In Hippocratis Epidemiarum I
Galen
Galen, In Hippocratis Epidemiarum I
Ἄλλου τόπου, τόποι δεξάμενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ ῥύονται ἢ ἄλλοισιν αἱ κοινωνίαι.
Ἡ αὐτὴ ῥῆσις ἥδε κἀν τῷ περὶ χυμῶν ἐπὶ τῷ τέλει τοῦ βιβλίου γέγραπται, καθάπερ καὶ αἱ πρὸ αὐτῆς ἀπὸ τῆς πρώτης, ἐν ᾗ φησιν, οἱ αἱμοῤῥοΐδας ἔχοντες. ἐξηγήμεθα οὖν ἐκεῖ τελεώτερον αὐτὰς, εἰρήσεται δὲ καὶ νῦν κεφάλαιον. ἡ γάρ τοι διάνοια τῆς προκειμένης ῥήσεώς ἐστι τοιάδε. ἐξ ἄλλων τόπων εἰς ἄλλους διαδοχαὶ γίνονται νοσημάτων, κατὰ μετάστασιν τῶν ποιούντων αὐτὰ χυμῶν, ἤτοι διὰ τόνον τινὰ τοῦ μέρους, εἰς ὃ μεθιστάμενοι κατασκήπτουσιν ἢ διὰ τὸ σφῶν αὐτῶν βάρος ἢ καὶ δι’ ἄλλην τινὰ αἰτίαν οἷον φάρμακον ἐρεθίσαν δριμὺ καὶ τρίψιν ἤ τινα θερμασίαν ἔξωθεν προσγενομένην. ἀλλὰ καὶ διὰ κοινωνίαν τῆς φύσεως τῶν μορίων γίνονται μεταστάσεις. ὄρχις γοῦν οἰδήσας ἀπὸ βηχέων ὑπόμνημα κοινωνίας, στήθεσι, μαζοῖς,
Διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτα πτύουσιν.
Ἐξήγημαι μὲν ἤδη τελέως τὴν ῥῆσιν ταύτην ἐν τῷ τρίτῳ τῶν εἰς τὸ περὶ χυμῶν ὑπομνήματι. καὶ νῦν δ’ ἐρῶ συντομώτερον αὐτήν. ὅταν αἷμα διά τινος μέρους ἐκκενούμενον, οἷον ἕδρας ἢ ῥινὸς ἢ μήτρας ἢ κατὰ περιόδους ἐκ γαστρὸς ἢ σύριγγος ἢ ὁθενοῦν ἑτέρωσε ἐπ’ ἄλλα μόρια ποιήσεται τὴν ῥοπὴν, οὐκέτ’ ἐκκενοῦται τοῦτο διὰ τοῦ πρόσθεν χωρίου, παράδειγμα δὲ τοῦτο μερικόν ἐστιν ἐπὶ τοῦ τὴν ῥοπὴν εἰς θώρακα καὶ πνεύμονα ποιησαμένου. πτύεται γὰρ ἐντεῦθεν ἄλλοις ἄλλο κατὰ τὴν τῶν χυμῶν συγγένειαν· ἀφρῶδες μὲν, ὅταν ᾖ φλεγματικὸς, ὠχρὸν δ’ ὅταν πικρόχολος, μέλαν δ’, ὅταν μελαγχολικὸς· ὥσπερ γε ἐρυθρὸν, ὅταν τὸ αἷμα κατασκῆπτον ᾖ καθαρόν. εἰκότως οὖν ἔνιοι τὸ τ γράμμα προσθέντες, οὐ ῥοπὴν, ἀλλὰ τροπὴν
Ἔστιν οἷσιν αἷμα ἀφαιρεῖσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν. ἐπ’ ἄλλοισι δὲ ὥσπερ ἐπὶ τοιούτοισιν οὐκ εἰκός.
Συμφέρει, φησὶν, αἵματος ἀφαιρεῖσθαί τινας τούτων, εἷς δηλονότι πλέον ἐστὶ τοῦτο καὶ μηδέπω τροπὴν ἀξιόλογον εἰς ἄλλον χυμὸν πεποιημένον, οὐκ ἀφαιρεῖσθαι δὲ οἷς ἤδη τέτραπται, προηγουμένου τοῦ κατὰ τὴν δύναμιν σκοποῦ, κἂν παραλείπηταί ποτε κατὰ τοὺς λόγους, ἐν οἷς τὰς ἀπὸ τῶν διαθέσεων μόνον ἐνδείξεις διερχόμεθα.
Κώλυσις ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη, πλευρῖτις, χολή.
Καὶ ταύτην μὲν τὴν ῥῆσιν ἐφεξῆς ταῖς προγεγραμμέναις ἐν τοῖς τελευταίοις τοῦ περὶ χυμῶν ἄλλος ἄλλως καὶ γράφει καὶ ἐξηγεῖται. πασῶν μὲν οὖν τῶν γραφῶν καὶ τῶν ἐξηγήσεων ἀπιθάνων οὐσῶν, ἡ μετριωτέρως ἔχειν μοι δόξασα τῶν ἄλλων ἐστὶν ἡ μὲν γραφὴ κατὰ τὴν ἀντιλεγομένην δόξαν λέξιν, ἡ δ’ ἐξήγησις, ἵνα τοῖς αἱματώδη πτύουσιν ἡ φλεβοτομία κωλύηται διὰ τὴν ὥραν ἀντιπράττουσαν ἢ διὰ τὸ πάθος ὂν πλευριτικὸν ἢ διὰ τὸν πλεονάζοντα χυμὸν ὄντα χολώδη. τὸ μὲν οὖν διὰ τὴν ὥραν εὔδηλον. ἐν γὰρ ταῖς πάνυ θερμαῖς ὥραις, οἶά πέρ ἐστιν ὑπὸ κύνα, φυλάττομεν φλεβοτομίαν, ὡσαύτως δὲ κἂν χολώδης ἱκανῶς ὁ ἄνθρωπος ᾖ. τὸ δ’ ἐπὶ τῆς πλευρίτιδος δοκεῖ μάχεσθαι μόνον. οὐ γὰρ ἀντιπράττει φλεβοτομίᾳ τὸ πάθος, ἀλλὰ