In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Τὰ ἀσθενέστερα σιτία ὀλιγοχρόνιον βιοτὴν ἔχει.

Σιτίον ἀσθενὲς οὐκ ἄλλο τι δυνατόν ἐστιν ἀκούειν τοῦ βραχεῖαν τροφὴν διδόντος τῷ σώματι, τοιαῦτα δ’ ἐστὶ τά τε λάχανα καὶ τῶν ἀκροδρύων τὰ πλεῖστα. ταῦτ’ οὖν, φησιν, ὀλιγοχρόνιον βιοτὴν ἔχει, τουτέστι τοὺς χρωμένους αὐτοῖς ὀλιγοχρονίους ἐργάζεσθαι πέφυκεν, ἢν αὐτὰ τὰ σιτία ταχέως ἐκ τοῦ σώματος κενοῦνται. κακόζηλον δ’ ἐστὶ τὴν ἐν τῷ σώματι μονὴν τῶν σιτίων ζωὴν ἀκούειν αὐτόν.

283
Κεδμάτων τὰς ἐπὶ τοῖς ὠσὶν ὄπισθεν φλέβας σχάζειν.

Κέδματα λέγει τὰ εἰς τὰ σκέλη κατασκήπτοντα ῥεύματα, καὶ μάλιστά γ’ αὐτῶν τὰ εἰς τὴν πρώτην διάρθρωσιν ἥτις ἐστὶ κατ’ ἰσχίον, οὐ μὴν ἀληθῆ γε τὰ περὶ τῆς φλεβοτομίας εἶναι πειθομένης, καθάπερ οὐδὲ αὐτῶν τῶν προσιεμένων αὐτὴν οὐδεὶς ἀκριβῶς ἐπείσθη. δηλοῦσι γὰρ ἔργῳ τοῦτο, μηδέποτε ἐπὶ τῶν ἀῤῥώστων χρώμενοι. κατὰ μέντοι τὴν ῥῆσιν αὐτὴν ἡ λέξις οὐκ ἀκριβῶς ἑρμηνεύεται γράψαντος αὐτοῦ τὰς ἐπὶ τοῖς ὠσὶ φλέβας. οὐ γὰρ τὰς ἐπὶ τοῖς ὠσὶν ἐχρῆν, ἀλλὰ τὰς περὶ τὰ ὦτα λελέχθαι. φλέβες γάρ τινές εἰσιν ὄπισθεν τῶν ὤτων ἀξιόλογοι. κατ’ αὐτὰ δὲ τὰ ὦτα πάνυ σμικραὶ καὶ δυσθεώρητοι καὶ τὰ πολλὰ μηδὲ φαινόμεναι.

284
Λαγνείη τῶν ἀπὸ φλέγματος νούσων ὠφέλιμον.

Οὐ πᾶσιν, ἀλλὰ τοῖς ἰσχυροῖς τὴν δύναμιν ὠφέλιμός ἐστιν ἡ λαγνεία νοσοῦσιν ἀπὸ φλέγματος. οἱ γὰρ ἀσθενεῖς εἰς ἔσχατον ἀῤῥωστίας ὑπ’ αὐτῆς ἀφικόμενοι βλαβήσονται μεγάλως, οἱ δ’ ἰσχυρὰν ἔχοντες τὴν δύναμιν οὔτε καταλυθήσονται καὶ ὠφεληθήσονται, ξηραινούσης τῆς λαγνείας τὴν τοῦ φλέγματος περιουσίαν. μεμαθήκατε γὰρ ὅτι λαγνεία ξηραίνει, καθάπερ ἀγρυπνία, κατὰ τὸ διαφορεῖν ἐπὶ πλέον τοὺς χυμούς. ἀλλὰ καὶ θερμαίνει τὸ σῶμα τοῖς ἐῤῥωμένην ἔχουσι τὴν δύναμιν ἡ λαγνεία, τοῖς δ’ ἀσθενέσιν ἐν μὲν τῷ παραχρῆμα θερμαίνει, ψύχει δὲ μετὰ ταῦτα γενναίως.

Θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικά. μελαίνης χολῆς ὡς ὅμοιον αἱμοῤῥοΐδι.
285

Οὐχ ὡς ἔμπροσθεν ἰσχυρὰν δίαιταν ἔφαμεν εἶναι τὴν τῶν πολυτρόφων σιτίων, οὕτω καὶ νῦν ἀκουστέον ἐστὶν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ τὰ πολλὴν διδόντα τῷ σώματι τροφὴν, ἀλλὰ τὰ τὴν δύναμιν ἔχοντα, κρόμμυα δηλονότι καὶ σκόροδα καὶ σίλφιον καὶ ὀπὸν οἶνόν τε παλαιότατον, ὅσα τ’ ἄλλα τοιαῦτα τὴν φυσικὴν δυσκρασίαν αὐξάνοντα, τῇ δὲ ταύτης ἐναντία χρησιμώτατα. πολλάκις γὰρ ἤδη μεμαθήκαμεν ὡς τὰς μὲν ἀμέμπτους φύσεις ὠφελεῖ τὰ ὅμοια, τὰς δὲ δυσκράτους ὥσπερ καὶ τὰς νόσους, τὰς τῆς καθεστώσης αὐταῖς κράσεως ἐναντία. τινὲς δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον τῆς ἐχομένης ῥήσεως τὴν ἀρχὴν τέλος ἐποιήσαντο τῆς νῦν προκειμένης, ὡς γίνεσθαι τοιαύτην, θερμοκοιλίοισιν ἰσχυρὰ ποτὰ καὶ βρωτὰ ταρακτικὰ μελαίνης χολῆς. ὅτι μὲν οὖν ταρακτικὰ τῶν κατὰ τὴν γαστέρα μάλιστά ἐστι τοῖς θερμοκοιλίοις τὰ τοιαῦτα πρόδηλον, οὐ μὴν ὁμοίως γε τὰ καθ’ ὅλον τὸ σῶμα ταράττει πᾶσιν, ἀλλὰ καὶ τοῖς τὴν ἐν τούτοις κρᾶσιν ἤτοι θερμὴν ἢ ξηρὰν ἔχουσιν ἢ

286
κατ’ ἄμφω δύσκρατον, ὡς οὑ μόνον χολῆς μελαίνης ἐστὶ ταρακτικὰ τὰ τοιαῦτα τῶν ἐδεσμάτων, ἀλλὰ καὶ τῆς ξανθῆς. ἴσως δ’ ἐπεὶ μείζονα βλάβην ἡ μέλαινα χολὴ ταραχθεῖσα φέρει διὰ τοῦτ’ ἐπ’ αὐτῆς ἠξίωσαν ἀκούειν τοῦ λόγου κατὰ ἐξοχήν. οἱ πλεῖστοι δὲ περιγράψαντες αὐτὴν κατ’ αὐτὴν τὴν προκειμένην ῥῆσιν ἀρχὴν τῆς ἑπομένης ἐποιήσαντο.

Μελαίνης χολῆς ὡς ὅμοιον αἱμοῤῥοΐδι.

Τὸ μὲν οὖν τὰς μελαγχολίας ὑπὸ τῶν αἱμοῤῥοΐδων ὠφελεῖσθαι τῶν ἐναργῶς φαινομένων ἐστὶ καὶ πολλοὺς κατ’ ἐπιστάσεις αὐτῆς ἐθεασάμεθα μελαγχολήσαντας. ἐνίους δ’ οὐ μόνον ἅπαξ ἢ δὶς, ἀλλὰ καὶ τρὶς καὶ τετράκις εἰς μελαγχολίαν ἐμπεσόντας, ἅμα τῷ στῆναι τὴν αἱμοῤῥοΐδα, τινὰς δὲ καὶ καθ’ ἕκαστον ἔτος εἰς τὸ πάθος ἐπιφερομένους, εἰ μὴ φθάσειεν, ἤτοι δι’ αἱμοῤῥοΐδος ἢ διὰ τοῦ καθαρθῆναι μέλαιναν χολὴν ὠφεληθέντες· οἱ πλεῖστοι μὲν οὖν αὐτῶν 

287
αἷμα μέλαν ἐκκενοῦνται διὰ τῆς αἱμοῤῥοΐδος, οὐ μὴν ἅπαντές γε. γίνεται οὖν οὐ κατὰ μίαν αἰτίαν αἱμοῤῥοῒς, ἀλλ’ ἐνίοτε μὲν οὖν αὐτῆς τῆς φύσεως ἐκκαθαιρούσης τὸν μελαγχολικὸν χυμὸν, ἐνίοτε δὲ πλῆθος ἐκκενούσης, ὡς καὶ τοῖς διὰ ῥινῶν αἱμοῤῥαγοῦσιν. ἔστι δ’ ὁτὲ φλεβὸς ἀναστομωθείσης τῇ βίᾳ τοῦ κατασκήψαντος εἰς αὐτὴν, ἄνευ τοῦ τὴν φύσιν ἐργάζεσθαι τοῦτο προνοητικῶς, διὸ καὶ τὸ κενούμενον ἐνίοτε μέλαν οὐκ ἔστι καὶ μέντοι καὶ τῆς φύσεως ἕνεκα τοῦ τὸ μέλαν ἐκκενῶσαι τὴν ἀναστόμωσιν ἐργαζομένης. συμβαίνει δὲ ποτε κενωθέντι τῷ μοχθηρῷ τὸ χρηστὸν συνακολουθεῖν, ὅταν μὴ φθάσῃ μῦσαι τὸ ἀγγεῖον, ἀλλ’ ἐπὶ πλέον ἀνεστομωμένων διαμένῃ. κατὰ τὴν προκειμένην οὖν ῥῆσιν (οὐ) τοῦτο λέγειν αὐτὸν ἡγετέον, ὅτι πᾶσα τὴν χολὴν μέλαιναν αἱμοῤῥοῒς ἐκκενοῖ καὶ διὰ τοῦτο τοὺς μελαγχολικοὺς ὠφελεῖ μὲν γινομένη, βλάπτει δ’ ἐπισχεθεῖσα καὶ ὡς ἀναστομωτέον αὐτήν ἐστιν, εἰ μύσειεν.

288
Τὰς ἐπαυξέας νούσους μίξις.

Πότερον ὠφελεῖ μίξις αὐτὰς ἢ βλάπτει παραλέλειπται. πάντων δὲ τῶν ἐξηγητῶν οὐκ οἶδ’ ὅπως ὑποθεμένων αὐτὰς ὠφελεῖσθαι καὶ μίξιν ἀκουσάντων τὴν πρὸς γυναῖκα, χωρὶς Ἡρακλέος τοῦ Ἐρυθραίου. πάντων δὲ διαφερομένων ἐν τῷ κατὰ τὰς ἐπαυξέας σημαινομένῳ, ὅ μοι δοκεῖ πιθανώτατον ὡς ἐν αἰνίγμασιν εἶναι, τοῦτο μόνον ἐρῶ. νόσους τὰς ἐπαυξεῖς, τὰς αὐξανομένας ἐν τῷ χρόνῳ καὶ χείρονας ἀεὶ γινομένας, εἰ μὴ φθάσειε λυθῆναι, οἶον ἀπὸ ποδάγρας, ἀρθρίτιδας, νεφρίτιδας, ἐπιλήψιας, μελαγχολίας ἁπάσας βλαπτομένας ὑπ’ ἀφροδισίων. Σαβῖνος δ’ ἐπαυξεῖς ἀκούει νόσους τὰς τοῖς παιδίοις γενομένας καὶ συναυξανομένας ἄχρι τοῦ δύνασθαι, ὡς αὐτὸς ὀνομαστί φησι, μίγνυσθαι, ἐπιληψίαν τε εἶναι καὶ φρενίτιδας καὶ τεταρταίους πυρετοὺς καὶ κεφαλαλγίαν, οὐ μὴν φαίνεταί γε πᾶσι

289
τὰ πάθη ταῦτα γενόμενα, πλὴν τῆς ἐπιληψίας, ἢ καὶ δι’ αὐτὸ τοῦτο πρὸς τῶν παλαιῶν ὀνομασθῆναι συνέβη παιδίων πάθος. γίνεται δὲ καὶ ὁ κατὰ τὴν κύστιν λίθος παισὶν, ἀλλ’ οὐχ οὕτως πολλοῖς ὡς ἐπιληψία. ταύτην μὲν οὖν ἐν τῇ μεταβολῇ τῆς τῶν παίδων ἡλικίας, ὡς τὰ πολλὰ συμβαίνει λύεσθαι, τοῖς μὴ μεγάλα πλημμελοῦσι περὶ τὴν δίαιταν. ὁ δ’ ἐν τῇ κύστει λίθος οὐχ ὑπὸ μεταβολῆς τῆς ἡλικίας, ἀλλ’ ὑπὸ χειρουργίας μόνης θεραπεύεται. γινώσκοντες οὖν ἡμεῖς καὶ χωρὶς τῆς προκειμένης ῥήσεως, ὅτι τε τὴν ἐπιληψίαν καὶ τὰ ἄλλα ὅσα φλεγματικὰ νοσήματα μεγάλως ὀνίνησιν ἡ μεταβολὴ τῆς τῶν παίδων ἡλικίας εἰς τὴν τῶν μειρακίων, εἰ καὶ χωρὶς τῶν ἀφροδισίων χρήσεως γίνοιτο. πρὸς τούτῳ δ’ ἐπιστάμενοι καὶ ὡς οὔτε νεφρῖτις οὔτε πυρετὸς τεταρταῖος οὔτε ἀρθρῖτις παύεται δι’ ἀφροδισίων, ὑπὸ μὲν τῆς προκειμένης ῥήσεως ἀνιγματώδους οὔσης οὐδὲν διδασκόμεθα, καθάπερ οὐδ’ ὑπ’ ἄλλης οὐδεμιᾶς τῶν τοιούτων. καὶ γὰρ τὴν ὠφέλειάν ποτε τῷ ψύχειν ἐργάζεται, μόνους ἐκείνους ὀνινᾶσα τοὺς αἰθαλώδεις ἢ καπνώδεις
290
διαπνοὰς ἴσχοντας, διὰ φυσικὴν δυσκρασίαν. οὗτοι γὰρ ὅταν ἐπισχεθῶσιν αὐτὰς, βλάπτονται μεγάλως, οὗτοι καὶ πρὸς τῶν ἀφροδισίων ἐν καιρῷ καὶ μέτρῳ γινομένων ὠφελοῦνται.

Ψύξις τὰ κατὰ κοιλίην σκληρύνει.

Καὶ κατὰ ταύτην τὴν ῥῆσιν τὸ μέν τι χρήσιμόν ἐστιν ἅπασι τοῖς τὴν τέχνην μετιοῦσιν, ἄν τ’ οὖν ἐμπειρικοὶ τύχωσιν ὄντες ἄν τε δογματικοί. τὸ δέ τι μόνοις τοῖς τὰς αἰτίας ἑκάστου τῶν γινομένων ἐπίστασθαι προῃρημένοις. ἐρῶ δὲ περὶ προτέρου τοῦ χρησίμου πᾶσιν. ἐν τοίνυν τῇδε τῇ λέξει, ψύξις τὰ κατὰ κοιλίην σκληρύνει. κοινῇ μὲν ἐδέξαντο πάντες, οὓς κᾀγὼ γινώσκω περὶ τῶν διαχωρουμένων αὐτῷ τὸν λόγον εἶναι, τὸν αὐτὸν ὄντα δυνάμει τῷ κατὰ τοὺς ἀφορισμούς. ἦν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι

291
σκληραί. πότερον δὲ τὴν ἐκ τῶν ἐκτὸς μερῶν τοῦ σώματος λέγει ψύξιν μόνον, ἥτις κᾀν ταῖς βορείαις γίνεται καταστάσεσιν, ἢ τῶν ἔνδον, ἐν οἷς ἐστὶ καὶ τὰ κατὰ τὴν κοιλίαν, ἐπισκέψασθαι παρέλιπον οἱ ἐξηγηταὶ, καίτοι διαφορὰν ἐχούσας οὐ σμικράν. τὴν μὲν γὰρ τῶν ἔξω ψύξιν ἴσμεν οἵ γε παραφυλάττοντες τὰ συμβαίνοντα τοῖς ἀνθρώποις ἀεὶ σκληρύνουσαν τὴν γαστέρα· τὴν δὲ τῶν ἔνδον ἔμπαλιν ὑγραίνουσαν, ἥ γε καὶ τὰς καλουμένας κοιλιακὰς διαθέσεις ἐργάζεται, ἐνίοτε καθ’ ὃν καιρὸν αὐτὰ μὲν τὰ σώματα τῶν ἔνδον μορίων ἐνδέχεται γίνεσθαι σκληρότερα, διαχωρεῖσθαι δ’ ὑγρὰ, μήτε πεττομένων καλῶς τῶν σιτίων μήτ’ ἀναδιδομένων. ταῦτα μὲν οὖν ἀναγκαῖα γινώσκεσθαι τοῖς ἰατροῖς ἅπασι, τὰς δ’ αἰτίας αὐτῶν μόνοις τοῖς ἀρίστοις. οὐ γὰρ ὅπερ οἱ ἐξηγησάμενοι τὴν ῥῆσιν ταύτην ἀληθές ἐστιν εἰπεῖν, ὡς τὸ ψυχρὸν συνάγον καὶ πηγνύον οἷς ἂν ὁμιλήσῃ, σκληρότερα κατὰ τοῦτο ποιεῖ αὐτά. τοῦτο γὰρ ἐπὶ μὲν αὐτῶν τῶν ψυχομένων σωμάτων, ὅσα μὴ κατὰ βάθος ἐστὶ, ὀρθῶς ἂν λέγοιτο, τὰ δὲ κατὰ τὴν κοιλίαν 
292
ἀδύνατον εἰς τοσαύτην ψύξιν ἐλθεῖν, ὥστε βρωτὰ καὶ ποτὰ παγέντα σκληρυνθῆναι, καθάπερ τὰ ἐκτὸς ἐν χειμῶνι. τεθνήξεται γὰρ θᾶττον ὁ ἄνθρωπος, εἰ τοσαύτην ἕξει ψύξιν, ἀλλὰ μόνον ὅταν ὑπὸ τοῦ περιέχοντος ψύχηται τὰ ἔξωθεν μέλη τοῦ σώματος, ἀβλαβῶν ὄντων τῶν κατὰ τὴν γαστέρα, φαίνεται σκληρυνόμενα τὰ διαχωρήματα, θερμοτέρας γινομένης τῆς κοιλίας, ὥσπερ αὐτὸς ἔλεγεν, αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει. καὶ τούς γ’ ἐξηγητὰς εὕροις ἂν ἀεὶ λέγοντας ἀντιπεριΐστασθαι τὸ θερμὸν τῷ ψυχρῷ, πρὸς τὸ βάθος τοῦ σώματος ὑποχωροῦν, ὁπόταν ψυχθῇ τὰ ἐκτός. οὕτως οὖν καὶ νῦν φημὶ, τῆς μὲν γαστρὸς θερμοτέρας γινομένης, τῆς δὲ ὑποχωρήσεως ἐπεχομένης δι’ ἣν ὀλίγον ὕστερον αἰτίαν ἐρῶ, πέττεσθαί τε ἅμα κάλλιστα καὶ ἀναδίδοσθαι τὸν ἐκ τῆς τροφῆς χυλὸν ἅπαντα. τούτου δὲ συμβαίνοντος ἀκόλουθόν ἐστι ξηραίνεσθαι τὰ διαχωρήματα, τούτῳ δ’ ἕπεται τὸ σκληρύνεσθαι. δυοῖν γὰρ τούτων αἰτίων σκληρυνόντων, οἷς ἂν ὁμιλήσῃ σώμασιν, ὧν τὸ μὲν ψυχρόν ἐστι, τὸ δὲ ξηραῖνον. ἡ μὲν ἐκ τῆς ψύξεως αἰτία τοῖς
293
περιεχομένοις κατὰ τὴν κοιλίαν οὐκ ἄν ποτε συμβαίη ζῶσιν ἡμῖν. ἡ δὲ διὰ τὴν πολυχρόνιον ἔνδον μόνην, ὅταν χωρὶς τοῦ τὴν πέψιν ἢ τὴν ἀνάδοσιν βεβλάφθαι γένηται, πάντως ἀκολουθήσει. λείποι δ’ ἂν οὖν ἔτι τὸ ἀναβληθὲν ἐπιδεῖξαι, διὰ τίνα αἰτίαν, ὅταν ψυχρὸς ὁ περιέχων ἡμᾶς ἀὴρ γένηται, χρονίζει τὰ κατὰ τὴν κοιλίαν. ἔστι δὲ τὸ συμβαῖνον τοιοῦτον. φυσικὸν μὲν γὰρ ἔργον ἐστὶν ἡ τοῦ σιτίων διὰ τῶν ἐντέρων φορὰ καὶ δέδεικται κατὰ τῶν φυσικῶν δυνάμεων ὑπομνήματα γινομένῃ τῇ περιστολῇ τῶν ἐντέρων. ἐπίκεινται δὲ κατὰ τὸ κάτω πέρας οἱ κλείοντες τὴν ἕδραν μῦες, οἵτινες ἐν τῷ κρύει συνάγονταί τε καὶ σφίγγονται, τὴν ἐναντίαν λαμβάνοντες διάθεσιν ἢ ὅταν αἰονεῖ τις αὐτοὺς ὕδατι θερμῷ. χαλῶνται μὲν γὰρ τηνικαῦτα καὶ δέχονται τὰ καταφερόμενα τῇ θλίψει τε καὶ περιστολῇ τῶν ἐντέρων, ἐπὶ τὴν ἕδραν περιττώματα καὶ μάλισθ’ ὅταν προκαλεῖται τὸ θερμὸν, ὡμολόγηται γὰρ καὶ τοῦτο προκλητικὸν ἀποκρίσεως εἶναι. τῶν δὲ κατὰ τὴν ἕδραν ψυχομένων καὶ διὰ τοῦτο συναγομένων τε καὶ σφιγγομένων τοὐναντίον ἀκολουθεῖ
294
σύμπτωμα, τὸ τὴν περισταλτικὴν τῶν ἐντέρων ἐνέργειαν ἀπὸ τῶν κάτω μερῶν ἀρχομένην, ἄνω προωθεῖν τὰ περιεχόμενα, καθάπερ ἐναργῶς ὁρᾶται πολλάκις, ὅταν ἤτοι χολῆς καὶ διαχωρημάτων δακνωδῶν ἀφικομένων ἐπὶ τὴν ἕδραν ἑκόντες αὐτὰ κατασχῶμεν, ἤτοι διά τινα πρᾶξιν ἐν ἐκείνῳ τῷ χρόνῳ διαπραττομένην ἢ πόῤῥωθεν κοπρῶνος ὄντες. ἀνατρέχει γὰρ ἄνω ταχέως ὡς μηδὲ βιαζομένης αὖθις ὑπακούειν ἑτοίμως. ἡ μὲν οὖν αἰτία δι’ ἣν χρονίζει κατὰ τὴν γαστέρα τὰ σιτία καὶ τὰ ποτὰ, ψυχροῦ τοῦ πέριξ ἀέρος γινομένου καὶ δὴ λέλεκται. ταύτῃ δ’ ἐδείχθη ξηρότης αὐτῶν ἑπομένη, καθάπερ γε ἐναργῶς τῇ ξηρότητι σκληρότης. εἰ δὲ τὰ σώματα τῶν κατὰ τὴν γαστέρα μορίων ψυχθείη, τήν τε πέψιν ἀνάγκη βλάπτεσθαι καὶ δι’ αὐτὴν ὑγραίνεσθαι μᾶλλον ἢ ξηραίνεσθαι τὰ διαχωρήματα. συμπεπληρωμένου δ’ ἡμῖν ἤδη τοῦ λόγου παντὸς, ἐπὶ τῇ προτέρᾳ γραφῇ μεταβῶμεν ἐφ’ ἑτέρας ὑπογεγραμμένας.

295
Μίξις τὰ κατὰ τὴν γαστέρα σκληρύνει.

Ὅτι μὲν ἡ λαγνεία ξηραίνει τὸ σύμπαν σῶμα, τῶν ὁμολογουμένων ἐστίν. οὐ μὴν ἀεί γε τὰ κατὰ τὴν κοιλίαν περιττώματα φαίνεται ξηραίνειν, ἀλλ’ ὅταν μεγάλως ὑπ’ αὐτῶν βαρυνθῇ, διὰ τὴν κατάλυσίν τε τῆς δυνάμεως καὶ ψύξιν τῶν μορίων, ὑφ’ ὧν ἡ τροφὴ πέττεται καὶ ἀναδίδοται τὰ κατὰ τὴν κοιλίαν, μίξις τὰ κατὰ τὴν κοιλίαν ψύχει καὶ σκληρύνει. βούλονται μὲν γὰρ ὑπὸ τῆς μίξεως τὴν ψύξιν γίνεσθαι τῶν κατὰ τὴν κοιλίαν, ὑπὸ δὲ τῆς ψύξεως τὴν ξηρότητα, καίτοι μὴ γινομένην τῷ λόγῳ τῆς ψύξεως ἐδείξαμεν, ἀλλὰ τῷ τῆς σκληρότητος. ὃ δὲ ἐν τοῖς ἔμπροσθεν λόγοις οὐκ εἶπον ἴσως ἄμεινόν ἐστι νῦν προσθεῖναι. τὴν γὰρ τῶν ἐκτὸς ψύξιν ἐπιδείξαντός μου σκληρύνειν τὰ διαχωρούμενα τάχα τις οἰήσεται μόνην ταύτην αἰτίαν εἶναι τοῦ ξηραίνεσθαι τὰ κατὰ τὴν κοιλίαν. ἔστι δ’ οὐχ αὕτη μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς περισταλτικῆς τῶν

296
ἐντέρων δυνάμεως ἀῤῥωστία καὶ προσέτι ῥώμη τῆς καθεκτικῆς καὶ καθ’ ἣν ἀναδίδοται τὰ τῆς γαστρὸς εἰς ἧπαρ, ἔτι τε πρὸς τούτοις ἡ δυσαισθησία τῶν ἐντέρων καὶ τὸ τῆς τροφῆς ἄδηκτον. εἰ δέ τις οἰήσεται παραλελεῖφθαι τὰ στύφοντα βρώματά τε καὶ πόματα κακῶς ὑπολήψεται. περιέχεται γὰρ ἐν τοῖς ῥώμην ἐργαζομένοις τῆς καθεκτικῆς δυνάμεως.

Ἐλλέβορον πιόντα θᾶσσον καθαίρειν ἢν ἐθέλῃς, λούειν ἢ φαγεῖν.

Ὁ μὲν καθόλου τε καὶ κοινὸς λόγος ἁπάσης καθάρσεως κατὰ τόνδε τὸν ἀφορισμὸν εἴρηται, τὰ σώματα ὅκου τὶς βούλεται καθαίρεσθαι εὔροα ποιέειν. ἐνταυθοῖ δ’ ἐφ’ ἑνὸς τῶν καθαιρόντων τοῦ σφοδροτάτου παρασκευῆς μιᾶς εἰς εὔροιαν ἐμνημόνευσε τῆς ἐκ λουτροῦ, χέοντος μὲν τοὺς 

297
χυμοὺς, χαλῶντος δ’ εἴ πού τι συντέταται καὶ κατεσκλήρυνται τὸ σῶμα. λούειν οὖν συμφέρει τοὺς ἑλλεβοριζομένους, οὔτε πρὸ πολλοῦ τοῦ λαβεῖν τὸν ἑλλέβορον οὔτε μετὰ πολὺν χρόνον, ἀλλὰ μάλιστα μὲν πρὶν λαμβάνειν. ἐγχωρεῖ δὲ καὶ μετὰ τὸ λαβεῖν εὐθέως. εἰ δὲ τῆς καθάρσεως ἤτοι γε ἀρχομένης ἢ ὅσον οὔπω μελλούσης ἄρχεσθαι, λούοις τὸν ἄνθρωπον, ἀντισπάσεις τὴν ἔσω ῥοπὴν τῶν ὑπὸ τοῦ καθαίροντος φαρμάκου χυμῶν ἑλκομένων. ὥσπερ οὖν ἐφ’ ὧν παχὺ τὸ αἷμα λούοντας ἡμᾶς ἐκέλευσε φλεβοτομεῖν, οὕτως ἐφ’ ὧν μέλλομεν καθαίρειν, χρῆσθαι λουτροῖς πρὸς τὸ θᾶττον ἅμα καὶ ἀλυπότερον καθαρθῆναι, αὐτὸς δ’ ἐνταῦθα μόνου τοῦ θᾶττον ἐμνημόνευσεν. ἄμεινον δὲ δὴ οὐ μόνον ἐν αὐτῇ τῇ ἡμέρα, καθ’ ἣν λαμβάνει ὁ ἄνθρωπος τὸ φάρμακον, λούειν αὐτὸν, ἀλλὰ κᾀν ταῖς ἔμπροσθεν ἡνίκα παρεσκευάζετο πρὸς τὴν κάθαρσιν. αὐτὸς γὰρ ὁ Ἱπποκράτης καὶ τοῦτο κατὰ τοὺς ἀφορισμοὺς ἐκέλευσεν, ἡνίκα ἔγραψε πρὸς τοὺς ἑλλεβόρους, τοῖς μὴ ῥᾳδίως καθαιρομένοις προϋγραίνειν χρὴ τὸ σῶμα πρότερον τροφῇ καὶ ἀναπαύσει
298
τε καὶ τροφῇ καὶ ὅλως ὑγραίνειν κελεύει, δηλονότι καὶ λουτροῖς χρῆσθαι πλείοσιν ἐν ὕδασι ποτίμοις, ὑγραίνει γὰρ καὶ ταῦτα. καὶ νῦν δὲ προσέθηκε τῇ ῥήσει τὸ φαγεῖν, ἤτοι καθ’ ὃν χρόνον τὸν ἐλλέβορον ὁ ἄνθρωπος ἢ καὶ κατὰ τὴν ἔμπροσθεν δίαιταν, ἧς καὶ ἄλλο τι κεφάλαιον ἔφαμεν εἶναι τὸ λεπτύνειν τοὺς χυμοὺς καὶ τὰς ὁδοὺς τοῖς ἐπὶ τὴν κατὰ γαστέρα καταφερομένοις χυμοῖς εὐπετεῖς παρασκευάζειν. ἐν γὰρ τῷ εὔροα ποιεῖν, ὃ κατὰ τοὺς ἀφορισμοὺς ἐκέλευσε, περιέχεται ταῦτα.

Τὸ αἷμα ἐν ὕπνῳ εἴσω μᾶλλον φεύγει.

Καὶ κατὰ τὸν ἔμπροσθεν λόγον αὐτὸς ἔγραψε τήνδε τὴν λέξιν ὁ ἐγρηγορὼς, θερμότερος τὰ ἔξω, τὴν ἔσω δὲ ψυχρότερος, καθεύδων τἀναντία. καὶ νῦν οὖν νόμιζε τῆς προκειμένης εἶναι κοινὴν ἐκείνην τὴν ἐξήγησιν. ἃ γὰρ ἐπὶ

299
τοῦ θερμοῦ τῆς κινήσεως καὶ τῆς μεταστάσεως ἤκουσαν ἐγρηγορότων τε καὶ κοιμωμένων, ταῦτα νόμιζε καὶ περὶ τοῦ αἵματος ἀκηκοέναι. τὸ γὰρ ἔμφυτον θερμὸν ἐν τούτῳ τε καὶ τοῖς ἐκ τούτου τρεφομένοις ἐπὶ πλεῖστον.

Ῥῖγος ἀπὸ τῆς ἄνω κοιλίης, πῦρ δὲ μᾶλλον ἀπὸ τῆς κάτω.

Τῶν κατὰ τὴν κοιλίαν μορίων τὸ μὲν ἄνω ῥίγους μᾶλλόν ἐστι, τὸ δὲ κάτω πυρετοῦ γεννητικὸν ἢ αἰσθητικὸν ἢ ἀρκτικὸν, ὅπερ καὶ πιθανώτατόν ἐστι, καὶ δι’ αὐτό γε τοῦτο προσκεῖσθαι νομίζω τὸ μᾶλλον, ὡς ἀλλήλοις περιλαμβανομένων μόνων τῶν εἰρημένων. ἀλλ’ εἰ καὶ τοῦτο συγχωρήσαιμεν, ἐπέρχεταί τις ἄλλη ζήτησις οὐκ εἰδότων ἡμῶν πότερον, ὅταν ἐν φλεγμονῇ γένηται τὰ εἰρημένα μόρια, τοῦτο αὐτοῖς ἕπεσθαί φησι ἢ ὅταν εἰς αὐτὰ συῤῥεύσωσι χυμοί τινες ἐκ τοῦ σώματος δακνώδεις, ἢ ὅταν ἡ τροφὴ φθαρῇ. καί μοι

300
δοκεῖ βέλτιον εἶναι τὸν λόγον αὐτῷ νομίζειν ἡμᾶς γεγονέναι περί τε τῆς ἐκ χυμῶν βλάβης καὶ τῆς ἑπομένης αὐτῇ διαφθορᾶς τῶν σιτίων. ὅταν γὰρ ἤτοι ψυχρὸς ἢ δακνώδης ἐν τῷ στόματι τῆς κοιλίας ἀθροισθῇ χυμὸς, ἐκ διαφθορᾶς τῶν σιτίων ἢ μοχθηρᾶς ποιότητος ἢ καὶ συῤῥοῆς τοῦ σώματος, ἀρχὴ ῥίγους ἐντεῦθεν γίνεται. δέδεικται γὰρ ἐν τῷ περὶ ῥίγους λόγῳ, διὰ ψυχρὸν αἴτιον ἢ δακνῶδες τὸ ῥῖγος γινόμενον, ὅταν γε τὸ αἴτιον τοῦτο διὰ σωμάτων αἰσθητικῶν κινῆται καὶ φέρηται σφοδρότερον· ὥσπερ δὲ τοῦτο φαίνεται συμβαῖνον, οὕτως ἐνίοτε πυρετὸς ἐπὶ διαφθορᾶς τροφῆς ὁρᾶται γινόμενος, ἐπειδὰν εἰς τὴν κάτω κοιλίη ἡ διεφθαρμένη κατενεχθῇ, μὴ προηγουμένου τηνικαῦτα ῥίγους, ὥσπερ ὁπότε τὰ κατὰ τὸ στόμα τῆς κοιλίας ἐδάκνετο.

Ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα, ὑπέρινον ξηραίνει ὕπνος πολύς.
301

Τὸν γὰρ κεκενωμένον ὅτι ὁ πολὺς ὕπνος ξηραίνει καὶ τῇ πείρᾳ μὲν εἴσῃ δι’ ἧς ἅπαντες λόγοι κρίνονται καὶ πρὸ τῆς πείρας δὲ ποδηγηθείης ἂν εἰς τὴν τοῦ λεγομένου πίστιν ἐξ ὧν προμεμάθηκας. εἰ μὲν ἐν τοῖς ὕπνοις εἴσω συννεύει τὸ αἷμα καὶ δηλονότι τὸ ἔμφυτον θερμὸν, ἐν δὲ ταῖς ἐγρηγόρσεσιν ἐκτὸς ἀποτείνεται, πεφθήσεται μὲν ἐν τοῖς ὕπνοις τὰ κατὰ τὴν γαστέρα τε καὶ ἧπαρ, ὅλον δὲ τραφήσεται τὸ σῶμα κατὰ τὰς ἐγρηγόρσεις. εἰ τοίνυν τοῖς κεκενωμένοις ἔσω μὲν συννεύει τὸ θερμὸν, οὐδὲν δὲ ἔχον ὃ πέψῃ μαραίνεται. πρῶτον γάρ τοι τῶν ἄλλων ὑπὸ τῆς τροφῆς αὐτὸ τρέφεται, καθάπερ τὸ πῦρ ὑπὸ τῶν ξύλων, ἀσφαλῶς δὲ προσέθηκε τὸ πολύς. ὁ γὰρ ὀλίγος ἰᾶται τὸν προγεγονότα κάματον, ἡνίκα ὁ ἄνθρωπος ἐκκενῷ διὰ τῆς γαστρός. εἶτ’ εἰ καθ’ ἧπαρ καὶ τὰς πρώτας φλέβας εἴη τι χυμῶν ἀπέπτων ὑπολειπόμενον, ἐκπέπτει πᾶν αὐτό. τοῦτο μὲν οὖν τὸ δεύτερον μέρος τῆς ῥήσεως οὐδὲν ἔχει ἰσχυρὸν κατὰ τὴν λέξιν ἁμάρτημα. τὸ δὲ πρότερον, ὃ κατὰ τήνδε γέγραπται τὴν λέξιν, ἐπισπασμὸς, πνεύμων, ξηρὸν καῦμα, πάμπολυ 

302
τοῦ τῶν Ἑλλήνων ἔθους ἀποκεχώρηκεν. ἐχρῆν γὰρ εἰρῆσθαι κατὰ τήνδε τὴν λέξιν αὐτὸ, ἐπισπασμὸς γίνεται, διότι ξηρὸν καῦμα κατὰ τὴν πνεύμονος κρᾶσιν ἐστὶν, ἐπισπασμὸν ἀκουόντων ἡμῶν δηλονότι τὴν εἰσπνοήν. ὁ δὲ Κόϊντος οὐδ’ ὅτι ξηρὸς καὶ θερμός ἐστιν ὁ πνεύμων, διὰ τοῦτο ἔφη γίνεσθαι τὴν ταχεῖάν τε καὶ πυκνὴν ἀναπνοὴν, ἀλλὰ διὰ τοῦ τοιαύτην ξηραίνεσθαί τε καὶ θερμαίνεσθαι τὸν πνεύμονα. τὸν γὰρ ἐπισπασμὸν οὐχ ἁπλῶς ἀναπνοὴν ἅπασαν, ἀλλὰ μόνην τὴν ταχεῖάν τε καὶ πυκνὴν ἐβούλετο δηλοῦν. ὅτι δὲ ὑπὸ τῆς πυκνῆς ὁ πνεύμων καταξηραίνεται κᾀν τῷ περὶ διαίτης ὀξέων ὑπ’ αὐτοῦ λέλεκται.

Ψυχρότατον βρῶμα, φακοὶ, κέγχροι, κολοκύνθαι.

Κέγχροι καὶ κολοκύνθαι ψυχρὰ βρώματα σαφῶς εἰσιν, εἰ καὶ μὴ ψυχρότατα. φακὴν δὲ οὐκ ἂν ὁμολογήσαιμι ψυχρὸν εἶναι βρῶμα. φαίνεται γὰρ σαφῶς ὥσπερ αἱ κολοκύνθαι

303
καὶ σὺν αὐταῖς ἀτράφαξίς τε καὶ βλίτα καὶ θριδακίνη καὶ χονδρίλη καὶ τῶν σιτηρῶν ἐδεσμάτων ἡ κριθὴ καὶ κέγχροι ψύχοντα. κατὰ τὸν ἐναντίον δὲ τρόπον ἡ φακὴ μηδεμίαν ἐνδεικνυμένη ψύξιν ἢ παραχρῆμα μετὰ τὸ βρωθῆναι περιεχομένη κατὰ τὴν ἄνω κοιλίαν ἢ ὕστερον ἐν τοῖς λεπτοῖς ἐντέροις ἢ παχέσι γενομένη. τάχα δ’ ἐπειδὴ ψυκτικὸν ἔχειν τι τὸν στύφοντα χυμὸν ἐδείξαμεν ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ, τὴν φακὴν οἰήσεται ψύχειν, ἐπιλελησμένος ἐν τοῖς αὐτοῖς ὑπομνήμασιν εἰρημένον, ὡς ἕκαστον τῶν τοιούτων, ἁπλοῦν μὲν φαίνεται καὶ λέγεται, παραβαλλόμενον τοῖς ὑφ’ ἡμῶν ἐκ συνθέσεως κατασκευαζομένοις, οὐ μὴν ἀκριβῶς γε ἁπλοῦν ἐστιν. ἐδείχθη γοῦν καὶ ἡ φακὴ κατὰ τὸ πρῶτον γράμμα περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων, ἐξ ἐναντίων οὐσιῶν συγκειμένη τῆς μὲν ἐπεχούσης τὰ κατὰ τὴν γαστέρα, τῆς δὲ εἰς ἀπόκρισιν αὐτὴν ἐπεγειρούσης. τούτων οὖν ἡ μὲν ἐπέχουσα ψυχρὰ καὶ γεώδης ἐστὶν, ἡ δ’ ἐπεγείρουσα θερμή. καὶ διὰ τοῦτο
304
ξηραντικὸν μὲν ἔδεσμα φακὴ, ψυχρὸν δ’ οὐδαμῶς ὥσπερ οὐδὲ θερμὸν, ἀλλ’ ἐξ ἀμφοῖν μικτὸν καὶ μέσον, εἰ καὶ βραχύ τι πρὸς τὸ θερμότερον ἀποκεχωρηκὸς ἀπὸ τοῦ μέσου. ὁπότ’ οὖν οὐδὲ ψυχρὸν ἁπλῶς συνχωρήσειεν ἄν τις εἶναι τὴν φακὴν, ἦ πού γε ψυχρότατον ὑπερβολικῶς. καὶ μέντοι καὶ καταπλαττομένη τοῖς φλεγμαίνουσιν ἕλκεσι φακὴ φαίνεται μὲν ἀναστέλλουσα καὶ ἀποκρουομένη τοὺς ἐπιῤῥέοντας χυμοὺς τῷ πεπονθότι μέρει, τῷ σύφειν δηλονότι ποιοῦσα. φαίνεται δὲ καὶ πεπτικὸν ἔχειν τὸ καὶ πυοποιὸν, ὅπερ ἥκιστα τοῖς ψυχροῖς ὑπάρχει. εἴτ’ οὖν αὐτὸς ὁ Ἱπποκράτης οὕτως ἔγραψεν, εἴτε τις ἄλλος ἐστὶν ὁ παρεγγράψας τήνδε τὴν ῥῆσιν, οὐκ ὀρθῶς ἐγίνωσκε περὶ φακῶν δυνάμεως.

Ἕλκεα ἐκφύουσιν, ἢν ἀκάθαρτος ἐὼν πονήσῃ.

Ἐμάθομεν γὰρ ἐν τοῖς πόνοις, τουτέστιν ἐν τοῖς γυμνασίοις, τὴν θερμασίαν πλείονα γινομένην, ἐκ τοῦ βάθους

305
ἄγειν ἐπὶ τὸ δέρμα καὶ διαφορεῖν τοὺς χυμούς. ὅταν οὖν οὗτοι φθάνωσιν ἠθροῖσθαι κατὰ τὸ σῶμα μοχθηροὶ, διαβιβρώσκουσι τῇ δριμύτητι τὸ δέρμα καὶ γεννῶσιν ἕλκη καθάπερ ὅταν παχεῖς καὶ κολλώδεις ὦσιν, ἐμφράττουσιν ἧπαρ τε καὶ νεφρούς. κατὰ δὲ τὸ δέρμα τὰ μετ’ ὄγκου ἐργάζεται παθήματα.

Γυνὴ, αἲξ ἐλατήριον ἢ σίκυον ἄγριον βεβρωκυῖαι, παιδίοισι κάθαρσις.

Οὐκ ἐλατήριον μόνον ὅπερ ἐστὶ σικύου ἀγρίου χυλὸς, ὥσπερ δὲ οὐδὲ σίκυον μόνον αἱ προσενεγκάμεναι καθαρτικὸν ἴσχουσι τὸ γάλα τῶν θηλαζόντων παίδων, ἀλλὰ κἂν ἄλλο τι ὑπηλάτων ὀνομαζομένων φαρμάκων. εἴτε δὲ τὴν μὲν γυναῖκα τὸ ἐλατήριον, τὴν δὲ αἶγα τὸν αἶγα τὸν σίκυον αὐτὸν, εἴτε δὲ ἀμφότερα βεβρωκυίας, καθαίρειν τὰ παιδία

306
τῷ γάλακτί φησιν, οὐδὲν διαφέρει, καθάπερ οὐδ’ εἰ βεβρωκυῖα γράψει τις ἢ φαγοῦσα. χρήσιμος δ’ ὁ λόγος εἴς τε χρείαν ἰατρικὴν καὶ δόγμα φυσικόν. ὅταν γὰρ βουληθῶμεν ὑποκαθᾶραι βρέφη, διδόντες τι τῶν τοιούτων φαγεῖν, ἤτοι τῇ θηλαζούσῃ μητρὶ τὸ παιδίον ἢ αἰγὶ, δι’ ἐκείνων αὐτὸ καθαιροῦμεν, εἴς τε δόγματος ἐπίκρισιν διαπεφωνημένου χρήσιμον τοῦτο. τινὲς δ’ ἡγοῦνται μηδεμίαν δύναμιν ἔχειν τῶν ἐν ταῖς τροφαῖς ἐξ ἀρχῆς οὐσῶν διαφυλάττεσθαι μετὰ τὸ πεφθῆναι καὶ αἱματωθῆναι, τινὲς δὲ διαμένειν ἄχρι πολλοῦ τὰς ἰσχυρὰς δυνάμεις, ὥστε καὶ τοὺς ἱδρῶτας αὐτῶν ὄζειν, ὅπερ ἐκ τοῦ νῦν εἰρημένου μαρτυρεῖται. φαίνεται γὰρ ἐπὶ τῶν τοιούτων φυλαττομένη ἐδηδεσμένων ἡ δύναμις. ἀλλὰ καὶ παρ’ ἡμῖν κατὰ τὸ ἔαρ ὅταν τῆς σκαμμωνίας τὰ βλαστήματα φάγωσιν αἶγες, καθαρτικὸν αὐταῖς γίνεται τὸ γάλα, κἂν τιθυμάλλου δὲ προσενέγκωνται, ταὐτὸ συμβαίνει. καὶ μέντοι καὶ περὶ τὴν Δωρίδα καὶ Βοιωτίαν καὶ Θετταλίαν ὅσα τ’ αὐτῇ γειτνιᾷ χωρία τάσεσι τῶν μυῶν ἑάλωσαν πολλοὶ φαγόντες ὄρτυγας, 
307
ἐπειδὴ τὸν ἐλλέβορον ἐσθίουσιν οὗτοι. ταὐτὸ δὲ τοῦτο καὶ κατὰ τὰς Ἀθήνας οἶδά τισι συμβὰν ὀρτύγων δαψιλέστερον ἐδηδοκόσι.

Ἐνθέρμῳ βρωθὲν, ἔνδοθεν ψύξις, ἔξωθεν πόνος, ἡλίῳ, πυρὶ, ἐσθῆτι, ἐν ὥρῃ θερινῇ, τῷ δὲ ἐναντίῳ ὡς ἐναντίως.

Τῷ ἐνθέρμῳ φύσει ψύξιν φησὶ καὶ ποτὸν ὕδωρ συμφέρειν καὶ πρὸς τούτοις ἐλινύειν, ὅπερ ἐστὶν ἀπέχεσθαι σφοδρῶν γυμνασίων. πῶς οὖν νῦν κελεύει γυμνάζεσθαι, ὥς τινες ἐξηγοῦνται; πῶς δ’ ἐν ἡλίῳ καὶ πυρὶ θερμαίνεσθαι; λουτρὰ μὲν γὰρ ἐδείχθη ψύχοντα τὰς τοιαύτας κράσεις, ἀπολύσει μὲν τοῦ καπνώδους καὶ λιγνυώδους, ὃ ταῖς θερμαῖς κράσεσι συμβαίνει γεννᾷν, ὑγρότητι δὲ ψυχούσῃ τὰ στερεὰ διαβρέχοντα. πῦρ δὲ καὶ ἥλιος θερμαίνει καὶ τούτοις

308
ὁμοίως ἐσθής τε καὶ ὥρα θερινή. λέγει δ’ οὖν ἐν τοῖς ἀφορισμοῖς ὧδε· κατὰ μὲν τὰς ὥρας τοῦ ἦρος καὶ ἄκρου τοῦ θέρεος οἱ παῖδες καὶ οἱ τούτων ἐχόμενοι τῇσιν ἡλικίῃσιν ἄριστα διάγουσι καὶ ὑγιαίνουσι μάλιστα. τοῦ δὲ θέρεος καὶ τοῦ φθινοπώρου μέχρι μέν τινος οἱ γέροντες, τὸ δὲ λοιπὸν καὶ τοῦ χειμῶνος οἱ μέσοι τῇσιν ἡλικίῃσιν. εἴπερ οὖν ἡ θερμὴ ἡλικία τοῦ χειμῶνος, ἡ ψυχρὰ δὲ τοῦ θέρους ἄμεινον, οὐκ ὠφέλειαν ἐξ ἡλίου καὶ πυρὸς καὶ ὥρας θερινῆς τοῖς ἐνθέρμοις φύσει γίνεσθαι νομίζειν αὐτὸν, ἀλλὰ καὶ βλάβην. καὶ τοίνυν τὸ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως εἰρημένον τὸ ἐνθέρμῳ δεόμενον ἔχειν ἑαυτῷ τι προσυπακουόμενον, ἤτοι κράσει ἢ φύσει ἢ σώματι ἢ ἀνθρώπῳ, ὃ διὰ τῆς ἀντιθέσεως ἐγνώσθη, σώματι καὶ ἀνθρώπῳ λελεγμένον μᾶλλον ἢ κράσει καὶ φύσει. πάντως γὰρ ἂν εἶπε, τῇ δ’ ἐναντίᾳ τἀναντία, τὸ τοῦ θήλεος γένους ἄρθρον, τὸ τῇ προτάξας τοῦ τοῖς ἀῤῥέσιν. γένοιτ’ ἂν οὖν ὁ σύμπας λόγος τοιοῦτος· τῇ πολυθέρμῳ σώματι, διὰ μὲν τῶν βρωμάτων καὶ τῶν πομάτων ἡ ἔνδοθεν ψύξις οἰκεία,
309
βλαβερὰ δ’ ἡ ἔξωθεν θερμασία δι’ ἡλίου καὶ πυρὸς καί ὥρας θερινῆς καὶ ἱματίων, ἐν οἷς ἅπασιν ἡ ξηρὰ θερμασία δηλοῦται. τὴν γὰρ ὑγρὰν καὶ σύμμετρον, ὁποῖα τῶν βαλανείων, ψύχειν ἐδείξαμεν τῇ δυνάμει. πρόδηλον δ’ ὅτι τὰ συνήθη ταῦτα βαλανεῖα λέγομεν ἐν τοῖς τοιούτοις ἀεὶ λόγοις, ἔνθα μὴ προστίθεμεν ὑδάτων αὐτοφυῶν ἢ θαλαττίων ἢ θειωδῶν ἢ στυπτηριωδῶν, ἐκεῖνα μὲν γὰρ ξηραίνει τε καὶ θερμαίνει, οὐ ψύχει, τῷ δ’ ἐναντίῳ φύσει σώματι τὰ ἐναντία προσυπακοῦσαι πάλιν ἐνταῦθα δεῖ, τῶν μὲν ὠφελούντων τὰ ὠφελήσαντα, τῶν δὲ βλαπτόντων τὰ βλάπτοντα, τὰ μὲν ὥσθ’ αἱρεῖσθαι, τὰ δὲ ὥστε φυγεῖν. εἰ γὰρ τὰς πολυθέρμους φύσεις ἐδέσμασί τε καὶ πόμασιν ἐκέλευσε ψύχειν, τὰς ψυχροτέρας δηλονότι τοῖς ἐναντίοις ἀξιώσει θερμαίνειν. καὶ μέντοι καὶ εἰ τὰς θερμοτέρας φύσεις ἔλεγεν ὑφ’ ἡλίου καὶ πυρὸς καὶ θέρους βλάπτεσθαι, τὰς ψυχροτέρας δηλονότι διὰ μὲν τούτων ὠφελήσεσθαι, διὰ δὲ τῶν ἐναντίων βλαβήσεσθαι δηλοῖ.

310
Βρώματα τὰ μὲν ταχέως κρατέεται, τὰ δὲ βραδέως.

Μόνος ὧν οἶδα Καπίτων ἔγραψεν ἀντὶ τοῦ βραδέως, ἐναντίως τὴν λέξιν ποιήσας τοιάνδε. βρώματα μὲν ταχέως κρατεῖται, τὰ δ’ ἐναντίως. ἡ γοῦν διάνοια καθ’ ἑτέραν λέξιν ἡ αὐτή. τὰ γὰρ ἐσθιόμενα διαφέρειν ἀλλήλων φησὶ, τῷ τὰ μὲν ταχέως κρατεῖσθαι ὑπὸ τοῦ σώματος, τὰ δὲ βραδέως. ἀκουστέον δὲ κρατεῖσθαι τὸ μεταβάλλεσθαι καὶ πέττεσθαι καὶ προστίθεσθαι καὶ ἐξομοιοῦσθαι τῷ σώματι. τῶν δὲ κατὰ μέρος ἐδεσμάτων τινὰ μέν ἐστι ταχέως πεττόμενα καὶ αἱματούμενα καὶ τρέφοντα, τινὰ δὲ βραδέως ἃ ἐν τρισὶν ὑπομνήμασιν, ἐν οἷς περὶ τῶν τῆς τροφῆς δυνάμεων διῆλθον ἀκριβῶς ἅπαντα.

311
Σάρκες ὁλκοὶ ἐκ κοιλίης καὶ ἔξωθεν. δηλοῖ ἡ αἴσθησις ὡς ἔκπνουν καὶ εἴσπνουν.

Ἕλκειν εἰς ἑαυτάς φησι τὰς σάρκας ἔκ τε κοιλίας καὶ ἔξωθεν. ἐκ μὲν τῆς κοιλίας δηλονότι τὸν ἐκ τῶν σιτίων τε καὶ ποτῶν χυλὸν, ὑφ’ οὖ τρέφεται, ἔξωθεν δὲ οὐκέθ’

312
ὁμοίως· ἄδηλον δ’ εἴτε τροφὴν εἴτ’ ἀέρα λέγει. δυνατὸν μὲν γὰρ τροφὴν ἕλκειν τὰς σάρκας ὥσπερ ἐκ τῆς κοιλίας, οὕτω κᾀκ τῶν ἔξω μερῶν εἰς τὸ βάθος ἀντεπισπᾶσθαι. δυνατὸν δὲ καὶ τὸν ἀέρα, διὰ δὲ τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὸ δέρμα φέρεσθαι πρὸς τὰς σάρκας, ἑλκόμενον ὑπ’ αὐτῶν, ὃ καὶ μᾶλλον ἔχεται τῆς κατὰ τὴν ὅλην ῥῆσιν ἀκολουθίας, διαπεφωνημένου δὲ τοῦ περὶ τῆς ὁλκῆς δόγματος. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν τε καὶ φιλοσόφων οὐδ’ ὅλως ὁλκὴν ἔφασαν εἶναι, τινὲς δ’ εἶναι μέν φασιν, ἐν ταῖς σαρξὶ δ’ οὐκ εἶναι. τὸ γράφειν δ’ ἀποδείξεις ἁπάντων τῶν τοιούτων ἐν ἐξηγητικοῖς ὑπομνήμασιν ἀδύνατον ἔφην εἶναι. πολλάκις τε γὰρ ἀναγκασθήσεται λέγειν τὰ αὐτὰ, πλῆθός τε καὶ μῆκος ὑπομνημάτων ἔσεσθαι μηδ’ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενον, ἀλλ’ οὐδὲ τὸν τῆς ζωῆς χρόνον ἱκανὸν ἔσεσθαι πρὸς τὴν τῶν Ἱπποκράτους βιβλίων ἐξήγησιν, ἥτις ἑκάστου δόγματος ἀεὶ τὰς ἀποδείξεις γράφει καθ’ ἑκάστην ῥῆσιν. ἔτι τε τοῖς ἀναγνωσομένοις ὀχληρὸν τὸ πρᾶγμα καὶ τοῖς κατασκευάσαι βουλομένοις τὰ ὑπομνήματα σὺν χρόνῳ
313
πολλῷ καὶ δαπανήμασί τε γραφήσεσθαι. βέλτιον οὖν ἔδοξεν ἐξηγεῖσθαι μὲν ἐν τούτοις τοῖς ὑπομνήμασι τὴν διάνοιαν ἑκάστης ῥήσεως, ὅπερ ἴδιόν ἐστιν ἐξηγητοῦ. προστιθέναι δὲ καὶ τὰς αἰτίας, ἐνίοτε τοῖς εἰρημένοις ὑπ’ αὐτοῦ κατὰ τὴν ἀκολουθίαν τῶν ἀποδεδειγμένων δογμάτων, αὐτὰ δὲ τὰ δόγματα μὴ κατασκευάζειν μὲν ἐνταῦθα, μόνον δ’ ἀναμιμνήσκειν ἐν τίσιν ἤδη βιβλίοις τῶν ὑπ’ ἐμοῦ γεγραμμένων ἀποδέδεικται καθάπερ καὶ νῦν, ὅτι μὲν ἑλκόντων τὸν οἰκεῖον χυμὸν ἐφ’ αὑτὰ τῶν τρεφομένων ἡ πρὸς αὐτὰ γίνεται φορὰ τῆς τροφῆς ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἀποδέδεικται. τὸ δ’ ἔκπνουν τε καὶ εἴσπνουν ὅλον τὸ σῶμα διά τε τοῦ περὶ χρείας ἀναπνοῆς ὑπομνήματος καὶ τοῦ περὶ χρείας σφυγμῶν, ὧν ἐν μὲν τῷ προτέρῳ λεχθέντι τὴν χρείαν τῆς ἀναπνοῆς ἐδείξαμεν εἶναι φυλακὴν τῆς συμμετρίας τοῦ κατὰ τὴν καρδίαν θερμοῦ. κατὰ δὲ τὸ περὶ χρείας σφυγμῶν τὴν καθ’ ὅλον τὸ σῶμα μετριότητα τῆς θερμασίας ἐκ τοῦ τῶν ἀρτηριῶν ἔργον φυλάττεσθαι. ταῦτ’ οὖν ἐστιν ἱκανὰ μόνα πρὸς τὴν τοῦ προτέρου μέρους τῆς
314
ῥήσεως ἐξήγησιν. ἐπὶ δὲ τὸ δεύτερον αὐτῆς ἤδη μετέλθωμεν, ἐν ᾧ τὸ δηλοῖ ἡ αἴσθησις, ὡς οὐ κατὰ συνήθειαν οὔθ’ Ἱπποκράτους οὔτε καθόλως Ἑλληνικῶς ἑρμηνευόμενον. ἐπηνορθώσαντο δέ τινες, οἱ μὲν κατὰ δοτικὴν πτῶσιν αἰσθήσει γράψαντες, ἵν’ ᾖ τὸ λεγόμενον ὑπ’ αὐτοῦ τοιόνδε· δῆλόν ἐστι τῇ αἰσθήσει ὡς ἔκπνουν καὶ εἴσπνουν εἴη τὸ σῶμα τῷ ζώῳ ὅλον, ἐπενηνέχθαι δὲ τούτοις τὸ σάρκες ὁλκοὶ ἐκ κοιλίας καὶ ἔξωθεν ὑπὸ τῆς αἰσθήσεως μαρτυρούμενον, ὅπερ ταὐτόν ἐστιν τῷ λέγειν, ὑπὸ τῶν ἐναργῶς φαινομένων ἡμῖν διὰ τῶν αἰσθήσεων. ἰδιωτῶν γε μὴν ἐνίων ἤκουσα θαυμαζόντων τὸ συμβὰν αὐτοῖς ἐπὶ τοῖς τῶν ποτίμων ὑδάτων λουτροῖς. ἔμπροσθεν γὰρ ἐξ ἡλίου θερμοῦ καὶ ὁδοιπορίας ἥκοντες αὐχμηρόν τε τὸ σῶμα καὶ τὸ στόμα ξηρότατον ἔφασαν ἔχειν, ἀμηχάνῳ τε δίψει συνέχεσθαι, μετὰ δὲ τὸ λουτρὸν ἄδιψοί τε γενέσθαι καὶ τὸ σῶμα σχεῖν ὑγρόν. ὁμοίως δὲ αὐτῷ καὶ τὸ σύμπαν σῶμα μαλακόν τε καὶ ὑγρὸν ἀπεργασθῆναι, τὸν ἔμπροσθεν αὐχμὸν ἀποθέμενον. ἔνιοι δὲ καὶ σαφῶς ᾐσθῆναι τοῦ σώματος ἔφασκον, ἕλκοντος εἰς
315
ἑαυτοὺς κατὰ τὰς δεξαμενὰς ὕδωρ. τοιαῦτα μὲν οὖν τινα, ἃ καὶ τοῖς ἰδιώταις φαίνεται, μαρτύρια τοῦ δόγματος ἐξ αἰσθήσεως λαμβανόμενα. τινὰ δ’ ἐκ λογικωτέρων ἀποδείξεων εὑρίσκεται τοῖς ἰατροῖς, ὧν ἐστι μία καὶ ἣν ἐφεξῆς αὐτὸς εἶπεν, ἣν γνώσεσθε κατὰ τὴν ἐχομένην ῥῆσιν. εἰς γὰρ τὴν προκειμένην ἀρκέσει καὶ ταῦτα, δυναμένων ἡμῶν ἐκ τῶν ὀρθῶς εἰρημένων φωρᾶσαι τὰ κακῶς τοῖς ἐξηγηταῖς γεγραμμένα.

Ἐνθερμότερον φλέβιον αἵματος πλήθει ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει.

Φλέβιον ἐνθερμότερον ἀκουστέον ἐστὶ τὴν ἀρτηρίαν, ὁμολογούντων ἁπάντων τῶν ἐξηγησαμένων τὰ Ἱπποκράτεια βιβλία φλέβας οὐχ ὑπὸ τούτου μόνου, ἀλλὰ καὶ πολλῶν ἄλλων παλαιῶν ὀνομάζεσθαι καὶ τὰς ἀρτηρίας. τοῦτ’ οὖν 

316
φησι τὸ φλέβιον, τὸ τοῦ αἵματος πλήθει θερμαινόμενον, ἀνίσχει τὸ καυσῶδες καὶ ἀποκρίνει. καυσῶδες δὲ λέγων τὸ γεννώμενον ἐκ τῆς θερμασίας, ὅπερ οἷον λίγνυς τίς ἐστι τοῦ θερμαινομένου χυμοῦ σφοδρότερον. τοῦτο δ’ ὡς ἂν θερμὸν τῇ κράσει καὶ λεπτὸν ὑπάρχον τῇ συστάσει, ῥᾳδίως ἀποκρίνεται. ταύτην ἐγὼ νομίζω πιθανωτέραν εἶναι τὴν ἐξήγησιν, εἴπερ γε δεῖ τὸ ἀληθὲς ἅμα καὶ τοῖς Ἱπποκράτους δόγμασιν ἀκόλουθον ἔχειν σκοπόν· ὅτι μὲν οὖν ἀληθές ἐστι τὸ νῦν εἰρημένον ὑπ’ ἐμοῦ δόγμα δέδεικται μὲν κᾀν τῷ περὶ χρείας ἀναπνοῆς, δέδεικται δὲ καὶ διὰ τοῦ περὶ χρείας σφυγμῶν. ἐν μὲν γὰρ ταῖς εἰσπνοαῖς, ἃς διά τε τοῦ στόματος καὶ παντὸς τοῦ δέρματος ἴσχει τὰ ζῶα, διττὴν ἀπεδείξαμεν ὠφέλειαν γίνεσθαι, τονοῦσθαι μὲν ἀεὶ ἐμψυχόμενον τὸ ἔμφυτον θερμὸν, ὅπως μὴ διαφορηθὲν ἀπόλοιτο, καὶ μάλισθ’ ὅταν αὐξηθῇ ποτὲ καθ’ ἡντινοῦν αἰτίαν. ἐπεγείρεσθαι δὲ καὶ ῥώννυσθαί ποτε βαρυνόμενον ὑπὸ πλήθους ὕλης ψυχρᾶς, ὃν τρόπον καὶ τὸ πῦρ ἐν τῷ ῥιπίζεσθαι. καὶ μέντοι καὶ αὐτὴν αὐτῷ τήνδε τὴν διπλῆν
317
κίνησιν, οἰκεῖόν τε καὶ σύμφυτον εἶναι γυμνάσιον εἰς εὐτονίαν ἄγον. αὕτη γὰρ χρεία τε καὶ φύσις γυμνασίων ἐστίν. ἐπεὶ τοίνυν ἔμπροσθεν εἰπὼν ὁ Ἱπποκράτης, σάρκες ὁλκοὶ καὶ ἔξωθεν, εἶτ’ ἐπὶ τούτῳ προσθεὶς, ὡς ἔκπνουν καὶ εἴσπνουν ἐστὶ τὸ σῶμα. τῆς μὲν οὖν εἰσπνοῆς αὐτῆς τὴν γένεσιν καὶ τὴν χρείαν ἐνεδείξατο διὰ τοῦ σάρκες ὁλκοὶ, περὶ δὲ τῆς ἐκπνοῆς οὐδὲν εἰπὼν εἰκότως ἐν τῇ νῦν προκειμένῃ ῥήσει περὶ αὐτῆς διῆλθε, ἐπὶ τῶν ἀρτηριῶν ποιησάμενος τὸν λόγον, ὄντα μὲν κοινὸν καὶ πρὸς τὴν καρδίαν, ἀμυδρότερον δὲ φαινόμενον. ὅτι δὲ κοινός ἐστι δῆλον ἐνθένδε, διὰ τὴν ἔμφυτον θερμασίαν ἐδείξαμεν γεννᾶσθαι τὸ λιγνυῶδες περίττωμα κατὰ τὸ αἷμα, καὶ μάλισθ’ ὅταν ᾖ θερμότερον. ἀποκρίσεως οὖν αὐτῷ χρεία δηλονότι καὶ ταύτην ἡ φύσις ἐτεχνήσατο, τοῖς μὲν ἐκ τῆς καρδίας ἐκκριθησομένοις διὰ τῆς ἐκπνοῆς, τοῖς δὲ καθ’ ὅλον τὸ σῶμα διὰ τῆς τῶν ἀρτηριῶν συστολῆς. τὰ μὲν οὖν ἐκ τούτων τε καὶ τῶν φλεβῶν, ἐδείχθησαν γὰρ αὐταῖς συνανεστομωμέναι, διὰ τοῦ δέρματος εὐθέως ἐκκρίνεται τῇ συστολῇ τῶν ἀρτηριῶν
318
ἐκθλιβόμενα. τὰ δ’ ἐκ τῆς καρδίας ὁ πνεύμων ὑποδέχεται πρότερος οἷόν τι ταμιεῖον τοῦ πνεύματος αὐτῇ παρεσκευασμένος, ἑλκούσῃ μὲν ἐν τῇ διαστολῇ, ἐκπεμπούσῃ δὲ ἐν ταῖς συστολαῖς. αὕτη μὲν ἡ ἡμετέρα γνώμη περὶ τῆς προκειμένης ῥήσεως καὶ δειχθήσεται μικρὸν ὕστερον ἡ ἑξῆς αὐτῇ γεγραμμένη φυλάττουσα τὴν ἀκολούθειαν καὶ πρὸς ταύτην μὲν αὐτὴν, οὐχ ἥκιστα δὲ καὶ τὴν προτεταγμένην αὐτῆς. ὅσοι δὲ περὶ καύσου γενέσεως ὑπέλαβον αὐτὸν ἐνταῦθα ποιεῖσθαι τὸν λόγον, πρῶτον μὲν εἴασαν ἐλλιπῶς εἰρημένον τὸν περὶ τοῦ σάρκες ὁλκοὶ λόγον. οὐ γὰρ ἕλκουσι μόνον εἰς ἑαυτὰς τὸ οἰκεῖον, ἀλλὰ καὶ τὸ μὴ τοιοῦτον ἐκκρίνουσι. τοῦ μὲν οὖν ἕλκειν ἡ χρεία προδηλοτέρα, τοῦ δ’ ἐκκρίνειν ἀδηλοτέρα, καὶ δεῖταί τινος εἰς πίστιν λόγου. μεταβῶμεν οὖν ἐπὶ τὴν ἐχομένην ῥῆσιν ἤδη συντελοῦσάν τι καὶ αὐτὴν, ὡς ἔφην ἀρτίως, εἰς διάκρισιν τῆς ἀμείνονος ἐξηγήσεως.

319
Καὶ οἷσι τὸ μὲν πῖον, χολὴ ξανθὴ, τὸ δ’ αἷμα μέλαινα.

Ἀναμνησθῆναι χρὴ περὶ τῶν δύο δοξῶν τῆς προεξηγουμένης ῥήσεως. ἡμεῖς γὰρ ἐλέγομεν αὐτὸν ἐπιδεικνύναι τὴν χρείαν τῆς διαπνοῆς, ὀνομαζομένης οὕτω τῆς δι’ ὅλου τοῦ σώματος ἐκ τῶν ἀρτηριῶν εἰς τοὐκτὸς φορὰς τοῦ πνεύματος, ὥσπερ τῆς διὰ τοῦ στόματος ἐκπνοῆς. ἔνιοι δὲ περὶ καύσου γενέσεως ἐνόμισαν εἶναι τὸν λόγον, οἷς οὐ πάνυ τι μαρτυρεῖν ἔφαμεν, τὸ ἀνίσχει τὸ καυσῶδες καὶ εὐθὺς ἀποκρίνει. μήτε γὰρ εὐθέως ἀποκρίνεσθαι κατὰ τοὺς καύσους, ἅπερ αὐτοί φασι δι’ ἐμέτων ἢ τῆς κάτω γαστρὸς ἐκκενοῦσθαι, μήτ’ ἀναγκαῖον εἶναι προσκεῖσθαί τι τῶν τοῦ καύσου συμπτωμάτων τῷ περὶ τῆς γενέσεως αὐτοῦ λόγῳ, τὴν δ’ ἡμετέραν ἐξήγησιν ἀμείνονα τῆσδε φαμὲν εἶναι, πρῶτον μὲν ἐκ τοῦ τῶν ἐγκλημάτων τούτων ἐκτὸς εἶναι, δεύτερον δὲ κᾀκ --- τὸ δόγμα πᾶν φαίνεσθαι διδασκόμενον ἐν τῷ λόγῳ

320
περὶ τῆς εἴσω τε καὶ ἔξω φορᾶς τοῦ πνεύματος, ἣν ἀπεδείξαμεν ἐν τισὶν ἡμετέροις ὑπομνήμασιν, οὐ μόνον ἐν ταῖς διὰ τοῦ στόματος ἀναπνοαῖς, ἀλλὰ καὶ ταῖς καθ’ ὅλον τὸ σῶμα διαπνοαῖς γίνεσθαι, τινῶν μὲν ἕνεκα γενέσεως πνεύματος ψυχικοῦ, καθάπερ Ἀσκληπιάδης, ἐνίων δ’, ὡς Ἐρασίστρατος, οὐ τούτου μόνου, ἀλλὰ καὶ ζωτικοῦ, τινῶν δ’ ἕνεκα θρέψεως τῶν πνευμάτων τούτων τὰς εἰσπνοὰς γίνεσθαι λεγόντων, ἀπορουμένων δ’ ἐν τῷ τὴν χρείαν ἀποδιδόναι τῆς ἐκπνοῆς ὁ Ἱπποκράτης, ὡς ἐδείξαμεν ἐν τοῖς προειρημένοις ὑπομνήμασιν, ἀληθῆ χρείαν οὐ μόνον τῆς διὰ τοῦ στόματος ἐκπνοῆς, ἀλλὰ καὶ τῆς καθ’ ὅλον τὸ σῶμα διῆλθεν ἐν τῷ προκειμένῳ λόγῳ. τοὺς δ’ ἐξηγησαμένους ἑτέρως μέμψασθαι δίκαιον, ἐπιλανθανομένους τίνος ἐξηγοῦνται βιβλίον. οὐ γὰρ ἂν εἰς ἄλλων ἀνδρῶν ὑπέσυρον τὸ δόγμα, τὴν ἀκολουθίαν ἀπολιπόντες ὧν Ἱπποκράτης ἠβουλήθη. σαφῶς γοῦν εἰπόντος αὐτοῦ τὰς σάρκας ὁλκοὺς ἐκ κοιλίας καὶ ἔξωθεν, ὃ διαφέρει πάμπολυ τοῦ νομίζειν, τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ τὴν ἐκ τῆς κοιλίας ἀνάδοσιν 
321
τῆς τροφῆς ἐν τῷ σώματι γίνεσθαι. πρῶτον μὲν ἐχρῆν ἐννοῆσαι μὴ μόνον ἑλκτικὴν τῶν οἰκείων εἶναι δύναμιν ἐν αὐταῖς, ἀλλὰ καὶ τῶν ἀλλοτρίων ἀποκριτικήν. ἕπεται γὰρ τοῦτο τοῖς ὑποθεμένοις προνοητικὴν εἶναι τὴν φύσιν τῆς τοῦ ζώου διαμονῆς, ὧν εἷς ἦν καὶ Ἐρασίστρατος, δεύτερον δέ τί ποτέ ἐστι τὸ τῆς ἐκκρίσεως δεόμενον εἰπεῖν. οὐ γὰρ δήπου τὸ αἷμα φήσουσιν ἐξ οὗ τρέφεται τὸ σῶμα. τούτων οὖν ἐκεῖνοι μὲν οὐδέτερον ἔπραξαν, ὁ δὲ Ἱπποκράτης ὡς ὑπὸ τῶν αἰσθήσει φαινομένων ἑκάτερον ἐναργῶς μαρτυρεῖται προειπὼν, ἐφεξῆς ἐπὶ τὴν χρείαν μετέβη τῆς καθ’ ὅλον τὸ σῶμα διαπνοῆς, τὴν τῆς γενέσεως ἀναγκαίαν αἰτίαν εἰπὼν τῶν λιγνυωδῶν περιττωμάτων. ἡ γάρ τοι κατὰ τὸ σῶμα τῶν ζώων θερμασία περιττώματα ποιεῖ τοιαῦτα συνεχοῦς κενώσεως δεόμενα. καὶ τοίνυν ἐν τῇ προκειμένῃ ῥήσει τὴν ὕλην τῆς τῶν περιττωμάτων γενέσεως ἐδείξαμεν. ὡς γὰρ ἡ πλείων θερμασία γεννᾶν αὐτὰ πέφυκεν, οὕτως καὶ ὗλαί τινες εἰσιν ἐπιτήδειοι πρὸς τὴν γένεσιν αὐτῶν, εὐλόγως οὖν ἐμνημόνευσε τῆς μελαίνης χολῆς. ἐμάθετε
322
γὰρ τὴν γένεσιν αὐτῆς εἶναι διττὴν, ἔκ τε παχέος αἵματος καὶ τῆς ξανθῆς ὑπεροπτηθείσης. εἰ δέ γε περὶ καύσου γενέσεως ὁ λόγος ἦν αὐτῷ, μάτην ἂν ἐμέμνητο μελαίνης χολῆς, ὥστε κᾀκ τούτου δῆλον εἶναι τὴν ἡμετέραν ἐξήγησιν ἀληθεύειν τε ἅμα καὶ ὁμολογεῖν τοῖς Ἱπποκράτους δόγμασιν, τὴν δ’ ἐκείνων διαφέρεσθαι. τὴν δ’ αὐτὴν ταύτην ῥῆσιν εἴρηκε κατ’ ἄλλο μέρος τοῦ βιβλίου, ἡμεῖς αὐτοὶ προεξηγησάμεθα, καθ’ ἣν καὶ τοῦτο ἐλέγομεν, ὅτι τὸ πῖον, οὐ μόνον ἐπὶ τοῦ λιπαροῦ καὶ πιμελώδους εἰρῆσθαι χρὴ νομίζειν, ἀλλὰ κᾀπὶ τοῦ γλυκέος παντὸς, ὡς περιλαμβάνεσθαι τῷ λόγῳ καὶ τὸ μέλι καὶ τὸ σίραιον, ὅπερ ἕψημα καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἕλληνες.