In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἄλλου τόπου, τόποι δεξάμενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ ῥύονται ἢ ἄλλοισιν αἱ κοινωνίαι.

Ἡ αὐτὴ ῥῆσις ἥδε κἀν τῷ περὶ χυμῶν ἐπὶ τῷ τέλει τοῦ βιβλίου γέγραπται, καθάπερ καὶ αἱ πρὸ αὐτῆς ἀπὸ τῆς πρώτης, ἐν ᾗ φησιν, οἱ αἱμοῤῥοΐδας ἔχοντες. ἐξηγήμεθα οὖν ἐκεῖ τελεώτερον αὐτὰς, εἰρήσεται δὲ καὶ νῦν κεφάλαιον. ἡ γάρ τοι διάνοια τῆς προκειμένης ῥήσεώς ἐστι τοιάδε. ἐξ ἄλλων τόπων εἰς ἄλλους διαδοχαὶ γίνονται νοσημάτων, κατὰ μετάστασιν τῶν ποιούντων αὐτὰ χυμῶν, ἤτοι διὰ τόνον τινὰ τοῦ μέρους, εἰς ὃ μεθιστάμενοι κατασκήπτουσιν ἢ διὰ τὸ σφῶν αὐτῶν βάρος ἢ καὶ δι’ ἄλλην τινὰ αἰτίαν οἷον φάρμακον ἐρεθίσαν δριμὺ καὶ τρίψιν ἤ τινα θερμασίαν ἔξωθεν προσγενομένην. ἀλλὰ καὶ διὰ κοινωνίαν τῆς φύσεως τῶν μορίων γίνονται μεταστάσεις. ὄρχις γοῦν οἰδήσας ἀπὸ βηχέων ὑπόμνημα κοινωνίας, στήθεσι, μαζοῖς,

113
γονῆς, φωνῆς. ἔνιοι δὲ τὸ, ἄλλοισιν αἱ κοινωνίαι, γράψαντες, ἀλλοῖαι κοινωνίαι τῆς ἑπομένης ῥήσεως ἀρχὴν αὐτὸ ποιοῦσι, φάσκοντες ἐπ’ ἄλλο κοινωνίας εἶδος αὐτὸν μετεληλυθέναι τὸ κατὰ τὴν τῶν χυμῶν συγγένειαν. αὐτὸς γοῦν, φασὶ, λέγει, διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ διὰ τὴν τοῦ χυμοῦ συγγένειαν τοιαῦτα πτύουσιν. οὕτω δὲ καὶ ὁ Ῥοῦφος ἔγραψέ τε καὶ διεῖλε τὴν λέξιν οἷον προσγραφὴν μέν τινα νομίζων εἶναι τὸ, ἀλλοῖαι κοινωνίαι. τὴν δ’ ὥσπερ ἐξήγησιν τῆς προγραφῆς τὰ ἐπιφερόμενα. φησὶ γὰρ εἶναι κοινωνίαν τῷ αἵματι πρὸς τὸ πῦον. οἷς οὐκέτι αἷμα πτύεται, τῆς ῥοπῆς ἐπὶ τἀναντία γενομένης αὐτῷ, τούτοις τὰ συγγενῆ τοῦ αἵματος γίνεσθαι πτύσματα πυώδη. διὸ καὶ τὴν λέξιν οὕτω γράφει, ἀλλὰ διὰ τοῦ χυμοῦ τὴν συγγένειαν πτύα πτύουσιν. οἱ δὲ περὶ τὸν Σαβῖνον φυλάξαντες τὴν παλαιὰν γραφὴν ἰδίαν ἀρχὴν ἐποιήσαντο τῶν λεγομένων τὸ διὰ τὴν ῥοπὴν, ἐφ’ ἣν ἤδη μεταβήσομαι.

114
Διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτα πτύουσιν.

Ἐξήγημαι μὲν ἤδη τελέως τὴν ῥῆσιν ταύτην ἐν τῷ τρίτῳ τῶν εἰς τὸ περὶ χυμῶν ὑπομνήματι. καὶ νῦν δ’ ἐρῶ συντομώτερον αὐτήν. ὅταν αἷμα διά τινος μέρους ἐκκενούμενον, οἷον ἕδρας ἢ ῥινὸς ἢ μήτρας ἢ κατὰ περιόδους ἐκ γαστρὸς ἢ σύριγγος ἢ ὁθενοῦν ἑτέρωσε ἐπ’ ἄλλα μόρια ποιήσεται τὴν ῥοπὴν, οὐκέτ’ ἐκκενοῦται τοῦτο διὰ τοῦ πρόσθεν χωρίου, παράδειγμα δὲ τοῦτο μερικόν ἐστιν ἐπὶ τοῦ τὴν ῥοπὴν εἰς θώρακα καὶ πνεύμονα ποιησαμένου. πτύεται γὰρ ἐντεῦθεν ἄλλοις ἄλλο κατὰ τὴν τῶν χυμῶν συγγένειαν· ἀφρῶδες μὲν, ὅταν ᾖ φλεγματικὸς, ὠχρὸν δ’ ὅταν πικρόχολος, μέλαν δ’, ὅταν μελαγχολικὸς· ὥσπερ γε ἐρυθρὸν, ὅταν τὸ αἷμα κατασκῆπτον ᾖ καθαρόν. εἰκότως οὖν ἔνιοι τὸ τ γράμμα προσθέντες, οὐ ῥοπὴν, ἀλλὰ τροπὴν

115
ἔγραψαν, διὰ τὴν τροπὴν τοῦ αἵματος ἀξιοῦντες πτύεσθαι τὸ συγγενὲς τῇ τροπῇ. τρέπεται γὰρ ἐνίοτε μὲν ἐπὶ τὸ πικρόχολον, ἐνίοτε δ’ ἐπὶ τὸ μελαγχολικόν.

Ἔστιν οἷσιν αἷμα ἀφαιρεῖσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν. ἐπ’ ἄλλοισι δὲ ὥσπερ ἐπὶ τοιούτοισιν οὐκ εἰκός.

Συμφέρει, φησὶν, αἵματος ἀφαιρεῖσθαί τινας τούτων, εἷς δηλονότι πλέον ἐστὶ τοῦτο καὶ μηδέπω τροπὴν ἀξιόλογον εἰς ἄλλον χυμὸν πεποιημένον, οὐκ ἀφαιρεῖσθαι δὲ οἷς ἤδη τέτραπται, προηγουμένου τοῦ κατὰ τὴν δύναμιν σκοποῦ, κἂν παραλείπηταί ποτε κατὰ τοὺς λόγους, ἐν οἷς τὰς ἀπὸ τῶν διαθέσεων μόνον ἐνδείξεις διερχόμεθα.

116
Κώλυσις ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη, πλευρῖτις, χολή.

Καὶ ταύτην μὲν τὴν ῥῆσιν ἐφεξῆς ταῖς προγεγραμμέναις ἐν τοῖς τελευταίοις τοῦ περὶ χυμῶν ἄλλος ἄλλως καὶ γράφει καὶ ἐξηγεῖται. πασῶν μὲν οὖν τῶν γραφῶν καὶ τῶν ἐξηγήσεων ἀπιθάνων οὐσῶν, ἡ μετριωτέρως ἔχειν μοι δόξασα τῶν ἄλλων ἐστὶν ἡ μὲν γραφὴ κατὰ τὴν ἀντιλεγομένην δόξαν λέξιν, ἡ δ’ ἐξήγησις, ἵνα τοῖς αἱματώδη πτύουσιν ἡ φλεβοτομία κωλύηται διὰ τὴν ὥραν ἀντιπράττουσαν ἢ διὰ τὸ πάθος ὂν πλευριτικὸν ἢ διὰ τὸν πλεονάζοντα χυμὸν ὄντα χολώδη. τὸ μὲν οὖν διὰ τὴν ὥραν εὔδηλον. ἐν γὰρ ταῖς πάνυ θερμαῖς ὥραις, οἶά πέρ ἐστιν ὑπὸ κύνα, φυλάττομεν φλεβοτομίαν, ὡσαύτως δὲ κἂν χολώδης ἱκανῶς ὁ ἄνθρωπος ᾖ. τὸ δ’ ἐπὶ τῆς πλευρίτιδος δοκεῖ μάχεσθαι μόνον. οὐ γὰρ ἀντιπράττει φλεβοτομίᾳ τὸ πάθος, ἀλλὰ

117
δεῖται μὴ κωλυούσης τῆς δυνάμεως ἢ τῆς ὥρας ἢ τῆς ἡλικίας. ἔοικεν οὖν τοιοῦτόν τι τὸ λεγόμενον εἶναι τοὺς αἱματώδη πτύοντας φλεβοτομητέον ἐστὶ, πάντως ὅσον ἐπὶ τούτῳ, πλὴν εἰ μὴ διὰ πλευρῖτιν πτύειεν τοιαῦτα. τούτους γὰρ οὐ πάντως φλεβοτομήσεις, ὡς αἷμα πτύοντας, ἀλλὰ τοῖς ἰδίοις τῆς πλευρίτιδος ὑγιάσεις διορισμοῖς, καθ’ οὓς ἤτοι φλεβοτομητέον ἐστὶ τοὺς οὕτω πάσχοντας ἢ μή. τοῦτο δέ μοι προσεπινοῆσαι συνέβη ἐξηγουμένῳ τὸ περὶ χυμῶν, ἐν τῷ μεταξὺ θεασαμένῳ τινὰ ἄῤῥωστον, ὃς ὡς αἱμοπτοϊκὸς ἐκάλεσέ με, πτύσας αἱματῶδες ἀπὸ πλευροῦ. θεασάμενος οὖν ἐγὼ τὸ πτυσθὲν ἠρόμην αὐτὸν εἴ τινα αἴσθησιν ὀδυνηρὰν ἔχει κατὰ τὴν πλευρὰν, ὁ δ’ ὡμολόγησεν εἶναι μικράν. ἦν δ’ οὕτως ἔχων καὶ τῆς ἕξεως καὶ τῆς δυνάμεως, ὡς εἰ μὲν ἐπτυκὼς ἦν αἷμα, διὰ τὸ κατεπείγειν τὸ τῆς φλεβοτομίας βοήθημα, τολμῆσαι παραλαβεῖν αὐτό. πλευρίτιδος δ’ οὔσης ἐπιεικοῦς οὐκ ἀναγκαῖον
118
εἶναι, διόπερ οὐδὲ παρέλαβεν αὐτὸ καὶ σαφῶς ἐφάνη πλευριτικός τε ὁ ἄνθρωπος, ὑπακούσας τε τοῖς ἄλλοις τῆς πλευρίτιδος βοηθήμασιν ἄνευ τῆς φλεβοτομίας. καὶ γὰρ καὶ μετριώταται τυγχάνουσιν ἐφ’ ὦν αἱματῶδες πτύεται. ἔνιοί γε μὴν τῶν ἐξηγητῶν τὸ κώλυσις ἐπὶ τῇ τελευτῇ τῆς προγεγραμμένης ῥήσεως τάξαντες, ἀναγινώσκουσι τήνδε τὴν νῦν προκειμένην οὕτως. ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρῃ, πλευρίτιδι, χολῇ, καί φασι τὴν ὥραν εἰρῆσθαι κατὰ τῶν ἐν καιρῷ καὶ προσηκόντως γινομένων. βούλεσθαι γὰρ αὐτὸν δηλοῦν ἐν ταῖς πλευρίτισιν, ὅταν ἐν ἀρχῇ πτύουσιν αἱματώδη. καὶ γὰρ καὶ συμβαίνει οὕτω τοὐπίπαν ἐν καιρῷ γίνεσθαι μετὰ ταῦτα τὴν εἰς τὸ χολῶδες μεταβολήν. τάξιν γὰρ εἶναι καλῶς προϊούσης τῆς πλευρίτιδος, ἐπὶ τὴν κρίσιν ἐφεξῆς τοῖς αἱματώδεσι τὰ χολώδη πτύεσθαι. λέλεκται δὲ καὶ ἄλλα τοῖς ἐξηγησαμένοις τὴν λέξιν ταύτην οὐκ ἄξια μνήμης. ἐγὼ δ’ αὖ εἰ
119
παραινῶ, καθάπερ ἴστε, τὸ μὴ χρονίζειν ἐν ταῖς αἰνιγματώδεσιν, ἔχοντας ἄλλα πολλὰ κατὰ τὴν τέχνην, ἐν οἶς δυνάμεθα χρησίμως γυμνάζεσθαι.

120
Τὰ παρ’ οὖς οἷσιν ἀμφὶ κρίσιν γινόμενα μὴ ἐκπυήσῃ, τουτέων λαπασσομένων ὑποστροφὴ γίνεται. κατὰ λόγον τῶν ὑποστροφέων τῆς ὑποστροφῆς γινομένης, αὖθις αἴρεται καὶ παραμένει, ὥσπερ αἱ τῶν πυρετῶν ὑποστροφαὶ ἐν ὁμοίᾳ περιόδῳ. ἐπὶ τούτοισιν ἐλπὶς εἰς ἄρθρα ἀφίστασθαι.
121

Τοὺς παρὰ τοῖς ὠσὶν ὄγκους παρὰ φύσιν ἐπὶ τῶν νοσούντων γινομένους εἴωθεν ὀνομάζειν ἐπάρματα, ἐνίοτε μὲν ὁλοκλήρῳ τῇ λέξει χρώμενος, ἐνίοτε δ’ ἐλλιπεῖ, καθάπερ καὶ νῦν. ἦν γὰρ ἂν ὁλόκληρος εἰ οὕτως εἴρητο, τὰ παρ’ οὖς ἐπάρματα γινόμενα τοῖς νοσοῦσιν, ὥσπερ ἀμέλει κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εὐθέως ἐν ἀρχῇ τῆς πρώτης καταστάσεως ἔγραψεν· ἐπάρματα δὲ κατὰ τὰ ὦτα πολλοῖσιν ἑτερόῤῥοπα καὶ ἐξ ἀμφοτέρων τοῖς πλείστοισιν ἀπύροισιν ὀρθοστάδην. ἴσμεν δ’ ὅτι καθάπερ ἐπάρματα κατὰ τήνδε τὴν λέξιν εἴρηκεν, οὕτως οἰδήματα καλεῖ πολλάκις αὐτά. πάντας γὰρ ἐδείξαμεν ὑπ’ αὐτοῦ καλουμένους οὕτω τοὺς παρὰ φύσιν ὄγκους, οὐχ ὡς οἱ μετ’ αὐτὸν μόνους τοὺς χαύνους τε καὶ ἀνωδύνους, οἷς τοὐπίπαν ὑπάρχει κατὰ χωρὶς φλογώσεως συνίστασθαι. μεμνήμεθα δ’ ὅτι καὶ τὰς φλογώσεις ἁπάσας ὀνομάζει φλεγμονὰς, κἂν χωρὶς ὄγκου παρὰ φύσιν εἶεν. οἵ γε μὴν μετ’ αὐτὸν καὶ τὸ τῆς φλεγμονῆς ὄνομα κατὰ τῶν παρὰ φύσιν ὀγκῶν ἐπιφέρουσιν,

122
ἐπειδὰν μετὰ φλογώσεώς τε καὶ ἀντιτυπίας καὶ σφυγμώδους ὀδύνης συστῶσιν. ὅταν οὖν, φησὶν, ἐπὶ νοσήματός τινος ἐν τῷ τῆς κρίσεως χρόνῳ γινόμενα τὰ παρ’ οὖς πρὶν ἐκπυήσῃ λαπάσσηται, τουτέστι προστέλληται καὶ ἀφανίζηται, προσδέχεσθαι χρὴ τοῖς πάσχουσιν οὕτως ὑποστροφὴν ἔσεσθαι. πολλάκις δ’ ἤδη μεμαθήκατε τὸ ἔθος αὐτοῦ, τὴν κατὰ τὸ λαπάσσεσθαι φωνὴν ἐπὶ πάντα τὰ ὁπωσοῦν προστελλόμενα φέροντος, ἐπειδὴ κενώτερα γίνεται. συμβαίνειν οὖν φησιν ὑποστροφὴν τοῦ νοσήματος οἷς ἂν αἱ παρωτίδες μὴ ἐκπυήσωσι, καί ποτε καὶ αὐτάς. οὐ γὰρ δὴ διὰ παντός γε πάλιν ὑποστρέφειν αὐξάνεσθαί τε καὶ κρίνεσθαι κατὰ λόγον τῶν ὑποστροφῶν, ὅπερ ἐστὶν ὁμοίως αὐταῖς καὶ κατὰ τὰς αὐτὰς περιόδους τῶν ἡμερῶν. ἐλπὶς δὲ αὐτοῖς καὶ εἰς ἄρθρα τινὰς γενήσεσθαι ἀποστάσεις. εἴρηται γὰρ πολλάκις ἐπὶ τῶν χρονιζόντων νοσημάτων τοῦτο συμβαίνειν. ἐξηγησάμεθα δὲ τὴν ῥῆσιν τήνδε κᾀν τῷ τρίτῳ τῷ εἰς τὰ περὶ χυμῶν ὑπομνήματι γεγραμμένην ἐπὶ τοῦ τέλους τοῦ βιβλίου. ἐπεὶ δὲ προειπὼν τὰ παρ’ οὖς ἐπήνεγκε,
123
τούτου λαπασσαμένου, διὰ τοῦτο δοκεῖ μοι Διοσκορίδης προσθεὶς τὴν ἐκ πρόθεσιν ἔγραψεν ἐκ τούτου λαπασσομένου, καὶ φησι χρῆναι προσυπακοῦσαι τοῦ χρόνου ἢ ἀντὶ τοῦ μετὰ ταῦτα τὸ ἐκ τούτου λελέχθαι. εἰ δ’ ὅλως ἕξει τις ὑπαλλάττειν τὰς παλαιὰς γραφὰς, ἐνῆν αὐτῷ τὸ τούτου μεταποιήσαντι ταῦτα ἀπηλλάχθαι πραγμάτων.

Οὖρον παχὺ, λευκὸν, οἷον τὸ τοῦ Ἀρχιγένεος, ἐπὶ τοῖσι κοπιώδεσι τεταρταίοις ἔστιν ὅτι ἔρχεται καὶ ῥύεται τῆς ἀποστάσιος. ἢν δὲ πρὸς τούτῳ καὶ αἱμοῤῥαγήσῃ ἀπὸ ῥινῶν ἱκανῶς καὶ πάνυ.

Εἰ μὲν τῷ τοῦ Ἀρχιγένεος εἴη γεγραμμένον, ὑπακούσομεν ἤτοι οἰκέτῃ ἢ φίλῳ ἢ οἰκείῳ· ἐὰν δὲ, τῇ τοῦ Ἀρχιγένεος, ἤτοι δούλῃ ἢ γυναικὶ ἢ καθ’ ὅντινα τρόπον οἰκείᾳ. παρῃτησάμην δὲ μεμνῆσθαι τῆς ἐν ταῖς γραφαῖς

124
διαφωνίας, ὅταν ἡ αὐτὴ φυλάττεται διάνοια, καὶ νῦν αὖθις ἀναμεμνήσθω τοῦτο πρὸς τὰ μέλλοντα καὶ μέντοι καὶ ὅτι κοπιώδεις ὀνομάζει πυρετοὺς οὐ πάντως ἐκείνους ὧν προηγήσατο συχνὴ κίνησις, ἀλλὰ πάντας ὅσοις ἂν ᾖ κοπιώδης αἴσθησις. αὐτὸς γοῦν ἐν ἀφορισμοῖς ἔγραψε, κόποι αὐτόματοι φράζουσι νούσους. καὶ νῦν γε μᾶλλον ἡγητέον αὐτῷ περὶ τῶν οὕτω κοπιωδῶν εἶναι τὸν λόγον ἐπὶ πλήθει παχέων τε καὶ φαύλων χυμῶν ὡς τὸ πολὺ γινομένων, διὸ καὶ δι’ οὔρων ἐκκενωθέντων αὐτῶν ἡ νόσος παύεται. πιστοτέρα δ’ ἡ λύσις γίνεται, τὴν δὲ ἀρχὴν τῆς κενώσεως ἐν ἡμέρᾳ κρισίμῳ λαβούσης. ὅσοι δ’ οὔτε δι’ οὔρων οὔτε δι’ αἱμοῤῥαγίας ἐκρίθησαν, εἰς ἀπόσκημμα τούτοις ἡ νόσος εἴωθε τελευτᾷν.

Ὧι τὸ ἔντερον ἐπὶ δεξιὰ, ἀρθριτικὸς ἐγένετο, ἦν ἡσυχώτερος. ἐπεὶ δὲ τοῦτο ἰητρεύθη, ἐπιπονώτερος.

125
Διττὴ κᾀνταῦθά ἐστιν ἡ γραφὴ τὴν διάνοιαν ὑπαλλάττουσα, παλαιοτέρα μὲν ἡ μετὰ τοῦ ν κατὰ τὴν πρώτην συλλαβὴν τοῦ ἔντερον ὀνόματος. ὕστερον δὲ προστεθεῖσα ἡ ἄνευ τοῦ ν βουλομένων τῶν οὕτω γραψάντων, ἐπὶ τῶν παρ’ οὖς συνισταμένων εἰρῆσθαι τὸ ἕτερον, ὥσπερ γε πάλιν τῶν τὸ ἔντερον ἤτοι γ’ ἐπὶ τῶν ἀλγησάντων τὸ ἔντερον ἢ κἀπὶ τῶν τεινομένων τὸ ἔντερον. ἔντερον δ’ εἰρῆσθαι ἑνικῶς, ἔνιοι μὲν τὸ κῶλον ἐνόμισαν, ἔνιοι δὲ τὸ τυφλόν. ὃ δὴ καὶ ῥᾷον ὀλισθαίνει εἰς τὸν ὄσχεον ὡς ἂν ἀπολελυμένον. ὅτι μὲν οὖν ἀπολέλυται τοῦτο μόνον τὸ ἔντερον, ἁπάντων τῶν ἄλλων ὑπὸ τοῦ μεσεντερίου δεδεγμένων τε καὶ συνεχομένων, ἀληθεύουσιν. εἰ δὲ διὰ τοῦτο κατενεχθὲν εἰς τὸ ὄσχεον ὁ ἀρθριτικὸς ἐῤῥαστώνησεν, εἶτ’ αὖθις αὐτοῦ θεραπευθέντος ἐν τοῖς αὐτοῖς ἐγένετο μαντείας δεῖται. πιθανώτερον γοῦν ἐστιν ἐπὶ τοῦ τὸ κῶλον ἀλγήσαντος εἰρῆσθαι τὸν λόγον. εἰκὸς γὰρ ἦν κουφισθῆναι τῶν ἀρθριτικῶν ἀλγημάτων αὐτόν.
126
ἑνὶ μὲν λόγῳ καθ’ ὃν αὐτὸς ἔφη πόνων ἅμα γινομένων, μὴ κατὰ τὸν αὐτὸν τόπον, ὁ σφοδρότερος ἀμαυροῖ τὸν ἕτερον. ἑτέρῳ δ’ ὅτι τῶν εἰς ἄρθρα ῥεόντων χυμῶν, ἐπὶ τὸ κῶλον ἐγένετο μετάστασις. ἔνιοι δὲ τῶν ἐξηγητῶν τὸν ἀρθριτικὸν τοῦτον ἰσχιαδικὸν εἶναί φασι καὶ διὰ τοῦτο κατελθόντος τοῦ τυφλοῦ ἐντέρου ῥᾳστωνῆσαι, μηκέτι θλιβομένου τε καὶ βαρυνομένου τοῦ ἰσχίου, παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ὀνομάζειν βουλόμενοι τὸν ἰσχιαδικὸν ἀρθριτικόν. ἄχρι μὲν οὖν αἱ δεῦρο ῥήσεις ἅπασαι κἀν τῷ περὶ χυμῶν, ἐπὶ τῇ τελευτῇ τοῦ βιβλίου γεγραμμέναι εἰσί. μεταβήσομαι δ’ ἤδη πρὸς τὰς ἐν μόνῳ τῷ προκειμένῳ πράγματι ἐγκειμένας.

Ἡ Ἀγήσιος, κόρη μὲν ἐοῦσα, πυκνοπνεύματος ἦν. γυνὴ δὲ γενομένη, ἐκ τόκου οὐ πάλαι ἐπίπονος ἐοῦσα οὐ πάνυ
127
ἐπὶ πλέον ᾖρον ἄχθος μέγα, αὐτίκα μὲν ἐδόκεε ψοφῆσαί τι κατὰ τὸ στῆθος, τῇ δ’ ὑστεραίᾳ ἄσθματα εἶχε καὶ ἤλγεεν ἰσχίον τὸ δεξιόν. ὁκότε τοῦτο πονέοι, τότε καὶ τὸ ἆσθμα εἶχε, παυσαμένου δὲ ἐπαύσατο, ἔπτυσεν ἀφρώδεα. ἀρχομένη δὲ ἀνθηρά. κατασταθὲν δὲ ἐμέσματι χολώδει ἐῴκει λεπτῷ, οἱ πόνοι δὲ μάλιστα ὁκότε πονοίη τῇ χειρί.

Πνεῦμα τὴν ἀναπνοὴν ὀνομάζοντος αὐτοῦ πολλάκις ἠκούσαμεν, ὥστε καὶ τὴν πυκνοπνεύματον ἡγητέον εἰρῆσθαι τὴν πυκνὸν ἀναπνέουσαν. οἶς δ’ ἂν ἱκανῶς αὐξηθῇ τὸ τοιοῦτο τῆς δυσπνοίας εἶδος, ἆσθμα καὶ ὀρθόπνοια τὸ πάθος ὀνομάζεται, χωρὶς πυρετοῦ δηλονότι γενόμενον, ἤτοι παχέων καὶ γλίσχρων χυμῶν καταλαμβανόντων τὰς ὁδοὺς τοῦ πνεύματος ἤ τινος ἀπέπτου φύματος ἐν τῷ πνεύμονι συστάντος. οὖσα δὲ καὶ πρόσθεν αὐτὴ δύσπνους, ἐπίπονος ἐγένετο μετὰ τὸν τόκον. εἰ μὲν οὖν μηδὲν εἰρηκὼς

128
περὶ τῆς δυσπνοίας, ἐπίπονον ἔφησεν αὐτὴν γεγονέναι, πιθανὸν ἂν ἦν ἀκοῦσαι τῷ παντὶ σώματι κοπώδη σχεῖν αἴσθησιν τὴν γυναῖκα ταύτην. ἐπεὶ δὲ πυκνοπνεύματον αὐτὴν εἶπεν εἶναι, προσηκόντως ἄν τις ἀκούσειεν ἐπὶ τοῦ θώρακος εἰρῆσθαι τὸν πόνον γεγονέναι. μετρίου δ’ ὄντος αὐτοῦ συνέβη τι καὶ ἄλλο σύμπτωμα τοιόνδε. βάρος τι διὰ τῶν χειρῶν ἀραμένη παραχρῆμα μὲν ᾔσθετό τινος ἐν τῷ στήθει ψόφου, ῥαγέντος ὡς εἰκὸς τοῦ φύματος, τῇ δ’ ὑστεραίᾳ διαδοθέντος ἕως τῆς τραχείας ἀρτηρίας, τοῦ περιεχομένου κατὰ τὸ φῦμα χυμοῦ, τήν τε τοῦ πνεύματος πυκνότητα ἐπισταθῆναι συνέβη καὶ μηκέθ’ ἁπλῶς εἶναι πυκνόπνοιαν, ἀλλ’ ἤδη τὸ καλούμενον ἆσθμα. κατὰ βραχὺ δ’ ἀναπτυσθέντος τούτου, τελέως ἐπαύσατο τῇ γυναικὶ ταὐτῇ τὰ τὰς δυσπνοίας. ἄχρι μὲν δὴ τούτου ζήτημ’ οὐδέν ἐστιν, ἀλλ’ εὐλόγως ἅπαντα γέγονε. διὰ τί δὲ συνεπετάθη τε καὶ συνεῤῥᾳστώνησε τοῖς κατὰ θώρακα τὸ ἰσχίον εἰκότως
129
ἄν τις ζητήσειεν, οὐκ οὔσης τινὸς κοινωνίας ἰσχίῳ πρὸς θώρακα, καθάπερ ἐστὶ τοῖς γεννικοῖς μορίοις. ἴσως οὖν ἀσθενέστερον ἔχουσα τὸ ἰσχίον ἤλγησε, κατὰ τὸν αὐτὸν χρόνον ἀφικομένων τινῶν χυμῶν εἰς αὐτὸ περιττῶν. οὐ γὰρ ἀναφαίνεται τοῖς κοινωνίαν ἔχουσι φυσικὴν μορίοις ἡ συμπάθεια γινομένη, φθασάντων ἐνίοτε δέξασθαι τῶν ἀσθενῶν τὴν περιουσίαν, τῶν λυπούντων χυμῶν φύσιν ἐνδεικνυμένη. τὰ μὲν γὰρ ἀφρώδη φλεγματικὸν εἶναι δηλοῖ τὸν χυμὸν, τὰ δὲ ἀνθηρὰ τὸ αἷμα πλεονάζειν, ὥσπερ γε τὰ ὠχρὰ τὴν ὠχρὰν καὶ ξανθὴν ὀνομαζομένην χολὴν, κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὰ μέλανα τὴν μέλαιναν. λέλεκται δ’ ἤδη πολλάκις ὡς ὅταν ἁπλῶς εἴπῃ χολώδη, τὴν ὠχράν τε καὶ ξάνθην ὀνομαζομένην σημαίνει χολὴν, ᾗ πλέον τῶν ἄλλων χολῶν τὴν χρόαν προσγράφει. καὶ γὰρ ἰώδης ἐμεῖται χολὴ καὶ ὑπέρυθρος καὶ μέλαινα καὶ ὀρφνώδης. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως προσγεγραμμένον ὡς ἐπόνει μᾶλλον ἐν ταῖς τῆς χειρὸς ἐνεργείαις, πρὸς ἔνδειξιν τῆς συμπαθείας 
130
εἴρηται. ἀκηκόατε δ’ ἤδη καὶ κατ’ ἄλλον λόγον, ὁπότε τὰ τοῦ θώρακος ἄνω πάσχοι, κατὰ τὸ πρῶτόν τε καὶ δεύτερον μεσοπλεύριον, εὐλόγως τὰς χεῖρας εἰς συμπάθειαν ἔρχεσθαι νεύρων εἰς αὐτὰς ἀφικνουμένων ἐκ τούτων τῶν μεσοπλευρίων. εἰκὸς δέ ἐστι καὶ ῥαγῆναι κατὰ τὸ δεξιὸν μέρος τοῦ θώρακος, ἡνίκα τὸ ἄχθος ἀνῃρεῖτο καὶ διὰ τοῦτο κατ’ εὐθυωρίαν ἰσχίον παθεῖν τὸ δεξιόν. καὶ εἴπερ τῷ γενομένῳ πάθει τῶν νεύρων, ἐν τῷ βάρος ἆραι τὴν γυναῖκα, συνέπαθεν ὁ θώραξ τῇ χειρὶ, πιθανόν ἐστι κατ’ ἐκεῖνα μάλιστα τὰ μέρη παθεῖν αὐτὸν ὅθεν ἡ τῶν νεύρων ἐστὶν ἔκφυσις ἐπὶ τὰς χεῖρας.

Ταύτην εἴργεσθαι σκορόδου; χοίρου, ὄϊος, βοός. ἐν δὲ τοῖσι πνευμένοισι βοῆς, ὀξυθυμίης.

Διάφοροι καὶ κατὰ τήνδε τὴν ῥῆσιν αἱ γραφαὶ γεγόνασιν, ἐνίων μὲν γραψάντων ἐν ἀρχῇ κατὰ δοτικὴν πτῶσιν

131
τὸ ταύτῃ καὶ ποιησάντων τὴν γραφὴν τοιάνδε. ταύτῃ εἴργεσθαι χοίρου, σκορόδου, ὄϊος, βοός. ἐνίων δὲ χωρὶς τοῦ ταύτην, ἀρξαμένων δ’ ἀπὸ τοῦ εἰργάσθαι. ὑπακούειν δ’ ἀξιοῦσιν ἅπαντες τὸ ἔδοξεν ἡμῖν τοῖς ἰωμένοις αὐτὴν ἢ συνεβουλεύσαμεν αὐτῇ συμφέρειν ὁτιοῦν τοιοῦτον καὶ διὰ τοῦτο περὶ τῆς γραφῆς οὐ προσήκει σπουδάζειν, ἀλλ’ ὅπερ ἄν τις ἐθέλῃ, γράφειν ἐπιτρέπειν, ἐπειδὴ τὰ τῆς διανοίας φυλάττεται κοινά. ἐάσαντες οὖν τὴν ἐν λέξει λεπτολογίαν, ἐπὶ τὰ διδασκόμενα πράγματα μεταβαίνοντες τοιαῦτα τῇ προειρημένῃ γυναικὶ καὶ τοῖς ἄλλοις δὲ δηλονότι τοῖς οὕτω διακειμένοις συμφέρει χοιρείων τε κρεῶν ἐδωδῆς καὶ βοείων καὶ προβατείων ἀπέχεσθαι, τούτων μὲν ὡς ἰσχυρῶν τε καὶ δυσπέπτων, σκορόδου δὲ ὡς δριμέος τε καὶ διαβρωτικοῦ, βοῆς δὲ, ὡς οὐ μόνον τὰ προεῤῥωγότα τῶν ἀγγείων ἐπιῤῥίπτειν δυναμένης, ἀλλὰ καὶ τὰ μήπω πρότερον πεπονθότα τοῖς ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἀδικεῖν, τάσιν τέ τινα καὶ θερμασίαν καὶ πνευμάτωσιν ἐν αὐτοῖς ἐργαζομένης. δῆλον δ’ ὅτι ταῦτα μὲν ὡς παραδείγματα εἴρηται
132
τῷ Ἱπποκράτει, συμβουλεύει δ’ ἀπέχεσθαι πάντων μὲν τῶν δυσπέπτων, πάντων δὲ τῶν δριμέων, ἁπάντων δὲ τῶν κακοχύμων καὶ προσέτι τῶν βιαίαν τινὰ τάσιν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐργαζομένων.

Ὧι ἐν τῇ κεφαλῇ ἐνέμετο ἔπαρμα, πρῶτος ἡ στυπτηρίη ἡ κεκαυμένη ἐνήρμοσεν, εἶχεν ἄλλην πρώτην ἀπόστασιν, ἴσως ὅτι ὀστέον ἔμελλεν ἀποστήσεσθαι, ἀπέστη ἑξηκοσταῖον, ὑπὲρ τοῦ ὠτὸς ἄνω πρὸς κορυφὴν τὸ πρᾶγμα ἦν.

Ἔνια τῶν οὕτως γεγραμμένων ἴσως μὲν αὐτῷ τῷ γράψαντι πρὸς ἀνάμνησιν ἦν ὠφέλιμα. τοῖς δ’ ἐντυγχάνουσιν ἡμῖν οὐ πάνυ σαφής ἐστιν ἡ ἐξ αὐτῶν ὠφέλεια. διηγεῖται γάρ τινος ἐν τῇ κεφαλῇ νομῶδες ἕλκος ὠφελεῖσθαι τὸ πρῶτον ὑπὸ τῆς κεκαυμένης στυπτηρίας. εἶναι μέντοι αὐτῷ καὶ κατ’ ἄλλον τινὰ τόπον ἀπόστασιν, ἔνθα καὶ ὀστοῦν ὕστερον ἀπέστη. προσγέγραπται δὲ καὶ τὸ πεπονθὸς μέρος

133
τῆς κεφαλῆς, ἀλλ’ οὕτω σπάνιον τὸ πρᾶγμα καὶ συμβουλὴν οὐδεμίαν ἔγραψε, μόνα τὰ γινόμενα διηγησάμενος.

Τὰ κῶλα ἔχει οἷα κυνὸς, μείζω δὲ ἤρτηται ἐκ τῶν μεσοκώλων. ταῦτα δὲ ἐκ νεύρων ἀπὸ τῆς ῥάχιος ἐπὶ τὴν γαστέρα.

Εὔδηλον ὅτι καὶ ταῦτα ἔγραψεν εἰς ἀνάμνησιν ἑαυτῷ, τῶν ἀνατομικῶν ὄντα θεωρημάτων. ὁ γὰρ ἄνθρωπος ὁμοίαν ἔχει κυνὶ τὴν τῶν κώλων φύσιν, ἀλλὰ καὶ μείζω φησὶν εἶναι αὐτὰ καὶ ἠρτῆσθαι ἐκ τῶν μεσοκώλων ὡς εἰ τὴν μεσεντερίων εἰρήκει, γενικώτερον μὲν γὰρ ὄνομα τὸ τῶν μεσεντερίων ἐστὶν, εἰδικώτερον δὲ τὸ τῶν μεσοκώλων. τοιοῦτον δὲ ἄλλο περὶ τῶν κατὰ τὴν νῆστιν ἐντέρων ἢ τῶν ἄλλων λεπτῶν οὐκ ἔστιν ὄνομα. μεσονήστιον γὰρ ἤ τι τοιοῦτον οὐδεὶς εἴρηκεν. ἔστι μὲν οὖν συνεχῆ τὰ μεσεντέρια τά τε τῶν λεπτῶν καὶ τῶν παχέων· ὅμως δὲ περιγραφάς

134
τινας ἰδίας ἔχειν φαίνεται καὶ χωρίζεσθαι μάλιστα κατὰ τὰς ἐν αὐτοῖς φλέβας. ἰδίᾳ μὲν γὰρ μία φλὲψ εἰς τὸ τῶν λεπτῶν ἐντέρων μεσεντέριον, ἰδίᾳ δὲ εἰς τὸ τῶν παχέων, ἃ δὴ κῶλα προσαγορεύουσι, κατασχίζεται, συγκατασχιζομένης ἑκατέρᾳ τῇ φλεβὶ δηλονότι καὶ ἀρτηρίης. τὸ δ’ ἄρτημα τοῦ μεσεντερίου, καθάπερ καὶ τὸ τοῦ μεσοκώλου, συνεχὲς γὰρ ὅλον ὂν, ὡς ἔφην, εἰς ἕνα τινὰ τῶν κατὰ τὴν ὀσφὺν ἀνήκει σπονδύλων μετὰ τὸ διάφραγμα κείμενον. ὑπόκειται δ’ οὗτος τῇ γαστρὶ, τότε μὲν ἄρτημα τοῦτο πᾶν ὁμοιότατόν ἐστι νεύρῳ, καίτοι σύνδεσμος ὢν τὴν οὐσίαν. ὅσα γὰρ ἐξ ὀστῶν πέφυκεν ἄναιμα σώματα, παραπλήσια τοῖς νεύροις ἐστὶ, νεῦρα συνδετικὰ προσαγορεύουσιν αὐτὰ πολλοὶ τῶν ἰατρῶν ἀντιδιαιρούμενοι τοῖς προαιρετικοῖς. εἴρηται δὲ καὶ νῦν ἐν τῇδε τῇ ῥήσει κατὰ τὴν τῶν νεύρων προσηγορίαν, διὰ τὴν ὁμοιότητα.

135
Αἱ τοῖσι κάμνουσι χάριτες, οἷον τὸ καθαρῶς δρῇν ἢ ποτὰ ἢ βρωτὰ, ἃ ὁρῇ μαλθακῶς ὅσα ψαύειν, ἀλλ’ ἃ μὴ μεγάλα βλάπτῃ ἢ μὴ εὐανάληπτα, οἷον τὸ ψυχρὸν, ὅκου τοῦτο δεῖ.

Τίνα χρὴ χαρίζεσθαι τὸν ἰατρὸν τοῖς κάμνουσι καὶ τίνα μὴ, κατὰ τοῦτο τὸ βιβλίον ἐπισκεψάμενοι τελέως ἀρκεσθησόμεθα. καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων εἰώθαμεν ποιεῖσθαί τι τελέως τῆς διδασκαλίας αὖθις ἐν ἑτέροις μηκέτι διέρχεσθαι τὸ σύμπαν, ἀλλὰ μόνον τὸ κεφάλαιον. εἴρηται μὲν οὖν κᾀν τοῖς ἀφορισμοῖς εἰς τόδε τὸ σκέμμα γράψαντος αὐτοῦ τὸ σμικρῷ χεῖρον καὶ πόμα καὶ σιτίον, ἥδιον δὲ, τῶν βελτιόνων μὲν ἀηδεστέρων δὲ μᾶλλον μὲν προχείρῳ φαντασίᾳ χαριζόμενός τι τοῖς κάμνουσιν εἰς ἡδονὴν, οὐ μὴν τῇ γ’ ἀληθείᾳ τοῦτο πράττων, ὅσα γὰρ ἥδιον προσφερόμενα τῶν ὀλίγον χείρονα τὴν φύσιν ἐχόντων, ἄμεινον

136
ταῦτα πέπτομεν. ἔτι δὲ συμφορώτατον τοῖς νοσοῦσι καλῶς πεφθῆναι τὸ ληφθέν. ἐν δὲ τῷ νῦν προκειμένῳ λόγῳ γένους ἑτέρου καὶ πράγματος ἐμνημόνευσεν, ἐν ᾧ κεχαρισμένον τε καὶ ἡδὺ τοῖς νοσοῦσιν ὁ ἰατρὸς πράττει μηδὲν τῇ νόσῳ λυμαινόμενος, ὥσπερ ὅταν ἐπιτρέψῃ πρὸ τοῦ καιροῦ λούσασθαι καὶ πιεῖν καὶ φαγεῖν ὀπώρας τινὰς ἢ ψυχρὸν ὕδωρ πιεῖν. ἐνίοτε μὲν γὰρ ὠφέλιμος καιρὸς ἑκάστου τῶν εἰρημένων ἐπὶ τῆς ὑστεραίας ἐστί. καταναγκάζουσι δὲ τοὺς ἰατροὺς οἱ κάμνοντες ὥστε προλαβεῖν ἡμέρᾳ μιᾷ. συγχωροῦσι τὰ πολλάκις ἔνιοι τοῖς νοσοῦσιν ἑτοίμως αὐτὰ ταῖς ἐπιθυμίαις αὐτῶν ὑπηρετοῦντες, ἕνεκα τοῦ πλείονα λαβεῖν μισθόν. ἀλλὰ ταῦτα μὲν οὐ κατὰ τὸν λόγον τῆς τέχνης γίνεσθαι, τὸ δ’ ἐν ἀφορισμοῖς εἰρημένον, ὅσα τε νῦν διεξέρχεται χρησίμως τοῖς κάμνουσι, συγχωροῦσιν οἱ ἄριστοι τῶν ἰατρῶν. ἡ χρεία δὲ τῶν νῦν ἐφεξῆς ὑπ’ αὐτοῦ γεγραμμένων εἰς τὴν εὐπείθειαν ἀναφέρεται τῶν καμνόντων, οὓς γὰρ ἂν ἡδέως ὁρῶσι, τούτοις μᾶλλον πείθονται. καὶ κατὰ τοῦτο μήτηρ καὶ πατὴρ ἔπεισαν τέκνον ἀνόρεκτον
137
καὶ αὐτὸ βιάσασθαι προσενέγκασθαι σιτίον, οὐδενὸς ἄλλου πεῖσαι δυνηθέντος. οὕτω καὶ τέκνον ἔπεισε πατέρα καὶ μητέρα καὶ ἀδελφὸς ἀδελφὸν καὶ φίλος φίλον. οὓς δ’ ἂν ἀηδῶς ὁρῶσιν οἱ ἄνθρωποι, κἂν τὰ συμβουλεύωσιν, οὐ πείθωσι. πρὸς τὴν τοιαύτην οὖν εὐπείθειαν αὐτὸς ὁ Ἱπποκράτης ἔλεγε καὶ τὰς προῤῥήσεις ὠφελεῖν ἡμᾶς καὶ ὅλως τὸ θαυμάζεσθαι τὸν ἰατρὸν ὑπὸ τοῦ κάμνοντος. οὕτω γέ τοι καὶ παρ’ ἡμῖν ἐν Περγάμῳ τοὺς θεραπευομένους ὑπὸ τοῦ θεοῦ πειθομένους ὁρῶμεν αὐτῷ πεντεκαίδεκα πολλάκις ἡμέραις προστάξαντι μηδ’ ὅλως πιεῖν, οἳ τῶν ἰατρῶν μηδενὶ προστάττοντι πείθονται. μεγάλην γὰρ ἔχει ῥοπὴν εἰς τὸ πάντα ποιῆσαι τὰ προσταττόμενα τὸ πεπεῖσθαι τὸν κάμνοντα βεβαίως ἀκολουθήσειν ὠφέλειαν ἀξιόλογον αὐτῷ. τούτων ἔξωθέν ἐστι τὰ κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα, περὶ ὧν ἤδη λέγωμεν ἕκαστον, ἰδίᾳ προχειριζόμενοι κατὰ τὴν προγεγραμμένην λέξιν, οἷον τὸ καθαρίως δρᾷν ποτὰ ἢ βρωτά. πολλὰ πολλάκις ὁ ἰατρὸς τῷ κάμνοντι προσφέρει ποτὰ καὶ βρωτὰ συντιθεὶς ἐναντίον αὐτοῦ.
138
ἀξιοῖ δὲ ταῦτα καθαρῶς ἐργάζεσθαι καὶ γέγραπταί γε κατ’ ἔνια τῶν ἀντιγράφων ἀντὶ τοῦ καθαρῶς τὸ καθαρίως. ἔστι δὲ τοῦτο πρῶτον μὲν εἰ μηδένα ῥύπον ἔχει τὰ σκεύη, δι’ ὧν προσφέρεται τὰ ποτὰ καὶ βρωτά. δεύτερον δὲ, εἰ μηδὲ τῶν ἄλλων τι δι’ ὧν ὑπηρεσία γένεται. πολλάκις γὰρ αὐτὸ μὲν ἐν ᾧ περιέχεται τὸ προσφερόμενον ἔδεσμα καὶ πόμα καθαρόν ἐστιν, ἐν ᾧ δὲ ψυχρὸν ὕδωρ ἢ θερμὸν ὁ ὑπηρετούμενος ἔχει ῥυπαρὸν, ὥσπερ καὶ τῶν ἄλλων τι σκευῶν, ἐνίοτε τῶν πρὸς ὑπηρεσίαν ἀνηκόντων οὐ καθαρὸν φαίνεται. καὶ πρὸς τούτοις γε καὶ αὐτὸς ὁ ἰατρὸς, ὃν πρῶτόν τε καὶ μάλιστα τάς τε χεῖρας ἔχειν δεῖ καθαρωτάτας καὶ τὸ πρόσωπον τὰς τρίχας ἐπί τε τοῦ γενείου καὶ κεφαλῆς. ἐφεξῆς δὲ καὶ τὰ ἄλλα μόρια τοῦ σώματος, ὥσπερ γε καὶ τὴν ἐσθῆτα λαμπρὰν, ἃ βλέπει, φησὶν, ὁ κάμνων. καὶ τοῦτ’ αὐτὸ καὶ τοὺς ἐπισκοπουμένους καὶ τὰ κατὰ τὸν οἶκον, ἐν ᾧ νοσεῖ. τούτων τε οὖν οὐδὲν αὐτὸν ἀηδῶς ὁρᾷν χρὴ καὶ τῶν ὑπηρετουμένων ἐκείνους παρεῖναι διὰ παντὸς, οἷς μάλισθ’ ἥδεται. καὶ τῶν ἐπισκοπουμένων
139
τοὺς μὲν φιλτάτους χρονίζειν παρ’ αὐτῷ, τοὺς δ’ ἄλλους δυοῖν θάτερον, ἢ μηδ’ ὅλως εἰσιέναι πρὸς αὐτὸν ἢ μὴ μέχρι πλείονος ὁρᾶσθαι. ταῦτα δὲ πολυπραγμονήσας ὁ ἰατρὸς αὐτὸς ἐργάσεταί τε καὶ διατάξει. τινὰ δὲ καὶ χωρὶς πολυπραγμοσύνης αὐτόματα γινώσκεται. πολλάκις γοῦν ἐπισκεπτομένους τὸν κάμνοντα καὶ θεραπεύοντος τοῦ ἰατροῦ δοῦλός τις ἐπεισελθὼν ἤγγειλεν ἀφῖχθαι τόνδε τινὰ ἄνθρωπον ἐπισκέψασθαι βουλόμενον αὐτόν. εἶτα παραχρῆμα ποτὲ μὲν ἡσθεὶς ἐφάνη πρὸς τὴν ἀκοὴν ὁ νοσῶν, ἔστι δ’ ὅτε μεγάλως ἀνιαθεὶς, ὡς ἐνοχλεῖσθαι μέλλων ὑπ’ ἀνθρώπου μὴ φιλοῦντος αὐτὸν ἀληθῶς, ἀλλὰ προσποιουμένου. καὶ χρὴ τηνικαῦτα τὸν ἰατρὸν, ὅταν εἰσέλθῃ τις ὃν ὁ κάμνων οὐχ ἡδέως ὁρᾷ, μετὰ βραχὺ κελεύειν ἀξιοπίστως, ἡσυχάσαι συμφέρειν τῷ κάμνοντι καὶ κατὰ ταύτην τὴν πρόφασιν ἐξελθεῖν ἀξιῶσαι καὶ ἐξ αὐτοῦ πάντας. εὔδηλον γὰρ ὅτι συνεξελθόντες ἐν τῷ παραυτίκα τοῖς μὴ φίλοις οἱ φίλοι μετ’ ὀλίγον εἰσελθεῖν δυνήσονται. τὰ μὲν οὖν τοιαῦτα θεάματα 
140
τὴν γνώμην τοῦ κάμνοντος ἡδέως τε καὶ ἀηδῶς διατίθησιν, οὐ κατ’ αὐτὴν ἰδίως τὴν αἴσθησιν, ἀλλὰ κατὰ τὴν διάνοιαν. ἔνια δέ ἐστιν ἡδέα τῶν ὁρατῶν κατ’ αὐτὴν τὴν ὄψιν, ὥσπερ γε καὶ τῶν ὀσφρητῶν καὶ γευστῶν καὶ ἀκουστῶν καὶ ἁπτῶν. οὐ μὴν ἅπασί γε ἐπὶ τοῖς αὐτοῖς ἡ ἴση τέρψις. ἄλλος γὰρ ἄλλα καὶ χρώματα καὶ σχήματα καὶ ἄνθη καὶ φυτὰ καὶ βλαστήματα καὶ ζωφραφήματα θεᾶται, τὰ μὲν ὡς ἀηδῆ, τὰ δὲ ὡς ἡδέα. χρὴ τοίνυν παρὰ τῶν οἰκείων τοῦ κάμνοντος τὸν ἰατρὸν πυνθανόμενον οἷστισιν οἱ κάμνοντες ἥδονται, ταῦτα κελεύειν εἰσφέρεσθαι τοῖς οἴκοις ἐν οἷς κατάκεινται. μαλακῶς ὅσα ψαύει κατ’ αὐτὴν μόνην ψιλὴν τὴν ἁπτικὴν αἴσθησιν, ἡδέα ταῦτ’ ἐστὶν, ὥσπερ αὖ πάλιν ἄνθη τε καὶ φυτὰ καὶ ποικίλα καὶ τἄλλα ὅσα προείρηται τὴν ὄψιν μόνην τέρπει. προσθήσομεν οὖν ὅσα ταὐτοῦ γένους ἐπὶ τοῖς εἰρημένοις, παραλέλειπται δὲ ὡς σαφῆ. δυοῖν γὰρ αἰσθήσεων ἐμνημόνευσεν ὄψεώς τε καὶ ἁφῆς. σὺ δὲ καὶ τὴν ὄσφρησιν προσθήσεις δηλονότι καὶ τὴν γεῦσιν καὶ τὴν ἀκοὴν, καὶ κατά γε τὴν ἀκοὴν διαιρεῖν ὥσπερ
141
ἐπὶ τῆς ὄψεως, ἔνια μὲν αὐτὴν τὴν αἴσθησιν μόνην τέρποντα, καθάπερ αἱ ἡδεῖαι φωναὶ, τινὰ δὲ τὴν ἀκοὴν λυποῦντα, καθάπερ αἱ ἀηδεῖς ἀγγελίαι. τοὐναντίον δὲ ἄλλ’ ἄττα τέρπει τε καὶ ἥδει. τοῦτό γε καὶ οἱ ἰδιῶται πάντες ἴσασιν, ὡς οὐδὲν ὧν ἀηδῶς ὁ κάμνων ἀκούσεται προσήκει λέγειν αὐτῷ, καθάπερ γε καὶ τὰ μέλλοντα μεγάλως ἥσειν αὐτὸν, ἀγγέλλειν πάντα μετὰ τοῦ καὶ προσεπιψεύδεσθαί τι. κατὰ μέντοι τὴν ἐφεξῆς ῥῆσιν ἔνια καὶ τῶν ἐνταῦθα παραλελεῖφθαι δοκούντων ἐπαναλαμβάνων προστίθησιν, ἄλλαι. πρόγραμμα τοῦτ’ ἔστιν ἄλλων χαρίτων μελουσῶν λέγεσθαι. προειρηκὼς γὰρ αἱ τοῖσι κάμνουσι χάριτες, εἶτ’ εἰπὼν τὸ καθαρῶς δρᾷν ποτὰ ἢ βρωτά. καὶ τούτων ἐφεξῆς, πάντων ὁρωμένων διελθὼν, εἶθ’ ἑξῆς ὑπὲρ τῶν πρὸς τὴν ἁφὴν ἡδέων, ἐπαγγέλλεται πρὸς ταῖς εἰρημέναις ἑτέρας ἐρεῖν χάριτας ὦν ἐφεξῆς ἀκούσῃ. τινὲς μέντοι τελέως ἐξεῖλον τῶν ἀντιγράφων. τὸ πρόγραμμα τοῦτο τὸ, ἄλλαι, τινὲς δ’ οὐ θηλυκῶς μετὰ τοῦ ἰῶτα γράφουσιν, ἀλλὰ χωρὶς τοῦ ι, κατὰ τὸ καλούμενον οὐδέτερον
142
γένος, ἄλλα μὴ μεγάλα βλάπτῃ ἢ μὴ εὐανάληπτα, οἷον τὸ ψυχρὸν, ὄκου τοῦτο δεῖ. καὶ τὰ μὴ μεγάλως βλάπτοντα δοτέον ἐστὶν ἐνίοτε τοῖς ἐπιθυμοῦσιν αὐτῶν σφόδρα καὶ μέλλουσι μισεῖν τε τὸν ἰατρὸν ἐκ τοῦ μὴ λαβεῖν, ἀποστρέφεσθαί τε καὶ μηδὲν αὐτῷ προστάττοντι πείθεσθαι. διδόναι τοίνυν ἀναγκαῖόν ἐστιν ἐνίοτε τούτοις ἔνια τῶν ἐπιθυμουμένων, ἐὰν μὴ μεγάλως ὑπ’ αὐτῶν μέλλωσι βλάπτεσθαι, προλέγοντα μὲν ὅτι βλαβήσονται καὶ δίδωσιν αὐτὰ χαρίζεσθαί τι βουλόμενος τῷ κάμνοντι, πρὸς δὲ τὸ μέλλον αὐτὸν ἀνταιτοῦντα παρ’ αὐτοῦ τὴν ἐν τοῖς ἄλλοις εὐπείθειαν. οἶδα γὰρ ἐνίους ἐκ τοῦ λαβεῖν πεισθέντας. οὕτω γοῦν κἀγὼ πόλλ’ ἔδωκα ψυχρὸν ὕδωρ ἐν ἐκείνοις τοῖς νοσήμασιν ἐν οἷς μετὰ μίαν ἡμέραν ἦν αὐτοῦ χρεία, τοῦτο μόνον τῷ κάμνοντι χαρισάμενος ὡς μὴ περιμεῖναι τὸν ἄριστον καιρόν. ὡσαύτως δὲ καὶ περὶ βαλανείου καὶ οἴνου καὶ πάντων τῶν τοιούτων οἶδα πράξας. εἰ μέντοι μηδ’ ὅλως δέοιτο μηδὲ μετὰ μίαν ἡμέραν τὸ νόσημα μηδενὸς τούτων, οὐ χρὴ χαρίζεσθαι τῷ κάμνοντι. βραχεῖαν γὰρ βλάβην ἐπανορθώσασθαι
143
δυνατόν ἐστι τὴν μετὰ ταῦτα τοῦ κάμνοντος εὐπείθειαν. τὴν δ’ οὕτως μεγάλην ὡς ἤτοι κίνδυνον ἔσχατον ἐπιφέρειν ἢ χρόνου μῆκος, οὐκέθ’ οἷόν τε πρὸς τὸ δέον πάλιν ἐπαναγαγεῖν. γράφεται δὲ καὶ κατ’ ἄλλας λέξεις ἡ προκειμένη ῥῆσις, μίαν μὲν τοιάνδε· ἀλλὰ καὶ μεγάλα βλάπτειν, οἷον ψυχρὸν ὅκου δεῖ, τοῦ δὴ τοῦ βλάπτειν ῥήματος ἐπὶ τοῦ τέλους ἔχοντος τὸ ν, καὶ ταύτην γε τὴν γραφὴν οἱ παλαιοὶ τῶν ἐξηγητῶν ἴσασιν. ἑτέραν δὲ γραφὴν εὑρήσεις ἐν ἄλλοις ἀντιγράφοις χωρὶς τοῦ ν τοιαύτην· ἃ μὴ μεγάλα βλάπτῃ ἢ μὴ εὐανάληπτα, οἷον ψυχρὸν ὅκου τοῦτο δεῖ. βούλεται δ’ ἡ προκειμένη λέξις ἢ μὴ εὐανάληπτα σημαίνειν τὰ μὴ ταχέως ὑπεῖξαι δυνάμενα τοῖς βοηθήμασιν, ὡς ἐπανορθωθῆναι τὴν γεγονυῖαν ἤδη βλάβην. ἀλλὰ περὶ τούτου τοῦ πράγματος ὅσα περὶ τοῦ πρόσθεν εἶπον ἀναμνησθέντας, [χρὴ] μηδεμιᾶς ἐστὶ δεηθῆναι νεωτέρας ἐξηγήσεως.

144
    Εἴσοδοι, λόγοι, σχῆμα, ἐσθὴς τῷ νοσοῦντι, κουρὴ, ὄνυχες, ὀσμαί.

    Τούτων τὰ μὲν ἄλλα πάντα προφανῶς ἐπὶ τὸν ἰατρὸν ἀναφέρεται, μεταξὺ δ’ αὐτῶν παρεγκείμενον, τῷ νοσοῦντι, παρέχει τινὰ ζήτησιν, ὅθεν ἔνιοι παντάπασιν ἐξελόντες αὐτὸ προσεποιήσαντο μηδ’ ὅλως εὑρηκέναι γεγραμμένον. ἀλλ’ οἵ γε παλαιοὶ τῶν ἐξηγητῶν ἴσασι καὶ ταύτην τὴν γραφήν. ἴσως δ’ ἄν τινος εὐπορήσαιμεν εἰς αὐτὴν πιθανοῦ, προσεπισκεψάμενοι τῶν εἰρημένων ἕκαστον ἰδίᾳ. καὶ πρώτας γε τὰς πρὸς τὸν κάμνοντα τῶν ἰατρῶν εἰσόδους ὅσαι κεχαρισμένως αὐτοῖς γίνονται. τινὲς μὲν γὰρ ἐνοχλεῖσθαι νομίζουσιν ὑπὸ τῶν πολλάκις αὐτοὺς ὁρώντων, ἔνιοι δὲ πάνυ τούτῳ σφόδρα χαίρουσιν. ἰατροὶ δέ τινές εἰσιν οἳ μέχρι τοσούτου μωραίνουσιν, ὡς καὶ τοῖς κοιμωμένοις ἐπεισιέναι μετὰ ψόφου ποδῶν, φωνῆς μείζονος, ὑφ’ ὧν ἐνίοτε διεγερθέντες 

    145
    οἱ νοσοῦντες ἀγανακτοῦσί τε πρὸς αὐτοὺς καὶ βεβλάφθαι τὰ μέγιστά φασι. ἅπαντ’ οὖν ταῦτα προορᾶσθαι χρὴ ἰατρὸν, ὡς μήτε κατὰ καιρὸν ὃν οὐ χρὴ παραγίνεσθαι μήτε προπετῶς μετὰ ψόφων πολλῶν καὶ φωνῆς μεγάλης ἢ βαδίσματος ἀσχήμονος ἢ βλέμματος ἢ ὅλως οὑτινοσοῦν τοιούτου. λόγοι. τῶν μεγίστων ἐστὶ καὶ τοῦτο πρὸς τοὺς κάμνοντας ὑπὸ τῶν ἰατρῶν ἤτοι προσηκόντως ἢ οὐ προσηκόντως τι γινόμενον. ἔνιοι μὲν γὰρ αὐτῶν ἐσχάτως εἰσὶν ἀβέλτεροι, τοιοῦτοί τινες ὄντες οἷον ὁ Ζεῦξίς φησι ὑπὸ Βακχείου γεγράφθαι Καλλιάνακτα γεγονέναι τὸν Ἡροφίλειον ἐν τοῖς ἀπομνημονεύμασιν Ἡροφίλου τε καὶ τῶν ἀπὸ τῆς οἰκείας αὐτοῦ. νοσοῦντος γάρ τινος, εἶτ’ εἰπόντος τῷ Καλλιάνακτι, τεθνήσομαι, φασὶν αὐτὸν ἐπιφωνῆσαι τόδε τὸ ἔπος

  1. Εἰ μή σε Λητὼ καλλίπαις ἐγείνατο.
  2. Ἑτέρῳ δὲ ταὐτὸ τοῦτ’ εἰπόντι φάναι

  3. Κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων.
  4. 146

    ἔνιοι δὲ τῶν νῦν ἰατρῶν, εἰ καὶ μετριώτεροι Καλλιάνακτός εἰσιν, ἀλλὰ τραχέως καὶ αὐτοὶ προσφέρονται τοῖς νοσοῦσιν ὡς μισηθῆναι, καθάπερ ἄλλοι τινὲς ἐξ ὑπεναντίου δουλοπρεπῶς κολακεύοντες ἐξ αὐτοῦ τούτου κατεφρονήθησαν. ὥσπερ δὲ οὐ χρὴ μίσους ἄξιον φαίνεσθαι τῷ κάμνοντι τὸν ἰατρὸν, οὕτως οὐδ’ εὐκαταφρόνητον, ἀλλ’ ἐν τῷ φιλανθρώπῳ καὶ μετρίῳ καὶ ἡδεῖ σεμνὸν φυλάττειν. εἰ μὴ γὰρ ὥσπερ θεόν τινα ὁ κάμνων θαυμάσειεν, οὐκ ἂν ὁ κάμνων εὐπειθὴς γένοιτο. βέλτιον οὖν ἐστι μήτε κολακεύειν εἰς τοσοῦτον ὥστε καταφρονεῖσθαι μήτε ἄγροικόν τε καὶ τραχὺν ὁμοίως Καλλιάνακτι. γενήσεται δὲ τοῦτο φυλάττοντος μὲν ἔν τε τῷ βλέμματι καὶ τῷ φλέγματι καὶ τῷ παντὶ τοῦ σώματος σχήματι τὸ σεμνὸν τοῦ ἰατροῦ, ἐκδιδάσκοντος δὲ τὸν κάμνοντα πείθεσθαι τοῖς πραττομένοις ὑφ’ ἑαυτοῦ. πολλοὶ δ’ εἰσὶ λόγοι καί σοι παραδείγματος ἕνεκεν οὐκ ὀκνήσω παραθέσθαι τινά. δυνήσεται γὰρ ὁ ἰατρὸς ἐπὶ προοιμίῳ πιθανῷ μετὰ ταῦτα πρὸς τὸν κάμνοντα διελθεῖν ὅσα περὶ

    147
    τῶν τοιούτων Ἱπποκράτης ἔγραψε, πρῶτον μὲν ἐν τοῖς ἀφορισμοῖς εἰπών· δεῖ δὲ οὐ μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα καὶ τοὺς παρεόντας ἔξωθεν. ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἡ τέχνη διὰ τριῶν, τὸ νόσημα, ὁ νοσέων, ὁ ἰατρὸς, ὑπεναντιοῦσθαι τῷ νοσήματι τὸν νοσέοντα μετὰ τοῦ ἰατροῦ. καὶ ὡς τριῶν ὄντων, ἰατροῦ καὶ νοσήματος καὶ κάμνοντος, ἐὰν ὁ νοσῶν ἐάσῃ μόνον πολεμεῖν τῷ νοσήματι τὸν ἰατρὸν ἢ καὶ πρὸς αὐτὸ μεταστὰς ἐναντιοῦται τῷ ἰατρῷ, συμβήσεται νικηθῆναι τὸν ἰατρὸν ὑπὸ τοῦ νοσήματος. ἐὰν δὲ καταλιπὼν τὸ νόσημα σύμμαχος κατ’ αὐτοῦ γένηται τῷ ἰατρῷ, μεγάλην ἐλπίδα τῆς νίκης ἔσεσθαι δυοῖν ἀνθρώπων πρὸς ἓν νόσημα μαχομένων, ὡς τό γε ἐναντίον ἔμπαλιν οὐδεμιᾶς ἐλπίδος ἔσται παρεκτικὸν, ἐὰν ὁ κάμνων μετὰ τοῦ νοσήματος γενόμενος ἐναντιῷτο τῷ ἰατρῷ· μονωθεὶς γὰρ ἂν οὗτος ὑπὸ τῶν δυοῖν νικηθείη ἄν. ἀρκεῖ σοι τὸ παράδειγμα τοῦτο, νοῆσαι δυναμένῳ κατὰ τὸ παραπλήσιον ἕτερα πολλὰ τοιαῦτα τῷ νοσοῦντι γίνεσθαι πρὸς τῶν ἰατρῶν. οὐ μόνον δὲ τῶν λεχθησομένων
    148
    λόγων τοῖς κάμνουσιν ὑπὸ τῶν ἰατρῶν τοιαύτην εἶναι προσήκει τὴν διάνοιαν, ἀλλὰ καὶ τὸ μέγεθος τῆς φωνῆς καὶ τὸν τόνον καὶ τὴν ὅλην ἀπόκρισιν ἀνάλογον εἶναι τῇ διανοίᾳ τῶν λόγων. εἰ δὲ καὶ πεπαιδευμένῳ διαλέγοιτό τις ἀνδρὶ, καὶ μετὰ τοῦ μὴ σολοικίζειν τε καὶ βαρβαρίζειν. καὶ γὰρ ἐκ τῶν τοιούτων εὐκαταφρόνητοι τοῖς κάμνουσιν οἱ ἰατροὶ φαίνονται. σχῆμα. καὶ τὸ σχῆμα τοῦ σώματος ὅλου κατά τε τὴν εἴσοδον καὶ τὴν καθέδραν ὁ ἰατρὸς ἐχέτω, μήτε ταπεινὸν, ὡς εὐκαταφρόνητον εἶναι, μήτε χαυνότητά τινα καὶ ἀλαζονείαν ἐνδεικνύμενον. ἔνιοι μὲν γὰρ ἀνατεταμένοι καὶ πλατεῖς εἰσίασί τε καὶ καθέζονται, ἔνιοι δὲ διατεθρυμμένοι, τινὲς δὲ ἐγκεκυφότες καὶ ταπεινοί. φεύγειν οὖν ἁπάσας δεῖ τὰς ὑπερβολὰς καὶ πειρᾶσθαι μέσον αὐτῶν εἶναι. εἰ δέ ποτε κατὰ τὸ σπάνιον ὁ κάμνων φαίνοιτό σοι φιλοτάπεινός τις, ἀπὸ τοῦ μέσου βραχὺ πρὸς τὸ ταπεινότερον ἄμεινόν ἐστι σχηματίζειν ἑαυτόν. εἰ δ’ ἐναντίως ἔχοι, καὶ σὺ τἀναντία ποιήσεις ἐπὶ βραχὺ, τοῦ μέσου τε καὶ παρὰ φύσιν ἐφ’ ἑκάτερα παραχωρῶν.
    149
    ἐσθής. καὶ αὕτη κατὰ τὸν αὐτὸν λόγον ἔστω μέση, μήτε πολυτελὴς, ὡς ἀλαζονείαν ἐμφαίνειν, μήτε ῥυπαρὰ καὶ πάνυ ταπεινή· πλὴν εἴ ποθ’ ὁ κάμνων αὐτὸς εἴη τῶν ἀμετρότερον ἢ τὰ πολυτελῆ φιλούντων ἢ τοῖς ῥυπαροῖς ἡδομένων. ἐπὶ τούτων γὰρ ἀπὸ τῆς μεσότητος ἐπὶ τὸ τῷ κάμνοντι φίλτερον ἀποχωρήσεις, ὅσον ἂν εἰκάσῃς ἔσεσθαί τι σύμμετρον τῷ νοσοῦντι. διὰ μέσου τοῦτ’ ἔφην ἐγκείμενον ἀπορίαν παρέχειν· εἰ δέ γε κατὰ τὴν ἀρχὴν τῆς ὅλης ῥήσεως ἢ τὴν τελευτὴν εἴρητο, σαφὲς ἂν ἦν ὡς ἅπαντα ταῦτα τῷ νοσοῦντι κεχαρισμένως προσήκει πράττειν τὸν ἰατρὸν, εἰσόδους, λόγους, σχῆμα τοῦ παντὸς σώματος, ἐσθῆτα, κουρὰν τριχῶν, ὀνύχων συμμετρίαν, ὀσμήν. ἐπί τε γὰρ εἰσόδων ἄλλη πρὸς ἄλλον ἐστὶ τῶν νοσούντων ἡ συμμετρία, καθότι πρόσθεν εἶπεν, ἐν δὲ τοῖς λόγοις ὡσαύτως· οἱ μὲν γὰρ μυθολογοῦσι τοῖς ἰατροῖς ἥδονται, τινὲς δὲ ἀνιῶνται, καὶ τινὲς μὲν σεμνοῖς λόγοις, τινὲς δ’ εὐτραπέλοις χαίρουσι. καὶ περὶ τῶν σχημάτων τε καὶ τῆς ἐσθῆτος ἀρτίως εἴρηται 
    150
    τίνα τρόπον ἐστοχάσθαι χρὴ τῶν ἡδέων τῷ νοσοῦντι. κουρὴ τῶν τριχῶν. ἡ κουρὰ φύσει μὲν ἀρίστη γένοιτο ἂν, εἰ στοχάζοιτο τῆς κατὰ τὴν κεφαλὴν ὑγείας. ἄλλοις γὰρ ἄλλο προσήκει. τοῖς νοσοῦσι δὲ τὸ τῆς κουρᾶς εἶδος οὐ ταὐτὸν ἅπασιν ἡδύ. στοχάζεσθαι τοίνυν σε χρὴ καὶ τούτου, πρὸς τὸν ἰατρευόμενον ἀποβλέποντα, καθάπερ ἐπ’ Ἀντωνίνου τοῦ Κομμόδου πατρὸς ἐποίουν οἱ συνόντες ἅπαντες ἐν χρῷ κειρόμενοι. Λούκιος δὲ μιμολόγους αὐτοὺς ἀπεκάλει. καὶ διὰ τοῦτο πάλιν ἐκόμων οἱ μετ’ ἐκείνου ὄνυχες. πηλίκους εἶναι χρὴ τοὺς ὄνυχας τοῖς ἰατροῖς αὐτὸς ἐδίδαξεν ἐν τῷ κατ’ ἰητρεῖον, συνάπτων αὐτῶν τὴν συμμετρίαν ἡδεῖαν εἶναι τοῖς ὁρῶσι. περὶ δὲ τῶν χώραν ἐχόντων ὀνύχων ἤ τι τοιοῦτο, καθάπερ γε καὶ περὶ τῆς ἐν κεφαλῇ τῶν τριχῶν ἀλωπεκίας ἢ ὀφιάσεως οὐδὲ λόγου δεῖται. ταῦτα γὰρ ὡς ἤδη παρὰ φύσιν αἴσχιστόν ἐστιν ἔχειν ἰατρῷ, καθάπερ γε καὶ ἀρθρῖτιν ἰσχυρὰν ἤ τι τοιοῦτον ἕτερον. ὀδμή. καὶ τῆς
    151
    ὀδμῆς τοῦ σώματος ὅλου καὶ τοῦ στόματος ἡ μέν τίς ἐστιν ἐνίοις φύσει μοχθηρὰ, καθάπερ γε καὶ ἄλλοις τισὶν ἄμεμπτος, ἡ δ’ ἐξ ἀμελείας ἐγγίνεται, μηδὲν ἡγουμένων ἁμαρτάνειν τῶν ἰατρῶν, ἐὰν ἤτοι σκόροδον ἢ κρομμύων ὄζοντες ἐπισκοποῦνται τοὺς νοσοῦντας. ἐπὶ δὲ Κοΐντου τοῦ κατὰ τὴν πατρίδα ἡμῶν ἰατρεύοντος ἐν Ῥώμῃ καὶ τοιοῦτό τι συνέβη. μετ’ ἄριστον ἐπεσκέπτετό τινα τῶν πλουσίων τε καὶ πολὺ δυναμένων ἀνδρῶν, ὄζων οἴνου σφοδρῶς. πυρέττων οὖν ἱκανῶς ὁ κάμνων ἅμα κεφαλαλγίας καὶ διὰ τοῦτο μὴ φέρων τὴν ἐκ τοῦ οἴνου προσπίπτουσαν ὀσμὴν ἠξίου προσωτέρω χωρήσειν τὸν Κόϊντον, ἀνιᾷν αὐτὸν ἐξόζοντα σφοδρῶς οἴνου. ταῦτα μὲν οὖν ὁ κάμνων ἐφαίνετο μετρίως λέγειν· ὁ Κόϊντος δ’ ἀβελτέρως αὐτῷ προσενεχθεὶς ἐκέλευσεν ἀνέχεσθαι τῆς ὀσμῆς. καὶ γὰρ ἑαυτὸν ἔφη τοῦ κάμνοντος ἀνέχεσθαι πυρετοῦ ὄζοντος, εἶναι δ’ οὐκ ἴσον ἢ πυρετὸν ἢ οἶνον ὀσμᾶσθαι. ἕτερον δ’ ἰατρὸν ἐπὶ τῆς ἡμετέρας Ἀσίας οἶδα δυσώδεις ἔχοντα τὰς μάλας
    152
    ὡς διὰ τοῦτο μὴ φέρειν αὐτοῦ τὴν εἴσοδον ἄνθρωπον νοσοῦντα μηδένα καθάριον. ἐχρῆν οὖν αὐτὸν ἑαυτοῦ πρῶτον ἰᾶσθαι τὸ σύμπτωμα καὶ οὕτως ἐπιχειρεῖν ἑτέρους θεραπεύειν. ἐγχωρεῖ γὰρ, εἰ καὶ σύμφυτον ὥσπερ καὶ τοῖς τράγοις ἐστὶν, ἀλλά τοι μετριώτερόν γ’ αὐτὸ ποιήσαντα τὸ μέτριον αὖθις τοῦτο πραΰνειν ἑκάστης ἡμέρας διαπάσμασιν ἀμβλυντικοῖς δυσωδίας. ἄλλος γοῦν τις ἔχων δυσῶδες φύσει τὸ στόμα προὐνοήσατο μετριώτερον αὐτὸ ποιήσασθαι διά τε καθάρσεως καὶ φαρμάκων πόσεως ἐπιτηδείων εἰς τοῦτο, καὶ καθ’ ἑκάστην ἡμέραν ὀλίγιστόν τι λαμβάνων εἰς αὐτὸ ποτὲ μὲν ἀμώμου, ποτὲ δὲ μαλαβάθρου φύλλου, ποτέ δ’ ἄλλου τινὸς τῶν εὐωδῶν οὕτως ἐκ τῆς οἰκίας προήρχετο.

Ὕδωρ ἀφεψηθὲν τὸ μὲν ὡς δέχηται τὸν ἀέρα, τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθεμα ἔχειν.
153

Ἐπὶ τίνων παθῶν ἢ τίνος ἕνεκα χρείας ἀφεψεῖν προσήκει τὸ ὕδωρ, εἴτ’ οὖν ἅπαν εἴτε μόνον τὸ μοχθηρὸν, οὐκ εἴρηται κατὰ τὴν ῥῆσιν, ὥστ’ οὐδ’ ὠφέλειά τις ἐξ αὐτῆς ἡμῖν ὑπάρχει. φαίνεται γὰρ ὥσπερ ἄλλα πολλὰ τοῦ ζητῆσαι χάριν ἢ καὶ συγγράψαι πρὸς ἔκδοσιν ὁ Ἱπποκράτης ἐν τούτοις τοῖς βιβλίοις ὑποτυπούμενος, οὕτω καὶ τοῦτον γράψαι τὸν λόγον ἐλλιπῶς μὲν ἡμῖν, ἑαυτῷ δ’ εἰς ἀνάμνησιν οὐκ ἐλλιπῶς. εἰ δὲ πρόβλημα θέντες ἦμεν ἡμῖν αὐτοῖς εὑρεῖν ὁποῖα τῶν ὑδάτων ἀφεψεῖν χρὴ πρότερον, εἶτα ψύξαντας πίνειν, εἴ γε δὴ ψυχρὰ πίνειν ἐθέλοιμεν αὐτὰ καὶ κατὰ τοὐναντίον αὖ τίνα θερμὰ βουλόμενοι πίνειν οὐχ ὁμοίως ἑψήσωμεν. ἀλλὰ τῷ μὲν ἐπίθεμα ποιήσαντες ἁρμόττον τῷ σκεύει καθ’ ὃ θερμαίνεται, τῷ δὲ μηδὲν ἐπιθέντες, ἀλλ’ ἐπιτρέψαντες διὰ γυμνοῦ καὶ ἀστεγάστου τοῦ ἀγγείου τὸ θερμαινόμενον ὕδωρ ὁμιλεῖν τῷ πέριξ ἀέρι· ζητήσωμεν δὲ ἀκολούθως καὶ τίνα παθήματα δεῖται θερμῶν ἢ ψυχρῶν ὑδάτων· αὐτοὶ μέντοι τι χρήσιμον εὑρίσκομεν,

154
οὐ μὴν ἐκ τῆς προκειμένης ῥήσεως εἰς τὴν εὕρεσιν ὠφεληθησόμεθα, τὴν ἀρχὴν γὰρ ὅλως οὐδὲν ἀποσοβεῖ. διὸ καὶ τινὲς μὲν αὐτὴν συνάπτουσι τῇ προγεγραμμένῃ, καθάπερ Ἀρτεμίδωρος ἐπικληθεὶς Καπίτων, οἱ πλεῖστοι δ’ ἀποχωρίσαντες ἰδίᾳ σκοποῦνται μόνην. ἐὰν οὖν συνάπτηται τῇ προκειμένῃ, τοιόνδε τινὰ τὸν νοῦν ἕξει, αἱ τοῖσι κάμνουσι χάριτες οἷον τὸ καθαρίως δρᾷν ἢ ποτὰ ἢ βρωτὰ, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐφεξῆς εἶπεν ὁ Ἱπποκράτης. εἶτ’ ἐπὶ τῇ τελευτῇ καὶ τὸ ὕδωρ δὲ δοτέον αὐτοῖς ἐνίοτε ψυχρὸν, ὅταν ἤτοι μηδ’ ὅλως ἐλπίσωμεν ἐκ τῆς πόσεως αὐτοῦ γενήσεσθαί τινα βλάβην ἢ παντάπασιν ὀλίγην, εἶθ’ ἑαυτῷ πρὸς ἀνάμνησιν, ὥς φασιν, ἐφεξῆς ἔγραψε τὸν τρόπον τῆς παρασκευῆς αὐτοῦ· τάχα μὲν οὐδέποτε βουλόμενος ἀπὸ πηγῆς ὕδωρ διδόναι, πρὸ τοῦ θερμανθῆναι, τάχα δὲ διορισμόν τινα εὑρηκὼς, οἷς τε χρὴ διδόναι θερμανθέν τε καὶ ψυχθὲν, οἷς τε χωρὶς τοῦ θερμανθῆναι. τάχα δὲ τὸ μὲν ἄμεμπτον ὕδωρ ἅνευ τῆς ἑψήσεως, τὸ δὲ μοχθηρὸν ἑψήσας ἐβούλετο 
155
δίδοσθαι, τάχα δὲ καὶ ψύξιν ὕδατος ἀπέπτου γράφει διττὴν, ἑτέραν μὲν ἐκ τοῦ περιέχοντος ἀέρος γινομένην. κατὰ γοῦν Ἀλεξάνδρειάν τε καὶ πᾶσαν Αἴγυπτον ἐθεασάμην ἀποψύχοντας αὐτοὺς τὸ ὕδωρ ἐν ἀγγείοις τισὶν ὀστρακίνοις τρόπῳ τοιῷδε· δύναντος ἡλίου προθερμήναντες αὐτὸ τοῖς ἀγγείοις ἐνέβαλον, εἶτα μετέωρον ἐκρέμων ὅλον τοῦτο τὸ ἀγγεῖον ἐν θυρίσιν ἐστραμμέναις πρὸς ἄνεμον, ὡς δι’ ὅλης νυκτὸς ψύχεσθαι, κᾄπειτα πρὶν ἀνατεῖλαι τὸν ἤλιον ἐπὶ τῆς γῆς ἐτίθεσαν ὕδατι ψυχρῷ κατεῤῥαμμένης, ἐν κύκλῳ φύλλα ψυχρὰ περιετίθεσαν ὅλῳ τῷ ἀγγείῳ, ποτὲ μὲν ἀμπέλων ἢ θριδακίνης, ἔστι δ’ ὁτὲ καὶ ἄλλων τινῶν ὁμοίων, ὡς διαμένειν ἐπὶ πλεῖστον ἣν κατὰ τὸν νυκτερινὸν ἀέρα τὸ ὕδωρ ἐπεκτήσατο ψύξιν. ἔτι δὲ μᾶλλον ἐπὶ τὴν τοιαύτην ἤρχοντο παρασκευὴν οἱ ἄνθρωποι μὴ παρόντος αὐτοῖς ὕδατος ἀμέμπτου. λέγω δ’ ἄμεμπτον τὸ μήτ’ ἰλύος ἔχον τι μήτε φυσῶδες, ἀποιότατόν τε γευομένοις. ἔνια γὰρ ἀτόπους ἐπιμεμιγμένας ἔχει ποιότητας, ἀλῶν ἢ λίτρου ἢ θείου τε καὶ ἀσφάλτου καὶ στυπτηρίας ἑτέρων τε τοιούτων. ἐφ’ ὧν
156
ἁπάντων ἄμεινόν ἐστιν, ὥσπερ ὄσπριά τε πολλὰ προέψοντες ἐπιτήδεια πρὸς ἐδωδὴν ἐργαζόμεθα λάχανά τε καὶ καρποὺς καὶ ζώων μόρια, κατὰ τὸν αὐτὸν λόγον καὶ τὸ ὕδωρ ἑψήσει πρῶτον ἀλλοιοῦντες ἐπὶ τὸ βέλτιον, οὕτω προσφέρεσθαι. καὶ καθ’ ἑτέραν δὲ χρείαν ὕδωρ προθερμαίνοντες ψύχομεν, εἴ γε μήτε γεῦσιν ἔχοι μήτ’ ὀδμὴν μοχθηρὰν, ἀκριβῶς δ’ εἴη καθαρὸν, ὅταν αὐτοῦ πειραθῶμεν, ἤτοι γε πλέον ἐν τῇ γαστρὶ διαμένοντος ἢ πλήττοντος αὐτὴν ἢ ἐκφυσῶντος ἢ βαρύνοντος. ἔστι γὰρ ἀμέλει καὶ τοιαῦτα πολλὰ περὶ ὧν μάλιστά μοι δοκεῖ γεγραφέναι τὴν διάκρισιν ἀπὸ τῶν ἀρίστων ὑδάτων ὁ Ἱπποκράτης, ἔνθα φησίν· ὕδωρ τὸ ταχέως ψυχόμενον κουφότατον. οὐ γὰρ ἐπὶ τῶν βορβορωδῶν ἢ δυσωδῶν ἢ φαρμακῶδές τι κατὰ τὴν γεῦσιν ἐμφαινόντων ἡ τοιαύτη διάγνωσίς ἐστι χρήσιμος, ἅ γε προδήλως ἐμφαίνεται πᾶσιν, ἀλλ’ ἐφ’ ὦν οὐδὲν μὲν τούτων ἐστὶν, ἑτέρα δέ τις ἤτοι δι’ ἐπιμιξίαν ἀέρος μοχθηροῦ κακία περὶ τὸ ὕδωρ ἐστὶν, ἤ τις ἄλλη σύμφυτος αὐτῷ τῷ ὕδατι διαλεληθυῖαν
157
ἔχουσα τὴν αἰτίαν. ἐπὶ τούτων γὰρ ἡ εἰρημένη διάγνωσις ἄριστον κριτήριον, οὔτε γὰρ θερμαίνεται ταχέως οὔτε ψύχεται τὰ τοιαῦτα τῶν ὑδάτων· ἑτέρα τε παραπλησία τῇδε διὰ τῶν ἑψομένων ἐν αὐτῷ λαχάνων ἢ ὀσπρίων ἢ καρπῶν ἢ κρέων ἢ ῥιζῶν. τάχιστα μὲν γὰρ ἐν τοῖς ἀρίστοις ὕδασι, βραδύτατα δὲ ἐν τοῖς μοχθηροῖς ἕψεται. καὶ κεκλήκασί γε τὰ οὕτω μοχθηρὰ τῶν ἀρχαίων τινὲς ἀτέραμνά τε καὶ ἀτεράμονα, παραπλησίως αὐτοῖς ὀστρίοις ὅσα δυσχερῶς ἕψεται. διὰ τοιαύτας μὲν οὖν χρείας ἐνίοτε προθερμαίνοντες ὕδωρ ψύχομεν, οὐ μὴν ἀλλὰ καὶ θερμὸν αὐτὸ πίνειν μέλλοντες, ὅταν ᾖ βορβορῶδες ἢ ἰλυῶδες ἢ δυσῶδες, οὕτω προπαρασκευάζομεν. ὅταν γὰρ προθερμανθὲν ψυχθῇ, κατὰ μὲν τὴν αἴσθησιν ἀποτίθεται τὴν δυσωδίαν ἣν ἐκ σηπεδόνος τοὐπίπαν ἐπικτᾶται, τό τε γεῶδες ἅπαν ἐφιστάμενον ἴσχει ῥᾳδίως, ὃ πρὶν θερμανθῆναι κατὰ σμικρὰ μόρια μεμιγμένον ἅπαντι τῷ ὕδατι πινόμενον, ἅμα αὐτῷ βλάβην οὐ σμικρὰν ἐργάζεται, καὶ μάλιστ’ ἐφ’ ὧν τὰ κατὰ νεφροὺς
158
ἢ κύστιν ἐπιτήδεια πρὸς λίθων γένεσίν ἐστι καὶ τό γε ἐξαιθριάζειν οὐ μόνον τὸ ὕδωρ τὸ θερμανθὲν, ἀλλὰ καὶ ἄλλ’ ἅττα δοκεῖ μοι τοὺς ἰατροὺς ἐπινοεῖσθαι, τῆς τοιαύτης διακρίσεως ἕνεκεν. ὅσα γὰρ ἐξ ἑτερογενῶν οὐσιῶν σύγκειται, κατὰ σμικρὰ μόρια τὴν μίξιν ἐσχηκότα, ταῦτα ψυχόμενα μετὰ τὸ θερμανθῆναι ῥᾳδίως διακρίνεται. πρὶν δὲ ψυχθῆναι, μετὰ τὴν ἕψησιν ἔτι κονιᾶται καὶ διὰ τοῦτο ἀναμέμικται πάντ’ αὐτοῦ τὰ μόρια. ψυχομένων δὲ τὸ μὲν βαρὺ καὶ γεῶδες ἐν αὐτοῖς ὑφιζάνει, τὸ δὲ κοῦφον ἐπιπολῆς ἵσταται. εἰ μὲν συνάπτοιτο τοῖς προειρημένοις ἐν οἶς ἔγραψεν ὁ Ἱπποκράτης τὰς τοῖς κάμνουσι χάριτας, ὁ περὶ τῶν ὑδάτων ἑψήσεως λόγος ἥ τε χρεία σαφής ἐστιν αὐτοῦ, τό τε λεγόμενον αὐτὸ τάχ’ ἂν εὕροιμεν ἀκριβῶς ὁποῖόν ἐστιν. εἰ δ’ ἀποσχίσαντες ἀπὸ τῆς τῶν προειρημένων συνεχείας τὴν ἄρτι προκειμένην ῥῆσιν ἐπισκοποίμεθα, μεστὸς ἀποριῶν λόγος ἔσται. πρότερον οὖν αὐτὸν ὡς συνημμένον ἐξηγησόμεθα, λέγοντες ὕδατος ἐν αὐτῷ δηλοῦσθαι παρασκευὴν ἀβλαβῆ τοῖς μέλλουσι πίνειν ψυχρὸν, ἣν
159
κᾀγὼ ποιοῦμαι πολλάκις, ὅταν μέλλω τινὶ διδόναι τῶν νοσούντων ὕδωρ ψυχρὸν, ἀπορῶν πηγῆς ἄμεμπτον ἐχούσης. ἐν Ῥώμῃ γὰρ ὥσπερ ἄλλα πολλὰ πλεονεκτήματα ἐν τῇ πόλει ἐστὶν, οὕτω καὶ τὸ τῶν πηγῶν κάλλος τε καὶ πλῆθος οὐδεμιᾶς οὔτε δυσῶδες οὔτε φαρμακῶδες οὔτε θολερὸν οὔτ’ ἀτέραμνον ἐχούσης ὕδωρ, ὥσπερ οὐδ’ ἐν Περγάμῳ παρ’ ἐμοί. κατ’ ἄλλας δὲ πόλεις πολλὰς οὐκ ὀλίγα μοχθηρὰ τῶν ὑδάτων ἐστί. τά γε μὴν ἐκ τῶν Τιβουρτίνων ὀρῶν ὕδατα διὰ τῶν λιθίνων ἀγωγῶν εἰς τὴν Ῥωμαίων πόλιν ἀγόμενα τῆς μὲν ἄλλης ἀπήλλακται κακίας, ἀτέραμνα δὲ πώς ἐστιν, ὡς μήτε θερμαίνεσθαι ταχέως, ὥσπερ αἱ κατὰ τὴν πόλιν πηγαὶ, μήτε ψύχεσθαι μήτε ἕψεσθαι διὰ ταχέων ἐν αὐτοῖς ὥσπερ ἐν πηγαίοις, ὅσαπερ ἂν ἐμβάλλῃ τις ὄσπριά τε καὶ λάχανα καὶ κρέα. τούτων δ’ ἄλλα κατ’ ἄλλας χώρας πολὺ μᾶλλόν ἐστιν ἀτέραμνα καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων ὀνομαζόμενα σκληρὰ καὶ βαρέα, διὰ τὸ πλήττεσθαί τε καὶ γαστέρα καὶ μετὰ τὴν πόσιν αἰσθάνεσθαι βάρους τοὺς πλείονας. εἰώθασι γὰρ ἀμέλει καὶ ἄλλα πολλὰ τῶν 
160
ποιούντων αἰτίων ὁτιοῦν ἀπὸ τοῦ γινομένου παρονομάζειν, οὕτω γοῦν καὶ τοὐναντίον ὕδωρ τῷδε τὸ κάλλιστον ἐπαινοῦντες ὀνομάζουσι κοῦφόν τε καὶ μαλακόν. ἀλλὰ ταῦτά γε πάντα τὰ λελεγμένα χρήσιμα μέν ἐστι γινώσκεσθαι, διδάσκεται δ’ οὐδὲν αὐτῶν ἐκ τῆς προκειμένης ῥήσεως. οὔτ’ οὖν ἀναποδείκτως οὔτε μετ’ ἀποδείξεως οὔτε διὰ βραχέων ἀσαφέστερον οὔτε διηρθρωμένως μακρότερον. ἄμεινον οὖν ἐστι, κατά γε τὴν ἐμὴν γνώμην, ὑπερβαίνειν ὅλας τοιαύτας λέξεις. ἐὰν μὲν ὅπως χρὴ παρασκευάζειν ὕδωρ εἰς πόσιν ψυχρὸν ὁ Ἱπποκράτης προὔθετο γράφειν, ὁ νοῦς αὐτῆς ἔσται τοιοῦτος· ἐὰν ἕψωμεν ὕδωρ ἕνεκεν τῆς προειρημένης χρείας, ἤτοι γ’ οὐδὲν ἐπιθήσομεν τοῖς ἀγγείοις ἐν οἷς ἕψομεν, ἀλλ’ ἐπιτρέψομεν ὁμιλεῖν τῷ πέριξ ἀέρι τὸ ἑψόμενον, ἢ τοὐναντίον ἀποκλείσομεν τὸν ἀέρα, στεγνώσαντες πώματι τὸ ἀγγεῖον. αὐτὰ δὲ δὴ ταῦτα πάλιν ἤτοι κατὰ τὴν ἕψησιν αὐτὴν ἢ κατὰ τὴν ἐπ’ αὐτῇ γενησομένην ψύξιν εἰρῆσθαι δυνατὸν ἀκούειν ἐστί. πιθανώτερον μὲν ἐπὶ τῆς ψύξεως,
161
ἀπιθάνως δ’ ἐπὶ τῆς ἑψήσεως. οὐ γὰρ ἔχομεν εἰπεῖν ἥντινα χρείαν ἡμῖν παρέξει κατὰ τὴν ἕψησιν ὁ περιέχων ἀὴρ ἢ κωλυόμενος ἐμπίπτειν τοῖς ἑψομένοις ὕδασιν. ἐπὶ δὲ τῆς μετὰ τὴν ἕψησιν ψύξεως, ἔνθα μὲν ἀποροῦμεν, ἤτοι φρέατος ἐν ᾧ τὸ ἀγγεῖον ὑποθήσομεν ἀναγκαῖόν ἐστιν ἐπίθεμά τε ποιῆσαι τῷ ἀγγείῳ καὶ πάντοθεν ἀκριβῶς αὐτὸ στεγνῶσαι· ἔνθα δ’ οὐδὲν τὸ ἀγγεῖον ἀπώμαστον ὡς δέχεται τὸν ψυχρὸν ἀέρα. τινὲς δὲ τῶν ἐξηγητῶν ὅσοι γε χωρὶς τοῦ συνάψαι τοῖς προειρημένοις ἀναγινώσκειν ἀξιοῦσι τὴν προκειμένην λέξιν, εἶναι μὲν αὐτῷ τὸν λόγον φασὶ περὶ τῶν μοχθηρῶν ὑδάτων καὶ μάλισθ’ ὅσα διὰ γεώδη τινὰ οὐσίαν ἐμφερομένην, τοιαῦτ’ ἐστί. μέτρον δ’ εἰρῆσθαι τῆς ἑψήσεως, ἄχρι τοσούτου αὐτὰ δεῖν ἕψειν, ὡς ἂν γένηται καθαρὰ καὶ διαυγῆ, δεξάμενα τὸν ἔξωθεν ἀέρα. διὰ γὰρ τὴν τούτου μίξιν, οὐ δι’ ἑαυτὰ λαμπρὰ φαίνεσθαι τὰ κάλλιστα τῶν ὑδάτων, εἰς φυσιολογίαν ἑαυτοὺς ἐμβάλλοντες, ὑπὲρ ἧς οὐδένα λόγον ἀποδοῦναι δύνανται. λαμπρὸν γὰρ
162
φαίνεται τὸ καθαρὸν ὕδωρ οὐκ αὐγῆς τινος ἔξωθεν ἐμπιπτούσης εἰς αὐτὸ λαμπρᾶς, ἀλλὰ κατὰ τὴν ἀλλοίωσιν, ἣν ἐκ τοῦ προσπίπτοντος ἔχει φωτὸς, ὥσπερ γε καὶ αὐτὸς ὁ ἀήρ. οὐδὲ γὰρ οὐδ’ οὗτός ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν λαμπρὸς, πάντως ἂν ἦν καὶ νύκτωρ τοιοῦτος, ἀλλὰ τοῖς ἄνω πέρασιν αὐτοῦ προσπιπτούσης τῆς ἡλιακῆς αὐγῆς ὅλος ἀλλοιοῦταί τε καὶ μεταβάλλεται συνεχὴς ὢν ἑαυτῷ. τὸ δὲ κενὰς εἶναί τινας χώρας ἢ κατὰ τὸ ὕδωρ ἢ κατὰ τὸν ἀέρα, τῇ μὲν Ἐπικούρου τε καὶ Ἀσκληπιάδου δόξῃ περὶ τῶν στοιχείων ἀκόλουθόν ἐστι· τῇ δ’ Ἀριστοτέλους τε καὶ Στοιχικῶν ἐναντίον οὐδαμόθι κενὸν οὐδὲν ἐν τῷ κόσμῳ πεπεισμένων ὑπάρχειν, ἀλλ’ ἐκπεπληρῶσθαι πάντα σώμασιν. οὐδὲ γὰρ κατὰ τὴν κίσσηριν αἱ μεταξὺ τῶν γεωδῶν σωμάτων χῶραι παντάπασιν αὐτοῖς εἶναι δοκοῦσι κεναί. περιέχεσθαι γοῦν ἐν αὐταῖς τὸν ἀέρα φασί. κατὰ μέντοι τὸ ὕδωρ οὐκ εἶναί τινα ποροποιΐαν τοιαύτην ὁποία κατὰ τὴν κίσσηρίν ἐστιν, ἀλλὰ συνεχὲς ἑαυτῷ παντοίως ὑπάρχειν αὐτό. βέλτιον οὖν εἰρῆσθαι νομίζειν ὅ φησιν, ὡς δέχηται τὸν ἀέρα
163
περὶ τοῦ μὴ πωμασθέντος ἀγγείου. καὶ γὰρ τὸ γεγραμμένον ἐφεξῆς οὐ προσίεται τὴν εἰρημένην ἐξήγησιν ἔχον οὕτως· τὸ δὲ μὴ ἔμπλεον εἶναι καὶ ἐπίθεμα ἔχειν, ἀντιδιῄρηταί τοι τῇ προκειμένῃ λέξει, καθ’ ἥν φησιν ὕδωρ ἀφεψηθὲν, τὸ μὲν ὡς δέχεται τὸν ἀέρα. τοῦ γὰρ ἐπιφερομένου τῷδε τῷ λόγῳ τοῦ δευτέρου, κατὰ τὴν ῥῆσιν ἀξιοῦντος ἐπίθεμα ἔχειν τὸ ἀγγεῖον, ὁ ἀντιδιῃρημένος αὐτῷ, τὸ μηδ’ ὅλως ἔχει τὸ ἐπίθεμα κωλύει, καὶ τοῦτο ἐσήμηνεν ὁ Ἱπποκράτης ἐν τῷ γράψαι, τὸ μὲν ὡς δέχηται τὸν ἀέρα. τὸ δ’ οὐκ ἔχον ἑτοίμως δέχεται δηλονότι. τοῦτο δέ φαμεν ἐπὶ τῶν ἀέρος ψυχροῦ ψυχομένων ὑδάτων γίνεσθαι, καθάπερ ἐπὶ τῆς Ἀλεξανδρείας εἰώθασι πράττειν. ἔνθα δὲ μὴ κρουνοῖς ὑποβάλλουσι τὸ ἀφεψηθὲν ὕδωρ, ἐνταῦθα βέλτιόν ἐστιν ἀπόκενον εἶναι τὸ ἀγγεῖον, ὅπως μεταξὺ τοῦ ἐπιθέματος καὶ τοῦ κατὰ τὸ ἀγγεῖον ὕδατος ἀὴρ ψυχθεὶς αὐτὸς πρότερον οὕτω τῇ ψαύσει ψύξῃ τὸ πλησιάζον ὕδωρ. ὥσπερ γὰρ ὕδωρ ἑτοιμότερον ἁπάντων τῶν γεωδῶν σωμάτων θερμαίνεταί τε καὶ ψύχεται, διότι λεπτομερέστερον αὐτῶν ἐστι, κατὰ τὸν
164
αὐτὸν λόγον ὕδατος ἀὴρ καὶ θαυμάζοιμι ἂν εἴ τις οὐκ ἔχει τούτου πεῖραν ὁσημέραι γινομένου. τῶν γὰρ τὸν οἶνον ἐχόντων ἀγγείων ὅ τί περ ἄν ἐστιν ἄνευ πώματος, ὀξύνεται ῥᾳδίως, ὥσπερ γε πάλιν αὐτὸ πωμασθὲν ἧττον τοῦτο πάσχει, ἔτι δ’ ἧττον τὰ πεπληρωμένα. τὰ γὰρ ἀπόκενα διότι περιέχει ἐν αὐτοῖς ἀέρα, δι’ ἐκείνου μέσου θᾶττον ὑπὸ τοῦ περιέχοντος ἔξωθεν ἀλλοιοῦται πεπληρωμένα μέχρι τοῦ ψαύειν τῶν ἐπιθεμάτων, δι’ ἐκείνων μὲν ἴσχει τὴν ἀλλοίωσιν ἀσθενῆ τε καὶ ἀμυδρὰν εἰς τοσοῦτον εἰς ὅσον ἂν ἧκε τοῦ ἐπιθέματος πυκνότητος. εὑρήσεις γοῦν τὰ μὲν ὑπὸ πίττης ἢ γύψου στεγνωθέντα μονιμώτερα γινόμενα, τὰ δ’ ὑπὸ μόνου δέρματος ἧττον, ὥσπερ καὶ τὰ τοῖς τυφλοῖς πωμασθέντα· καὶ διὰ τοῦτο προϋποβάλλοντες ἢ τοιούτους ἢ δέρματος, καταγυψοῦσί τε καὶ καταπιττοῦσι τὰ κεράμια. κατὰ τοῦτον οὖν λόγον ὅταν ἐργάζεσθαι βουληθῶμεν ὕδωρ ψυχρότατον, ἔχοντες μὲν χιόνα, προθερμήναντες αὐτὸ περιτίθεμεν ἔξωθεν ἐκείνην· ἀποροῦντες δὲ χιόνος ἐκ 
165
φρέατος ἢ κρουνῶν αὐτῷ ποριζόμεθα τὴν ψύξιν, προθερμαίνοντες μὲν, ἵν’ εὐαλλοίωτον γένηται. δέχεται γὰρ ἑτοιμότερον εἰς ὅλον ἑαυτὸ τὴν ἐκ τῶν ὁμιλούντων ἀλλοίωσιν ἕκαστον τῶν προθερμανθέντων ὑπὸ θερμότητος. ἀέρα δὲ ψυχρὸν αὐτοῦ ψαύειν ἐπιτεχνώμενοι διὰ τὴν εἰρημένην αἰτίαν. εἰ μὲν οὖν ἕνεκα τοῦ ψυχρὸν ἐργάσασθαι τὸ ἑψηθὲν ὕδωρ ὑφ’ Ἱπποκράτους εἴρηται ταῦτα, πιθανῆς εὐπορήσαμεν ἐξηγήσεως· εἰ δ’ ἕνεκα τοῦ τὸ μοχθηρὸν ἐπανορθώσασθαι, σκεπτέον ἐφεξῆς ἀρξαμένους αὖθις ἀπὸ τῆς ἑψήσεως, ἥτις ὅλον ὁμαλῶς χέουσα τὸ ὕδωρ ἐπιτήδειον ἐργάζεται εἰς διάκρισιν. διαμενούσης μὲν οὖν ἐν αὐτῷ τῆς ἐκ τοῦ τεθερμάνθαι κινήσεως ἀνάγκη μετεωρίζεσθαί τινα τῶν ἐμφερομένων αὐτῷ παχυμερῶν σωμάτων. Ἀπολλυμένης δὲ τελέως αὐτῆς τὰ μὲν γεώδη τῷ συμφύτῳ βάρει καταφερόμενα πρὸς τὸν πυθμένα τοῦ περιέχοντος ἀγγείου παραγενήσεται, τὸ δ’ ὕδωρ ἐποχήσεται τούτοις, ὅπερ ἀτρέμα ἀποχέοντες εἰς ἕτερον ἀγγεῖον ἀβλαβῶς ἕξομεν χρῆσθαι. Ζεῦξις δὲ οὐκ οἶδ’ ὅπως τὴν ἀρχὴν τοῦ δευτέρου μορίου τῆς ῥήσεως οὕτως ἐξηγήσατο. βούλεται, φησὶν,
166
ὁ Ἱπποκράτης, μὴ ἐμπλέειν τῇ γαστρὶ τὸ ὕδωρ. ὀξύνει δὲ δηλονότι τὴν δευτέραν συλλαβὴν τοῦ ἔμπλεον ὀνόματος, οὐχ ὥσπερ οἱ ἄλλοι τὴν πρώτην ἀκούεσθαι βουλόμενοι, οὐ τὸ πλῆρες ἀγγεῖον ἐξ αὐτῆς, ὥσπερ ἐκείνοις ἔδοξεν, ἀλλὰ τὸ κατὰ τὴν κοιλίην ἔμπλεον, ὅπερ ἐστὶ μετέωρον. ἀλλ’ ἐπεὶ τυφλώττει τὸ φιλοῦν περὶ τὸ φιλούμενον, διὰ τοῦτο ἡ φιλαυτία πολλάκις ἐργάζεται τυφλοὺς ἡμᾶς ἐπὶ τοῖς ἡμετέροις μόνοις, εἰ καὶ τὰ ἀλλότρια βλέπομεν ἀκριβέστατα.

Ὅτι ἐξ αἱμοῤῥαγιῶν ἐξυδεροῦνται.

Τῆς αὐτῆς δυνάμεως ἔσται ὁ λόγος τῷ κατὰ τήνδε τὴν ῥῆσιν εἰρημένῳ, ὅτι αἵματος ῥυέντος ἐκλύονται, γίνεται γὰρ ἀμφότερα ψυχομένου τοῦ σώματος.

167
Ἥν οἷα δεῖ καθαίρεσθαιν καθαίρωνται καὶ εὐφόρως φέρουσιν.

Ἔνιοι μὲν ἄνευ τοῦ καὶ συνδέσμου γράφουσι τὴν ῥῆσιν ὡσαύτως τῇ κατὰ τοὺς ἀφορισμούς· οἱ πλεῖστοι δὲ μετὰ τοῦ καὶ βουλόμενοι τὸ μὲν, ὅτι συμφέρει, προσυπακούειν ἡμᾶς, ὅπερ ἄντικρυς εἴρηται κατὰ τὴν ἐν τοῖς ἀφορισμοῖς ῥῆσιν ἔχουσαν οὕτως. ἢν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, συμφέρει τε καὶ εὐφόρως φέρουσιν. ἐνδείκνυσθαι δ’ ἐνταῦθα τὸν καὶ σύνδεσμον προσκείμενον ὅτι πρὸς τῷ συμφέρειν, εὐφόρως φέρειν αὐτοῖς ὑπάρχει τὴν ἐκ τῆς καθάρσεως κένωσιν. εἴτ’ οὖν ἡμῶν δόντων τὸ φάρμακον εἴτε καὶ τῆς φύσεως αὐτῆς ἐκκαθαιρούσης τὸ σῶμα, τῶν λυπούντων χυμῶν ἡ κένωσις γίνοιτο. καθάρσεις γὰρ εἴωθεν ὀνομάζειν οὐ μόνον τὰς ὑπὸ φαρμάκων γινομένας, ἀλλὰ καὶ τὰς ὑπὸ τῆς φύσεως. ὁ δὲ Θουκυδίδης καὶ τὰς

168
κατὰ σύμπτωμα τῷ λόγῳ τοῦ νοσήματος ὁρμὰς τῆς φύσεως γινομένας κενώσεις ἐν νόσοις καθάρσεις καὶ ἀποκαθάρσεις ὠνόμασεν εἰπών· καὶ ἀποκαθάρσεις χολῆς πᾶσαι ὅσαι ὑπὸ ἰατρῶν ὠνομασμέναι εἰσὶν ἐπῄεσαν. εἴρηται δὲ ταῦτα ὑπ’ αὐτοῦ κατὰ τὴν λοιμικὴν διήγησιν ἐν τῇ δευτέρᾳ τῶν ἱστοριῶν.

Ἐν Αἴνῳ ὀσπριοφαγέοντες ξυνεχέως, θήλεα, ἄῤῥενα, σκελέων ἀκρατέες ἐγένοντο καὶ διετέλεον, ἀτὰρ καὶ ὀροβοφαγέοντες, γονυαλγέες.
Ἐμφανῶς ἐγρηγορὼς θερμότερος τὰ ἔξω, τὰ εἴσω δὲ ψυχρότερος, καθεύδων τἀναντία.
169

Τὸ μὲν ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον ἐμφανῶς ἴσον δύναται τῷ φανερῶς καὶ ἐπιδήλως· ἃ δ’ ἐφεξῆς τούτῳ συνῆπται τῷ ἐγρηγορότι, προδήλως ἔχει, ἡγουμένου τοῦ Ἱπποκράτους τὰ ἔξω θερμότερα, τὰ δ’ ἔνδον ψυχρότερα, τἀναντία δὲ συμβεβηκέναι τῷ καθεύδοντι. καὶ γὰρ καὶ φαίνεται τοῦτο μὲν ἐπιβλημάτων πλειόνων δεόμενος, τοῦτο δὲ καὶ σκεπάσματος ἐπὶ τῆς κεφαλῆς, ὅταν ᾖ τὸ περιέχον ψυχρὸν ὡς ἐν χειμῶνι, καίτοι διὰ τῆς ἡμέρας οὐ δεόμενοι τούτων. ἀλλὰ καὶ τὸ μεῖζον ἀναπνεῖν ἐνδεικτικόν ἐστι τοῦ πλείονα θερμασίαν ἠθροῖσθαι κατὰ τὸ βάθος τοῦ σώματος. ὡσαύτως δὲ καὶ τὸ τὰς πέψεις τοῖς κοιμηθεῖσι γίνεσθαι μᾶλλον τῶν ἀγρυπνησάντων οὐ μόνον τὰς κατὰ τὴν κοιλίαν τῶν ἐδηδεσμένων σιτίων, ἀλλὰ καὶ τὰς ἐν ἥπατι καὶ ταῖς φλεψὶ τῶν χυμῶν, ἐνδεικτικόν ἐστι τοῦ θερμότερα τοῖς κοιμωμένοις ἀποτελεῖσθαι τὰ κατὰ βάθος τοῦ σώματος, ὁμολογουμένου γε ἡμῖν καὶ προαποδεδειγμένου τοῦ τὸν ἔμφυτον θερμὸν αἰτιώτατον εἶναι πασῶν τῶν κατὰ τὸ σῶμα πέψεων. οὕτως γε κᾀν τοῖς ἀφορισμοῖς ἔγραψεν, ἐπί τε τῶν ἡλικιῶν 

170
καὶ τῶν ὡρῶν καὶ τῶν ἐπιτηδευμάτων, ἔνθα φησὶν, αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσιν οὖν τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον. καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολὺ τροφῆς οὖν πλείονος δέονται, σημεῖον αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. ἐν τούτοις μὲν οὖν συντόμως ἔγραψε περὶ τῶν ἡλικιῶν, ἐν ἄλλῳ ἀφορισμῷ μακρότερόν τε καὶ διὰ τοῦτο σαφέστερον εἰπὼν ὡδί· τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμὸν, πλείστης οὖν δεῖται τροφῆς, εἰ δὲ μὴ, τὸ σῶμα ἀναλίσκεται. γέρουσι δὲ ὀλίγον τὸ θερμὸν, διὰ τοῦτο ἅρα ὀλίγων ὑπεκκαυμάτων δεῖται. κατὰ μὲν οὖν τὰς ἡλικίας οὐ μεθισταμένης ἔσω τε καὶ ἔξω τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μαραινομένης ἐπὶ προήκοντι τῷ χρόνῳ, ψυχροτάτη πασῶν ἡ τῶν γερόντων ἀποτελεῖται. κατὰ δὲ τὸν χειμῶνα μεθισταμένης εἰς τὸ βάθος ἡ μὲν κοιλία καὶ τὰ σπλάγχνα θερμότερα· τὰ δ’ ὑπὸ τῷ δέρματι ψυχρότερα γίνεται, καθ’ ὅνπερ τρόπον καὶ τῆς γῆς φαίνεται τὸ βάθος. ἐν τῷ χειμῶνι θερμὸν ὑπάρχον, ὡς καὶ τὰς πηγὰς γίνεσθαι διὰ τοῦτο θερμοτέρας, ὀρύττοντάς τέ τινας ἄχρι βάθους
171
αἰσθάνεσθαι σαφῶς τῆς θερμασίας, ὅταν ἀποχωρήσωσι πόῤῥω τῆς ἐπιφανείας.

Ἐνθέρμῳ φύσει ψύξις, ποτὸν, ὕδωρ, ἐλινύειν.

Τὸ ἀξιούμενον ἐν τῇ ῥήσει πρόδηλον. ὅσοι γὰρ θερμότεροι τοῦ προσήκοντός εἰσι, τὸ κεφάλαιον αὐτῆς τῆς διαίτης εἰς ψύξιν ἀνάγεσθαι συμφέρει. τά τε οὖν ψυχρότερα τῇ κράσει δοτέον αὐτοῖς σιτία καὶ πίνειν κελευστέον, ἤτοι γ’ ὑδαρὲς ἢ ὕδωρ αὐτὸ καὶ μὴ πολλὰ γυμνάζεσθαι. μόναι γὰρ αὐτοῖς ἀρκέσουσιν αἱ κατὰ τὰς ἀναγκαίας πράξεις κινήσεις. εὔδηλον δ’ ὅτι καὶ θυμοῦ καὶ φροντίδων συντόνων ἀπέχεσθαι χρὴ τὸν τοιοῦτον ἄνθρωπον, ἀλλὰ καὶ λουτροῖς χρῆσθαι ποτίμων ὑδάτων ἑκάστης ἡμέρας, μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ πολλάκις, εἰ βούλοιντο. καὶ μὴν καὶ τῶν σιτίων ἃ προσφέρονται τὴν δύναμιν εἶναι ψυχροτέραν καὶ μάλιστα

172
ἐν θέρει. μεμνῆσθαι δὲ χρὴ πρὸ πάντων ἐν τοῖς τοιούτοις λόγοις ὅτι τὰς ἐνθέρμους φύσεις ὀνομάζειν ἔθος ἐστὶν αὐτῷ ταύτας καθ’ ἃς οὐ τὸ σύμφυτον πλεονάζει θερμὸν, ἀλλὰ τὸ δριμὺ καὶ δακνῶδες, ὅπερ ἐπίκτητόν τε καὶ οὐ κατὰ φύσιν εἶναι νομίζει.

Ὕπνος ἐμψύχει ἐπιβεβλημένῳ.

Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἰδίᾳ ταύτην ἐξηγοῦνται τὴν ῥῆσιν. ἐμοὶ δ’ ἄμεινον εἶναι δοκεῖ συνάπτειν αὐτὴν τῇ προγεγραμμένῃ καὶ ποιεῖν ἕνα λόγον ἅπαντα τόνδε. ἐν θέρμῳ φύσει ψύξις, ποτὸν ὕδωρ, ἐλινύειν, ὕπνος ἐν ψύχει ἐπιβεβλημμένῳ. τῆς ἐμψύχει λέξεως τὴν πρώτην συλλαβὴν διὰ τοῦ μ γραφόντων τε καὶ λεγόντων ἡμῶν διὰ τοῦ ν, γενήσεται γὰρ οὕτως ἄρθρον ὡς εἰ καὶ ἐν τῷ ψύχει τις ἔφη. τοὺς γὰρ ἀμετρώτερον ἔχοντας θερμὴν τὴν κρᾶσιν, ἄμεινόν ἐστιν ἐν χωρίῳ ψυχρῷ κοιμωμένους ἕλκειν

173
εἴσω διὰ τῆς εἰσπνοῆς τὸν ἀέρα, ψυχρὸν ὄντα δηλονότι καὶ μάλισθ’ ὅτι κατὰ τοὺς ὕπνους εἴσω τοῦ σώματος ὑποχωρεῖ τὸ θερμόν. ἀλλ’ ἐὰν ὥσπερ ἐν τοῖς ὕπνοις ἀπολιπόντος τὴν ἐκτὸς ἐπιφάνειαν αὐτοῦ τὸ βάθος τοῦ σώματος γένεται θερμότερον, οὕτω καὶ διὰ τὸ περιέχον, ἐμψυχομένων τῶν κατὰ τὸ δέρμα θερμαίνεται τὰ διὰ τοῦ βάθους, οὐ τελέως ὁ ἄνθρωπος ἐμψυχθήσεται διὰ τῆς εἰσπνοῆς. ἄμεινον οὖν ἐστιν ἀντισπᾷν μὲν εἰς τὸ δέρμα τὴν θερμασίαν, ἐπιβλήμασι θερμαίνουσιν, εἰσπνεῖν δὲ ψυχρὸν ὡς ἑκατέρωθεν εἰς μετριότητα κράσεως ἄγηται τὸ θερμὸν σῶμα. κάλλιστον μὲν οὖν ἐστιν, ὡς ἔφην, συνάπτειν τοῖς προειρημένοις κατὰ τήνδε τὴν λέξιν εἰρημένην. χωρίζοντες δὲ αὐτὴν οἱ πολλοὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐ μόνον ταῖς ἐνθέρμοις φύσεσιν, ἀλλὰ πᾶσιν ἀνθρώποις οἴονται κοινῇ συμφέρειν ὑπνοῦν μὲν ἐν ἀέρι ψυχροτέρῳ, χάριν τοῦ τὴν ἀθροιζομένην ἐν τῷ βάθει θερμασίαν ἐμψύχεσθαι, περιβεβλῆσθαι δ’ ἕνεκα τοῦ μὴ πᾶσαν ἀμέτρως εἴσω συννεύειν, προσερχομένης τῆς ἐκ τοῦ καταψύχεσθαι τὰ κατὰ τὸ δέρμα
174
μόρια, διὰ τὸν ἔξωθεν ἀέρα θερμασίας τῇ κατὰ τοὺς ὕπνους ἀθροιζομένῃ. τοῦτο δ’ ἀληθὲς ἐπὶ πολλῶν ἐστι φύσεων, οὐ μὴν ἐπὶ πασῶν γε. καθάπερ γὰρ, ὅσοι τοῦ συμμέτρου θερμοτέραν ἔχουσι τὴν κρᾶσιν, ἄμεινον ἐμψύχειν αὐτοὺς, οὕτως ὅσοι ψυχροτέραν ἔχουσι τὴν κρᾶσιν ἐκθερμαίνειν. ἔνιοι δὲ οὐ μόνον ἀπὸ τῆς γεγραμμένης ῥήσεως ἐχώρισαν τὴν νῦν ἡμῖν προκειμένην, ἀλλὰ καὶ διελόντες αὐτὴν ταύτην ἰδίᾳ μὲν ἀνέγνωσαν, ὕπνος ἐμψύχει τὴν πρώτην συλλαβὴν τῆς ἐμψύχει φωνῆς διὰ τοῦ μ γράψαντες, ὡς ἓν γενέσθαι ῥῆμα τὸ ἐμψύχει, παραπλησίως εἰρημένον τῷ καταψύχει καὶ μὴ δύο μέρη τοῦ λόγου, πρόθεσιν μὲν τὸ πρότερον, ὄνομα δὲ τὸ δεύτερον. οὗτοι δὲ τὴν ἐφεξῆς ῥῆσιν ἀναγκαίως ἑνώσαντες τῷ τέλει τῆς προκειμένης ἀναγινώσκουσιν ὡδί πως. ἐπιβεβλημένῳ ὕπνος ἑδραῖος, ὀρθῶν νυσταγμός· ἐπιβεβλημένῳ φάσκοντες ἀντὶ τοῦ κατακειμένῳ λελέχθαι. τοῦτο δὲ πρὸς τὸ βιαίως μετενηνέχθαι τὴν κατακειμένῳ φωνὴν εἰς τὴν ἐπιβεβλημένῳ καὶ ἄλλως ἐστὶν εὐτελές τε καὶ ἄχρηστον, 
175
ἀκούειν ἡμᾶς ἀξιούντων αὐτῶν τὴν ὑπνώδη τοῦ σώματος διάθεσιν, ἐν μὲν τῷ κατακεῖσθαι τὴν ἑδραῖόν τε καὶ βέβαιον ὕπνον, ἑστῶσι δὲ νυσταγμὸν ἐργάζεσθαι.