In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Τὰ παρ’ οὖς οἷσιν ἀμφὶ κρίσιν γινόμενα μὴ ἐκπυήσῃ, τουτέων λαπασσομένων ὑποστροφὴ γίνεται. κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γινομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ ἐν ὁμοίᾳ περιόδῳ. ἐπὶ τούτοισιν ἐλπὶς εἰς ἄρθρα ἀφίστασθαι.
121

Τοὺς παρὰ τοῖς ὠσὶν ὄγκους παρὰ φύσιν ἐπὶ τῶν νοσούντων γινομένους εἴωθεν ὀνομάζειν ἐπάρματα, ἐνίοτε μὲν ὁλοκλήρῳ τῇ λέξει χρώμενος, ἐνίοτε δ’ ἐλλιπεῖ, καθάπερ καὶ νῦν. ἦν γὰρ ἂν ὁλόκληρος εἰ οὕτως εἴρητο, τὰ παρ’ οὖς ἐπάρματα γινόμενα τοῖς νοσοῦσιν, ὥσπερ ἀμέλει κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εὐθέως ἐν ἀρχῇ τῆς πρώτης καταστάσεως ἔγραψεν· ἐπάρματα δὲ κατὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα καὶ ἐξ ἀμφοτέρων τοῖς πλείστοισιν ἀπύροισιν ὀρθοστάδην. ἴσμεν δ’ ὅτι καθάπερ ἐπάρματα κατὰ τήνδε τὴν λέξιν εἴρηκεν, οὕτως οἰδήματα καλεῖ πολλάκις αὐτά. πάντας γὰρ ἐδείξαμεν ὑπ’ αὐτοῦ καλουμένους οὕτω τοὺς παρὰ φύσιν ὄγκους, οὐχ ὡς οἱ μετ’ αὐτὸν μόνους τοὺς χαύνους τε καὶ ἀνωδύνους, οἷς τοὐπίπαν ὑπάρχει κατὰ χωρὶς φλογώσεως συνίστασθαι. μεμνήμεθα δ’ ὅτι καὶ τὰς φλογώσεις ἁπάσας ὀνομάζει φλεγμονὰς, κἂν χωρὶς ὄγκου παρὰ φύσιν εἶεν. οἵ γε μὴν μετ’ αὐτὸν καὶ τὸ τῆς φλεγμονῆς ὄνομα κατὰ τῶν παρὰ φύσιν ὀγκῶν ἐπιφέρουσιν,

122
ἐπειδὰν μετὰ φλογώσεώς τε καὶ ἀντιτυπίας καὶ σφυγμώδους ὀδύνης συστῶσιν. ὅταν οὖν, φησὶν, ἐπὶ νοσήματός τινος ἐν τῷ τῆς κρίσεως χρόνῳ γινόμενα τὰ παρ’ οὖς πρὶν ἐκπυήσῃ λαπάσσηται, τουτέστι προστέλληται καὶ ἀφανίζηται, προσδέχεσθαι χρὴ τοῖς πάσχουσιν οὕτως ὑποστροφὴν ἔσεσθαι. πολλάκις δ’ ἤδη μεμαθήκατε τὸ ἔθος αὐτοῦ, τὴν κατὰ τὸ λαπάσσεσθαι φωνὴν ἐπὶ πάντα τὰ ὁπωσοῦν προστελλόμενα φέροντος, ἐπειδὴ κενώτερα γίνεται. συμβαίνειν οὖν φησιν ὑποστροφὴν τοῦ νοσήματος οἷς ἂν αἱ παρωτίδες μὴ ἐκπυήσωσι, καί ποτε καὶ αὐτάς. οὐ γὰρ δὴ διὰ παντός γε πάλιν ὑποστρέφειν αὐξάνεσθαί τε καὶ κρίνεσθαι κατὰ λόγον τῶν ὑποστροφῶν, ὅπερ ἐστὶν ὁμοίως αὐταῖς καὶ κατὰ τὰς αὐτὰς περιόδους τῶν ἡμερῶν. ἐλπὶς δὲ αὐτοῖς καὶ εἰς ἄρθρα τινὰς γενήσεσθαι ἀποστάσεις. εἴρηται γὰρ πολλάκις ἐπὶ τῶν χρονιζόντων νοσημάτων τοῦτο συμβαίνειν. ἐξηγησάμεθα δὲ τὴν ῥῆσιν τήνδε κᾀν τῷ τρίτῳ τῷ εἰς τὰ περὶ χυμῶν ὑπομνήματι γεγραμμένην ἐπὶ τοῦ τέλους τοῦ βιβλίου. ἐπεὶ δὲ προειπὼν τὰ παρ’ οὖς ἐπήνεγκε,
123
τούτου λαπασσαμένου, διὰ τοῦτο δοκεῖ μοι Διοσκορίδης προσθεὶς τὴν ἐκ πρόθεσιν ἔγραψεν ἐκ τούτου λαπασσομένου, καὶ φησι χρῆναι προσυπακοῦσαι τοῦ χρόνου ἢ ἀντὶ τοῦ μετὰ ταῦτα τὸ ἐκ τούτου λελέχθαι. εἰ δ’ ὅλως ἕξει τις ὑπαλλάττειν τὰς παλαιὰς γραφὰς, ἐνῆν αὐτῷ τὸ τούτου μεταποιήσαντι ταῦτα ἀπηλλάχθαι πραγμάτων.

Οὖρον παχὺ, λευκὸν, οἷον τὸ τοῦ Ἀρχιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοις ἔστιν ὅτι ἔρχεται καὶ ῥύεται τῆς ἀποστάσιος. ἢν δὲ πρὸς τούτῳ καὶ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς καὶ πάνυ.

Εἰ μὲν τῷ τοῦ Ἀρχιγένεος εἴη γεγραμμένον, ὑπακούσομεν ἤτοι οἰκέτῃ ἢ φίλῳ ἢ οἰκείῳ· ἐὰν δὲ, τῇ τοῦ Ἀρχιγένεος, ἤτοι δούλῃ ἢ γυναικὶ ἢ καθ’ ὅντινα τρόπον οἰκείᾳ. παρῃτησάμην δὲ μεμνῆσθαι τῆς ἐν ταῖς γραφαῖς

124
διαφωνίας, ὅταν ἡ αὐτὴ φυλάττεται διάνοια, καὶ νῦν αὖθις ἀναμεμνήσθω τοῦτο πρὸς τὰ μέλλοντα καὶ μέντοι καὶ ὅτι κοπιώδεις ὀνομάζει πυρετοὺς οὐ πάντως ἐκείνους ὧν προηγήσατο συχνὴ κίνησις, ἀλλὰ πάντας ὅσοις ἂν ᾖ κοπιώδης αἴσθησις. αὐτὸς γοῦν ἐν ἀφορισμοῖς ἔγραψε, κόποι αὐτόματοι φράζουσι νούσους. καὶ νῦν γε μᾶλλον ἡγητέον αὐτῷ περὶ τῶν οὕτω κοπιωδῶν εἶναι τὸν λόγον ἐπὶ πλήθει παχέων τε καὶ φαύλων χυμῶν ὡς τὸ πολὺ γινομένων, διὸ καὶ δι’ οὔρων ἐκκενωθέντων αὐτῶν ἡ νόσος παύεται. πιστοτέρα δ’ ἡ λύσις γίνεται, τὴν δὲ ἀρχὴν τῆς κενώσεως ἐν ἡμέρᾳ κρισίμῳ λαβούσης. ὅσοι δ’ οὔτε δι’ οὔρων οὔτε δι’ αἱμοῤῥαγίας ἐκρίθησαν, εἰς ἀπόσκημμα τούτοις ἡ νόσος εἴωθε τελευτᾷν.

Ὧι τὸ ἔντερον ἐπὶ δεξιὰ, ἀρθριτικὸς ἐγένετο, ἦν ἡσυχώτερος. ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.

125
Διττὴ κᾀνταῦθά ἐστιν ἡ γραφὴ τὴν διάνοιαν ὑπαλλάττουσα, παλαιοτέρα μὲν ἡ μετὰ τοῦ ν κατὰ τὴν πρώτην συλλαβὴν τοῦ ἔντερον ὀνόματος. ὕστερον δὲ προστεθεῖσα ἡ ἄνευ τοῦ ν βουλομένων τῶν οὕτω γραψάντων, ἐπὶ τῶν παρ’ οὖς συνισταμένων εἰρῆσθαι τὸ ἕτερον, ὥσπερ γε πάλιν τῶν τὸ ἔντερον ἤτοι γ’ ἐπὶ τῶν ἀλγησάντων τὸ ἔντερον ἢ κἀπὶ τῶν τεινομένων τὸ ἔντερον. ἔντερον δ’ εἰρῆσθαι ἑνικῶς, ἔνιοι μὲν τὸ κῶλον ἐνόμισαν, ἔνιοι δὲ τὸ τυφλόν. ὃ δὴ καὶ ῥᾷον ὀλισθαίνει εἰς τὸν ὄσχεον ὡς ἂν ἀπολελυμένον. ὅτι μὲν οὖν ἀπολέλυται τοῦτο μόνον τὸ ἔντερον, ἁπάντων τῶν ἄλλων ὑπὸ τοῦ μεσεντερίου δεδεγμένων τε καὶ συνεχομένων, ἀληθεύουσιν. εἰ δὲ διὰ τοῦτο κατενεχθὲν εἰς τὸ ὄσχεον ὁ ἀρθριτικὸς ἐῤῥαστώνησεν, εἶτ’ αὖθις αὐτοῦ θεραπευθέντος ἐν τοῖς αὐτοῖς ἐγένετο μαντείας δεῖται. πιθανώτερον γοῦν ἐστιν ἐπὶ τοῦ τὸ κῶλον ἀλγήσαντος εἰρῆσθαι τὸν λόγον. εἰκὸς γὰρ ἦν κουφισθῆναι τῶν ἀρθριτικῶν ἀλγημάτων αὐτόν.
126
ἑνὶ μὲν λόγῳ καθ’ ὃν αὐτὸς ἔφη πόνων ἅμα γινομένων, μὴ κατὰ τὸν αὐτὸν τόπον, ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον. ἑτέρῳ δ’ ὅτι τῶν εἰς ἄρθρα ῥεόντων χυμῶν, ἐπὶ τὸ κῶλον ἐγένετο μετάστασις. ἔνιοι δὲ τῶν ἐξηγητῶν τὸν ἀρθριτικὸν τοῦτον ἰσχιαδικὸν εἶναί φασι καὶ διὰ τοῦτο κατελθόντος τοῦ τυφλοῦ ἐντέρου ῥᾳστωνῆσαι, μηκέτι θλιβομένου τε καὶ βαρυνομένου τοῦ ἰσχίου, παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ὀνομάζειν βουλόμενοι τὸν ἰσχιαδικὸν ἀρθριτικόν. ἄχρι μὲν οὖν αἱ δεῦρο ῥήσεις ἅπασαι κἀν τῷ περὶ χυμῶν, ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου γεγραμμέναι εἰσί. μεταβήσομαι δ’ ἤδη πρὸς τὰς ἐν μόνῳ τῷ προκειμένῳ πράγματι ἐγκειμένας.

Ἡ Ἀγήσιος, κόρη μὲν ἐοῦσα, πυκνοπνεύματος ἦν. γυνὴ δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα οὐ πάνυ
127
ἐπὶ πλέον ᾖρον ἄχθος μέγα, αὐτίκα μὲν ἐδόκεε ψοφῆσαί τι κατὰ τὸ στῆθος, τῇ δ’ ὑστεραίᾳ ἄσθματα εἶχε καὶ ἤλγεεν ἰσχίον τὸ δεξιόν. ὁκότε τοῦτο πονέοι, τότε καὶ τὸ ἆσθμα εἶχε, παυσαμένου δὲ ἐπαύσατο, ἔπτυσεν ἀφρώδεα. ἀρχομένη δὲ ἀνθηρά. κατασταθὲν δὲ ἐμέσματι χολώδει ἐῴκει λεπτῷ, οἱ πόνοι δὲ μάλιστα ὁκότε πονοίη τῇ χειρί.

Πνεῦμα τὴν ἀναπνοὴν ὀνομάζοντος αὐτοῦ πολλάκις ἠκούσαμεν, ὥστε καὶ τὴν πυκνοπνεύματον ἡγητέον εἰρῆσθαι τὴν πυκνὸν ἀναπνέουσαν. οἶς δ’ ἂν ἱκανῶς αὐξηθῇ τὸ τοιοῦτο τῆς δυσπνοίας εἶδος, ἆσθμα καὶ ὀρθόπνοια τὸ πάθος ὀνομάζεται, χωρὶς πυρετοῦ δηλονότι γενόμενον, ἤτοι παχέων καὶ γλίσχρων χυμῶν καταλαμβανόντων τὰς ὁδοὺς τοῦ πνεύματος ἤ τινος ἀπέπτου φύματος ἐν τῷ πνεύμονι συστάντος. οὖσα δὲ καὶ πρόσθεν αὐτὴ δύσπνους, ἐπίπονος ἐγένετο μετὰ τὸν τόκον. εἰ μὲν οὖν μηδὲν εἰρηκὼς

128
περὶ τῆς δυσπνοίας, ἐπίπονον ἔφησεν αὐτὴν γεγονέναι, πιθανὸν ἂν ἦν ἀκοῦσαι τῷ παντὶ σώματι κοπώδη σχεῖν αἴσθησιν τὴν γυναῖκα ταύτην. ἐπεὶ δὲ πυκνοπνεύματον αὐτὴν εἶπεν εἶναι, προσηκόντως ἄν τις ἀκούσειεν ἐπὶ τοῦ θώρακος εἰρῆσθαι τὸν πόνον γεγονέναι. μετρίου δ’ ὄντος αὐτοῦ συνέβη τι καὶ ἄλλο σύμπτωμα τοιόνδε. βάρος τι διὰ τῶν χειρῶν ἀραμένη παραχρῆμα μὲν ᾔσθετό τινος ἐν τῷ στήθει ψόφου, ῥαγέντος ὡς εἰκὸς τοῦ φύματος, τῇ δ’ ὑστεραίᾳ διαδοθέντος ἕως τῆς τραχείας ἀρτηρίας, τοῦ περιεχομένου κατὰ τὸ φῦμα χυμοῦ, τήν τε τοῦ πνεύματος πυκνότητα ἐπισταθῆναι συνέβη καὶ μηκέθ’ ἁπλῶς εἶναι πυκνόπνοιαν, ἀλλ’ ἤδη τὸ καλούμενον ἆσθμα. κατὰ βραχὺ δ’ ἀναπτυσθέντος τούτου, τελέως ἐπαύσατο τῇ γυναικὶ ταὐτῇ τὰ τὰς δυσπνοίας. ἄχρι μὲν δὴ τούτου ζήτημ’ οὐδέν ἐστιν, ἀλλ’ εὐλόγως ἅπαντα γέγονε. διὰ τί δὲ συνεπετάθη τε καὶ συνεῤῥᾳστώνησε τοῖς κατὰ θώρακα τὸ ἰσχίον εἰκότως
129
ἄν τις ζητήσειεν, οὐκ οὔσης τινὸς κοινωνίας ἰσχίῳ πρὸς θώρακα, καθάπερ ἐστὶ τοῖς γεννικοῖς μορίοις. ἴσως οὖν ἀσθενέστερον ἔχουσα τὸ ἰσχίον ἤλγησε, κατὰ τὸν αὐτὸν χρόνον ἀφικομένων τινῶν χυμῶν εἰς αὐτὸ περιττῶν. οὐ γὰρ ἀναφαίνεται τοῖς κοινωνίαν ἔχουσι φυσικὴν μορίοις ἡ συμπάθεια γινομένη, φθασάντων ἐνίοτε δέξασθαι τῶν ἀσθενῶν τὴν περιουσίαν, τῶν λυπούντων χυμῶν φύσιν ἐνδεικνυμένη. τὰ μὲν γὰρ ἀφρώδη φλεγματικὸν εἶναι δηλοῖ τὸν χυμὸν, τὰ δὲ ἀνθηρὰ τὸ αἷμα πλεονάζειν, ὥσπερ γε τὰ ὠχρὰ τὴν ὠχρὰν καὶ ξανθὴν ὀνομαζομένην χολὴν, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ μέλανα τὴν μέλαιναν. λέλεκται δ’ ἤδη πολλάκις ὡς ὅταν ἁπλῶς εἴπῃ χολώδη, τὴν ὠχράν τε καὶ ξάνθην ὀνομαζομένην σημαίνει χολὴν, ᾗ πλέον τῶν ἄλλων χολῶν τὴν χρόαν προσγράφει. καὶ γὰρ ἰώδης ἐμεῖται χολὴ καὶ ὑπέρυθρος καὶ μέλαινα καὶ ὀρφνώδης. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως προσγεγραμμένον ὡς ἐπόνει μᾶλλον ἐν ταῖς τῆς χειρὸς ἐνεργείαις, πρὸς ἔνδειξιν τῆς συμπαθείας 
130
εἴρηται. ἀκηκόατε δ’ ἤδη καὶ κατ’ ἄλλον λόγον, ὁπότε τὰ τοῦ θώρακος ἄνω πάσχοι, κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον, εὐλόγως τὰς χεῖρας εἰς συμπάθειαν ἔρχεσθαι νεύρων εἰς αὐτὰς ἀφικνουμένων ἐκ τούτων τῶν μεσοπλευρίων. εἰκὸς δέ ἐστι καὶ ῥαγῆναι κατὰ τὸ δεξιὸν μέρος τοῦ θώρακος, ἡνίκα τὸ ἄχθος ἀνῃρεῖτο καὶ διὰ τοῦτο κατ’ εὐθυωρίαν ἰσχίον παθεῖν τὸ δεξιόν. καὶ εἴπερ τῷ γενομένῳ πάθει τῶν νεύρων, ἐν τῷ βάρος ἆραι τὴν γυναῖκα, συνέπαθεν ὁ θώραξ τῇ χειρὶ, πιθανόν ἐστι κατ’ ἐκεῖνα μάλιστα τὰ μέρη παθεῖν αὐτὸν ὅθεν ἡ τῶν νεύρων ἐστὶν ἔκφυσις ἐπὶ τὰς χεῖρας.