ῥᾷον φέρουσι.

Ἄλλος ἄλλῳ συνήθης πόνος ἐστὶ, τῷ μὲν δρόμος, ἤ τις ἑτέρα κίνησις διὰ τῶν σκελῶν, τῷ δὲ τὸ χειρονομεῖν, ἤ τις ἄλλη διὰ τῶν χειρῶν ἐνέργειαν, τοῖς δὲ τὸ σκάπτειν ἢ ἐρέσσειν

553
ἢ ἀροῦν ἡ ἁπλῶς ὁτιοῦν ἄλλο. διαφορὰ δ’ ἐν ἅπασι τοῖς τοιούτοις ἐστὶ πόνοις, παρά τε τὸ πλείοσιν ἢ ἐλάσσοσιν ἐνερεῖν μορίοις καὶ παρὰ τὸ αὐτοῖς ἢ μᾶλλον ἢ ἧττον. ἀλλὰ τό γε κοινὸν ἐπὶ πᾶσιν, εὐτονώτερα τῶν ἄλλων γίνεσθαι τὰ γυμναζόμενα μόρια, καὶ διὰ τοῦτο ῥᾷον ὑπομένει τοὺς συνήθεις πόνους.

Τὰ ἐκ πολλοῦ χρόνου συνήθεα, κἂν ᾖ χείρω τῶν ἀσυνήθων, ἧσσον ἐνοχλεῖν εἴωθε. δεῖ οὖν καὶ εἰς τὰ ἀσυνήθεα μεταβάλλειν.

Οὐ περὶ τῶν γυμνασιῶν ἐστι μόνον ὡς ὁ πρόσθεν, ἀλλὰ περὶ πάντων ἁπλῶς ἀποφαίνεται τῶν συνήθων ὁ ἀφορισμὸς οὗτος, ἐδεσμάτων, πομάτων, λουτρῶν, ἀλουσίας, ἀγρυπνίας, ὕπνου, θάλψεως, ψύξεως, φροντίδων. ἧττον γὰρ ἕκαστον αὐτῶν βλάπτει σύνηθες γινόμενον τοῦ

554
φύσει μὲν ἀβλαβεστέρου, μηδέποτε δὲ εἰς ἔθος ἀφιγμένον. τὸ μὲν οὖν ἐπὶ τῶν γυμνασιῶν οὕτως ἔχειν εἰς τὴν εὐρωστίαν τῶν ἐνεργούντων μορίων ἀναφέρεται, καθ’ ὅ τι προείρηται, τὸ δ’ ἐπὶ τῶν ἄλλων ὅπως γίνεται νῦν ἐροῦμεν. ἐδέσματα μὲν καὶ πόματα φύσιν ἐπίκτητον ἐργάζεται, μάλιστα μὲν ἐν τῆ γαστρὶ, σὺν ἐκείνῃ δέ πως ἤδη καὶ κατὰ τἄλλα μόρια. καὶ γὰρ εἰ καὶ ὅτι μάλιστα κρατοῖτο καὶ μεταβάλλοιτο πρὸς τοῦ σώματος, ἀλλά τοι καὶ αὐτὰ διατίθησί πως αὐτὸ, κατὰ τὴν ἑαυτῶν φύσιν, ὥστ’ ἐν τῷ χρόνῳ πολλὴν γενέσθαι τὴν ἐναλλαγὴν καὶ τὴν ὁμοίωσιν τοῖς τρεφομένοις συστῆναι πρὸς τὰ τρέφοντα. ἐπιδέδεικται γὰρ τοῦτο ἡμῖν ἐν τῷ περὶ ἐθῶν βιβλίῳ. δέδεικται δὲ καὶ ὅτι πρὸς τῶν ὁμοίων ἕκαστον θᾶττον ἀλλοιοῦται. διὰ τοῦτ’ οὖν, ὅταν ὁμοιότερον γένηται τῷ μεταβαλλομένῳ τὸ μεταβάλλον, ἀλλοιοῖ θᾶττον αὐτό. καὶ μὲν δὴ καὶ πρὸς τῶν ἄλλων ἁπάντων, οἷς ὁμιλεῖ τὸ σῶμα, διατίθεταί πως οἷον ἐν ἀέρι ψυχρῷ καὶ θερμῷ, πυκνούμενον μὲν ὑπὸ τοῦ ψυχροῦ, ἀραιούμενον δ’ ὑπὸ τοῦ θερμοῦ, καὶ διὰ τοῦτο ἀνέχονται
555
μὲν τῶν συνήθων μᾶλλον, ἐνοχλεῖται δ’ ὑπὸ τῶν ἀήθων. εἰ γὰρ ἀραιῷ σώματι διὰ τὴν πρὸς τὸ θερμὸν ὁμιλίαν ἐξαίφνης προσπέσοι τὸ ψυχρὸν, εἴς τε τὸ βάθος αὐτοῦ διαδύεται παραχρῆμα καὶ βλάπτει μεγάλως. ἡ μὲν οὖν αἰτία καθ’ ἕκαστον τῶν συνήθων ἐν τῷ περὶ ἔθους λέγεται γράμματι. τὸ δ’ ἐκ τῆς πείρας ἐγνωσμένον ἤδη γινώσκομεν, ὃ μόνον ἔγραψεν ὁ Ἱπποκράτης, οὐκ ἀξιώσας προσγράψαι τὴν αἰτίαν. ἀλλ’ ἡμεῖς καὶ πρὸς τὴν αὐτῆς εὕρεσιν ἀφορμάς τινας δεδώκαμεν. ταῦτα μὲν οὖν ἱκανὰ πρός γε τὸ πρότερον μέρος τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου. τὸ δ’ ἐπὶ τῇ τελευτῇ γεγραμμένον, ἐν ᾧ συμβουλεύει μεταβάλλειν πως εἰς τὰ μὴ συνήθη, χάριν ἀσφαλείας ὑγιεινῆς εἴρηται. σφαλερὸν γάρ ἐστι πᾶν ἔθος μονοειδὲς, ἀδοκήτοις τύχαις πραγμάτων ὑποπεπτωκοτῶν ἁπάντων ἀνθρώπων. ἵν’ οὖν μή ποτ’ ἐξαίφνης περιπέσοντες ἀήθεσι πράγμασι μεγάλως βλαβῶμεν, ἄμεινον εἶναί φησιν ἁπάντων πεπειράσθαι. γένοιτο δ’ ἂν τοῦτο, μὴ μενόντων ἡμῶν 
556
ἐπὶ τοῖς συνήθεσι διὰ παντὸς, ἀλλὰ ποτὲ μὲν καὶ τῶν ἐναντίων ἀποπωρωμένων.

Τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁκωσοῦν τὸ σῶμα κινεῖν σφαλερόν. καὶ γὰρ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον. τὸ δὲ κατ’ ὀλίγον ἀσφαλὲς καὶ ἄλλως ἢν καί τις ἐξ ἑτέρου μεταβαίνῃ ἐφ’ ἕτερον.

Διὰ τί τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν κινεῖν τὸ σῶμα σφαλερόν ἐστιν αὐτὸς ἐδήλωσεν εἰπὼν ἅπαν εἶναι τὸ πολὺ τῇ φύσει πολέμιον. ἔστι γὰρ ἡ φύσις ἐν συμμετρίᾳ τῶν στοιχείων ἔχουσα τὴν οὐσίαν. εἰκότως οὖν τὸ πολὺ πᾶν, ὡς ἂν φθεῖρον, τὴν συμμετρίαν διαλυτικόν ἐστι τῆς τοῦ ζώου συστάσεως. τὸ δὲ κατὰ μικρὸν, φησὶ, πληροῦν ἢ κενοῦν

557
δηλονότι καὶ τἄλλα ὅσα τούτοις ἑξῆς εἶπεν ἀσφαλὲς ἄλλοτε γινόμενον καὶ μάλισθ’ ὅταν ἐξ ἑτέρου τινὸς τῶν ἐν ἔθει τὴν μεταβολὴν εἰς ἕτερον ποιώμεθα. συνεβούλευσε γὰρ ἐν τῷ πρὸ τούτου ἀφορισμῷ καὶ ἐς τὰ ἀσυνήθη μεταβαίνειν. ἐν ταῖς τοιαύταις οὖν μεταβάσεσι τὸ μὲν κατὰ πολὺ καὶ ἐξαπίνης σφαλερὸν ἱκανῶς ἐστι, τὸ δὲ κατὰ μικρὸν ἀσφαλές.

Πάντα κατὰ λόγον ποιέοντι, μὴ γινομένων τῶν κατὰ λόγον, μὴ μεταβαίνειν ἐφ’ ἕτερον, μένοντος τοῦ δόξαντος ἔξ ἀρχῆς.

Οὐ σμικρᾶς ἐπιστήμης ἔργον ἐστὶ τὸ μὴ μεταβαίνειν ἀπὸ τῶν ὀρθῶς δοξάντων, εἰ καὶ μηδέπω φαίνηται σαφὴς ἡ ὠφέλεια, τοῖς οὕτω γινομένοις ἑπομένη. καθάπερ γὰρ ἐπὶ τοῦ πλήττοντος τὴν ὑποκειμένην πέτραν σταλαγμοῦ

558
παμπόλλῳ χρόνῳ μόγις αἰσθητὸν γίνεται τὸ τοῦ λίθου πάθος, οὕτω συμβαίνει κἀπὶ τῶν δυσπέπτων διαθέσεων, ἐφ’ ὧν ὁ κατὰ λόγον ὀρθὸν εὑρηκὼς τὸ συμφέρον οὐκ ἀφίσταται τοῦ δόξαντος ἐξ ἀρχῆς, οὐδ’ ἄν μηδὲν φαίνηται σαφὲς ἐπὶ τῇ χρήσει γεγενημένον.

Ὁκόσοι τὰς κοιλίας ὑγρὰς ἔχουσι, νέοι μὲν ὄντες βέλτιον ἀπαλλάσσουσι τῶν τὰς ξηρὰς ἐχόντων, ἐς δὲ καὶ τὸ γῆρας χεῖρον ἀπαλλάσσουσι. ξηραίνονται γὰρ ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ἀπογηράσκουσιν.

Καὶ σαφής ἐστιν ὁ ἀφορισμὸς καὶ ὅσα χρὴ λεχθῆναι περὶ αὐτοῦ, πρόσθεν εἴρηται κατ’ ἐκεῖνον τὸν ἀφορισμὸν οὖ ἡ ἀρχὴ, ὁκόσοισι νέοισιν ἐοῦσιν αἱ κοιλίαι ὑγραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξηραίνονται.

559
Μεγέθει δὲ σώματος ἐννεάσαι μὲν ἐλευθέριον καὶ οὐκ ἀηδές ἐστιν. ἐγγηράσαι δὲ εἶ δύσχρηστον καὶ χεῖρον τῶν ἐλασσόνων.

Μέγεθος σώματος κυρίως μὲν ὀνομάζεται τὸ κατὰ μῆκος καὶ βάθος καὶ πλάτος ὑπὲρ τὸ σύμμετρον ηὐξημένον, ἤδη δὲ καὶ τὸ κατὰ μῆκος μόνον ἐπὶ πλέον ηὐξημένων σῶμα προσαγορεύομεν ἐνίοτε μέγα, καίτοι τό γε κύριον ὄνομα τούτου τὸ μακρόν ἐστιν. ὀνομάζουσι γὰρ ἐνίοτε καὶ τὸ κατὰ πλάτος τε καὶ βάθος, ὑπὲρ τὴν ἀναλογίαν ηὐξημένον σῶμα μέγα, καίτοι καὶ τοῦτο παχὺ λέγεται κυρίως ὀνομαζόμενον. εἰ μὲν οὖν μέγεθος σώματος εἴρηκεν ὁ Ἱπποκράτης τὸ κυρίως λεγόμενον, οὐδὲν μᾶλλον τοῦ μικροτέρου χεῖρον ἐν γήρᾳ, εἰ δὲ τὸ μακρὸν ἢ παχὺ δηλοῖ, χείρω καὶ δυσχρηστότερα ταῦτα γερόντων γίνεται. ἀλλὰ τῷ γε πάγει οὐδ’ ἐννεάσαι καλὸν οὐδ’ ἐλευθέριον. ἐπὶ τοίνυν

560
μόνου τοῦ μακροῦ τὸ ἐννεάσαι μὲν ἐλευθέριον, ἐγγηράσαι δὲ δύσχρηστον ἀληθῶς λέγοιτο· κυφοῦται γὰρ τούτων γηρώντων καὶ μόγις δύνανται βαστάζειν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης δύσφορον.