In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ὅταν ἀφροδισιάζειν ἄρχωνται ἢ τραγίζειν, αἱμοῤῥαγέουσιν.

Αἱμοῤῥαγέουσιν ἐκ ῥινῶν ἑτοίμως οὐ μόνον νοσοῦντες, ἀλλὰ καὶ οἱ ὑγιαίνοντες, οἱ τὴν ἡλικίαν ἄγοντες ταύτην, ἐν ᾗ συμβαίνει τὸ καλούμενον τραγίζειν. οὗτοί γε καὶ ἀφροδισιάζειν ἤδη δύνανται. καὶ πρότερον μὲν οὖν εἶχον αἷμα πολὺ, παῖδες ὄντες, ἀλλ’ εἰς τὴν αὔξησιν οὐκέθ’ ὁμοίως πολύ. τὸ δ’ αἷμα θερμότερον αὐτοῖς γίνεται, διὰ τοῦτ’ οὖν αἱμοῤῥαγοῦσιν. μεμνῆσθαι δ’ ὑμᾶς οἶμαι τὰς μὲν ἐξ ἄλλων μορίων γινομένας αἱμοῤῥαγίας μετὰ τῆς τοῦ τόπου προσηγορίας λεγομένας ἀεὶ, τὰς δ’ ἐκ τῆς ῥινὸς ἔσθ’ ὅτε καὶ χωρὶς τοῦ μέρους.

74
Ἐν τῇσι δὲ προσόδοισιν ἔστιν οἳ ἀποψοφέουσιν, ὡς Ἀρκεσίλαος. οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες. οἱ δ’ ἐπὴν προσέλθωσι, φυσῶντες κοιλίην, οἷον Δαμαγόρας.

Εἴρηκα πολλάκις ὡς εἰ μὲν τὰ πάνυ κακῶς εἰρημένα πολλοῖς τῶν ἐξηγητῶν ἐλέγχοιμι, δυσχεραίνουσιν ἅπαντες τῷ μήκει τῶν ὑπομνημάτων. εἰ δ’ ἀνέλεγκτα παραλείποιμι τῶν μετριωτέρων μνημονεύων, οἱ νῦν ἔχοντες ἐξ ἑαυτῶν ὁρμώμενοι καὶ τὰ παραλελειμμένα κρῖναι δυνήσονται. καὶ νῦν οὖν οὕτω πράξω. τὸ μέντοι προσόδοισιν ἅπαντες σχεδὸν ἤκουσαν ἐπὶ τὸ πρὸς γυναῖκα μίξεως, ὥσπερ γε καὶ τὸ ἀποψοφέουσιν, ἐπὶ τοῦ φύσας προΐεσθαι. καὶ περὶ μὲν τούτου καὶ μικρὸν ἔμπροσθεν εἴρηται, τὸ δ’ ἐφεξῆς γεγραμμένον, οἱ δὲ μέλλοντες φρικώδεες, ῥικνώδεες, τοιόνδε τι δηλοῖ. τινὲς τῶν ἐπιχειρούντων ἀφροδισίοις ἐν τῷ

75
διαθερμαίνεσθαι φρικώδεις γίνονται, καθ’ ὃν λόγον ἤδη πολλάκις ἐμάθετε τοὺς κακοχύμους ἅπαντας, ὅταν ἀθροώτερον θερμαίνωνται, τοῦτο πάσχοντας. ἔνιοι δ’ ἀντὶ τοῦ φρικώδεες ῥιγῶσι γράφουσιν, ὃ δοκεῖ μοι πάνυ σπάνιον εἶναι καὶ μεγίστης κακοχυμίας σημεῖον, ὥστ’ οὐδ’ ἔγνων τινὰ ῥιγοῦντα κατὰ τὴν ἀρχὴν τῆς μίξεως. ἀλλὰ καὶ τὸ ῥικνώδεες ἔνιοι κακώδεες γράφουσιν. ἐξηγοῦνται δέ τινες ἐπὶ τοῦ κακοῦσθαι τὸ σῶμα λελέχθαι τοὺς κακώδεις, ἔνιοι δ’ ἐπὶ τοῦ κακὸν ὄζειν. περὶ δὲ τοῦ κατὰ τὴν κοιλίαν τινὰς ἐμφυσᾶσθαι πρόσθεν εἴρηται. Διοσκορίδης δὲ καὶ ταύτην τὴν ῥῆσιν ὡς μυρίας ἄλλας μετέγραψεν εἰς ἣν αὐτὸς ἐβούλετο λέξιν, ὡς εἶναι τὴν ὅλην ῥῆσιν τοιάνδε· ἐν τοῖσι προσόδοισιν ἔστιν οἷον ἀποψοφέοντες, οἷον Ἀρκεσίλαος, ἵνα δυσώδεις εἶναι τὰς φύσας αὐτοῦ νοήσωμεν. ὅ γε μὴν Καπίτων καὶ αὐτὸς εἰς πολλὰ πάνυ μεταγράφων τήνδε τὴν λέξιν τοιαύτην ἐποίησεν. ἐν τῇσι προσόδοισιν οἱ ἀποψοφέουσιν, οἷον Ἀρκεσίλαος, οἱ δὲ μέλλοντες ῥιγοῦσι ῥικνώδεις.

76
Αἱ μεταβολαὶ φυλακτέαι.

Ἀσφαλέστερον ἐν ἄλλοις τέ τισι καὶ τοῖς ἀφορισμοῖς εἴρηκε τοῦτο, προκειμένου τοῦ κατὰ πολὺ καὶ ἐξαπίνης. οὔτε γὰρ αἱ κατὰ τὸ περιέχον ἡμᾶς οὔθ’ αἱ πρὸς ἡμῶν αὐτῶν γινόμεναι κατὰ βραχὺ μεταβολαὶ τὸ σφαλερῶς ἔχουσι. μόναι δ’ αἱ ἀθρόαι σφαλεραὶ πρὸς ὑγείαν εἰσὶ καὶ διὰ τοῦτο τοιαύτας χρὴ φυλάττεσθαι. φυλαξώμεθα δὲ τὰς μὲν κατὰ τὸ περιέχον ἔνδον τε διατρίβοντες τὰ πλεῖστα καὶ τῇ τῶν ἐναντίων προσαγωγῇ, ξηραίνοντες μὲν τὸ σῶμα κατὰ τὰς ὑγρὰς μεταβολὰς, ὑγραίνοντες δὲ κατὰ τὰς εἰς ξηρότητα, κατὰ δὲ τὸν αὐτὸν λόγον θερμαίνοντές τε καὶ ψύχοντες, ὁπότε τούτων ἑκατέρου καιρός. ἐν δὲ τῇ διαίτῃ τὰς μεταβολὰς ἐφ’ ἡμῖν αὐτοῖς ἐστι φυλάττεσθαι, μήτ’ ἐκ γυμνασίων ἀθρόως εἰς ἀργίαν μήτ’ ἐξ ἀργίας εἰς γυμνάσια μεθισταμένοις, ἀλλὰ μηδ’ ἐξ ἀλουσίας ἐπὶ λουτρὸν, μηδ’ ἐκ λουτρῶν εἰς ἀλουσίαν, μηδ’ ἐξ ὑδροποσίας εἰς οἴνου πόσιν

77
ἢ ἐξ οἴνου πόσεως εἰς ὑδροποσίαν, ἐπί τε τῶν ἄλλων ἁπάντων ὡσαύτως. οὗτος μὲν οὖν ὁ λόγος ἀληθής· ἐστιν ἅμα καὶ πολλάκις ὑφ’ Ἱπποκράτους εἰρημένος. οὐκ οἶδα δὲ τί παθόντες ἔνιοί φασι χρῆν προσυπακοῦσαι τῷ, αἱ μεταβολαὶ φυλακτέαι, τὸ τῶν ἡλικιῶν. ἐν ἀφορισμοῖς γὰρ αὐτὸς εἰπὼν τὸ κατὰ πολὺ καὶ ἐξαπίνης κενοῦν ἢ πληροῦν ἢ θερμαίνειν ἢ ψύχειν ἢ ἄλλως ὁπωσοῦν τὸ σῶμα κινέειν σφαλερὸν, καὶ πᾶν τὸ πολὺ τῇ φύσει πολέμιον, οὐκ ἐμνημόνευσεν ἡλικιῶν. οὔτε γὰρ τὸ πολὺ τῇ φύσει κατ’ αὐτάς ἐστι κατὰ βραχὺ μεθισταμένας, οὔτε φυλακῆς τινος δέονται περιττοτέρας περὶ τὰ κοινὰ τῶν ὑγιεινῶν παραγγελμάτων, καθάπερ οὐδ’ ὅταν αἱ ὧραι κατὰ βραχὺ τὴν μεταβολὴν ποιοῦνται, ταύτας μὲν οὖν ὁρῶμεν ἐνίοτε μεγάλας ἀθρόως τὰς ὑπαλλαγὰς εἰς τἀναντία ποιουμένας. ἡλικίαν δ’ οὐδεμίαν ἀθρόως πεσοῦσαν ἴσμεν, ὥστε τὸν παῖδα κατὰ τὴν ὑστεραίαν ἄνδρα γενέσθαι μὴ κατὰ βραχὺ, διά τε τῆς τῶν ἐφήβων καὶ τῶν μειρακίων ἡλικίας ὁδοιπορήσαντα.

78
Ὀλιγοσιτίη ἄκοπον, ἄδιψον.

Εἰρηκὼς καθόλου φυλάττεσθαι χρῆναι τὰς μεταβολὰς, ἕν τι τῶν εἰς φυσικὴν διαφερόντων ἔγραψεν ἐφεξῆς εἰς ἀνάμνησιν ἑαυτῷ. κατὰ γὰρ τὰς ἀμφοτέρας μεταβολὰς, τάς τε τοῦ περιέχοντος καὶ τὰς τῶν ἡμετέρων ἐπιτηδευμάτων τε καὶ τῆς ὅλης διαίτης, ὀλιγοσιτίην τε καὶ τὸ ἄδιψον καὶ τὸ ἄκοπον ἐν ἅπασιν οἷς πράττομεν ἔχειν σκοπόν. οἱ δ’ ἐξηγηταὶ τὴν ὀλιγοσιτίαν ἔφασαν ἄδιψόν τε καὶ ἄκοπον εἶναι. ψεῦδος δέ ἐστιν, ἐὰν ὡς καθόλου λέγηται, τοῖς μὲν γὰρ φλεγματώδεις ἔχουσι χυμοὺς ἢ χρηστὸν αἷμα πολὺ, ἄκοπόν ἐστι καὶ ἄδιψον ἡ ὀλιγοσιτία, τοῖς δὲ χολώδεσιν ἢ ἐνδεέσιν οὔτε ἄκοπον οὔτε ἄδιψον, ὡς αὐτὸς ἐν τοῖς περὶ διαίτης ὀξέων ἐδίδαξεν. ἔτι δὲ χεῖρον ὑπειλήφασιν οἱ γράψαντες ἀσιτία ἄκοπον, ἄδιψον. ἀλλ’ οὗτοι μὲν ἐσχάτως

79
ἀμαθεῖς, ἀγνοῦντες ἃ μηδὲ τῶν ἰδιωτῶν τις ἀγνοεῖ. τινὲς δὲ κατὰ τὸ τέλος τῆς ῥήσεως προστιθέασι τὸ πεινῶντι καί φασι τὴν ὀλιγοσιτίαν ἄκοπον καὶ ἄδιψον εἶναι τῷ πεινῶντι. πεινῶντα δ’ εἰρῆσθαί φασι τὸν τῆς ἐνδείας αἰσθανόμενον, καίτοι βέλτιον εἴη λέγειν τῷ μὲν ἐνδείας αἰσθανομένῳ τὴν ὀλιγοσιτίαν οὐκ ἐν καιρῷ παραλαμβάνεσθαι, τῷ δ’ οὐκ αἰσθανομένῳ χρήσιμον εἶναι, δῆλον γάρ ἐστιν ὅτι πληθωρικῶς διάκειται.

Πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται, ἀνάτρεψις τἀναντία, χρωτὸς ῥίκνωσις ξυμπίπτοντος, ἔκτασις ἀνατρεφομένου. τὸ φρικῶδες τὸ λεῖον, ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον. οὕτω τὸ κατεσπάσθαι μαζοὺς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ περιτετάσθαι. καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γίνεται.
80

Θαυμάζω τῶν ἐξηγητῶν τὰς μὲν αἰνιγματώδεις ῥήσεις, ἃς οὐδεὶς ἀνθρώπων νοεῖ, μόνων ἐπαγγελλομένων νοεῖν, ὅσαι δὲ ἡμῖν ἅπασι σαφεῖς εἰσιν, ἐκείνων μόνων μὴ νοούντων. τὴν γοῦν προκειμένην οὐκ οὖσαν αἰνιγματώδη διασπῶσι πολυειδῶς, ἄλλος ἄλλοθεν περιγράφων τὰς κατὰ ταύτην ἀποφάσεις, ἐξηγοῦνταί τε παρὰ τὰ φαινόμενα ἅπασιν ἐναργῶς, ἃ μάλιστα πάντων ἐχρῆν φυλάττειν αὐτούς. ἔστι μὲν γὰρ ὁ λόγος τῷ Ἱπποκράτει περὶ τῶν ἐν τοῖς σώμασιν ἡμῶν ὁρωμένων, κατά τε τοὺς λεπτυσμοὺς καὶ τὰς ἀνατρέψεις. οἱ δὲ οὐδὲ τί ποτ’ ἐστὶν ὁ λεπτυσμὸς ἐοίκασιν ἐπίστασθαι, τοσούτου δέουσιν ἢ τὰ φαινόμενα πάντα κατ’ αὐτοὺς ἢ τὰς αἰτίας αὐτῶν ἐγνωκέναι. γίνεσθαι γοῦν τὸν λεπτυσμὸν ἀποφαίνονται διὰ κένωσιν. ἔνιοι δ’ ὡς οὐ διαφέρει εἴτε κένωσιν ἢ λεπτυσμὸν εἰπεῖν ὑπολαμβάνουσιν. ἀλλὰ τοῦτο μὲν, ὡς ἔφην, οὐ μεγάλης τινὸς ἐπιστήμης ἐστὶ γνῶναι. πολλοὶ γοῦν αἵματος μὲν οὐκ ὀλίγον ἔχουσι πλῆθος, ἐσχάτως δ’ εἰσὶ λεπτοὶ, καθάπερ ἄλλοι πα-

81
χεῖς μὲν, ὀλίγαιμοι δέ. καὶ τήν γε ἐπεσχημένην ὀκτὼ μησὶν ἤδη τὰ καταμήνια, λεπτοτάτην οὖσαν ἀφελὼν αἵματος οὐκ ὀλίγον εἰς τὴν οἰκείαν ἕξιν ἐπανήγαγον ἐν ἐλαχίστῳ χρόνῳ, καθάπερ καὶ ἄλλας οὐκ ὀλίγας. ἀλλὰ τὸ κατ’ ἐκείνην, οὐ γὰρ ἦν ἀφανὴς, ἔνδοξον ἐγένετο. γεγονυίας μὲν αὐτῇ τῆς φλεβοτομίας, εὐλαβουμένων δὲ καὶ τῶν ἰατρῶν ἐπαγγείλασθαι βεβαίως τὴν ἐπὶ τῷ βοηθήματι γενησομένην ὠφέλειαν· ἔνιοι δὲ καὶ ἡμῖν ἀντιλέγειν ἐτόλμησαν, οὐ μόνον διὰ τὴν ἰσχνότητα τῆς γυναικὸς, ἀλλὰ καὶ διὰ τὴν ἀνορεξίαν, ὑπὸ τῆς φλεβοτομίας αὐτὴν βλαβήσεσθαι λέγοντες. καὶ τά γε τοιαῦτα κάλλιόν ἐστι μακρολογεῖν τοῦ ζητεῖν ἀκριβῶς εὑρεῖν ὁποτέρου τῶν Προδίκων Ἱπποκράτης μνημονεύει. ἀλλ’ ὡς εἶπον ἤδη πολλάκις, οἱ νεώτεροι τῶν ἰατρῶν ἐπὶ τὸ σοφιστικώτερον εἶδος ἀπεχώρησαν, ἀμελήσαντες μὲν τοῦ παραφυλάττειν μὲν ἀκριβῶς τὰ γινόμενα περὶ τοὺς ἀῤῥώστους, ζητεῖν δὲ αὐτῶν τὰς διαθέσεις καὶ τὰς αἰτίας ἐξ ὧν ἡ τῆς θεραπείας εὕρεσις γίνεται, κρινομένης καὶ αὐτῆς
82
τῇ πείρᾳ τῆς γυναικὸς, ἧς ἐμνημόνευσα, τῇ μὲν πρώτῃ τῶν ἡμερῶν ἀφεῖλον τοῦ αἵματος, ὡς μίαν καὶ ἡμίσειαν λίτραν, αὖθις δὲ τῇ δευτέρᾳ μίαν, τῇ τρίτῃ δ’ οὐ πολλῷ πλέον ἡμίσεως μιᾶς λίτρας, οὐγκίαι γὰρ ἦσαν ὀκτώ. σοφιστὴς μὲν οὖν ταῦτα ἀναγνοὺς ζητεῖν ἄρξεται τίς τῶν Ἑλλήνων ὠνόμασε λίτρας ἢ τίς οὐγκίας· ἰατρὸς δ’ ἐπιθυμήσει γνῶναι τίνα σημεῖα καὶ ἄλλα τὴν φλεβοτομίαν ἐνεδείκνυτο, περὶ τὴν ἐπίσχεσιν τῶν καταμηνίων. ἐκεῖνα τοίνυν ἐρῶ κᾀγὼ, τοῖς σοφισταῖς οἰμώζειν εἰπὼν, ὡς αἱ φλέβες ἐξεῖχον αὐτῆς αἵματος μεσταὶ φαινόμεναι, πελιδναὶ τῇ χρόᾳ, διαιρεθέντος δὲ τοῦ ἀγγείου παραπλήσιον ἦν ὑγρᾷ πίττῃ καὶ τῷ πάχει. δι’ αὐτό γε τοῦτο πολὺ μᾶλλον ἔδοξε κενωτέον εἶναι δαψιλῶς. ταῦτα μὲν ἐν παρέργῳ παρ’ ἡμῶν εἴρηται τοῖς ἰατρεύειν ὀρθῶς βουλομένοις· ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἀφικόμενος οὐκ ὀρθῶς φήσω τοὺς ἐξηγητὰς ἁπλῶς ἀποφήνασθαι τὸν λεπτυσμὸν τοῦ σώματος ἐπὶ κενώσει γίνεσθαι. διορισμοὺς γὰρ ἐχρῆν εἰπεῖν ὡς ὁ μὲν, λεπτυσμὸς ὅλου τοῦ ὄγκου καθαίρεσίς τίς ἐστι καὶ σύμπτωσις
83
ἢ συνίζησις ἢ ὅπως ἂν θέλωσιν αὐτὸν καλεῖν, ὁ δὲ παχυσμὸς ἔμπαλιν εἰς ὄγκον ἐπίδοσις. ἐνίοτε μὲν οὖν ἀῤῥωστούσης τε τῆς ἐν τῷ σαρκώδει γένει δυνάμεως, αἵματός τε μοχθηροῦ περιεχομένου κατά τε τὰς ἀρτηρίας καὶ τὰς φλέβας ὁ λεπτυσμὸς γίνεται. πολλάκις δ’ ἐπὶ τοῖς ἐναντίοις ὁ παχυσμὸς ὡς ἐν μὲν τοῖς ἀγγείοις ὀλίγον εἶναι τὸ αἷμα δαπανώμενον εἰς τὴν θρέψιν τῶν σαρκῶν, εὐτροφεῖν δ’ ἐκείνας καὶ δι’ αὐτὰς τὸν ὅλον ὄγκον τοῦ σώματος. ἴσασι δὲ καὶ τοῦτο καὶ οἱ ἀνδραποδοκάπηλοι πάντες ὡς περιτείνεται τὸ δέρμα τοῖς σαρκώδεσι μέρεσι καὶ φύσεις τέ τινας σωμάτων γνωρίζουσι μὴ δυναμένας εἰς ὄγκον ἐπιδοῦναι τῇ περιτάσει τοῦ δέρματος. ἀνατείναντες γὰρ αὐτὸ τοῖς δακτύλοις ἄκροις, σκοποῦσιν ἐπὶ πόσον ἀφίσταται τῆς ὑποκειμένης σαρκὸς, ἀνατρέψειν τε τοσοῦτον ἐλπίζουσιν ἕκαστον τῶν ἰσχνῶν σωμάτων, ὅσον ἂν ἐπιδῷ τὸ δέρμα, τὸ μὲν χαλαρὸν ἐπὶ τοῖς λελεπτυσμένοις τὸ δὲ τεταμένον ἐπὶ τοῖς παχυνθεῖσι φαίνεται γινόμενον. οἱ μὲν οὖν λεπτυσμοὶ διὰ πολλὰς αἰτίας συμβαίνουσι. καὶ γὰρ ἔνδεια τροφῆς
84
καὶ γυμνάσια πλείω καὶ ἀγρυπνία καὶ φροντίδες, ἀλγήματά τε καὶ νόσοι συντηκτικαὶ καὶ διαφορητικαὶ καὶ κένωσις πολλὴ διὰ γαστρὸς ἢ ἐμέτων ἢ ἱδρώτων ἡ αἱμοῤῥαγίων αἴτια γίνονται λεπτυσμῶν. τῆς δ’ ἀνατρέψεως εἷς τρόπος ἡ συμμετρία πάντων ὧν ὑγιαίνοντες δεόμεθα. ταῦτα δ’ ἐστὶν, ὡς αὐτὸς ἐν τοῖς ἐφεξῆς ἐρεῖ, πόνοι, ποτὰ, ἀφροδίσια. πολλῶν οὖν ὄντων τῶν τρόπων καθ’ οὓς λεπτύνεται τὸ σῶμα κοινὸν ἁπάντων ἐστὶ, πρῶτον μὲν χαλᾶσθαι τὸ δέρμα, μετὰ ταῦτα δὲ περιτείνεσθαι, μένοντος δηλονότι τοῦ λεπτυσμοῦ καὶ εἰ διαδεχομένη αὐτὸν ἀνάθρεψις γένοιτο, τοὐναντίον συμβήσεται, ταθήσεται γὰρ τὸ δέρμα, τὰς δ’ αἰτίας τούτων ἤδη μὲν ἠκούσατε πολλάκις, εἰρήσεται δὲ καὶ νῦν ἐν κεφαλαίοις. ἀναμνησθέντων δὲ ἡμῶν ἃ πολλάκις ἐπί τε τῶν ἀσκῶν καὶ τῶν κύστεων ἑωράκατε. πληρουμένης μὲν γὰρ τῆς ἔνδον χώρας περιτείνεται τὸ δέρμα, κενουμένης δὲ χαλᾶται. τὸν αὐτὸν οὖν τρόπον ἐπί τε τῶν ζώων εὐτροφούντων μὲν ὁρᾶτε τεινόμενον τὸ δέρμα, χαλαρὸν δὲ ἐπὶ τῶν λεπτυνομένων γινόμενον. ὡς γὰρ τὸ ἐγχεόμενον
85
ὑγρὸν εἰς τοὺς ἀσκοὺς ἐκτείνει τοὺς χιτῶνας αὐτῶν, οὕτως αἱ σάρκες πολλαὶ γινόμεναι, τὸ ἡμέτερον δέρμα περιτείνουσιν ἑαυταῖς. καὶ θεάσασθαι σαφῶς ἐστι τοὺς μὲν παχεῖς τεταμένον οὕτως ἔχοντας τὸ δέρμα πάντας, ὡς μὴ δύνασθαί τινα λαβόμενον αὐτοῦ μηδ’ ἐπὶ βραχὺ, τῶν ὑποκειμένων ἀποστῆσαι σαρκῶν, τοὺς δ’ ἰσχνοὺς οὕτως χαλαρὸν ὥστ’ ἐπὶ πλεῖστον ἀνατείνας τις αὐτὸ διεκβάλλειν δύναται βελόνην ἄνευ τιτρῶσαί τι τῶν ὑποκειμένων. ἄχρι μὲν δὴ τοῦδε σχεδὸν ἅπαντες ὀρθῶς ἤκουσαν τῆς λέξεως, ἐταράχθησαν δὲ ἐκ τοῦ προκειμένου τῷ πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, τοὐναντίον οὖν ἂν ἐπ’ αὐτῷ γενέσθαι φασί. διό τινες ἐπὶ τὸ ἀναθρέψεως εἰρῆσθαι τὸ ἔπειτα περιτείνεται νομίζουσι, μὴ συνορῶντες ἐναντιούμενον αὐτοῖς τὸ ἐπιφερόμενον, ἔνθα φησὶν, ἀνάτρεψις τἀναντία. γενήσεται γὰρ, ἐὰν ἕπηταί τις αὐτῶν τῇ κατὰ τὴν ἐξήγησιν γνώμῃ, τοιοῦτος ὁ νοῦς τῆς ῥήσεως· ἅπας λεπτυσμὸς χαλᾷ τὸ δέρμα. περιτείνεται δ’ ἔμπαλιν ἀνατρεφομένων, ἀνάθρεψις δὲ τἀναντία πέφυκε ποιεῖν. ἀλλὰ πρῶτον μὲν οὐκ ἐναντία τὴν ἀνάθρεψιν εἰκὸς
86
ἦν εἰπεῖν αὐτὸν, ἀλλ’ ἐναντίον. ἑνὸς γὰρ ἐπὶ τοῦ λεπτυσμοῦ λελεγμένου, καὶ τὴν ἀνάθρεψιν, ἑνὸς ἐναντίαν εὔλογόν ἐστιν εἰπεῖν. εἴπερ οὖν ὁ λεπτυσμὸς χαλᾷ τὸ δέρμα, περιτείνειν δεήσει τὴν ἀνάθρεψιν. ἔπειτα δ’ ἐφεξῆς ταύτην εἰρηκὼς φαίνεται, ὄντος ἑτοιμοτέρου τε καὶ σαφεστέρου καὶ συντομωτέρου τοῦ τοιούτου λόγου, πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἀνάθρεψις δὲ περιτείνει. τί ποτ’ οὖν ἐστι τὸ δηλούμενον ὑπὸ τῆς λέξεως, ἐν ᾖ φησιν, ἔπειτα περιτείνεται; οὐδὲν ἄλλο παρὰ τὸ σαφῶς ὑπὸ πάντων νοούμενον, ὅτι χαλᾶται μὲν πρῶτον ἐν τοῖς λεπτυσμοῖς τὸ δέρμα, τείνεται διαμένοντος τοῦ λεπτυσμοῦ δηλονότι καὶ μεταπεσόντος εἰς ἀνάθρεψιν. ἐπὶ δὲ τῆς ἀνατρέψεως ἔμπαλιν ἐν ἀρχῇ μὲν περιτείνεται τὸ δέρμα, τῷ χρόνῳ δὲ χαλαρώτερον γίνεται. ταῦτα δ’ εἴπερ ἐπιμελῶς οὕτως προσεσχήκασι τὸν νοῦν τοῖς φαινομένοις, ὡς Ἱπποκράτης, ἑώρων ἂν τὰ γινόμενα. πρῶτον οὖν ἀναμνήσας ἡμᾶς ὦν ἐναργῶς ἐθεάσασθε, μετὰ δὲ ταῦτα καὶ τῶν φαινομένων τὰς αἰτίας ἐρῶ. γινέσθω τοίνυν ἀνάμνησις τῶν μαρανθέντων ἐν νόσοις καὶ μάλιστα
87
τὸν περιφρυγῆ καλούμενον μαρασμόν. ἐφ’ ὦν ἀναμνήσθητε τοῦ δέρματος ὁμοίως βύρσῃ ξηρῇ τεταμένου, καὶ τί θαυμαστὸν ἐπ’ ἐκείνων ἐν χρόνῳ πλείονι ξηρανθέντων, φαίνεσθαι τὸ δέρμα τεταμένον, ὅπου γε καὶ περὶ τὰς πρώτας ἡμέρας ἐνίοτε συμβαίνει τοῦτο. λέγει γοῦν αὐτὸς ὁ Ἱπποκράτης ἐν προγνωστικῷ περὶ τῶν ἐν ἀρχῇ τῆς νόσου συμβαινόντων διηγούμενος ἐν τοῖς ἄλλοις τοῖς κατὰ τὸ πρόσωπον σημείοις καὶ τοῦτο. δέρμα τὸ περὶ τὸ μέτωπον σκληρὸν καὶ περιτεταμένον. ὅτι δ’ ὑπὸ κενώσεως γίνεται τοῦτο διδάσκων αὐτὸς ἐφεξῆς ἔγραψεν, ἐπανερέσθαι μὴ ἠγρύπνηκεν ὁ ἄνθρωπος ἢ τὰ τῆς κοιλίας ἐξυγρασμένα ᾖ ἰσχυρῶς, ἢ λοιμῶδές τι ἔχει αὐτόν. ἀλλὰ τοῦτο μὲν ὡμολόγηται πᾶσι τοῖς μεθ’ Ἱπποκράτην, καθάπερ ἐξ ἑνὸς στόματος εἰποῦσιν, ὡς ἐν κενώσει πολλῇ ποτὲ μὲν αἰσθητῶς γινομένῃ, ποτὲ δὲ οὐκ αἰσθητῶς, τοιοῦτο συμβαίνει γίνεσθαι τὸ πρόσωπον οἶον ἔγραψε κατὰ τήνδε τὴν ῥῆσιν, ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι συμπεπτωκότες, ὦτα ψυχρὰ καὶ συνεσταλμένα καὶ οἱ λοβοὶ τῶν ὤτων ἀπεστραμμένοι καὶ τὸ
88
δέρμα τὸ περὶ τὸ μέτωπον σκληρὸν καὶ περιτεταμένον, ὥστε τοῦ φαινομένου σαφῶς ἡμᾶς διδάσκοντος τὴν ἰσχυρὰν κένωσιν ἐναντίαν τῇ μετρίῳ περὶ τὸ δέρμα διάθεσιν ἐργαζομένην, ὁ λόγος αὐτῶν πιθανὸς μὲν, οὐκ ἀληθὴς δὲ φαίνεται, καθ’ ὅν φασι, μενόντων τῶν τὴν διάθεσιν ἐργαζομένων αἰτίων οὐκ ἐνδέχεται μεταπεσεῖν αὐτὸ πρὸς τοὐναντίον. ἐναργῶς γὰρ ὁρᾶται μεταπῖπτον ἐπὶ ταῖς ἀμέτροις κενώσεσιν, ἐάν τε αἰσθητῶς αὗται φαίνωνται περιμένουσαι μέχρι χρόνου πλείονος, ἐάν τε κατὰ τὸ ἄδηλον, ἤτοι συντηκομένων ἢ διαφορουμένων τῶν νοσούντων. πρὶν μὲν οὖν ἐπ’ αὐτὴν τοῦ δέρματος τὴν οἰκείαν οὐσίαν ἐξικέσθαι τὴν κένωσιν, ὁμοίως τοῖς κενουμένοις ἀσκοῖς καὶ σάκκοις καὶ κύστεσι χαλᾶται τὸ δέρμα. χρονιζούσης δὲ τῆς κενώσεως ὁμοίως γίνεται ταῖς ξηραῖς κύστεσί τε καὶ διφθέραις, ἃς οὐκ ἔστιν ἐκτεῖναι διὰ τὴν σκληρότητα. τοσοῦτον δὲ φαίνεται καὶ τὸ τῶν ἀσκῶν καὶ τὸ τῶν κύστεων δέρμα γινόμενον, ὅταν ἱκανῶς ξηρανθῇ, μέχρι δ’ ἂν ὑπάρχῃ ὑγρὸν καὶ μαλακὸν, εἰς τὴν ἐντὸς ἑαυτοῦ χώραν δέχηταί τι καὶ πάλιν μεθείη, δεχόμενον μὲν,
89
ὅταν ἱκανῶς πληρωθείη, τείνεται, κενούμενον δὲ χαλᾶται. καλῶς οὖν εἶπεν ὁ Ἱπποκράτης, πᾶς λεπτυσμὸς χαλᾷ τὸ δέρμα, ἔπειτα περιτείνεται. καὶ γὰρ καὶ φαίνεται γινόμενον οὕτως καὶ ἡ αἰτία λέλεκται, καλῶς δὲ προσέθηκε καὶ τὸ τὴν ἀνάθρεψιν τἀναντία ποιεῖν. ἐν ἀρχῇ μὲν γὰρ ἀνατείνεται τὸ δέρμα, τῷ χρόνῳ δὲ χαλαρώτερον ἐργάζεται. σκληρότερον γὰρ ὂν φύσει καὶ ξηρότερον τῶν ὑποκειμένων αὐτῷ σαρκῶν, ὕστερον ἐκείνων καὶ σκληρύνεται κατὰ τοὺς λεπτυσμοὺς καὶ μαλακύνεται κατὰ τὰς ἀνατρέψεις. ὁπόταν οὖν σκληρὸν αὐτὸ καὶ ξηρὸν ἤδη γεγονὸς ἡ ἀνάθρεψις διαδέξηται, πρῶτον αὐξάνουσα τὰς σάρκας εἰκότως περιτείνει. προϊόντος δὲ τοῦ χρόνου τῆς τροφῆς ὑπολαμβανόμενον, ὑγρότερόν τε καὶ μαλακώτερον γίνεται, καὶ διὰ τοῦτο πάλιν χαλᾶται, καθάπερ αἱ ξηραὶ διφθέραι τε καὶ βύρσαι τε βρεχθεῖσαι ὕδατι, λιπανθεῖσαι δὲ ἐλαίῳ καὶ στέατι. ταῦτα μὲν οὖν ἀληθῶς τε ἅμα καὶ σαφῶς εἰρημένα τῷ Ἱπποκράτει κακῶς ἐξηγήσαντο, διὰ τὴν τῶν πραγμάτων ἄγνοιαν ὑπὲρ ὦν ὁ λόγος ἐστὶν αὐτῷ. τὰ δ’ ἐφεξῆς οὐχ ὁμοίως
90
ὄντα σαφῆ, τάχα δὲ καὶ παραγεγραμμένα, σαφῆ τ’ εἶναι νομίζουσι, καίτοι διαφωνοῦντες ἐν ταῖς ἐξηγήσεσιν αὐτῶν οὐδὲν ἦττον ἢ κατὰ τὰς πρόσθεν, ὑπαλλάττουσί τε τὰς παλαιὰς γραφάς. ἵνα δ’ ᾖ σαφέστερος ὁ λόγος, ἕκαστον μέρος τῆς ῥήσεως ἰδίᾳ προχειριοῦμαι. χρωτὸς ῥίκνωσις συμπίπτοντος, ἔκτασις ἀνατρεφομένου. ὅτι μὲν οὖν ἐν τοῖς λεπτυσμοῖς χαλᾶται τὸ δέρμα, πρὶν αὐτό τι παθεῖν κατὰ τὴν οἰκείαν οὐσίαν, ἀνατρεφομένων δὲ τείνεται, καὶ ὅτι ξηραινόμενον τῷ χρόνῳ εἰς τἀναντία μεταπίπτει, δεδήλωται πρόσθεν. ἐν δὲ τῷδε τῷ λόγῳ συμπίπτοντος μὲν αὐτοῦ ῥίκνωσιν γίνεσθαί φησιν, ἀνατρεφομένου δ’ ἔκτασιν. ῥικνὸν μὲν ὀνομάζουσιν οἱ Ἕλληνες σῶμά τε καὶ δέρμα τὸ ῥυτιδούμενον ἄμα συστολῇ, καθάπερ ἐπὶ τῶν γερόντων ὁρᾶται καὶ δηλονότι τὴν ἐν αὐτῷ διάθεσιν, ῥίκνωσις δέ τις φαίνεται καὶ τοῖς νέοις σώμασι γινομένη, λυμαινομένων τῶν φλεβῶν, καὶ μάλισθ’ ὅταν διαφορηθέντος τοῦ κατ’ αὐτὰς πλεονάζοντος αἵματος ἐπιθῇ τις φάρμακον αὐστηρᾶς καὶ στυφούσης μετέχον δυνάμεως. γίνεσθαι δὲ καὶ τὴν τοιαύτην ἐν τῷ
91
δέρματι κατάστασίν φησι συμπίπτοντι, τουτέστιν ὅταν τοῖς ἐν ἑαυτῷ περιεχομένοις ἐλάττοσι γινομένοις ἐπιπίπτῃ συνιζάνον εἰς ἑαυτόν· τὴν δ’ ἐναντίαν κατάστασιν, ὅταν εἰς μῆκός τε καὶ πλάτος ἐπιδιδῷ, προσαγορεύουσιν ἔκτασιν οἱ ἄνθρωποι. συμβαίνει μὲν οὖν ποτε κατὰ τὸ μῆκος μόνον ἢ τὸ πλάτος αὐτοῦ τείνεσθαί τε καὶ συνιζάνειν. ἀλλὰ καὶ νῦν περὶ τῆς κατ’ ἄμφω τὰς διαστάσεις αὐτοῦ γινομένης συστολῆς τε καὶ τάσεως, ἀκούειν σε χρὴ τῆς λέξεως. ὅ γε μὴν τὴν προγεγραμμένην τήνδε νοήσας ῥῆσιν, οὐ πάνυ τι ταύτης ἐδεῖτο. τὸ φρικῶδες, τὸ λεῖον ἑκατέρου σημεῖον, τὸ ὑπόχολον, τὸ ὑπέρυθρον. ἔνιοι γράφουσι τὸ ῥικνῶδες, λεῖον τὸ ἑκατέρου σημεῖον. ἐπεὶ δ’ ἐν τῇ πρὸ ταύτης ῥήσει περὶ τῆς ῥικνώσεως ἔγραψεν, εὐλογώτερον εἶναι δόξει τὸ φρικῶδες εἰρῆσθαι νῦν, ἐνδεικνυμένου τοῦ Ἱπποκράτους τὴν γινομένην ἰδέαν ἐν τοῖς ῥικνουμένοις ἐοικυῖαν εἶναι τοῖς φρίττουσιν. ἡ δ’ ὁμοιότης κατὰ τὴν ἀνωμαλίαν καὶ οἶον τραχύτητα τοῦ δέρματος γίνεται, ἐνίων μὲν αὐτοῦ μορίων κοιλοτέρων φαινομένων, ἐνίων δ’ ἐξεχόντων, ὅταν γὰρ κατὰ
92
σμικρὰ πάνυ διαστήματα, γένηται τοῦτο δι’ ὅλου τοῦ δέρματος, ὀνομάζεται τὸ σύμπτωμα φρίκη τε καὶ φρίξ. καί μοι νόει γαλήνῃ μὲν ἀκριβεῖ τὴν τοῦ λείου σώματος ἐοικέναι κατάστασιν. ἄρτι δ’ ἀρχομένης τῆς κατ’ αὐτὴν ἀνωμαλίας τὴν φρίκην οὕτως γοῦν καὶ ὁ ποιητὴς ἔφη,

  • Οἴη δὲ ζεφύροιο ἐχεύατο πόντον ἐπὶ φρίξ,
  • ὀρνυμένοιο νέον.
  • τὸ μὲν οὖν λεῖον ὑπάρχει τοῖς ἀνατρεφομένοις σώμασι, τὸ δ’ οἶον φρικῶδες τοῖς ἐναντίοις σώμασιν. ἑκάτερον δὲ αὐτῶν ἑκατέρου σημεῖον ὑπάρχει, οὔτε δ’ ἑκάτερον ἀμφοτέρων οὔτε συναμφότερον ἑκατέρου. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ ὑπόχολον καὶ τὸ ὑπέρυθρον, ἑκάτερον ἑκατέρου σημεῖόν ἐστι, τὸ μὲν ὑπόχολον τοῦ λεπτυνομένου, τὸ δὲ ὑπέρυθρον τοῦ ἀνατρεφομένου. χολωδέστερον μὲν γὰρ τὸ σῶμα τοῖς λεπτυνομένοις γίνεται, διὰ τὰς ποιούσας αἰτίας τὴν λεπτότητα, περὶ ὦν ἔμπροσθεν ἤκουσας, αἱματωδέστερον δὲ τοῖς ἀνατρεφομένοις. οὐδὲ γὰρ οὐδ’ εὐτροφῆσαι δύναται

    93
    χωρὶς αἵματος χρηστοῦ, προσκειμένου δ’ ἐν τῇ τελευτῇ τῆς ῥήσεως τοῦ, οὕτως, ἔνιοι μὲν ἀρχὴν αὐτὸ ποιοῦσι τῆς ἑπομένης, ἔνιοι δὲ ταύτης πέρας. ἑκατέρως γὰρ ἐγχωρεῖ γενέσθαι τὴν ἐξήγησιν, ὥστε περὶ τούτου μὲν οὐ χρὴ φιλοπόνως ζητεῖν, ἐπὶ τὰ συνεχῆ δὲ μεταβῶμεν ἀρχὴν τῆς ἑπομένης ῥήσεως ποιησάμενοι τὸ οὕτως. ἐπειδὴ τοῖς πλείστοις τῶν ἐξηγητῶν ἔδοξεν ἐκεῖνο αὐτὸ τὸ πράττειν. οὕτως τὸ κατασπᾶσθαι μαζοὺς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ περιτετάσθαι, καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γίνεται, αὕτη μὲν ἡ παλαιὰ ῥῆσις. μετεποίησαν δὲ αὐτὴν οἱ μὲν μετ’ ὀλίγον, οἱ δὲ ἐπὶ πλέον, ὥσπερ καὶ Σαβῖνος ὧδέ πως γράψας, οὕτως τὸ κατεσπάσθαι μακροὺς ἰσχνοὺς, τοὺς δ’ ἀνεσπάσθαι, ἵνα τοὺς μὲν ἰσχνοὺς καὶ χαλᾶσθαι καὶ μακροὺς φαίνεσθαι σημαίνηται, τοὺς δ’ εὐτροφοῦντας ἀνεσπάσθαι. Ῥοῦφος δὲ καὶ τὴν παλαιὰν ἐφύλαξε γραφὴν καὶ τὴν ἐξήγησιν τῶν παλαιοτέρων ἐξηγητῶν ἐναντίον τι διδάσκουσαν τῇ Σαβίνου. κατεσπάθαι μὲν γὰρ τοὺς εὐτροφοῦντας, ἀνεσπάσθαι δὲ
    94
    τοὺς ἰσχνοὺς βούλεται. τούτοις δὲ φαίνεται καὶ τὸ ἐπιφαινόμενον μαρτυρεῖν, εἰπόντος τοῦ Ἱπποκράτους, καίτοι οὐκ ἄν τις οἴοιτο. προειρηκὼς γὰρ ἐν τῇ λεπτότητι χαλᾶσθαι, περιτείνεται δὲ εὐτροφούντων τὸ δέρμα, τῷ μὲν προτέρῳ τὸ κατεσπάσθαι τοὺς μασθοὺς, τῷ δὲ δευτέρῳ τὸ ἀνεσπάσθαι συνεπόμενον εὑρίσκεις, καὶ διὰ τοῦτό φασι, καίτοι οὐκ ἄν τις οἴοιτο, τοῦτο δὴ ὡς ἕρμαιον ἔλαβον οἱ παλαιοὶ τῶν ἐξηγητῶν ὄντες ἐμπειρικοὶ, Γλαυκίας τε καὶ ὁ Ταραντῖνος Ἡρακλείδης. ἡγοῦνται γὰρ ἐκ τούτου καὶ τὸν Ἱπποκράτην δεικνύειν ὁμόψηφον ἑαυτοῖς, ὡς μὴ πιστεύειν ταῖς δογματικαῖς πιθανότησιν, ἀλλὰ μόνῳ τῷ διὰ ἐμπειρίας φαινομένῳ, καίτοι καὶ τὸ φαινόμενον αὐτὸ χωρὶς διορισμοῦ ῥηθὲν ἑκατέρως ἐστὶ ψεῦδος, ἐάν τε κατεσπάσθαι τε καὶ χαλᾶσθαι τοὺς τοιούτους εἴπωμεν ἐν τοῖς λεπτυσμοῖς, ἐάν τ’ ἀνεσπάσθαι. τοῦτ’ οὖν ἐχρῆν αὐτοῖς πρῶτον ἀκριβῶς ἐξητάσθαι, τοῖς μὲν ἐμπειρικοῖς, ἐπειδὴ τοῦ φαινομένου τῇ ῥητορικοί τέ εἰσι καὶ μνημονευτικοὶ, τοῖς δὲ δογματικοῖς,
    95
    ἐπειδὴ τῶν ὄντων αὐτοὺς χρὴ τὰς αἰτίας οὐ τῶν οὐκ ὄντων ἀποδιδόναι. τί δὴ οὖν ἐστὶ τὸ φαινόμενον ἐγὼ φράσω. παραφυλάξας ἐπὶ πολλῶν πάνυ γυναικῶν, οὐκ ὀλίγων δὲ καὶ πυθόμενος οὐ μόνον τῶν μαιευτριῶν, ἀλλὰ καὶ τῶν οὐδὲν ἐπισταμένων τοιοῦτον. μᾶλλον γὰρ αὗται τὰ φαινόμενα λέγουσιν ἀληθῶς τῶν διὰ δόγμα τυφλωττόντων ἀμφ’ αὐτά. τὸ τοίνυν συμβαῖνόν ἐστι τοιοῦτον. γάλακτος μὲν ὅταν οἱ τιτθοὶ πληρωθῶσιν, αὐξάνονται κατὰ πᾶσαν διάστασιν. εἰς ὕψος γὰρ αἴρονται καὶ πλάτος καὶ μακρότεροι φαίνονται. κενωθέντος δὲ τοῦ γάλακτος, αὖθις ἑαυτῶν ἐλάττους γίνονται, μειούμενοι κατὰ τὰς τρεῖς διαστάσεις. ἐὰν δὲ χωρὶς τοῦ γάλακτος ὑπαλλάττωνται, κατὰ τὸ λεπτύνεσθαί τε καὶ παχύνεσθαι μόνον, ὥσπερ τὰ ἄλλα μόρια, παραπλησίως ἐκείνων διατίθενται, χαλώμενοι μὲν πρῶτον ἐν τῷ λεπτύνεσθαι, τεινόμενοι δ’ ἐν τῷ παχύνεσθαι. προϊόντος δὲ τοῦ χρόνου τὴν ἐναντίαν λαμβάνουσι κατάστασιν, βραχύτεροι μὲν γινόμενοι ξηρανθέντος τοῦ δέρματος, μακρότεροι δ’ ὑγρανθέντος ἐν ταῖς ἀτροφίαις, ὡς ἔμπροσθεν εἴρηται-
    96
    οὕτω γοῦν καὶ ταῖς γηρώσαις χαλῶνται μὲν πρῶτον, ὕστερον δ’ ἀνασπῶνται, ἐμοὶ μὲν δὴ καὶ τὰ φαινόμενα περὶ τοὺς τιτθοὺς εἴρηται καὶ τὰς αἰτίας αὐτοῖς προσέθηκα. τῶν δ’ ἐξηγητῶν οὐδεὶς τοῦτ’ ἔπραξεν, ἀλλ’ ὡς ἂν ἕκαστος ἐθελήσῃ γράψας ἐξηγεῖται τὴν ἑαυτοῦ λέξιν. εἰκότως δὲ καὶ ἐξηγήσεις ἐναντίας ἐποίησάν τε καὶ τὰς γραφὰς ἐλλιπῶς ἡρμηνευμένας καὶ ἀδιορίστως τῆς λέξεως, ὅπως ἄν τις εἴποι κατὰ τὶ μὲν ἀληθεύσει, κατὰ τὶ δὲ ψεύσεται, τῶν τιτθῶν ἐν μὲν τοῦ γάλακτος πληροῦσθαι μειζόνων γινομένων, ἐλαττόνων δ’ ἐν τῷ κενοῦσθαι. χωρὶς δὲ τοῦ γάλακτος ἐν μὲν ταῖς λεπτότησι κατ’ ἀρχὰς μὲν χαλωμένων, ὕστερον δ’ ἀνασπωμένων, ἐν δὲ ταῖς παχύνσεσιν ἐν ἀρχῇ μὲν ἀνασπωμένων, ὕστερον δ’ ἠρέμα χαλωμένων, ὄντος καὶ κατὰ τοῦτο τὸ ἀνατρέφεσθαι διορισμοῦ, διὰ τὸ τινὰς μὲν ἀνατρέφεσθαι, πρὶν εἰς τοσαύτην ἀφικέσθαι λεπτότητα, καθ’ ὅσον ξηραινόμενον τείνεται τὸ δέρμα, τινὰς δὲ, πρὶν ξηρανθῆναι πρὸς εὐτροφίας ἐπιδιδόναι.

    97
    Κλεῖς περιφανέες, φλέβες διαφανέες.

    Αἱ τοιαῦται τῶν ῥήσεων οὐκ εὔδηλον ἔχουσι τὴν τοῦ γράψαντος διάνοιαν ὡς ἂν μὴ προσκειμένου κατὰ τὴν λέξιν αὐτῶν ἐπὶ τίνων βούλεται φαίνεσθαι ταῦτα. πολλοὶ μὲν τῶν ἰσχνῶν φύσει τάς τε κλεῖς ἔχουσι σαφεῖς καὶ τὰς φλέβας ἐκκειμένας τε καὶ μεστὰς αἵματος, ὥσπερ αὖ πάλιν ἕτεροι οὔτε τὰς κλεῖς οὔτε τὰς φλέβας ἐκκειμένας, οὔτε δὲ φύσει τοιαύτη διαφορὰ τῶν σωμάτων ὁρᾶται. κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν παρὰ τὴν ἐξ ἀρχῆς φύσιν ἤτοι λεπτυνομένων ἢ παχυνομένων καὶ πλῆθος ἢ ἔνδειαν ἐχόντων χυμῶν. εὔδηλον γὰρ ὅτι πεπληρωμέναι φλέβες ἐν τῷ ἰσχνῷ σώματι πλῆθος ἐνδείκνυνται κατὰ ταύτας εἶναι τοῦ αἵματος ὡς τὰ πολλὰ μοχθηροῦ, καθάπερ ἐπὶ τῆς γυναικὸς ὀλίγον ἔμπροσθεν ἔλεγον, ἦς ἐπέσχητο τὰ καταμήνια. θαυμάσαι δ’ ἐστὶ τοῦ Καπίτωνος μόνου γράψαντος τὴν ῥῆσιν ἐν τῇδε τῇ λέξει. ἡ ἄγαν πλήρωσις περιφανὴς, φλέβες

    98
    διαφανεῖς. εἴπερ γὰρ οὕτως εὕροιτο γεγραμμένον, τίς ἦν ἀνάγκη μεταγράψαι πάντας αὐτὴν τοὺς ἐξηγητὰς ἐπὶ τὸ σαφέστερον; ἐν οἷον γὰρ ἀποροῦνται, μεταγράφουσιν εὐπορίας ἕνεκεν. ἀλλ’ οὐδ’ ἀντίγραφον εὗρον οὕτως ἔχον, οὐκ ὀλίγοις ἐντυχὼν, δι’ αὐτὸ τοῦτο βούλεσθαι γνῶναι τάς τε παλαιὰς γραφὰς καὶ τὰς ἅπασιν ὁμολογουμένας ἢ διαφωνουμένας. ἁπάντων τε οὖν τῶν ἐξηγητῶν καὶ πάντων τῶν ἀντιγράφων τὴν αὐτὴν ἐχόντων γραφὴν, οὐκ ὀρθῶς ὁ Καπίτων μετέγραψεν. ἴσως δὲ κἀγὼ αὐτοῦ τὴν ἀρχὴν ἐμνημόνευσα, προειρηκὼς ἁπάσας τὰς τοιαύτας ἐν ταῖς γραφαῖς ῥᾳδιουργίας ὑπερβήσεσθαι κατὰ τὴν ἐξήγησιν. ἐπὶ τῶν ἑξῆς οὖν ῥήσεων αὐτὸ ποιήσω, μήκους φειδόμενος.

    Πρόδικος τοὺς πυρεταίνοντας ἔκτεινε δρόμοισι, πάλῃσι, πυρίῃσι. κακὸν τὸ πυρετῶδες πολέμιον λιμῷ, περιόδοισι
    99
    πολλῇσι, δρόμοισιν, ἀνατρίψει, πόνον πόνῳ αὐτοῖσι.

    Καὶ ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει. τινὲς μὲν ὑπαλλάττοντες τὴν λέξιν τοιάνδε, περιόδοισι, πάλῃσιν, ἔνιοι δ’ ἐν ἀρχῇ πάλῃσι. τινὲς δ’ ἐξαίροντες τὸ πάλῃσιν, ἔνιοι δ’ ἐν ἀρχῇ προστιθέντες λιμῷ. περιόδους μὲν οὖν καλεῖ τοὺς βραδεῖς περιπάτους ἐπὶ πλείονα χρόνον ἐκτεινομένους, ὡς ἐν τῷ περὶ διαίτης ὀξέων αὐτὸς ἔφη. βραδεῖαν συχνὴν περίοδον πλανηθῆναι, καὶ Πλάτων μὲν μέμνηται τοῦ Προδίκου ὡς πολλοῖς περιπάτοις χρωμένου. τίνος δὲ νῦν Προδίκου μνημονεύει, πότερον τοῦ Λεοντίου ἢ τοῦ Σηλυβριανοῦ περιττὸν ζητεῖν. ἐν ἄλλῳ γὰρ λόγῳ τὰ τοιαῦτα πάντως διέρχομαι. νυνὶ δ’ οὔ που καιρὸς ἱστορικῶν ζητημάτων, ὅπου καὶ τῶν γεγραμμένων τισὶν ἐξηγήσεων οὐκ ὀλίγας περιλιπόντες ἀγαπῶμεν, ἐὰν ἐν ὀκτὼ βιβλίοις συμπληρώσωμεν τὴν ἐξήγησιν. διὰ τί δὲ μέμφεται τὸν Πρόδικον

    100
    αὐτὸς ἐδήλωσεν εἰπὼν, τὸ πυρετῶδες πολέμιον εἶναι περιόδοισιν ἢ λιμῷ. δῆλον δ’ ὅτι καὶ τοῖς ἄλλοις ἃ κατέλεξε, καὶ γὰρ ταῖς πάλαις καὶ τῇ πυρίᾳ καὶ τῇ ἀνατρίψει τὸ πυρετῶδες ἐναντίον ἐστίν. οὕτω γὰρ ἀκουστέον τοῦ πολέμιον, ἐπειδὴ καὶ φίλιον ἐκ μεταφορᾶς εἰώθασι λέγειν τὸ οἰκεῖον. μεταξὺ δὲ τῶν λέξεων ἀμφοτέρων εἰρημένον τὸ κακὸν ἔνιοι μὲν ἐπὶ τῇ τελευτῇ τῆς προτέρας ἔγραψαν, ἔνιοι δ’ ἐν ἀρχῇ τῆς δευτέρας, ὡς ἕνα γενέσθαι τὸν λόγον τοιόνδε· τὸ πυρετῶδες πολέμιον περιόδοισιν, ὅτι δὲ βλάπτει τοὺς πυρέττοντας καὶ περίπατος καὶ δρόμος καὶ πυρία καὶ πάλη, πάντοθεν τὴν ἐν τῷ σώματι θερμασίαν αὐξάνοντα, οὐδεὶς ἀγνοεῖ τῶν ὡμιληκότων τοῖς ἔργοις τῆς τέχνης. Πρόδικος δ’ ἔοικεν οὐ μόνον λογικὴν εὕρεσιν βοημάτων ἀγνοεῖν, ἀλλὰ καὶ τήρησιν ἐμπειρικήν. ὁ μὲν γὰρ λόγος ἀπαγορεύει πόνῳ πόνον ἰᾶσθαι, τουτέστι τῇ βλάβῃ τὴν βλάβην καὶ τῷ κακῷ τὸ κακόν. ἐναντία γὰρ, οὐχ ὅμοια τῇ λυπούσῃ διαθέσει προσφέρειν χρὴ βοηθήματα.
    101
    φαίνεται δ’ ἐκεῖνος ὅμοια προσάγων, εἴ γε καὶ περιπάτοις καὶ πάλῃ καὶ ἀνατρίψει καὶ πυρίᾳ καὶ λιμῷ. πυρίαν δὲ πᾶσαν ἀκουστέον τὴν ἔξωθεν ἡμῖν προσπίπτουσαν θερμασίαν εἴτ’ ἀπὸ πυρὸς εἴτ’ ἐν λουτροῖς γένοιτο. καὶ μὴν καὶ ὁ λιμὸς ἐναντίον ἐστὶ τοῖς εἰρημένοις, ὅκου γὰρ λιμὸς οὐ δεῖ πονεῖν. οὐ μόνον δὲ τὴν ἀρχὴν τῆς ῥήσεως, ἀλλὰ καὶ μετὰ τὴν ἀρχὴν ἄχρι τελευτῆς ὡς ἂν ἐθέλωσι γράφουσιν. ἀλλ’ ἐγὼ τὰς παλαιὰς ἐροῦμαι, κᾂν χαλεπωτέραν ἔχωσι τὴν ἐξήγησιν. ὃ δὲ ἔσχατόν ἐστι γεγραμμένον ἐν τῇ προκειμένῃ ῥήσει, τὸ αὐτοῖσι, τινὲς μὲν τῆς ἑπομένης ἀρχὴν ποιοῦσι, τινὲς δ’ ὅλως ἀφαιροῦσι. καὶ γὰρ φαίνεται μηδὲν ἐξ αὐτῶν πλέον τῶν εἰρημένων διδασκόμενον.

    Φλεβῶν ἔρευθος, πελίωσις, χλωρότης, πλευρέων ὀδύναι λαπαραί.
    102

    Εἶπον ὅτι τὸ κατὰ τὴν τελευτὴν τῆς προκειμένης ῥήσεως τούτοις προτάττεσθαι δύναται ταύτης, ἵν’ ὁ λόγος ᾖ τοιοῦτος· τούτοις οἷς προσεῖπον, ἦσαν δὲ οἱ πυρεταίνοντες μὲν οὐκ ὀρθῶς ὑπὸ Προδίκου πρὸς κινήσεις ὑγιαίνουσιν οἰκείας ἀγόμενοι, συμβαίνει ταῦτ’ ἴσχειν ἃ νῦν εἶπεν, οὐχ ἅπαντα δηλονότι καθ’ ἕκαστον ἄνθρωπον. οὐ γὰρ οἷόν τε συνυπάρξαι τὸ ἔρευθος τῇ πελιώσει καὶ τῇ χλωρότητι, καὶ γὰρ ἀναιρετικόν ἐστιν ἕκαστον τούτων τῶν λοιπῶν δύο καὶ διαθέσεσιν οὐχ ὁμοίαις ἕπεται. τοῖς μὲν γὰρ τήν τε δύναμιν ἔχουσι μετρίως καὶ χρηστὸν τὸ αἷμα γυμνασθεῖσιν ἢ πυριασθεῖσιν ἐρεύθεται τὸ σῶμα. τοῖς δ’ ἀῤῥωστότερον ἢ κακοχυμότερον πελιοῦται καὶ χλωρὸν γίνεται. προτάττουσιν ἔνιοι τῆς προκειμένης ῥήσεως τὸ ὄγκοι, τοιάνδε ποιοῦντες τὴν λέξιν· ὄγκοι, φλεβῶν ἔρευθος, πελίωσις, χλωρότης. ὁ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἶπε πλευρέων ὀδύναι λαπαραὶ, πιθανῶς τινὲς μετέγραψαν εἰς τὸ λαπάρας, ὀδύνας, γίνεσθαι βουλόμενοι τοῖς ἀκαίρως γυμνασθεῖσιν. οἵ γε μὴν ἐξηγηταὶ πάντες ἴσασι τὴν πλευρέων

    103
    ὀδύναι λαπαραὶ γραφὴν, ἀκούουσί τε λαπαρὰς τὰς ἄνευ φλεγμονῆς καὶ τάσεως ὀδύνας.

    Ἄδιψος, συνέχειν στόμα, σιγᾷν, ἄνεμος σὺν τῷ ποτῷ ψυχρὸν εἰσάγειν.

    Ἕν τι τῶν εἰς ἀνάμνησιν ἄγειν δυναμένων τῆς ὅλης ἐπὶ τῶν πυρεττόντων ἀγωγῆς ἔγραψεν ὁ Ἱπποκράτης τοῦτο, δυνάμενον ἐνδείκνυσθαι καὶ αὐτὸ τὴν μοχθηρίαν τῆς Προδίκου προνοίας πυρεττόντων. οὐ γὰρ ἐξ ὧν διψῷεν οἱ ἐνθερμανθέντες εὔλογόν ἐστι πράττειν, ἀλλ’ ἐξ ὧν ἄδιψοι γενήσονται. ταῦτα δ’ ἐστὶ πρώτη μὲν ἡ ταῖς κινήσεσιν ἀντικειμένη τοῦ κάμνοντος σώματος ἡσυχία. δευτέρα δὲ τἄλλα, δι’ ὧν ἂν πραΰνοιτο, μᾶλλον οὐκ ἐξάπτοιτο τὰ κατὰ τὴν πυρετώδη διάθεσιν, ὧν ἕν ἐστι καὶ ἄδιψος τηρεῖν. δι’ ὧν δ’ ἄδιψος ἄν τις γένοιτο προσέθηκεν, ἐκπιὼν ἔχειν τὸ

    104
    στόμα καὶ σιγᾷν, ἄνεμόν τε ψυχρὸν σὺν τῷ ποτῷ εἰσάγειν, ὅπερ ἐστὶν ἐπισπᾶσθαι τῷ ποτῷ τὸν ψυχρὸν ἄνεμον. εἰ δὲ ποτῷ, πρόδηλον ὅτι καὶ χωρὶς τούτου κατὰ μόνην τὴν εἰσπνοὴν, ὥστε καὶ τοῦ κατὰ τὴν ἀναπνοὴν ἀέρος προνοητέον ἐστὶν, ὅπως μὴ θερμὸς ᾖ μᾶλλον τοῦ προσήκοντος καὶ μᾶλλον θέρους ὥρᾳ. τολμηρότερον δὲ κἀνταῦθα Καπίτων τε καὶ Διοσκορίδης ὑπαλλάξαντες τὴν παλαιὰν γραφὴν ἔγραψαν οὕτως τὴν λέξιν. ἄνεμον ἐν τῷ ποτῷ ψυχρὸν μὴ εἰσάγειν. ἀλλ’ ὁ μὲν Διοσκορίδης δευτέραν γραφὴν, ὡς εἴωθε, προσέθηκεν, ἐξ ὧν ἄνεμον ψυχρὸν εἰσάγειν. Καπίτων δὲ οὐδὲ τῶν δευτέρων ἠξίωσε τὴν ἐν ἅπασί τε τοῖς ἀντιγράφοις εὑρισκομένοις γραφὴν, ἅπασί τε τοῖς ἐξηγηταῖς ὁμολογουμένην, ἀλλὰ προσθεὶς αὐτῇ τὴν μὴ συλλαβὴν, ἀντὶ τοῦ ψυχρὸν εἰσάγειν, ψυχρὸν μὴ εἰσάγειν ἔγραψεν, ὡς οὐδέποτε δέον ἀναπνεῖν ψυχρὸν ἀέρα τὸν πυρέττοντα.

    105
    Τὰς ἀφορμὰς, ὁκόθεν ἤρξαντο κάμνειν, σκεπτέον, εἴτε κεφαλῆς ὀδύνης, εἴτε ὠτὸς, εἴτε πλευροῦ. σημεῖον οἱ ὀδόντες καὶ ἐφ’ οἷσι βουβῶνες.

    Ταύτην τὴν ῥῆσιν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐξηγήμεθα κατὰ τὸ πρῶτον ὑπόμνημα.

    Τὰ γινόμενα ἕλκεα καὶ φύματα, κρίνοντα πυρετοὺς, οἷσι ταῦτα μὴ παραγίνηται, ἀκρισίαι, οἷς ἐγκαταλείπεται, βεβαιόταται καὶ τάχισται ὑποστροφαί.

    Καὶ αὕτη ἡ ῥῆσις ἐφεξῆς τῇ πρὸ αὐτῆς κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν γεγραμμένη τῆς προσηκούσης ἐξηγήσεως ἔτυχεν ἐν τῷ πρώτῳ τῶν εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνημάτων.

    106
    Τὰ στρογγυλουμένα πτύελα παρακρουστικὰ, οἶα ἐν Πληνῷ.

    Τῶν πτυέλων τὸ μὲν οἷον ὑλικὸν αἴτιον ἢ πάχος καὶ γλισχρότης τῶν χυμῶν ἐν τοῖς τοῦ πνεύμονος βρογχίοις ἀθροιζομένων, τὸ δ’ οἷον ποιητικὸν ἡ ἐν τῷ χωρίῳ θερμότης. καί τισι καὶ τῶν ἀπυρέτων ἐθεασάμην τοῦτο γινόμενον, ἐν πάνυ πολλῷ χρόνῳ δοκοῦσι μηδὲν ἔχειν κακόν ὕστερον μέντοι πάντες οὗτοι φθινωδῶς συνετάκησαν. εἰ δὲ μετὰ πυρετοῦ ποτὲ γένοιτο, σὺν ἄλλοις σημείοις παρακρουστικοῖς συντελέσει τι καὶ αὐτὰ πρὸς τὴν τοῦ παρακρουστικοῦ πρόγνωσιν, ἄλλως δὲ οὐχί. μὴ τοίνυν αὐτῷ θαῤῥήσῃς μόνῳ ποτὲ, ἐπὶ προῤῥήσει παρασκοπῆς. τό γε μὴν ἴδιον παραφροσύνης σημεῖον πολλάκις ἠκούσατε. λέλεκται δὲ κᾀν εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν ὡς ἡ θερμότης προσγινομένη ἐκείνοις δύναταί τι συντελεῖν εἰς παραφροσύνην, τῷ πληροῦν κατὰ κεφαλήν. αὐτὴ δὲ καθ’ ἑαυτὴν οὐδαμῶς ἐστὶν ἱκανὴ

    107
    σημεῖον γενέσθαι παραφροσύνης καὶ μάλιστα φρενιτικῆς. ἔπειτα καὶ μετὰ τὰς ἀκμὰς τῶν πυρετῶν ὑποπαραφέρονται πολλοὶ, τῷ λόγῳ τῆς κατὰ τὴν κεφαλὴν πληρώσεως. ἐν δὲ τῇ προκειμένῃ ῥήσει πρόσκειται τισὶ τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ τὸ οἷον ἐν Πληνῷ, καθ’ ἕτερον δὲ τὸ ὡς ὁ σπλὴν οἵω. καὶ ὅσοι τῶν ἐξηγητῶν προσήκαντο τὴν γραφὴν, ὥσπερ καὶ ὁ Σαβῖνος, τόπου τινὸς ὄνομά φασιν εἷναι τὸ Πλήν. οὐ μὴν τίνος γε πόλεως ὁ τόπος οὗτός ἐστι προσέθεσαν τῷ λόγῳ.

    Οἱ αἱμοῤῥοΐδας ἔχοντες οὔτε πλευρίτιδι οὔτε περιπνευμονίῃ οὔτε φαγεδαίνῃ οὔτε δοθιῆσιν οὔτε τερμίνθοισιν, ἴσως δὲ οὐδὲ λέπρῃσιν, ἴσως δὲ οὐδὲ ἄλλοισιν.

    Ἐλλείπει δηλονότι τὸ ἁλίσκονται καὶ χρὴ προσυπακούειν αὐτό. διὰ τί οὐχ ἁλίσκονται δῆλον. ἐκκρινομένης γὰρ τῆς

    108
    κακοχυμίας διὰ τῶν αἱμοῤῥοΐδων, καχεξίαι μέν τινες ἕπονται ἐνίοτε καθ’ ὅλον τὸ σῶμα καὶ ἄχροιαι καὶ ὕδεροι, νόσημα δ’ οὐδὲν τοιοῦτον. φαγεδαίνας δ’ ὅτι λέχει τὰ διαβιβρωσκόμενα τῶν ἑλκῶν, ἃ καὶ φαγεδαινικὰ καλοῦσιν οἱ παλαιοὶ τῶν ἰατρῶν, εἴρηται κᾀν τῷ πρώτῳ τῶν εἰς τὰ περὶ χυμῶν ὑπομνημάτων. καὶ γὰρ κατ’ ἐκεῖνο διὰ τῆς αὐτῆς λέξεως ἡ ῥῆσις γέγραπται. τινές γε μὴν ἤκουσαν φαγεδαίνας, τὰς τῶν πολλῶν βρωμάτων ἐδωδὰς. ἃς καὶ αὐτὰς ὑπὸ κακοχυμίας γίνεσθαι ἀμέτρους ὀρέξεις σιτίων, ὁμολογεῖται καὶ πρὸς ἡμῶν. οὐ μὴν τοιαύτης γε κακοχυμίας κινούσης ἄκος εἶναι τὰς αἱμοῤῥοΐδας, ἀλλὰ τῆς μελαγχολικῆς μᾶλλον. ὀξύτης δὲ χυμῶν ψυχρὰ, τὴν τοιαύτην ἐργαζομένη τῶν σίτων ὄρεξιν, ἤδη τισὶ καὶ τῶν τὰς αἱμοῤῥοΐδας ἐχόντων ἐγένετο. καὶ τὸ τῶν τερμίνθων δ’ ὄνομα μελάνων τινῶν ἐκφυμάτων ἐν ταῖς κνήμαις μάλιστα γινομένων ἐστὶ δηλωτικὸν, ἀπὸ τῆς κατὰ σχῆμα καὶ χρόαν καὶ μέγεθος ὁμοιότητος τῷ καρπῷ τῶν τερμίνθων γεγονός· τὸ δ’
    109
    ἐπὶ τῷ τέλει τῆς ῥήσεως γεγραμμένον. ἴσως δὲ οὐδὲ ἄλλοισιν, ἔνιοι γράφουσιν ἴσως δ’ οὐδ’ ἀλφοῖσιν. ἐπειδὴ καὶ οἱ ἀλφοὶ κακοχυμίας τινός εἰσιν ἔκγονοι, παρὰ τῷ δέρματι συνισταμένης.

    Ἰητρευθέντος γε μὴν ἀκαίρως συχνοὶ, τοῖσι τοιουτέοισιν οὐ βραδέως ἑάλωσαν καὶ ὀλέθρια οὕτω.

    Ἀκαίρως θεραπεύονται τὰς αἱμοῤῥοΐδας οἱ μήτε φλεβοτομούμενοι κατὰ περιόδους μήτε δι’ ὑπηλάτων ἢ γυμνασίων κενούμενοι, μήτε καταλιπόντες ἐξ αὐτῶν κἂν μίαν, ἀλλὰ πάσας ἀθρόως ἐξαιροῦντες.

    Καὶ ὅσαι ἄλλαι ἀποστάσιες οἷον σύριγγες, ἑτέρων ἄκος
    110

    Πολλάκις ἢ λιτὰς ἀποστάσεις εὕρομεν αὐτὸν οὐκ ἐπὶ μόνων τῶν κατὰ ἀπόθεσιν, ἀλλὰ κἀπὶ τῶν ἐκκρίσεων ὀνομάζοντα. τῶν οὖν τοιούτων παθημάτων ἔν τισι καὶ σύριγγές εἰσιν ἐκκαθαίρονται δι’ αὐτῶν τὰς περιουσίας τῶν χυμῶν. ὥσπερ οὖν ἐπὶ τῶν αἱμοῤῥοΐδων, οὕτω κἀπὶ τούτων οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχε τὴν θεραπείαν ποιητέον ἐστί.

    Σκῆψις μὲν ἐφ’ οἷσι γινόμενα ῥύεται, τούτων προγενόμενα κωλύει.

    Τῆς παλαιᾶς γραφῆς οὔσης ταύτης, ἐπὶ τὸ σαφέστερον αὐτὸν μετατεθείκασι πολλοὶ τῶν ἐξηγητῶν, ἀντὶ τοῦ γενόμενα καὶ προγενόμενα γενομένη γράψαντες, ἵν’ ἐπὶ τὴν ἀπόσκηψιν ὁ λόγος ἀναφέρηται, πάντες δὲ ἤκουσαν τὴν σκῆψιν ἐπὶ τῆς ἀποσκήψεως εἰρῆσθαι. τάχα καὶ σφαλέντος τοῦ πρώτου γράψαντος βιβλιογράφου, ὡς ταῖς διανοίαις τὰ

    111
    αὐτὰ κατὰ πάσας τὰς γραφάς ἐστι. βούλεται γὰρ ὁ Ἱπποκράτης λέγειν τὰς ἀποσκήψεις, ἐφ’ οἷς ἂν πάθεσι γινόμεναι λύειν αὐτὰ δύνανται, τούτων προγενομένας κωλύειν γενέσθαι. δοκεῖ δέ μοι δύνασθαι καὶ οὕτως ἀκούειν τῆς ῥήσεως, εἴ γε κατὰ τήνδε τὴν λέξιν εἴρητο. σκέψις μέν ἐστι, πάντα ἐφ’ οἷσι γενόμενα ῥύεται, τούτων προγενομένων κωλύειν. γραφόντων γὰρ τῶν παλαιῶν τόν τε τοῦ η δίφθογγον καὶ τὸν τοῦ ε δι’ ἑνὸς χαρακτῆρος, ὃς νῦν μόνος σημαίνει τὸν ἕτερον φθόγγον τὸν η, πολλὰ γέγονεν ἁμαρτήματα τῶν ἐγγραφομένων, οὐ κατὰ τὴν γνώμην τῶν γραψάντων τὴν μετάθεσιν τῶν γραμμάτων ποιησαμένων. διὸ καὶ προσέχειν ἀκριβῶς χρὴ ταῖς τοιαύταις γραφαῖς ἐν αἷς δυνατόν ἐστι τὸν τοῦ η φθόγγον εἰς τὸν τοῦ ε μεταθέντας, ἢ τοὔμπαλιν γράψαντας ἐπανορθώσασθαι τὴν γραφήν. ὁμοίως δὲ κἀπὶ τοῦ ο΄ καὶ ω΄ ποιητέον, ἐπειδὴ καὶ τούτων ἀμφοτέρων οἱ φθόγγοι δι’ ἑνὸς χαρακτῆρος ἐγράφοντο.

    112
    Ἄλλου τόπου, τόποι δεξάμενοι ἢ πόνῳ ἢ βάρει ἢ ἄλλῳ τινὶ ῥύονται ἢ ἄλλοισιν αἱ κοινωνίαι.

    Ἡ αὐτὴ ῥῆσις ἥδε κἀν τῷ περὶ χυμῶν ἐπὶ τῷ τέλει τοῦ βιβλίου γέγραπται, καθάπερ καὶ αἱ πρὸ αὐτῆς ἀπὸ τῆς πρώτης, ἐν ᾗ φησιν, οἱ αἱμοῤῥοΐδας ἔχοντες. ἐξηγήμεθα οὖν ἐκεῖ τελεώτερον αὐτὰς, εἰρήσεται δὲ καὶ νῦν κεφάλαιον. ἡ γάρ τοι διάνοια τῆς προκειμένης ῥήσεώς ἐστι τοιάδε. ἐξ ἄλλων τόπων εἰς ἄλλους διαδοχαὶ γίνονται νοσημάτων, κατὰ μετάστασιν τῶν ποιούντων αὐτὰ χυμῶν, ἤτοι διὰ τόνον τινὰ τοῦ μέρους, εἰς ὃ μεθιστάμενοι κατασκήπτουσιν ἢ διὰ τὸ σφῶν αὐτῶν βάρος ἢ καὶ δι’ ἄλλην τινὰ αἰτίαν οἷον φάρμακον ἐρεθίσαν δριμὺ καὶ τρίψιν ἤ τινα θερμασίαν ἔξωθεν προσγενομένην. ἀλλὰ καὶ διὰ κοινωνίαν τῆς φύσεως τῶν μορίων γίνονται μεταστάσεις. ὄρχις γοῦν οἰδήσας ἀπὸ βηχέων ὑπόμνημα κοινωνίας, στήθεσι, μαζοῖς,

    113
    γονῆς, φωνῆς. ἔνιοι δὲ τὸ, ἄλλοισιν αἱ κοινωνίαι, γράψαντες, ἀλλοῖαι κοινωνίαι τῆς ἑπομένης ῥήσεως ἀρχὴν αὐτὸ ποιοῦσι, φάσκοντες ἐπ’ ἄλλο κοινωνίας εἶδος αὐτὸν μετεληλυθέναι τὸ κατὰ τὴν τῶν χυμῶν συγγένειαν. αὐτὸς γοῦν, φασὶ, λέγει, διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ διὰ τὴν τοῦ χυμοῦ συγγένειαν τοιαῦτα πτύουσιν. οὕτω δὲ καὶ ὁ Ῥοῦφος ἔγραψέ τε καὶ διεῖλε τὴν λέξιν οἷον προσγραφὴν μέν τινα νομίζων εἶναι τὸ, ἀλλοῖαι κοινωνίαι. τὴν δ’ ὥσπερ ἐξήγησιν τῆς προγραφῆς τὰ ἐπιφερόμενα. φησὶ γὰρ εἶναι κοινωνίαν τῷ αἵματι πρὸς τὸ πῦον. οἷς οὐκέτι αἷμα πτύεται, τῆς ῥοπῆς ἐπὶ τἀναντία γενομένης αὐτῷ, τούτοις τὰ συγγενῆ τοῦ αἵματος γίνεσθαι πτύσματα πυώδη. διὸ καὶ τὴν λέξιν οὕτω γράφει, ἀλλὰ διὰ τοῦ χυμοῦ τὴν συγγένειαν πτύα πτύουσιν. οἱ δὲ περὶ τὸν Σαβῖνον φυλάξαντες τὴν παλαιὰν γραφὴν ἰδίαν ἀρχὴν ἐποιήσαντο τῶν λεγομένων τὸ διὰ τὴν ῥοπὴν, ἐφ’ ἣν ἤδη μεταβήσομαι.

    114
    Διὰ τὴν ῥοπὴν οὐκέτι αἷμα ἔρχεται, ἀλλὰ κατὰ τοῦ χυμοῦ τὴν ξυγγένειαν τοιαῦτα πτύουσιν.

    Ἐξήγημαι μὲν ἤδη τελέως τὴν ῥῆσιν ταύτην ἐν τῷ τρίτῳ τῶν εἰς τὸ περὶ χυμῶν ὑπομνήματι. καὶ νῦν δ’ ἐρῶ συντομώτερον αὐτήν. ὅταν αἷμα διά τινος μέρους ἐκκενούμενον, οἷον ἕδρας ἢ ῥινὸς ἢ μήτρας ἢ κατὰ περιόδους ἐκ γαστρὸς ἢ σύριγγος ἢ ὁθενοῦν ἑτέρωσε ἐπ’ ἄλλα μόρια ποιήσεται τὴν ῥοπὴν, οὐκέτ’ ἐκκενοῦται τοῦτο διὰ τοῦ πρόσθεν χωρίου, παράδειγμα δὲ τοῦτο μερικόν ἐστιν ἐπὶ τοῦ τὴν ῥοπὴν εἰς θώρακα καὶ πνεύμονα ποιησαμένου. πτύεται γὰρ ἐντεῦθεν ἄλλοις ἄλλο κατὰ τὴν τῶν χυμῶν συγγένειαν· ἀφρῶδες μὲν, ὅταν ᾖ φλεγματικὸς, ὠχρὸν δ’ ὅταν πικρόχολος, μέλαν δ’, ὅταν μελαγχολικὸς· ὥσπερ γε ἐρυθρὸν, ὅταν τὸ αἷμα κατασκῆπτον ᾖ καθαρόν. εἰκότως οὖν ἔνιοι τὸ τ γράμμα προσθέντες, οὐ ῥοπὴν, ἀλλὰ τροπὴν

    115
    ἔγραψαν, διὰ τὴν τροπὴν τοῦ αἵματος ἀξιοῦντες πτύεσθαι τὸ συγγενὲς τῇ τροπῇ. τρέπεται γὰρ ἐνίοτε μὲν ἐπὶ τὸ πικρόχολον, ἐνίοτε δ’ ἐπὶ τὸ μελαγχολικόν.

    Ἔστιν οἷσιν αἷμα ἀφαιρεῖσθαι ἐν καιρῷ ἐπὶ τοῖσι τοιούτοισιν. ἐπ’ ἄλλοισι δὲ ὥσπερ ἐπὶ τοιούτοισιν οὐκ εἰκός.

    Συμφέρει, φησὶν, αἵματος ἀφαιρεῖσθαί τινας τούτων, εἷς δηλονότι πλέον ἐστὶ τοῦτο καὶ μηδέπω τροπὴν ἀξιόλογον εἰς ἄλλον χυμὸν πεποιημένον, οὐκ ἀφαιρεῖσθαι δὲ οἷς ἤδη τέτραπται, προηγουμένου τοῦ κατὰ τὴν δύναμιν σκοποῦ, κἂν παραλείπηταί ποτε κατὰ τοὺς λόγους, ἐν οἷς τὰς ἀπὸ τῶν διαθέσεων μόνον ἐνδείξεις διερχόμεθα.

    116
    Κώλυσις ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρη, πλευρῖτις, χολή.

    Καὶ ταύτην μὲν τὴν ῥῆσιν ἐφεξῆς ταῖς προγεγραμμέναις ἐν τοῖς τελευταίοις τοῦ περὶ χυμῶν ἄλλος ἄλλως καὶ γράφει καὶ ἐξηγεῖται. πασῶν μὲν οὖν τῶν γραφῶν καὶ τῶν ἐξηγήσεων ἀπιθάνων οὐσῶν, ἡ μετριωτέρως ἔχειν μοι δόξασα τῶν ἄλλων ἐστὶν ἡ μὲν γραφὴ κατὰ τὴν ἀντιλεγομένην δόξαν λέξιν, ἡ δ’ ἐξήγησις, ἵνα τοῖς αἱματώδη πτύουσιν ἡ φλεβοτομία κωλύηται διὰ τὴν ὥραν ἀντιπράττουσαν ἢ διὰ τὸ πάθος ὂν πλευριτικὸν ἢ διὰ τὸν πλεονάζοντα χυμὸν ὄντα χολώδη. τὸ μὲν οὖν διὰ τὴν ὥραν εὔδηλον. ἐν γὰρ ταῖς πάνυ θερμαῖς ὥραις, οἶά πέρ ἐστιν ὑπὸ κύνα, φυλάττομεν φλεβοτομίαν, ὡσαύτως δὲ κἂν χολώδης ἱκανῶς ὁ ἄνθρωπος ᾖ. τὸ δ’ ἐπὶ τῆς πλευρίτιδος δοκεῖ μάχεσθαι μόνον. οὐ γὰρ ἀντιπράττει φλεβοτομίᾳ τὸ πάθος, ἀλλὰ

    117
    δεῖται μὴ κωλυούσης τῆς δυνάμεως ἢ τῆς ὥρας ἢ τῆς ἡλικίας. ἔοικεν οὖν τοιοῦτόν τι τὸ λεγόμενον εἶναι τοὺς αἱματώδη πτύοντας φλεβοτομητέον ἐστὶ, πάντως ὅσον ἐπὶ τούτῳ, πλὴν εἰ μὴ διὰ πλευρῖτιν πτύειεν τοιαῦτα. τούτους γὰρ οὐ πάντως φλεβοτομήσεις, ὡς αἷμα πτύοντας, ἀλλὰ τοῖς ἰδίοις τῆς πλευρίτιδος ὑγιάσεις διορισμοῖς, καθ’ οὓς ἤτοι φλεβοτομητέον ἐστὶ τοὺς οὕτω πάσχοντας ἢ μή. τοῦτο δέ μοι προσεπινοῆσαι συνέβη ἐξηγουμένῳ τὸ περὶ χυμῶν, ἐν τῷ μεταξὺ θεασαμένῳ τινὰ ἄῤῥωστον, ὃς ὡς αἱμοπτοϊκὸς ἐκάλεσέ με, πτύσας αἱματῶδες ἀπὸ πλευροῦ. θεασάμενος οὖν ἐγὼ τὸ πτυσθὲν ἠρόμην αὐτὸν εἴ τινα αἴσθησιν ὀδυνηρὰν ἔχει κατὰ τὴν πλευρὰν, ὁ δ’ ὡμολόγησεν εἶναι μικράν. ἦν δ’ οὕτως ἔχων καὶ τῆς ἕξεως καὶ τῆς δυνάμεως, ὡς εἰ μὲν ἐπτυκὼς ἦν αἷμα, διὰ τὸ κατεπείγειν τὸ τῆς φλεβοτομίας βοήθημα, τολμῆσαι παραλαβεῖν αὐτό. πλευρίτιδος δ’ οὔσης ἐπιεικοῦς οὐκ ἀναγκαῖον
    118
    εἶναι, διόπερ οὐδὲ παρέλαβεν αὐτὸ καὶ σαφῶς ἐφάνη πλευριτικός τε ὁ ἄνθρωπος, ὑπακούσας τε τοῖς ἄλλοις τῆς πλευρίτιδος βοηθήμασιν ἄνευ τῆς φλεβοτομίας. καὶ γὰρ καὶ μετριώταται τυγχάνουσιν ἐφ’ ὦν αἱματῶδες πτύεται. ἔνιοί γε μὴν τῶν ἐξηγητῶν τὸ κώλυσις ἐπὶ τῇ τελευτῇ τῆς προγεγραμμένης ῥήσεως τάξαντες, ἀναγινώσκουσι τήνδε τὴν νῦν προκειμένην οὕτως. ἐπὶ τοῖσιν αἱματώδεα πτύουσιν, ὥρῃ, πλευρίτιδι, χολῇ, καί φασι τὴν ὥραν εἰρῆσθαι κατὰ τῶν ἐν καιρῷ καὶ προσηκόντως γινομένων. βούλεσθαι γὰρ αὐτὸν δηλοῦν ἐν ταῖς πλευρίτισιν, ὅταν ἐν ἀρχῇ πτύουσιν αἱματώδη. καὶ γὰρ καὶ συμβαίνει οὕτω τοὐπίπαν ἐν καιρῷ γίνεσθαι μετὰ ταῦτα τὴν εἰς τὸ χολῶδες μεταβολήν. τάξιν γὰρ εἶναι καλῶς προϊούσης τῆς πλευρίτιδος, ἐπὶ τὴν κρίσιν ἐφεξῆς τοῖς αἱματώδεσι τὰ χολώδη πτύεσθαι. λέλεκται δὲ καὶ ἄλλα τοῖς ἐξηγησαμένοις τὴν λέξιν ταύτην οὐκ ἄξια μνήμης. ἐγὼ δ’ αὖ εἰ
    119
    παραινῶ, καθάπερ ἴστε, τὸ μὴ χρονίζειν ἐν ταῖς αἰνιγματώδεσιν, ἔχοντας ἄλλα πολλὰ κατὰ τὴν τέχνην, ἐν οἶς δυνάμεθα χρησίμως γυμνάζεσθαι.