In Hippocratis Aphorismos Commentarii VII

Galen

Galen, In Hippocratis Aphorismos Commentarii VII

Λιμὸν θώρηξις λύει.

Θώρηξιν οἴνου πόσιν αὐτὸς εἴωθεν ὀνομάζειν. ἐν γοῦν τῷ περὶ φύσεως ἀνθρώπου καὶ διαίτης ὧδέ πως ἔγραψε· φανερὸν γὰρ δὴ ὅτι τὰ διαιτήματα ἑκάστου ἡμῶν οὐκ αἴτιά ἐστιν. ὅτι δ’ ἅπτεται πάντων ἡ νοῦσος ἑξῆς καὶ τῶν

499
νεωτέρων καὶ πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων. ἐκ τοῦ τοίνυν ἀντιθεῖναι τοῖς ὑδροποτέουσι τοὺς θωρησσομένους ἐδήλωσεν, ὅτι τοὺς οἰνοποτοῦντας ὀνομάζει θωρησσομένους, ὥστε καὶ θώρηξις ἡ τοῦ οἴνου πόσις ὑπ’ αὐτοῦ λέγεται, ταύτην οὖν φησι λύειν λιμὸν, οὐ μὰ Δία ἅπασαν ἔνδειαν ὀνομάζων λιμὸν, ὥς τινες ὑπολαμβάνουσιν. οὐ μὴν οὐδὲ τὴν μετ’ ὀρέξεως, ἀλλὰ τὴν ἐπ’ αὐτῶν δὴ τοῦτο πάθημα ἐχόντων ὄρεξιν σφοδρὰν καὶ ἄπαυστον σιτίων, ἣν ἔνιοι τῶν ἰατρῶν ὀνομάζουσι κυνώδη. τούτου γάρ τοι τοῦ λιμοῦ ἡ τοῦ οἴνου θώρηξις ἴαμά ἐστιν, οὐχ ὅστις ἂν ἤτοι διὰ μακρὰν ἀσιτίαν ἢ ῥύσιν γαστρὸς ἢ αἱμοῤῥαγίαν ἤ τινα ἑτέραν κένωσιν ᾖ γεγενημένος. οἱ μέντοι διά τι τῶν τοιούτων ἐνδεεῖς οὐχ ὅπως ἀγαθόν τι τῆς οἰνοποσίας ἀπολαύουσι, ἀλλὰ καὶ μέγιστα βλάπτονται, σπασμοῖς καὶ παραφροσύναις ἁλισκόμενοι διὰ ταχέων, εἰ πρὸ τοῦ σιτία προσενέγκασθαι θωρηχθεῖεν. οἶς δέ ἐστι πάθος ὁ λιμὸς, ἴαμα τούτοις ἐστὶν ἡ τοῦ οἴνου πόσις, οὐ τροφῆς πλῆθος. ἐγὼ
500
γοῦν οὕτως ἰασάμην ἐνίους τῶν ἀπαύστως λιμωττόντων, οἶνον πίνειν διδοὺς δαψιλῆ τῶν ἱκανῶς θερμαινόντων. οὐ γὰρ δὴ οἱ στρυφνοὶ τῶν οἴνων ἰῶνται τὸν τοιοῦτον λιμὸν, ὅτι μηδὲ θερμαίνουσιν. ἀλλ’ ὅσοι γε κιῤῥοὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶς τοῦ στύφειν, οὗτοι μέγιστον ἴαμα τῶν τὴν κυνώδη καλουμένην ὄρεξιν ἐχόντων εἰσί. χρὴ γὰρ αὐτοῖς ὅταν ἐπὶ τὸ ἄριστον ἀφίκωνται, πρῶτον μὲν διδόναι λιπαρὰ καὶ ὡς ἂν εἴπῃ τις ἐλαιώδη τῶν ἐδεσμάτων καὶ τἄλλα δὲ πάντα, ἃ δι’ ἐλαίου πολλοῦ σκευάζονται. μάλιστα δὲ μηδὲν αὐστηρὸν ἢ στρυφνὸν ἔστω. μετὰ δὲ ταῦτα τῶν εἰρημένων οἴνων τινὰ, κἂν μηδέπω διψῶσι, κελεύειν προσφέρεσθαι. πραΰνεται μὲν γὰρ αὐτοῖς εὐθέως ὁ λιμὸς ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. ἐν πλείονι δὲ χρόνῳ πραττόντων οὕτω παύεται. καί μοι δοκεῖ τοῦτο μᾶλλον ὁ Ἱπποκράτης ἐνδείκνυσθαι κατὰ τὸν προκείμενον ἀφορισμόν. ἐπειδὴ γὰρ αἱ κυνώδεις ὀρέξεις ἤτοι διὰ δυσκρασίαν μόνην τὴν ἐπὶ τὸ ψυχρότερον ἢ διά τινας χυμοὺς ὀξεῖς γίνεσθαι πεφύκασιν ἐναποθέντας εἰς αὐτὸ τὸ στόμα τῆς γαστρὸς, ἄμφω δ’ ἰᾶσθαι ταῦτα 
501
πέφυκεν ὁ εἰρημένος οἶνος, εἰκότως παύει τὰς κυνώδεις ὀρέξεις. ὅσοι δ’ ἡγοῦνται τὸν καλούμενον βούλιμον εἰρῆσθαι λιμὸν νῦν ὑφ’ Ἱπποκράτους, ἀλογώτερόν μοι δοκοῦσιν ἀκούειν τοῦ λόγου, πρῶτον μὲν ἀντὶ γενικοῦ τε καὶ καθόλου ποιοῦντες εἰδικόν τε καὶ κατὰ μέρος, εἶτα καὶ ψευδόμενοι. κατάπτωσις γάρ ἐστι δυνάμεως ὑπὸ τῆς ἔξωθεν ψύξεως ὁ βούλιμος, ἀρξάμενος μὲν ἀπὸ πείνης, οὐκ ἔτι δ’ ἔχων αὐτὴν συνοῦσαν.

Ἀπὸ πλησμονῆς ὁκόσα ἂν νοσήματα γένηται, κένωσις ἰῆται καὶ ὁκόσα ἀπὸ κενώσιος πλησμονὴ καὶ τῶν ἄλλων ἡ ὑπεναντίωσις.

Οὐκ εἴ τι γινόμενον ὑπὸ πλησμονῆς οὐδὲ οὐκέτι οὔσης αὐτῆς, εἴ τι μένοι, τοῦτο ἰάσεται κένωσις. ἀλλ’ ὅσα κατὰ τὸν αὐτὸν γίνεται χρόνον ἐπιχειροῦμεν ἰᾶσθαι, κενώσεως

502
χρῄζει. ὅτι μὲν οὖν πλῆθος ἐργάζεται νόσον ἔμπροσθεν εἴρηται, ὅτι δὲ ἡ ἴασις αὐτοῦ κένωσίς ἐστιν οὐδὲ λόγου δεῖται, καθάπερ οὐδ’ ὅτι πάντων τῶν ποιούντων τὰς νόσους ἡ ἐναντίωσις. οὐδὲ γὰρ ἐπινοῆσαι δυνατὸν ἄλλο τι παρὰ τοὐναντίον τῶν ποιούντων τὰς νόσους αἰτίων, ὡς ἐπί γε τῶν νόσων αὐτῶν ἤδη γεγενημένων αὖθις ἐπισκεψόμεθα, καθάπερ γε κἀπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων αὐτοῖς συμπτωμάτων. ἀλλὰ νῦν γε περὶ τῶν ἔτι γινομένων ὁ λόγος ἐστὶ νοσημάτων. εὔδηλον οὖν ὡς ἅμα τοῖς ποιοῦσιν αἰτίοις ἀναιρουμένοις ἀναγκαῖόν ἐστι καὶ αὐτὰ συναναιρεῖσθαι. τῶν ποιούντων δ’ αἰτίων ἡ ἀναίρεσις ἀπὸ τῶν ἐναντίων γίνεται. εἰ μὲν γὰρ τῷ ψύχειν τι νόσον ἐργάζοιτο, διὰ τοῦ θερμαίνοντος ἡ ἴασις, εἰ δὲ τῷ θερμαίνειν, διὰ τοῦ ψύχοντος. οὕτω δὲ καὶ εἰ διὰ πλησμονὴν νόσος συνίσταται, τὸ τηνικαῦτα κενῶσαι χρὴ τὴν πλησμονὴν, ὥσπερ γε καὶ εἰ ὑπὸ κενώσεως ἀνατρέφειν ὅτι τάχιστα προσήκει. καίτοι δοκεῖ τισιν ὡς οὐδέποτε ἐργάζεται κένωσις νόσον.
503
ἡγοῦνται δ’, ὡς ἔοικεν, οἱ τοιοῦτοι μόνον τὸν πυρετὸν εἶναι νόσον. ὡς εἴ γε ἔγνωσαν ὡς ἅπασα διάθεσις ἐνέργειαν βλάπτουσα νόσος ἐστὶ καὶ ὡς αἱ σφοδραὶ δυσκρασίαι τὰς ἐνεργείας βλάπτουσιν, οὐκ ἠμφισβήτουν περὶ τοῦ τὰς ἰσχυρὰς κενώσεις αἰτίας γίνεσθαι νόσων. αἷμα μὲν γὰρ ἄν τε διὰ μήτρας ἄν τε δι’ αἱμοῤῥοΐδος ἄν τ’ ἐξ ἕλκους ῥυῇ δαψιλὲς ἢ πάσας ἢ τάς γε πλείστας ἐνεργείας, οἱ οὕτω παθόντες βλάπτονται. τινὲς δ’ ἐξ αὐτῶν οὐ μόνον ταῦτα πάσχουσιν, ἀλλὰ καὶ ὑδέροις ἁλίσκονται. μακραὶ δ’ ἀσιτίαι τοῖς φύσει πυρετωδέστερον ἔχουσι τὸ θερμὸν οὐ μόνον τὰς ἄλλας βλάβας, ἀλλὰ καὶ πυτὸν ἐπιφέρουσιν. ὅσον μὲν οὖν ἀληθὲς ἅμα ἐστὶ καὶ χρήσιμον εἴρηται. προσθῶμεν δὲ αὐτῷ τι καὶ διὰ τοὺς ληροῦντας, οἵοιπερ νεώτεροί εἰσι τῶν ἰατρῶν, ὑπὲρ ὀνομάτων μὲν ἐρίζοντες, οἰόμενοι δὲ περὶ τῶν πραγμάτων αὐτῶν ποιεῖσθαι τοὺς λόγους. οὗτοι τοίνυν εἰσὶν οἱ λέγοντες οὐκ εἶναι θεραπείαν τὴν ἀναίρεσιν τῶν ποιούντων τὰς νόσους αἰτίων, ἀλλὰ καὶ προφυλακὴν, οἷς πρῶτον μὲν ἐπιδεικτέον ἐστὶν ὡς περὶ ὀνόματος ἐρίζουσιν,
504
εἶθ’ ὅτι μηδὲ περὶ τούτου καλῶς· ἔνθα μὲν γὰρ οὐκ ἔστι τὸ ποιῆσαν αἴτιον τὴν νόσον, ἐνταῦθα ἴασις μόνη τῶν γεγονότων ὑπολείπεται, ἔνθα δὲ οὐδέπω ποιεῖ τὸ ἐνυπάρχον αἴτιον τῷ σώματι, καθάπερ ἡ πληθώρα, τοῦτο προφυλακτικοῦ μέρους τῆς τέχνης ἐστὶν ἡ τῶν τοιούτων αἰτίων ἀναίρεσις. ὁπότε δ’ ἤδη ποιεῖ, μικτόν πώς ἐστι τὸ τοιοῦτον ἔκ τε προφυλακῆς καὶ θεραπείας. ὅσον γὰρ ἔμελλε ποιήσειν ἐκωλύθη γενέσθαι καὶ τοῦτό ἐστι τοῦ προφυλακτικοῦ τῆς τέχνης. ὅσον δ’ ἤδη γέγονεν τῆς νόσου, δεῖται θεραπείας ἰδίας. ὅθεν ἐπειδὴ μικτὰ τὰ τοιαῦτά ἐστιν ἔκ τε προφυλακῆς καὶ θεραπείας, ἴδιον οὐκ ἔχομεν ὄνομα καὶ διὰ τοῦτο ἄλλοτε ἄλλως αὐτὸ προσαγορεύουσιν οἱ ἰατροὶ, ποτὲ μὲν προφυλάττεσθαι λέγοντες, ὡς μὴ τελειωθῆναι τὴν ὑπηργμένην ἤδη γεννᾶσθαι νόσον, ἔστι δ’ ὅτε ἰᾶσθαι λέγοντες, ὡς ἐπὶ τῶν ὑπὸ λυττῶντος κυνὸς δεδηγμένων. ὅσα γὰρ ἐπ’ αὐτῶν προσφέρεται φάρμακα, διττῶς ὀνομάζουσι, ποτὲ μὲν ἰάματα λύττης, ὡς εἰ καὶ τῆς γεννώσης αὐτὴν διαθέσεως
505
ἐλέγοντο. ἐνίοτε δὲ οὐκ ἰάματα προσαγορεύουσιν, ἀλλὰ προφυλακτικὰ τῆς μελλούσης ἔσεσθαι λύττης.

Τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι.

Τὰ ὀξέα νοσήματα μεγάλα τέ ἐστι καὶ πρὸς τὴν ἀκμὴν ἐπειγόμενα διὰ ταχέων. εἰκότως οὖν ἐν ὀλίγῳ χρόνῳ καὶ τὰς μεταβολὰς ποιεῖται μεγάλας, ὅπερ ταὐτόν ἐστι τῷ κρίνεσθαι. τὰς γοῦν τοιαύτας μεταβολὰς, ὅταν ἀθρόως ἐν νόσῳ γενηθῶσιν, αὐτὸς ὁ Ἱπποκράτης ὀνομάζει κρίσεις, ἐνίοτε μὲν ἀθρόως ὑγιαζομένων τῶν νοσούντων ἢ ἀποθνησκόντων, ἐνίοτε δὲ μεταβολήν τινα μεγάλην ποιησαμένων ἐπὶ σωτηρίαν ἢ ὄλεθρον, οὐ μὴν παραχρῆμά γε σωθέντων ἢ ἀποθανόντων, ὥστ’ εἶναι δ΄ τὰς ὀξυῤῥόπους ἐν αὐτοῖς 

506
μεταβολὰς, ἃς αὐτὸς ἐδίδαξεν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰπών· ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ τὸ χεῖρον. ὅτι δ’ ἀνάγκη διὰ τὸ μέγεθος τῶν νοσημάτων καὶ τὴν σφοδρότητα τῶν συμπτωμάτων ἢ νικηθῆναι διὰ ταχέων τὴν δύναμιν, ὥστ’ ἀπολέσθαι τὸν ἄνθρωπον, ἢ πρὸς τὴν τῶν λυπούντων ἔκκρισιν ὁρμήσασαν, εἰ μὲν κρατήσειεν ὧν προὔθετο, κρίσιν ἀγαθὴν, εἰ δὲ κρατηθείη, κακὴν ἐργάσασθαι, πρόδηλον παντί. διὰ τοῦτ’ οὖν ἀδύνατον εἰς μακρὸν χρόνον ἐκπεσεῖν τὴν κρίσιν ἐν τοῖς ὀξέσι νοσήμασιν. ὅρον οὖν ἐπὶ τῶν τοιούτων ἁπάντων ὁ Ἱπποκράτης ἔθετο, τὸν τοῖν δυοῖν ἑβδομάδοιν χρόνον, ὡς ἐξώτερον μὲν οὐδενὸς προϊόντος· ἔμπροσθεν δὲ τῆς ιδ΄ πολλῶν κρίνεσθαι δυναμένων. καὶ γὰρ ἡ ια΄ καὶ ζ΄ καὶ ἡ ε΄ πολλοὺς φαίνονται κεκρικυῖαι κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία. κρίνει δὲ καὶ ἡ στ΄ τινὰς, ἀλλ’ οὐκ ἀγαθῶς, ὡς κἀν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἐπὶ πλέον ἐδείξαμεν, ἐν οἷς ἀξιοῦμεν τὸν μέλλοντα γεγυμνάσθαι παρακολουθήσειν οἷς Ἱπποκράτης διὰ βραχέων ἔγραψεν. ὅσαι δὲ τῶν κρίσεων οἷον ἡμόῤῥοποι
507
γίνονται, ταύταις τὸ τέλος ἄλλη τις τῶν ἑξῆς ἡμερῶν ἐπιτίθησιν, ἃς αὐτὸς ἐδίδαξεν, ὁποῖαί τινές εἰσιν ἐν τῷ προγνωστικῷ· διδάξει δέ τι κἀνταῦθα κατὰ τὸν ἑξῆς ἀφορισμὸν ὑπὲρ αὐτῶν. ἔστι δέ τις καὶ τούτων τῶν ἡμιῤῥόπων κρίσεων ὅρος ἄλλος ἐξώτερον, μεθ’ ὃν οὐκέτι προέρχεσθαι πέφυκεν ἡ μ΄ τῶν ἡμερῶν. ὅσα μὲν οὖν ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἐκρίθη τελέως, ταῦθ’ ἁπλῶς ὁ Ἱπποκράτης εἴωθε προσαγορεύειν ὀξέα, ὅσα δὲ ἡμιῤῥόπως κριθέντα τῶν ἐφεξῆς τινα κρισίμων ἡμερῶν ἄχρι τῆς μ΄ ἐφυλάχθη, ταῦτα οὐκέτι ἁπλῶς προσαγορεύειν ὀξέα εἴωθεν, ἀλλ’ ἐν συνθέτῳ προσηγορίᾳ, δι’ ὅλης τῆς λέξεως, ὀξέα τὰ ἐν μ΄ ἡμέραις κρινόμενα σαφεστέρᾳ δ’ αὐτὰ λέξει δηλοῦσιν οἱ προσαγορεύοντες ἐκ μεταπτώσεως ὀξέα. περὶ τούτων μὲν οὖν ἐν τῷ προγνωστικῷ τάδε γράφει· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν ἅπασι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα ξὺν πυρετοῖς μέν
508
εἰσιν καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. νυνὶ δὲ ἐν τοῖς ἀφορισμοῖς περὶ τῶν ἁπλῶς ὀξέων ἀποφαινόμενος ιδ΄ φησὶ κρίνεσθαι αὐτὰ ἡμέραις, οὐ μὰ Δία τοῦτο λέγων, ὥς τινες ὑπέλαβον, ὅτι ιδ΄ τὸν ἀριθμόν εἰσιν αἱ τὴν κρίσιν ἐπὶ τούτων τῶν νοσημάτων ἐργαζόμεναι. κατὰ τοῦτον γὰρ τὸν λόγον καὶ τὰ μεταπτώσεως ὀξέα τὰς κρινούσας ἡμέρας μ΄ τὸν ἀριθμὸν εἶναι φήσομεν, ὡς ἡ αὐτή γε λέξις ἐπ’ ἀμφοῖν ἐστιν, ἐνταυθοῖ μὲν εἰπόντος αὐτοῦ, ἐν ταῖς ιδ΄ ἡμέραις κρίνεσθαι τὰ ὀξέα τῶν νοσημάτων, ἐν δὲ τῷ προγνωστικῷ, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν ταῖς μ΄ κρίνεται ἡμέραις. ἀλλ’ οὗτοι μὲν οὐχ εὑρίσκοντες ὅπως ἀλλήλοις ἐπιδείξωσιν ὁμολογοῦντας τοὺς λόγους, τήν τε ἐν τοῖς ἀφορισμοῖς καὶ τὸν ἐν τῷ προγνωστικῷ γεγραμμένον ἀλλόκοτον ταύτην ἐπενόησαν ἐξήγησιν. οὐδὲ γὰρ εἰς τὴν ιδ΄ μέχρι τῆς μ΄ αἱ κρίσιμοι, ἀλλὰ μετὰ μὲν τῶν ἐκ μεταπτώσεως πλείους, ἄνευ δὲ ἐκείνων ἐλάττους, ὡς ἡ περὶ κρίσεως ἡμερῶν ἐδίδαξε
509
πραγματεία σαφῶς. αὐτὴ δὲ ἡ τῶν πραγμάτων φύσις μαρτυρεῖ τῷ λογισμῷ τῷ φάσκοντι τὰ ὀξέα τῶν νοσημάτων ὅρον ἔχειν τῆς κρίσεως τὴν ιδ΄ ἡμέραν. οὐδὲν γὰρ οὐδέποτ’ ὤφθη κινούμενον ἀπ’ ἀρχῆς ὀξέως ὑπερβὰν τοῦτον τὸν ὅρον, ἄνευ τοῦ δέξασθαί τινα τῶν εἰρημένων τεσσάρων κρίσεων μίαν, ὡς ἔνιά γε καὶ βληχρὰ καὶ μικρὰ κατὰ τὰς πρώτας ἡμέρας ὄντα περὶ τὴν δ΄ ἢ τὴν ε΄ ἡμέραν ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν ι΄ ἐτελεύτησεν. ἄλλα δὲ ἐπὶ τῆς στ΄ ἢ ζ΄ ἡμέρας ἀρξάμενα τῆς ὀξύτητος εἰς τὴν κ΄ ἐτελεύτησεν. ὥστε μηδέποτε ὀξύτητα νοσήματος συνεχοῦς πλείους ἡμέρας δύνασθαι κατασχεῖν τῶν ιδ΄. τῶν δ’ ἀνωμάλους ἐχόντων τὰς κινήσεις ἐκτείνεται πολλὰ πρός τινα τῶν ἐξωτέρων προθεσμιῶν. λέγω δ’ ἀνωμάλους ἐχόντων τὰς κινήσεις, ὅσαι τισὶν ἡμέραις σφοδρωθέντα μετὰ ταῦτα ἀσήμως ἐῤῥᾳστώνησαν, εἶτ’ αὖθις ἐξαυξηθέντα τὴν συνέχειαν ἔλαβεν. ἐὰν οὖν τις, ὡς εἴρηκα, τὴν τήρησιν ἐπὶ τῶν ἀῤῥώστων ποιεῖται, πάντα εὑρήσει τὰ δι’ ὅλων τοῖν
510
δυοῖν ἑβδομάδοιν ὀξέως κινηθέντα, μηδέπω ἐξωτέρω προερχόμενα.

Τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος, ἑτέρης ἑβδομάδος ἡ ὀγδόη ἀρχὴ, θεωρητὴ δὲ ἡ ἑνδεκάτη. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρης ἑβδομάδος. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη, αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ἑνδεκάτης.

Ἐπιδήλους καὶ θεωρητὰς εἴωθεν ὁ Ἱπποκράτης ὀνομάζειν ἡμέρας, ἐν αἷς τι σημεῖον φαίνεται δηλωτικὸν τῆς ἐσομένης κρίσεως ἐν ἑτέρᾳ τινὶ τῶν κρινουσῶν ἡμερῶν, ἅστινας αὐτὸς ἐν τῷ προγνωστικῷ κατὰ τετράδα ἐποιήσατο τέμνων ἑκάστην τῶν ἑβδομάδων δίχα. τὴν μὲν οὖν πρώτην τετράδα τῆς ζ΄ ἡμέρας ἐπίδηλον εἶναί φησι τὴν ἀπὸ τῆς ἀρχῆς. ἑνδεκάτην δὲ τῆς ιδ΄, ὅτι καὶ αὐτὴ δίχα τμηθεῖσα 

511
τῆς δευτέρας ἑβδομάδος ἐγένετο. κατὰ δὲ τὸν αὐτὸν λόγον ἡ ιζ΄ τῆς κ΄ ἐστὶν ἐπίδηλος ἐκ τοῦ τμηθῆναι τὴν γ΄, ἑβδομάδα δίχα γενομένην, πλὴν ὅτι ταύτην ἑβδομάδα συνάπτει τῇ β΄, καίτοι τὴν δευτέραν ἀποχωρίσας τῆς α΄, ἀρχὴν γὰρ αὐτῆς ἔφησεν εἶναι τὴν η΄ ἡμέραν, οὐ μήν γε τῆς γ΄ τὴν ιε΄, ὥς τινες τῶν μετ’ αὐτὸν ὑπέλαβον· ὅτι μηδὲ τὴν κα΄ τὸ πέρας, ἀλλ’ ἀρχὴν μὲν τῆς γ΄ ἑβδομάδος τὴν ιδ΄ ἡμέραν, τελευτὴν δὲ καὶ πέρας τὴν κ΄. διὰ τί δὲ τὰς πρώτας μὲν ἑβδομάδας κατὰ διάζευξιν ἀλλήλων ἔταξε, τὴν τρίτην δὲ τῇ δευτέρᾳ κατὰ συνέχειαν, ἐν τῇ περὶ κρισίμων ἡμερῶν πραγματείᾳ λέλεκται. κατὰ δὲ τὸ παρὸν ἀρκεῖ καὶ χωρὶς τῆς αἰτίας ἐπίστασθαι τὸ διὰ τῆς πείρας μαρτυρούμενον. καὶ αὐτὸς δὲ ὁ Ἱπποκράτης παμπόλλους ἀῤῥώστους κατὰ τὴν τοιαύτην τάξιν τῶν κρισίμων ἐν τοῖς περὶ τῶν ἐπιδημιῶν βιβλίοις ἔγραψεν κεκριμένους. λέγω δὲ τοιαύτην τάξιν, ὥστε τὰς πρώτας ἑβδομάδας τρεῖς εἰς τὴν κ΄ ἡμέραν περιάγεσθαι,
512
τὰς δ’ ἐφεξῆς αὐταῖς τρεῖς εἰς τήν μ΄. οὕτω δὲ καὶ τὴν ξ΄ καὶ τὴν π΄ ἕξομεν κρισίμους μεμαρτυρημένας καὶ αὐτὰς τῇ πείρᾳ, καθότι κἀν τοῖς περὶ κρισίμων ἀπεδείξαμεν, παραγράψαντες τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν κεκριμένους κατὰ τὴν εἰρημένην τάξιν τῶν ἡμερῶν. ἐκείνους μὲν οὖν τοὺς ἀῤῥώστους ἐνταῦθα περιγράφειν μακρὸν, ἀρκέσει δὲ μόνον τὴν ἐκ τοῦ προγνωστικοῦ παραγράψαι ῥῆσιν, τόνδε τὸν τρόπον ἔχουσαν. οἱ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτέῃσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβῶτες, τεταρταῖοι παύονται ἢ πρόσθεν. οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτοι γινόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ἡ μὲν οὖν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ· ἡ δὲ δευτέρη εἰς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη εἰς τὴν ἑνδεκάτην, ἡ δὲ τετάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται μὲν οὖν διὰ τεσσάρων ἐκ τῶν ὀξέων εἰς τὰς εἴκοσιν ἐκ
513
προσθέσεως τελευτῶσιν. αὕτη σαφῶς ἡ ῥῆσις ἐδίδαξεν ὅτι τὴν τρίτην ἑβδομάδα κατὰ συνάφειαν ἀριθμεῖ τῇ δευτέρᾳ καὶ ὅτι τὴν ιζ΄ ἐπίδηλον ποιεῖται τῆς κ΄.

Οἱ θερινοὶ τεταρταῖοι τὰ πολλὰ γίνονται βραχέες. οἱ δὲ φθινοπωρινοὶ μακροὶ καὶ μάλιστα οἱ πρὸς τὸν χειμῶνα συνάπτοντες.

Οὐ μόνον τεταρταῖοι βραχεῖς γίνονται τοῦ θέρους, ἀλλὰ καὶ τἄλλα νοσήματα διὰ τὸ χεῖσθαι περιττοὺς χυμοὺς καὶ πάντη τοῦ σώματος φέρεσθαι καὶ διαπνεῖσθαι. ἐφ’ ὧν μὲν οὖν ἡ δύναμις εἴη ῥωμαλέα κενωθέντων τῶν λυπούντων αἱ νοῦσοι παύονται. ἐφ’ ὧν δ’ ἀσθενὴς ἅμα τοῖς λυποῦσι χυμοῖς κενουμένοις καὶ αὕτη διαλύεται ὥστ’ εἰκότως οὐδὲν τῶν θερινῶν χρονίζει νοσημάτων. ὁ δ’ Ἱπποκράτης ἐπὶ

514
τοῦ χρονιωτάτου μόνου τὸν λόγον ἐποιήσατο, καθάπερ ἐπὶ παραδείγματος, ἐνδεικνύμενος ἐκ τούτου περὶ τῶν ἄλλων. ὥσπερ δ’ ἐν τῷ θέρει καὶ τοὺς χυμοὺς διαφορεῖσθαι καὶ τὴν δύναμιν διαλύεσθαι συμβέβηκεν, οὕτως ἐν τῷ χειμῶνι τἀναντία καὶ τοὺς χυμοὺς ἔνδον μένειν, ὥσπερ φωλεύοντας καὶ τὴν δύναμιν ἐῤῥωμένην διαμένειν. οὔτ’ οὖν λύεται τὰ νοσήματα, μενόντων τῶν ποιούντων αὐτὰ χυμῶν, οὔτ’ ἀποθνήσκουσιν οἱ κάμνοντες, ἐξαρκούσης αὐτῶν τῆς δυνάμεως.

Πυρετὸν ἐπὶ σπασμῷ βέλτιον γίνεσθαι ἢ σπασμὸν ἐπὶ πυρετῷ.

Αὐτὸς ὁ Ἱπποκράτης ἐν τοῖς ἑξῆς ἀφορισμοῖς ἐρεῖ τὸν σπασμὸν ἐπὶ πληρώσει γίνεσθαι καὶ κενώσει. ὅταν οὖν τινα τῶν ὑγιαινόντων ἐξαιφνῆς συμβῇ σπασθῆναι, τὸν τοιοῦτον σπασμὸν ἀναγκαῖον ἐπὶ πληρώσεως γεγονέναι. καὶ

515
τοίνυν πληροῦνται τὰ νεῦρα γλίσχρων καὶ ψυχρῶν χυμῶν, οἷσπερ καὶ τρέφεται, ὥστε σπασμὸν ὑπομένειν. τούτοις οὖν ὁ πυρετὸς ἐπιγενόμενος εἴωθεν ὡς τὰ πολλὰ θερμαίνειν θ’ ἅμα λεπτύνειν καὶ διαφορεῖν. εἰ δ’ ἐκ πυρετῶν διακαῶν ξηρανθῇ τὸ ὅλον σῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξηρότητα σπασθείη, μέγιστόν τε τοῦτο κακόν ἐστι καὶ σχεδὸν ἀνίατον. ἐπειδὴ χρόνου μὲν δεῖται μακροῦ τὰ νεῦρα πρὸς τὴν ξηρότητος ἴασιν οὐκ ἀναμένει δὲ χρόνον ἡ συντονία τοῦ νοσήματος, ἀλλ’ ἐν τάχει καταλύει μὲν τὴν δύναμιν, ὀξὺν δὲ θάνατον ἐπιφέρει.

Τοῖσι μὴ κατὰ λόγον κουφίζουσιν οὐ δεῖ πιστεύειν, οὐδὲ φοβεῖσθαι λίην τὰ μοχθηρὰ γινόμενα παρὰ λόγον. τὰ γὰρ πολλὰ τῶν τοιουτέων ἐστὶν ἀβέβαια καὶ οὐ πάνυ τοι διαμένειν οὐδὲ χρονίζειν εἴωθεν.
516

Ὅλος μὲν ὁ λόγος ὑπὲρ τῶν τοιούτων ἁπάντων ἐν τοῖς περὶ κρίσεων εἴρηται. νυνὶ δὲ ὅσον εἰς ἐξήγησιν προκειμένων ἱκανόν ἐστι λέγειν, λεχθήσεται. ὅταν εἰσβάλλῃ νόσημα σφοδρὸν, εἶτ’ ἐξαίφνης ῥᾳστωνήσει, μήτε δι’ ἱδρῶτος ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥαγίας κενωθέντος τοῦ σώματος, ἀλλὰ μηδὲ πέψεως φανέντων σημείων, ἄπιστοι ἡγεῖται εἶναι τὴν τοιαύτην ῥᾳστώνην, ὥστ’ εἰ καὶ δυσπνοήσειεν ἀλόγως ἢ παραφρονήσειεν ἢ πυρέξειεν σφοδρώτερον ἢ καὶ μεγάλῳ ῥίγει καταληφθείη. καὶ γὰρ καὶ ταῦτά ἐστιν ἀβέβαια καὶ τοσοῦτον δεῖ χαλεπόν τι σημαίνειν, ὥστ’ ἐνίοτε κρίσιν ἀγαθὴν, ὅσον οὔπω γενησομένην καταγγέλλεται· ὅπως δὲ ταῦτα χρὴ διαγινώσκειν τε καὶ προγινώσκειν ἐν τοῖς περὶ κρίσεων εἴρηται.

Τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα ἢ καὶ συντήκεσθαι
517
μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν· τὸ μὲν γὰρ μῆκος νούσου σημαίνει, τὸ δὲ ἀσθένειαν.

Τὸ μὴ παντάπασιν ἐπιπολαίως διορισμοῦ χάριν ὁ Ἱπποκράτης προσέθηκε. εἰ γὰρ ἁπλῶς εἴρητο, τῶν πυρεσσόντων τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα, μοχθηρὸν ὑπάρχειν, οὐκ ἂν ἦν ἀληθὴς ὁ λόγος. ἐγχωρεῖ γοῦν ἐν καταστάσει ψυχρᾷ διὰ πλῆθός τινα νοσοῦντα μὴ συμπίπτειν τὸ σῶμα, μηδ’ ἰσχνοῦσθαι, μικρῶν γινομένων αὐτῶν τῶν πυρετῶν, ἀλλ’ ὅταν γε μείζους ὦσι, πάμπολύ τι πλῆθος ἐνδείκνυται. τὸ δὲ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν ἐστι καὶ χωρὶς τοῦ προστεθεικέναι, τὸ μὴ παντάπασιν ἐπιπολαίως. ἄν τε γὰρ ἐπιπολαίως πυρέττωσιν ἄν τε καὶ μὴ, σημεῖον ἀσθενείας ἐστὶν ἡ παράλογος ἰσχνότης. οὐ γὰρ δὴ τὸ λεγόμενον κυρίως συντήκεσθαι νῦν εἰρῆσθαι πρὸς αὐτοῦ νομιστέον ἐστὶν, ἀλλὰ καταχρῆσθαι μᾶλλον αὐτὸν τῷ ῥήματι ἀντὶ τοῦ ἰσχνοῦσθαι. κάλλιστα δ’ εἶπεν

518
ἐν τῷ δευτέρῳ μέρει τοῦ ἀφορισμοῦ τὸ μᾶλλον τοῦ κατὰ λόγον, καὶ βέλτιον εἰρῆσθαι νομίζειν αὐτὸν κατὰ τοῦ προτέρου μέρους, ὥσθ’ ὅλον τὸν λόγον γενέσθαι τοιοῦτον· τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως τὸ διαμένειν τὸ σῶμα καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν. ἵν’ ἀμφοῖν ᾖ κοινῇ κατηγορούμενον τὸ μᾶλλον τοῦ κατὰ λόγον. ἄν τε γὰρ διαμένωσι μᾶλλον τοῦ κατὰ λόγον, ἄν τε ἰσχνοὶ γίνονται μοχθηρόν. αὐτὸ δὲ τὸ μᾶλλον τοῦ κατὰ λόγον ἄμεινον μὲν ἦν εἰρῆσθαι πρὸς αὐτοῦ, τίσι κρίνεται σκοποῖς. ἐπεὶ δ’ ἀφοριστικόν ἐστι τὸ τῆς διδασκαλίας εἶδος ἐνταῦθα καὶ κατὰ βραχυλογίαν ἄκραν γινόμενον, ἡμεῖς ἐξηγούμενοι τὸ κατὰ λόγον, ἀνοίσομεν εἰς τὸ μέγεθος τοῦ πυρετοῦ καὶ τὸν χρόνον τῆς νόσου καὶ τὴν ἡλικίαν καὶ τὴν χώραν καὶ τὴν ὥραν καὶ τήν ποτε ὑπάρχουσαν κατάστασιν, ἔτι τε τὰς αἰσθητὰς κενώσεις, ἀγρυπνίας τε καὶ φροντίδας καὶ ἀσιτίας καὶ κινήσεις πλείονας. οἱ μὲν γὰρ μείζους τῶν πυρετῶν θᾶττόν τε καὶ μᾶλλον ἰσχνοὺς ἀποφαίνουσι
519
τοὺς κάμνοντας, ὥσπερ γε καὶ τὸ τῆς νόσου μῆκος καὶ ἡλικιῶν, ἥ τε τῶν παίδων καὶ ἡ τῶν ἐν ἐσχάτῳ γήρᾳ, καθ’ ἕτερον ἑκάτερα λόγον. ἐπὶ μὲν γὰρ τῶν παίδων διά τε τὴν ὑγρότητα καὶ τὴν θερμασίαν πλεῖστον ἀποῤῥεῖ καὶ κενοῦνται σώματα, ἐπὶ δὲ τῶν ἐν ἐσχάτῳ γήρᾳ διὰ τὴν τῆς δυνάμεως ἀῤῥωστίαν. ὡρῶν δὲ καὶ χωρῶν καὶ κατακαστάσεων αἱ μὲν θερμαὶ καὶ ξηραὶ μᾶλλον κενοῦσιν, αἱ δ’ ὑγραὶ καὶ ψυχραὶ μᾶλλον σφίγγουσι τὸ σῶμα καὶ κωλύουσι διαπνεῖσθαι τε καὶ κενοῦσθαι. περὶ δὲ τῶν αἰσθητῶν κενώσεων τί δεῖ λέγειν; οὐδένα γὰρ ἀγνοεῖν οἶμαι περὶ τοῦ δι’ αἱμοῤῥαγίαν ἢ δι’ ἱδρῶτας πολλοὺς ἢ οὔρου πλῆθος ἢ ἐμέτων ἢ διαχωρημάτων, ὥστ’ εἰκότως ἐν τάχει λεπτύνεσθαι. παράκειται δὲ τοῖς εἰρημένοις αἰτίοις καὶ ἡ ἀσιτία, καὶ μὲν δὴ καὶ ἀγρυπνία καὶ φροντὶς ἱκανῶς λεπτύνουσιν, ὥσπερ γε καὶ κινήσεις πλείονες· ἀλλ’ αὗται μὲν ὀλιγάκις ἐπὶ τῶν πυρετῶν γίνονται, κατάκεινται γὰρ ὡς τὰ πολλὰ ἡσυχάζοντες. συμβαίνει γε μὴν ἔστιν ὅτε καὶ καθ’
520
ὁδοιπορίαν ἀρξαμένου τἀνθρώπου πυρέττειν, ἤτοι δι’ ἀνάγκην ἢ διὰ τὸ σπεύδειν οἴκαδε καταλύσαντες αὐτὴν καταλύσασθαι, ἀλλὰ καὶ διὰ παραφροσύνην ἀνιστάμενοι συνεχῶς ἔνιοι τῶν νοσούντων ἢ κατακείμενοι μὲν, ἀεὶ δὲ κινοῦντές τι μόριον ἢ καὶ φθεγγόμενοί τι κατὰ λόγον, ἐν ὀλίγαις ἡμέραις ἰσχνοὶ γίνονται. ταυτὶ μὲν οὖν ἅπαντα τοὺς κάμνοντας ἰσχνοὺς ἐργάζεται, καθάπερ γε τἀναντία τούτων ἐν ὄγκῳ μείζονι τὸ σῶμα φυλάττει. σημεῖον δὲ οὐδέν ἐστιν αὐτῶν ἀσθενοῦς δυνάμεως, ἀλλὰ μόνον αἴτιον ἕκαστον. ἐπ’ αὐτῶν γὰρ ὥσπερ τὸ σῶμα λεπτύνεται κατὰ λόγον, οὕτω καὶ ἡ δύναμις καθαιρεῖται. τὸ δ’ ἄνευ τῶν εἰρημένων λεπτύνεσθαι τὸ σῶμα παρὰ λόγον ἀσθενοῦς δυνάμεως εἶναί φησι σημεῖον ὁ Ἱπποκράτης, ἥντινα κἀπὶ τῶν πάνυ γερόντων αἰτιώμενοι ταχέως αὐτῶν ἐφάσκομεν ἰσχνοῦσθαι τὸ σῶμα καὶ οὐδὲν θαυμαστὸν, ἐπὶ τῶν οὕτως ἐχόντων τὴν μὲν ἀσθένειαν αἰτίαν γίνεσθαι τῆς ἰσχνότητος, τὴν δ’ ἰσχνότητα τῆς ἀσθενείας σημεῖον. οὕτως ἐπὶ πάντων ἔχει τῶν 
521
ποιούντων καὶ ποιουμένων. αὕτη μὲν ἡ τοῦ Ἱπποκράτους γνώμη διὰ παντὸς ἡγουμένου τὴν παρὰ λόγον ἰσχνότητα σημεῖον ἀσθενείας ὑπάρχειν. ἡμεῖς δὲ προσθῶμεν αὐτοῦ τῷ λόγῳ καὶ ἄλλην διάθεσιν, ὡς αἰτίαν ἰσχνότητος ἐν πυρετοῖς γινομένην. ἔστι δ’ αὕτη λεπτότης μὲν τῶν χυμῶν, ἀραιότης δὲ τοῦ σώματος. ὅταν γὰρ ἄμφω ταῦτα συνέλθῃ, τάχιστα κενοῦται τὰ σώματα κατὰ τὴν ἄδηλον καλουμένην διαπνοὴν, ὥσπερ γε κἀπὶ τῆς ἐναντίας τῷ πάχει τῶν χυμῶν καὶ τῇ πυκνώσει τοῦ σώματος, οὔθ’ ἡ κένωσις γίνεται τῶν χυμῶν καὶ τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸν ὄγκον αὐτοῦ τηνικαῦτα συμβαίνει. ταύτην μὲν οὖν τὴν διάθεσιν ἐδήλωσεν ὁ Ἱπποκράτης ἐν τῷ πρώτῳ μέρει τοῦ ἀφορισμοῦ διὰ τοῦ φάναι μῆκος νόσου σημαίνεσθαι. τὴν δ’ ἀντικειμένην αὐτῷ παρέλειπεν· ἀλλ’ ἡμεῖς μέν γε κἀκείνην προσθέντες ὁλόκληρον ἤδη τὸν λόγον εἴπωμεν, εἰς ὅσον οἷόν τε διὰ βραχέων τῶν πυρεσσόντων μὴ παντάπασιν ἐπιπολαίως, τὸ διαμένειν καὶ μηδὲν ἐνδιδόναι τὸ σῶμα ἢ καὶ συντήκεσθαι μᾶλλον τοῦ κατὰ λόγον μοχθηρόν. τὸ μὲν
522
γὰρ ἐπιμένειν ἐπὶ τῇ πυκνώσει τοῦ δέρματος γίνεται καὶ τῷ πάχει χυμῶν καὶ διὰ τοῦτο μῆκος νόσου σημαίνει, τὸ δὲ συντήκεσθαι ποτὲ μὲν διὰ λεπτότητα χυμῶν καὶ μανότητα τοῦ δέρματος, ἔστι δ’ ὅτε καὶ διὰ μόνην ἀσθένειαν δυνάμεως.

Ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινεῖν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίην ἄγειν βέλτιόν ἐστι.

Διὰ τί τοῦτο συνεβούλευσεν ὁ Ἱπποκράτης ἐδήλωσε κατὰ τὸν ἑξῆς ἀφορισμὸν, ὃν ἐὰν συνάψῃ τις τῷ προειρημένῳ, τὸν ὅλον λόγον ποιήσει τοιοῦτον. ἀρχομένων τῶν νούσων ἤν τι δοκέῃ κινέειν, κίνει. ἀκμαζουσῶν δὲ ἡσυχίαν ἔχειν βέλτιόν ἐστι. περὶ γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα. προσθεῖναι δ’ αὐτῷ χρὴ πάντα τὰ συμπτώματα· περὶ γὰρ τούτων

523
εἴρηκε τὸ πάντα· ὡς ἥ γε διάθεσις ἡ ταῦτα γεννῶσα, ἣν δὴ καὶ νόσον ὀνομάζομεν, οὐκ ἐξ ἅπαντος ἐν ταῖς ἀκμαῖς ἐστιν ἰσχυροτέρα, ἀλλ’ ἐπί γε τῶν σωθήσεσθαι μελλόντων πολλῷ βελτίων ἢ ἐν ἀρχῇ τοῦ νοσήματος, ἐφ’ ὧν καὶ συμβουλεύει νῦν Ἱπποκράτης, ἡσυχίαν ἔχειν ἀρχομένων τῶν νούσων, ἤν τε δοκέῃ κινοῦντας. τῶν γὰρ ὀλεθρίων νοσημάτων οὐ μόνον ἐγγὺς τῆς ἀκμῆς οὐδὲν δεῖ κινεῖν, ἀλλὰ κἀν τοῖς ἔμπροσθεν ταύτης καιροῖς μεμνημένον, ὡς οὐ χρὴ κεκρατημένοις ἐγχειρεῖν, ἀλλ’ ἀφίστασθαι δηλονότι προσαγορεύσαντα μόνον ἐς ὅ τι τελευτήσει τὸ νόσημα. κατὰ δὲ τὰς ἀρχὰς ἐκείνων τῶν νοσημάτων, ἐν οἶς ἐλπίζει σωθήσεσθαι τὸν κάμνοντα, πειρᾶσθαι χρὴ τὰ μείζω βοηθήματα προσφέρειν, ὑπὲρ ὧν εἶπεν ὁ Ἱπποκράτης, ἤν τι δοκέῃ κινέειν, κίνει. ἔστι δὲ ταῦτα μὲν μάλιστα φλεβοτομία, ἐνίοτε δὲ καὶ ἡ κάθαρσις, ὧν οὐδέτερον ἐν τῇ ἀκμῇ χρὴ παραλαμβάνειν. ὡς γὰρ ἐν τῷ περὶ κρίσεων ἐδείξαμεν, αἱ πέψεις τῶν νοσημάτων τηνικαῦτα γίνονται μάλιστα. πρὸς
524
μὲν οὖν τὸ γίνεσθαι θᾶττον αὐτὰς ἄμεινον ἐν ἀρχῇ κενοῦν ὅπως ἐλάττονα τὴν ὕλην γινομένην ῥᾷον ἡ φύσις δυνηθῇ πέψαι, κατὰ δὲ τὰς ἀκμὰς, ὁπότ’ ἤδη πέττει, περιττὸν τὸ κενοῦν, διὰ τά τ’ ἄλλα καὶ τῆς ψυχικῆς δυνάμεως κεκμηκυίας τοὐπίπαν ἐν ταῖς ἀκμαῖς, εἰ καὶ ὅτι μάλιστα κατ’ ἐκεῖνον τὸν χρόνον ἡ ζωτική τε καὶ φυσικὴ δύναμις ἰσχυραὶ διαμένοιεν.

Περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα.

Τὰ συμπτώματα πάντα περὶ τὰς ἀρχὰς καὶ τὰ τέλη φησὶν ὑπάρχειν ἀσθενέστερα, τοὺς παροξυσμοὺς δηλονότι τῶν πυρετῶν καὶ τὰς ἀγρυπνίας καὶ τὰ ἀλγήματα καὶ τὴν ἄσην καὶ τὸ δίψος, ὡς τάς γε διαθέσεις αὐτὰς, ἐφ’ αἷς ταῦτα γίνεται κατὰ τὰς ἀκμὰς ἀναγκαῖον εἶναι βελτίους ἐπὶ τῶν σωθήσεσθαι μελλόντων.

525
Τῷ ἐξ ἀῤῥωστίης εὐσιτέοντι μηδὲν ἐπιδιδόναι τὸ σῶμα μοχθηρόν.

Ἔδει καὶ τοῦτον τὸν ἀφορισμὸν καὶ τὸν ἑξῆς αὐτοῦ γεγραμμένον ἐζεῦχθαι τοῖς ἀνωτέρω γεγραμμένοις, ἡνίκα ἔλεγεν ἢν ἐκ νόσου τροφὴν λαμβάνων τις μὴ ἰσχύῃ. κατ’ ἐκεῖνον μὲν οὖν τὸν ἀφορισμὸν ἀντὶ τῆς νῦν εἰρημένης λέξεως τῆς εὐσιτέοντι τροφὴν λαμβάνειν εἰπὼν, ἐδίδαξέ τι περὶ συμπτώματος τοῦ μὴ ἰσχύειν. ἐνταυθοῖ δὲ τὸ μὲν λαμβάνειν τὰ σιτία τὸ κοινὸν ἀμφοῖν ἐφύλαξε, τὸ σύμπτωμα δ’ ὑπήλλαξεν, ἀνάλογον ἐκείνῳ τι γράψας. τὸ γὰρ μηδὲν ἰσχύειν τῷ μηδὲν ἐπιδιδόναι τὸ σῶμα παραπλήσιόν πώς ἐστιν· ἐκεῖνο μὲν γὰρ τῆς δυνάμεως τῆς διοικούσης τὸ σῶμα· τοῦτο δ’ αὐτοῦ τοῦ σώματός ἐστι πάθημα καὶ γίνεται δηλονότι τὸ μηδὲν εἰς εὐτροφίαν ἐπιδιδόναι τὸ σῶμα, 

526
ποτὲ μὲν διὰ τὴν τῆς τῆς τρεφούσης αὐτὸ δυνάμεως ἀῤῥωστίαν, ἔστι δ’ ὅτε καὶ διὰ μοχθηρῶν χυμῶν περιουσίαν.

Ὡς τὰ πολλὰ πάντες οἱ φαύλως ἔχοντες κατ’ ἀρχὰς μὲν εὐσιτέοντες καὶ μηδὲν ἐπιδιδόντες, πρὸς τῷ τέλει πάλιν ἀσιτέουσιν. οἱ δὲ κατ’ ἀρχὰς μὲν ἀσιτέοντες ἰσχυρῶς, ὕστερον δὲ εὐσιτέοντες, βέλτιον ἀπαλλάσσουσιν.

Ἔοικεν ἔτι καὶ οὗτος ὁ ἀφορισμὸς εἰρῆσθαι παρὰ τῶν ἀνακομιζομένων ἐκ νόσου. τὸ γὰρ μηδὲν ἐπιδιδόναι κατὰ τούτων εἰώθασι λέγειν οἵ τ’ ἄλλοι καὶ αὐτὸς ὁ Ἱπποκράτης. ἐὰν οὖν τις εὐσιτῶν ἐν ἀρχῇ μὴ ἀνατρέφηται, δι’ ἢν αἰτίαν τοῦτο πάσχει, διὰ ταύτην αὖθις ἔσται κακόσιτος. αἰτία δ’ ἐστὶ τοῦ κατ’ ἀρχὰς εὐσιτοῦντος μηδὲν ἐπιδιδόναι μοχθηρία μέν ὅλου τοῦ σώματος, εὐρωστία δὲ τῶν

527
ὀρεκτῶν μορίων. ἀλλ’ ἐν τῷ χρόνῳ διὰ τὸ πλῆθος τῆς τροφῆς αὐξηθείσης τῆς ἐν ὅλῳ τῷ σώματι μοχθηρίας βλαβήσεταί τι καὶ τὸ τῆς ὀρέξεως ὄργανον, ὥστ’ ἀνορέκτους γενέσθαι τοὺς πρότερον ὀρεγομένους. καλῶς οὖν εὐσιτέοντας ὠνόμασεν. εἰρήκει δὲ κἀν τοῖς ἔμπροσθεν ἀφορισμοῖς αὐτὸ τοῦτο κατὰ τοῦτον τὸν τρόπον. ἢν δὲ τροφὴν μὴ λαμβάνοντι γίγνηται, εἰδέναι ὅτι κενώσεως δεῖται. τοὺς μέντοι κατ’ ἀρχὰς μὲν ἀποσίτους ἰσχυρῶς γενηθέντας, ὡς παντάπασιν ὀλίγον λαμβάνειν, ὕστερον δ’ εἰς τοὐναντίον μεταβάντας ἄμεινον ἀπαλλάττειν φησί. συμβαίνει δὲ τοῦτο εἰς τοὐναντίον πεψάσης τῆς φύσεως ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν ἂν ἐνδεῶς διῃτῶντο τὴν αἰτίαν τῆς ἀποσιτίας διάθεσιν.

Ἐν πάσῃ νούσῳ τὸ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸς τὰς προσφορὰς ἀγαθὸν, τὸ δ’ ἐναντίον κακόν.
528

Οὔθ’ ὅταν ἀγαθόν τι εἴπῃ τῶν κατὰ τὸ σῶμα, πάντως ἡγητέον ἐπ’ αὐτῷ σωθήσεσθαι τὸν ἄνθρωπον, οὔθ’ ὅταν κακὸν, τεθνήξεσθαι πάντως. καὶ γὰρ ἀγαθὸν σημεῖον ὑπὸ μείζονος κακοῦ νικηθῆναι δυνατὸν καὶ κακὸν ὑπὸ μείζονος ἀγαθοῦ. κατὰ τὰς τοιαύτας οὖν ἀποφάσεις ἀκουστέον ἐστὶν ἐκείνου μόνου τοῦ λεγομένου. λέγεται δ’ ὅτι σημεῖον ἀγαθόν ἐστιν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, κᾆτα σημεῖον κακὸν, ὅσον ἐφ’ ἑαυτῷ τόδε τι, περὶ δὲ σωθήσεσθαι τὸν ἄνθρωπον ἢ τεθνήξεσθαι, πάντων τῶν σημείων τὰς δυνάμεις ἐκλογισαμένων οὕτω χρὴ ποιεῖσθαι τὴν ἀπόφασιν, ὡς κἀν τῷ προγνωστικῷ συνεβούλευσεν αὐτός. οὕτως οὖν καὶ νῦν τό τ’ ἐῤῥῶσθαι τὴν διάνοιαν καὶ τὸ τὴν ὄρεξιν διαμένειν ἀγαθὰ σημεῖα κατὰ πάσας τὰς νόσους. ἔνια γὰρ οὐκ ἐν ἁπάσαις ἐστὶν ἀγαθὰ, καθάπερ καὶ αὐτὸς εἴωθεν ἐπισημαίνεσθαι λέγων, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν ἐς σωτηρίην, ἐν πᾶσι τοῖς ὀξέσι νοσήμασιν. ὅτι δὲ τὸ τὴν διάνοιαν ἐῤῥῶσθαι σημεῖον ἀγαθόν ἐστιν ἐντεῦθεν γνώσῃ. τὰ περὶ τὸν ἐγκέφαλόν τε

529
καὶ τοὺς μήνιγγας, ἔτι δὲ νωτιαῖον μυελὸν καὶ διάφραγμα καὶ ὅλως τὰ νευρώδη μόρια καὶ μάλισθ’ ὅσα πλησίον ἐγκεφάλου ἐστὶ, πάντως ὑγιεινὰ σημαίνεται τῆς διανοίας ἐῤῥωμένης. ὥσπερ γε καὶ τὰ κατὰ γαστέρα τε καὶ ἧπαρ αὐτήν τε τὴν καρδίαν, ὅταν ἕτοιμοι πρὸς τὰς τῶν σιτίων ὦσι προσφοράς. πάντων δὲ τούτων ἐῤῥωμένων οὐ μικρὰ τῷ κάμνοντι τῆς σωτηρίας ἐλπίς.

Ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν, οἶσιν ἂν οἰκείη τῆς φύσιος καὶ τῆς ἡλικίης καὶ τῆς ἕξιος καὶ τῆς ὥρης ἡ νοῦσος ᾖ μᾶλλον ἢ οἶσιν ἂν μὴ οἰκειότατά τι τουτέων.

Τῆς φύσεως πολλαχῶς λεγομένης ἀκουστέον νῦν ἐστιν αὐτῆς κατ’ ἐκεῖνο τὸ σημαινόμενον, ᾧ κέχρηται αὐτὸς, ἐν ἑτέροις πολλοῖς καὶ καθ’ ὅλον γε τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον, ἐν ᾧ τὴν ἐκ τῶν πρώτων στοιχείων κρᾶσιν ὀνομάζει

530
φύσιν, ὡς εἰ καὶ οὕτως ἔφη, ἐν τῇσι νούσοισιν ἧσσον κινδυνεύουσιν οἶς ἂν οἰκεία τῆς πρώτης τοῦ σώματος κράσεως καὶ τῆς νῦν διὰ τὴν ἡλικίαν ἢ τὴν ἕξιν ἢ τὴν ὥραν προσγεγενημένης ἡ νόσος ᾖ μᾶλλον, ἢ οἷς ἂν μὴ οἰκεία κατά τι τούτων ᾖ. τῇ μὲν γὰρ θερμῇ φύσει καὶ ἡλικίᾳ καὶ ἕξει καὶ ὥρᾳ δηλονότι καὶ καταστάσει καὶ χώρᾳ τὰ θερμότερα τῶν νοσημάτων ἐστὶν οἰκεῖα, ταῖς δὲ ψυχροτέραις τὰ ψυχρότερα. κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ ταῖς μὲν ξηροτέραις τὰ ξηρότερα, ταῖς δ’ ὑγροτέραις τὰ ὑγρότερα. τὸ δ’ ἐναντίον ὑπὸ Διοκλέους εἵρηται κἀν τῷ περὶ ἑβδομάδων, ὑπολαβόντων, ὡς εἴρηται, τῶν γραψάντων ἀνδρῶν αὐτὰ, παροξύνεσθαι μὲν ὑπὸ τῶν ὁμοίων τὰ νοσήματα, λύεσθαι δὲ ὑπὸ τῶν ἐναντίων, ἐπειδὴ καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους εἴρηται, τὰ ἐναντία τῶν ἐναντίων ἰάματα. νομίζουσιν οὖν ἐν χειμῶνι συστάντα καῦσον εὐϊατότερον εἶναι τοῦ κατὰ τὸ θέρος, οὐκέτ’ ἐννοοῦντες ὡς ἐπὶ μεγίστῃ διαθέσει γίνεται καῦσος ἐν χειμῶνι, μηδὲ γὰρ ἂν συστῆσαι τὴν ἀρχὴν αὐτὸν ἑτέρως, εἰ μὴ διὰ τὴν τῆς αἰτίας 
531
ἰσχὺν ἐνίκησε τὴν ἐκ τῆς ὥρας ἐναντίωσιν. ὁπότ’ οὖν οὐ κατέσχεν ἡ ὥρα τὸ μέγεθος τῆς αἰτίας, καίτοι βοηθὸν ἔχουσα τὴν ὑγίειαν, ἦ πού γ’ ἂν ἐν τῇ νόσῳ κινήσειεν αὐτὴν, μηδὲ τῆς ὑγιεινῆς ἰσχύος ἔτι παρούσης. ἀλλὰ καὶ δι’ αὐτῆς τῆς πείρας ἐναργῶς φαίνεται τοῦτο. τῶν γὰρ ἴσων τὸ μέγεθος καύσων ὀλεθριώτερός ἐστιν ὁ ἐν χειμῶνι συνιστάμενος, ὅταν γε συστῇ μὲν ἐν θερμοτέρᾳ καταστάσει, μεταβολὴ δ’ ἐξαιφνίδιος εἰς ψυχρότερα γένηται, μεγάλως ὁ τοιοῦτος καῦσος ὑπὸ τῆς τοῦ περιέχοντος ὀνίναται ψύξεως, ἀμφοτέρων αὐτῷ γινομένων ἀγαθῶν. τῆς μὲν προτέρας καταστάσεως, ἐν ἧ τὴν γένεσιν ἔσχεν ὡς σημείου, τῆς δ’ ἑτέρας ἐν ᾗ τὴν λύσιν, ὡς αἰτίου. ταῦτ’ οὖν ἅπαντα μαρτυρεῖ μᾶλλον καὶ οὐ μάχεται τῇ κατὰ τὸν ἀφορισμὸν γνώμῃ. καθάπερ οὐδὲ τὸ βράγχους καὶ κορύζας τοῖς σφόδρα πρεσβυτέροις μὴ πεπαίνεσθαι, καίτοι γε οἰκεῖα παθήματα τῆς τῶν γερόντων ἡλικίας ὄντα. πρῶτον μὲν γὰρ οὐ ταυτόν ἐστι τῷ μὴ πεπαίνεσθαι τὸ κινδυνῶδες ὑπάρχειν. εἶτα
532
καὶ τὸ μηδ’ ἁπλῶς εἰρῆσθαι τοὺς πρεσβυτέρους, ἀλλὰ μετὰ τοῦ σφόδρα, πάντα γὰρ ἐκείνοις ἐστὶ κινδυνώδη διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως. οὐ μὴν οὐδὲ τὸ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν γεγραμμένον, καὶ μάλιστα ἔθνησκον οἷς ἕῤῥεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδες, ἐναντιοῦται τοῖς εἰρημένοις. οὐ γὰρ τὴν ἐκ τῶν στοιχείων κρᾶσιν εἴρηκε νῦν, ἀλλὰ τὴν τοῦ σώματος ἰδέαν. ἔστιν ὅτε γὰρ ὀνομάζουσι φύσιν καὶ ταύτην. καὶ ὥσπερ ἀληθές ἐστι τὴν θερμὴν κρᾶσιν ἧττον ἐν τοῖς θερμοῖς κινδυνεύειν νοσήμασιν, οὕτως καὶ τοὺς στενοθώρακας οὐ μόνον μᾶλλον ἁλίσκεσθαι ὑπὸ φθίσεως, ἀλλὰ καὶ κινδυνεύειν ἁλόντας. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς, ὑπὸ τῶν τοιούτων πιθανῶν ἀπατηθέντες, οἰκεῖον νόσημά τι τῇ τοῦ κάμνοντος φύσει τὸ κατὰ τὴν κρᾶσιν ἐναντίον ἔφασαν, ὡς εἰ καὶ ἐπιτήδειον εἴρηται, πάμπολυ καὶ τῆς τῶν πραγμάτων ἀληθείας καὶ τῆς Ἱπποκράτους γνώμης ἁμαρτάνοντες, ὡς δέδεικται.

533
Ἐν πάσῃσι νούσοισι τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον πάχος ἔχειν βέλτιόν ἐστι. τὸ δὲ σφόδρα λεπτὸν καὶ ἐκτετηκὸς μοχθηρόν. ἐπισφαλὲς δὲ τὸ τοιοῦτον καὶ πρὸς τὰς κάτω καθάρσιας.

Ὅτι μὲν ἔξω εἶναι χρὴ πάσης διαθέσεως τῆς παρὰ φύσιν ἅπαντα τὰ κατ’ ἐπιγάστριον χωρία πρόδηλόν ἐστι. καὶ λέλεκται κατὰ τὸ προγνωστικὸν, ἔνθα φησὶν ὑποχόνδριον ἄριστον μὲν ἀνώδυνόν τε εἶναι καὶ μαλθακὸν καὶ ὁμαλόν. ἀλλὰ καὶ τούτων αὐτῶν ἐστι τὰ μὲν ἰσχνότερα, τὰ δὲ παχύτερα, περὶ ὧν νῦν τὸν λόγον ποιεῖται, ὅσα μὲν παχύτερα, βελτίω ταῦτ’ εἶναι λέγων, ὅσα δὲ ἰσχνὰ, μοχθηρὰ καὶ ὡς σημεῖα δηλονότι καὶ ὡς αἴτια. ὡς σημεῖα μὲν γάρ εἰσι τῆς ἐν τοῖς ἐκτετηκόσι μορίοις ἀσθενείας, ὡς αἴτια δὲ τοῦ μηδὲ πέττεσθαι καλῶς ἐν τῇ γαστρὶ τὰ σιτία, μηδ’ αἱματοῦσθαι κατὰ τὸ ἧπαρ. ἄμφω γὰρ ταῦτα πάντα τὰ μόρια

534
πρὸς τοῦ πάχους τῶν εἰρημένων σωμάτων ὠφελεῖται θαλπόμενα. τοσούτων οὖν εἰκός ἐστιν ἐκτακέντων αὐτῶν βλάπτεσθαι τὰς ἐνεργείας, ὅσον ὑγιαινόντων ὠφελοῦνται. ὅτι δὲ ἡ λεπτότης τῶν εἰρημένων μερῶν καὶ πρὸς τὰς κάτω καθάρσεις ἐπισφαλής ἐστι πρόδηλον. ἰσχυρὰ γὰρ δεῖ εἶναι πάντα τὰ κάτω τοῦ θώρακος μόρια πρὸς τῷ καλῶς ὑπηρετεῖν ταῖς καθάρσεσιν· εἰ δὲ μὴ, μεγάλαις περιπίπτειν βλάβαις. διὰ τί δὲ μόνας εἶπε τὰς κάτω καθάρσεις ἄξιον ζητῆσαι. καὶ γὰρ αἱ ἄνω, τουτέστιν αἱ δι’ ἐμέτων, ἐπισφαλεῖς εἰσι τοῖς οὕτω διακειμένοις. ἢ ταύτας μὲν ὡς σαφεῖς παρέλιπεν, ἐκείνων δ’ ὡς ἀσαφεστέρων ἐμνημόνευσεν; ἦτρον δὲ ἰδίως ὀνομάζει τὸ κάτω χωρίον τῆς γαστρὸς, ὅσον ἐστὶ μεταξὺ τοῦ αἰδοίου καὶ τοῦ ὀμφαλοῦ. ὡς εἰς τρία ταῦτα διαιρεῖσθαι τὸ σύμπαν ἐπιγάστριον, ὑποχόνδριον, τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον.

535
Οἱ ὑγιεινῶς ἔχοντες τὰ σώματα ἐν τῇσιν φαρμακείῃσι καθαιρόμενοι ἐκλύονται ταχέως οἱ πονηρᾷ τροφῇ χρεέμενοι.

Οἱ μὲν ὑγιεινῶς ἔχοντες τὰ σώματα δεόντως ἐν ταῖς φαρμακείαις ἐκλύονται ταχέως· συντήκονται γὰρ, οὐ καθαίρονται. οἱ πονηρᾷ δὲ τροφῇ χρώμενοι διὰ τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ἐκλύονται ῥᾳδίως ἐπὶ ταῖς καθάρσεσιν. εἴτε δὲ τὴν ἔξωθεν εἰσφερομένην τροφὴν τῷ σώματι, εἴτε τὴν ἐν αὐτῷ περισχομένην εἴρηκε μοχθηρίαν, ἑκάτερος ἀληθὴς ὁ λόγος, ἐπειδὴ καὶ τὰ μοχθηρὰ σιτία μοχθηρὸν εἴωθεν αἷμα γεννᾷν. οὕτως οὖν καὶ λέγεται μοχθηρὰ τῆς ἀναφορᾶς γενομένης, ἐπὶ τὸ γενηθησόμενον ἐξ αὐτοῦ αἷμα.

536
Οἱ εὖ τὰ σώματα ἔχοντες φαρμακεύεσθαι ἐργώδεες.

Οὐ τοὺς ὁτιοῦν φάρμακον προσφερομένους φαρμακεύεσθαι λέγειν εἴωθεν ὁ Ἱπποκράτης, ἀλλ’ ἐπὶ μόνων τῶν καθαιρόντων τούτῳ χρῆται τῷ ῥήματι. ὁ μὲν οὖν προγεγραμμένος ἀφορισμὸς ἓν τῶν προσγινομένων αὐτοῖς ἐδήλωσε σύμπτωμα. ἐκλύεσθαι γὰρ ἔφη ταχέως ἐν ταῖς καθάρσεσι τοὺς ὑγιεινῶς ἔχοντας. ἐν τῇ δὲ γενικωτέρᾳ λέξει περὶ τῶν αὐτῶν ἀπεφῄνατο, λέγων αὐτοὺς ἐργῶδες εἶναι φαρμακεύεσθαι· καὶ γὰρ ἰλιγγιῶσι καὶ στροφοῦνται καὶ δυσχερῶς αὐτοῖς ἡ κάθαρσις προχωρεῖ καὶ πρὸς τούτοις ἔτι ταχέως ἐκλύονται. γίνεται δὲ ταῦτα πάντα καθαρτικοῦ φαρμάκου τὸν οἰκεῖον μὲν ἕλκειν χυμὸν ἐφιεμένου, ἤτοι τὴν ξανθὴν ἢ τὴν μέλαιναν χολὴν ἢ τὸ φλέγμα ἢ τὸ ὑδατῶδες περίττωμα.

537
τῷ δ’ ἀπορεῖν αὐτοῦ τὸ αἷμα καὶ τὰς σάρκας συντήκει, ἵν’ ἐξ ἐκείνων ἕλξῃ τὸ οἰκεῖον.

Τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ τῶν βελτιόνων μὲν, ἀηδεστέρων δὲ μᾶλλον αἱρετέον.

Οὐ διὰ τὸ κεχαρισμένον μόνον τῷ κάμνοντι τοῦτο ποιητέον, ἀλλὰ καὶ ὡς ὠφελιμώτερον αὐτῷ γενησόμενον. ὅσα γὰρ ἂν ἡδέως προσενεγκώμεθα, περιστέλλεσθαι τούτοις ἡ γαστὴρ εἴωθε καὶ πέττειν μᾶλλον αὐτὰ ῥᾳδίως. ἀποχωρεῖν δὲ ἀπὸ τῶν ἀηδῶν ὡς ἤτοι ναυτίας ἐπιφέρειν ἢ πνευματώσεις ἢ κλύδωνας. ὅπερ οὖν ἐπὶ τῶν πλείστων καὶ εὐχύμων ὄντων γίνεται, ὅταν ᾖ μικρῷ χεῖρον, ἐπὶ τῶν ἡδέως λαμβανόντων οὐ μόνον οὐκέτι χεῖρον, ἀλλ’ ἐνίοτε καὶ βέλτιον γίνεται.

538
Οἱ πρεσβῦται τῶν νέων τὰ μὲν πολλὰ νοσέουσιν ἧσσον, ὁκόσα δ’ ἂν αὐτέοισι χρόνια νοσήματα γένηται, τὰ πολλὰ ξυναποθνήσκουσιν.

Οἱ πρεσβῦται τῶν νέων οὐ πάντες ἧσσον νοσοῦσιν, οὐδὲ γὰρ ἅπαντες ἐγκρατέστερον διαιτῶνται. ὅσοις δ’ οὐχ ὑπάρχει τοῦτο, μᾶλλον νοσοῦσιν ἀσθενέστεροι τῶν νέων ὄντες. ὅτι δ’ αὐτοῖς πάμπολλα τῶν χρονίων νοσημάτων συναποθνήσκει πρόδηλον, εἴ γε καὶ ἡ δύναμις ἀσθενὴς, ὡς μήτε πέττειν ἔτι δύνασθαι ῥᾳδίως τὰς νόσους καὶ ψυχρὰ πάντα ἐστὶ τὰ χρόνια νοσήματα, διὸ καὶ μᾶλλον γέρουσιν ἢ νεωτέροις γίνεται. τοῖς γὰρ οἰκείοις νοσήμασιν ἑαλωτότεροι πάντες.

Βράγχοι καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται.
539

Ἐὰν συνάψωμεν ἀλλήλοις τοὺς ἀφορισμοὺς, ἑκατέρου ὁ λόγος ἔσται τοιοῦτος. οἱ πρεσβύτεροι τῶν νέων τὰ μὲν πλεῖστα νοσοῦσιν ἧττον, ὅσα δ’ αὐτοῖς χρόνια νοσήματα γίνεται, τὰ πολλὰ συναποθνήσκει. βράγχοι γοῦν καὶ κόρυζαι τοῖσι σφόδρα πρεσβύτῃσιν οὐ πεπαίνονται, ὥστε οἷόν τι παράδειγμα τὸν ἀφορισμὸν εἶναι τοῦτον τοῦ προγεγραμμένου. συναποθνήσκει γὰρ οὐ ταῦτα μόνον τοῖς πρεσβυτέροις, ἀλλὰ καὶ νεφρῖτις καὶ ποδάγρα καὶ ἀρθρῖτις καὶ ἰσχιὰς, αἵ τε περὶ κῶλον ἢ σπλῆνα διαθέσεις ψυχραὶ καὶ πρὸς ταύταις ἄσθματα, βῆχες, κυρτώσεις, λορδώσεις, σκολιώσεις, ὅσα τ’ ἄλλα διὰ τοὺς ψυχροὺς γεννᾶται χυμοὺς, οὓς καὶ τῶν ἀκμαζόντων τισὶ, μὴ ὅτι πρεσβύταις χαλεπὸν ἐκπεφθῆναι.