In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐν Κρανῶνι αἱ παλαιαὶ ὀδύναι ψυχραὶ, αἱ δὲ νεαραὶ θερμαί. αἵματι δὲ αἱ πλεῖσται καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά.

Καὶ ταῦτα ἑαυτῷ φαίνεται γεγραφὼς ὁ Ἱπποκράτης ἀναμνήσεως ἕνεκεν ἐν κεφαλαίῳ βραχεῖ, διὸ καὶ ἀσαφέστερος ὁ λόγος ἐστίν. ἄδηλον γὰρ εἴτε ὀδύνας μόνον ἐν Κρανῶνι γεγονέναι φησὶ καὶ ταύτας ἤτοι κατὰ τὴν κοιλίαν ἢ καὶ ἄλλο τι μέρος, εἴτε ὀδυνώδη πάθη. τὸ δ’ οὖν τὰς μὲν παλαιὰς ὀδύνας ψυχρὰς γενέσθαι, τὰς δὲ νεαρὰς θερμὰς καίτοι δοκοῦν σαφῶς εἰρῆσθαι, περιέχει καὶ αὐτό τινα ἀσάφειαν· ἤτοι γὰρ παλαιὰς λέγει τὰς πάλαι γεγονυίας ἢ τὰς χρονιζούσας, ὥσπερ γε καὶ τὰς νεαρὰς ἤτοι τὰς νῦν συνισταμένας ἢ τὰς ταχέως παυομένας καὶ ψυχρὰς, ἤτοι τὰς ψύξεως αἴσθησιν φερούσας ἢ τὰς ἀπὸ τῶν θερμαινόντων παρηγορουμένας. ὡσαύτως δὲ καὶ θερμὰς ἤτοι τὰς θερμότητος αἴσθησιν ἐχούσας ἢ παρηγορουμένας ὑπὸ

845
τῶν ψυχόντων. ἔνιοι δὲ ψυχρὰς μὲν εἰρῆσθαί φασι τὰς βραχείας, θερμὰς δὲ τὰς μεγάλας, οὐ συνήθως τοῖς Ἕλλησιν ἀκούοντες τῶν σημαινομένων. ἐν τίνι δὲ τοῦ ἔτους ὥρᾳ ὁ Ἱπποκράτης ταῦτα ἔγραψεν ἀγνοοῦντες ἡμεῖς οὐδὲ περὶ τοῦ πότε συνέστησαν ἢ πῶς ἢ μέχρι πόσου παρέμειναν αἱ ὀδύναι δυνάμεθα σαφῶς εὑρεῖν. τὸ δ’ οὖν τὰς νεαρὰς μὲν αὐτῷ αἵματι γίνεσθαι τοὐπίπαν ἐν ἴσῳ, τοῦ ὑφ’ αἵματος θερμοῦ τε δηλονότι καὶ πολλοῦ, ἐπὶ δὲ τῶν παλαιῶν μὴ προσθεῖναι τὸν χυμὸν, ἐνδεικτικόν ἐστι τοῦ τὰς παλαιὰς ὑφ’ ἑτέρου τινὸς χυμοῦ γίνεσθαι ψυχροῦ καὶ τὰ ἀπὸ ἰσχίου δὲ ψυχρὰ γεγονέναι φησὶν αὐτοῖς, ἤτοι πάθη λέγων ἢ ἀλγήματα, ψυχροῦ δηλονότι καὶ ταῦτα ἐργαζομένου χυμοῦ. θαυμάσαι δ’ ἐστὶ πολλοὺς τῶν ἐξηγητῶν εἰς μὲν τὰς τοιαύτας ῥήσεις, ἐν αἷς οὐδέν ἐστι βεβαίως εὑρεῖν, ἀναπόδεικτα γράφοντας πολλά. καθ’ ἃς δ’ ἀποδεῖξαί τι δυνατόν ἐστι καὶ χρησίμως εὑρεῖν, ἤτοι μηδὲν ὅλως
846
γράφοντας ἢ βραχέα καὶ ἀναπόδεικτα, καθάπερ προστάγματα.

Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλ’ ἐγγὺς ἀκμῆς.

Οὕτως ἴσασιν γεγραμμένην τὴν ῥῆσιν οἱ παλαιότεροι τῶν ἐξηγητῶν. οἱ δὲ νεώτεροι πρὸς τὸ σαφέστερον ὑπαλλάξαντες αὐτὴν ὧδέ πως γράφουσι· τὰ ῥίγεα ἰσχυρὰ ἐόντα οὐ πάνυ τι πρῃύνεται, ἀλλ’ ἐγγὺς ἀκμῆς. καὶ βούλονται τὴν λέξιν τήνδε διδάσκειν ἡμᾶς, ὅσα τοῖς νοσοῦσιν ἰσχυρὰ γίνονται ῥίγη, μὴ πάνυ τι ταῦτα πραΰνεσθαι κατ’ ἄλλον τινὰ καιρὸν τῆς νόσου, ἀλλὰ μόνον ὅταν ἐγγὺς ᾖ τῆς ἀκμῆς, κατὰ δὲ τὴν προτέραν γραφὴν, τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα τουτέστι ἀφικνούμενα πάθη, προσυπακοῦσαι γὰρ δεῖ τὸ πάθος, προσήκει αὐτὸν ἀκοῦσαι μὴ πραΰνεσθαι ταῦτα

847
πρὸ τῆς ἀκμῆς. ἔνιοι μὲν οὖν ἀκμῆς αὐτὸν μεμνῆσθαί φασι τοῦ ὅλου καιροῦ τοῦ νοσήματος, ἔνιοι δὲ τῆς τῶν κατὰ μέρος παροξυσμῶν. ὡς τὸ ῥῖγος, ὅταν ἰσχυρὸν ᾖ, μὴ παυόμενον πρὸ τοῦ πλησιάσαι τὸν τῆς ἀκμῆς καιρόν. φαίνεται μὲν οὖν τοῦτο γινόμενον ἐνίοις καὶ καλοῦμεν αὐτὸ ῥῖγος ἀνεκθέρμαντον, οὐκ ἰσχυρόν. ἐγχωρεῖ δὲ καὶ κατὰ τὴν δύναμιν ἰσχυρὸν αὐτὸ φάναι, κακοηθέστερον γάρ ἐστι πολὺ τοῦ σφοδροῦ μὲν ὑπερβάλλοντος, ἐν τάχει δὲ παυομένου. τὴν δ’ ὅλην τοῦ νοσήματος ἀκμὴν ἀκούοντί σοι, μάλιστα ἐπὶ τεταρταίων πυρετῶν ὁ λόγος ἐστὶ χρήσιμος. ἐάν τε γὰρ ἅμα ῥίγεσιν ἰσχυροῖς ἐμβάλλωσιν οἱ παροξυσμοὶ, μηδὲν ἐνδιδόντων αὐτῶν, ἀδύνατόν ἐστιν ἤδη τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόσημα καὶ δηλονότι πολὺ μᾶλλον, οὐδὲ τὴν παρακμὴν ἐλπίζειν χρὴ τοῦ τοιούτου τεταρταίου γενήσεσθαι, πρὶν λωφῆσαι τὸ ῥῖγος, ὥσθ’ ὁ λόγος ἐστὶ προγνωστικὸς ἐπὶ τῶν εἰς ῥίγη σφοδρὰ πυρετῶν ἰόντων, ὧν οὐχ οἷόν τε λύσιν γενέσθαι πρὸ τοῦ πραϋνθῆναι τὸ ῥῖγος, καὶ τοῦτο γίνεσθαι πλησίον τῆς ἀκμῆς. συμβαίνει δὲ τὰ τοιαῦτα 
848
ῥίγη διὰ ψυχρὸν πάνυ φλέγμα τὸ ὑαλῶδες ὀνομαζόμενον ἢ τὸν μελαγχολικὸν χυμόν. ἀλλ’ ἐπὶ μὲν τῷ ψυχρῷ φλέγματι τὸ δυσεκθέρμαντον, οὐ τὸ σφοδρὸν γίνεται ῥῖγος. ἐπὶ δὲ τῷ μελαγχολικῷ ποτὲ μὲν ἀμφότερα, ποτὲ δὲ θάτερον. ἀλλ’ ὁ μὲν τοιοῦτος χυμὸς διὰ τετάρτης φέρει τὸν παροξυσμὸν, ὁ δ’ ὑαλώδης τὸν ἀμφημερινόν. οὐδὲν μὴν οἱ ἐξηγηταὶ τῶν τοιούτων διαιροῦσιν. ἀλλ’ ἐν οἷς οὐδὲν ὠφελοῦσι τοὺς μαθητὰς ἐπὶ πλεῖστον ἐκεῖνα διέρχονται. καὶ γὰρ οὖν καὶ κατὰ τὴν ἑξῆς ῥῆσιν ἰατρικωτάτην οὖσαν ἐλέγχονται τῶν ἀξιολογωτάτων θεωρημάτων οὐδὲν ἐπιστάμενοι.

Πρὸ ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων ἢν ἐκ χρηστῶν ἴωσι καὶ κοιλίη διέλθῃ καὶ ὕπνοι ἐνίωσιν, ἴσως δὲ καὶ ὁ τρόπος τοῦ πυρετοῦ, ἴσως δὲ καὶ τὰ ἐκ κόπων.
849

Οὐκ οἶδα ὅ τι εἴπω, νὴ τοὺς θεοὺς, ὅταν ὠφελιμώτατον θεώρημα μυριάκις ἐπὶ τῶν νοσούντων φαινόμενον ἀγνοῶσιν οἱ τὸ βιβλίον ἐξηγησάμενοι. τὸ μὲν οὖν τῶν ἄλλων ἧττον ἄν τις θαυμάσειε, τὸ δὲ Σαβίνου καὶ Ῥούφου τοῦ Ἐφεσίου, τοῖς Ἱπποκράτους συγγράμμασιν ὡμιληκότων ἀνδρῶν οὐ παρέργως, ἄξιον ὄντως ἐστὶ θαύματος, εἰ μὴ πολλάκις ἐθεάσαντο ῥίγους κρισίμου προηγησαμένην ἐπίσχεσιν οὔρου. περὶ ἧς νῦν ὁ Ἱπποκράτης γράφει, προγιγνώσκειν ἡμᾶς διδάσκων ἐσόμενον ἐν νόσῳ κρίσιμον ῥῖγος. ἐὰν ἐν ὀξεῖ πυρετῷ τἄλλα σοι σημεῖα σωτήρια φαίνηται καὶ κρίσιν ἐλπίζῃς ὑπόγυιον ἔσεσθαι, γινώσκειν σε χρὴ τῶν οὔρων ἐπισχεθέντων ἐξ ἀνάγκης ἔσεσθαι τὸ κρίσιμον ῥῖγος. ἐὰν δὲ καὶ ἡ νὺξ προηγήσηται δύσφορος, ἥ τε ἡμέρα κρίσιμος ᾖ, βεβαιότερόν ἐστι προερεῖν ἔσεσθαι τὸ ῥῖγος. ἐὰν δὲ τὸ διὰ σφυγμοῦ σημεῖον ὡς ἔμαθες ἐνδείξηταί σοι ταὐτὸν, μὴ μόνον ἔσεσθαι τὸ ῥῖγος, ἀλλὰ καὶ σφοδρὸν ἔσεσθαι βεβαίως ἔλπιζε. τὸ τοίνυν ἐκ χρηστῶν ἤτοι τῶν οὔρων μόνων ἢ καὶ τῶν ἄλλων ἅμα αὐτοῖς τῶν ἀγαθῶν σημείων ἀκούειν

850
σε χρή. τηλικαύτη μὲν ἡ δύναμίς ἐστι τῶν ἐν τοῖς οὔροις σημείων ἐν τοῖς ὀξέσι πυρετοῖς, ὥστε καὶ μόνῃ πιστεύειν αὐτῇ. προσερχομένων δὲ καὶ τῶν ἄλλων, πρόγνωσις ἔσται σοι βεβαιοτάτη καὶ ἀμετάπτωτος, ὡς τὸ διηνεκὲς ἔχειν. αἱ μέντοι τῶν οὔρων ἐπισχέσεις γίνονται καὶ τῆς κοιλίας ἐκκρινούσης πολλά. δηλοῦται γὰρ ἐνταῦθα ῥέπειν ἡ ὀῤῥώδης ὑγρότης, ἧς ἔμαθες, ὅταν πλεονάζῃ, τρεῖς εἶναι κενώσεις, τὴν διὰ γαστρὸς, τὴν δι’ οὔρων, τὴν δι’ ἱδρώτων. ἐὰν μὲν οὖν ἡ κοιλία πλείω διαχωρήσῃ, τῇ τῶν οὔρων ἐπισχέσει θαῤῥεῖν οὐ προσῆκεν εἰς τὴν τοῦ ῥίγους πρόγνωσιν. ἐὰν δὲ καὶ αὕτη μηδ’ ὅλως προχωρήσῃ προεγνωκότι σοι τὸ νόσημα πλησίον εἶναι κρίσεως, ἀναγκαῖόν ἐστι ῥιγῶσαί τε καὶ ἱδρῶσαι τὸν κάμνοντα. τί ποτε οὖν σημαίνει τὸ καὶ ὕπνοι ἐνέωσιν; εἰ μὲν γὰρ ὡς ἕν τι τῶν ἀγαθῶν σημείων εἴρηται, τὸ μέγιστον εἰς τὰ παρόντα συμφωνήσει· τὸ δὲ ἢν ἐκ χρηστῶν ἴωσιν, ὥσπερ τι παράδειγμα λελεγμένον. εἰ δ’ ὡς καὶ τοῦτο τοῦ γενησομένου ῥίγους ὂν σημεῖον, οὐχ ἁπλῶς σε χρὴ γινώσκειν περὶ τοῦδε. πολλάκις μὲν γὰρ ἡ προηγησαμένη
851
τῆς κρίσεως νὺξ τοῦ τε ῥίγους καὶ τῆς ἐπ’ αὐτῷ κρίσεως γίνεται δύσφορος, ὁπότε βεβαιοτάτην ἕξεις σὺν τοῖς εἰρημένοις τὴν τοῦ γενησομένου ῥίγους πρόγνωσιν. ἐνίοτε δὲ ἐν τῷ σπανίῳ μεθ’ ὕπνων χρηστῶν εὔφορος γίνεται ἡ νὺξ καὶ φαίνεται τούτοις οὐχ ὁ τοῦ ῥίγους δηλωτικὸς σφυγμὸς, ἀλλ’ ὁ τῆς ἐκκρίσεως. ἔμαθες δὲ περὶ τούτων ἱκανῶς ἐν τῇ τῶν σφυγμῶν πραγματείᾳ. προσεπισκοπεῖσθαι δὲ καὶ τὸν τρόπον τοῦ πυρετοῦ κελεύει σε, τουτέστι εἰ θερμὸς καὶ χολώδης καὶ καυσώδης ἢ τῶν ἄλλων τίς. ὅσα γὰρ ἐν τοῖς ὀξέσι πυρετοῖς καὶ μάλιστα τοῖς καυσώδεσι γίνεται ῥίγη κριτικὰ, ταῦτα ἔμαθες ἐπὶ τῇ ξανθῇ χολῇ διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένῃ πρὸς τὸ ἐκτὸς, ἀποτελεῖσθαι διὰ τοῦτο καὶ οἱ ἐκ κόπων πυρετοὶ, χολωδέστατοι τὴν κρᾶσιν ὄντες, εἰς τὴν πρόγνωσίν σοι καὶ αὐτοὶ συντελοῦσιν. αὕτη μὲν οὖν ἡ ἀπὸ τῶν προκαταρκτικῶν αἰτίων εἰς τὴν πρόγνωσιν ὠφέλεια, λελεγμένη μὲν ὡς ἐπὶ παραδείγματος ἑνὸς, ἐσομένη δέ σοι χρήσιμος, κᾀπὶ τῶν ἄλλων αἰτίων τῶν προκαταρκτικῶν, ὅσα χολωδέστερον ἐργάζεται
852
τὸ σῶμα. ταῦτα δέ ἐστιν ἐγκαύσεις τε καὶ ἀγρυπνίαι καὶ φροντίδες καὶ λῦπαι καὶ θυμοὶ καὶ τροφῆς ἔνδεια καὶ τῶν χολωδῶν ἐδεσμάτων πλεονεξία. πρώτη μέν σοι καὶ ἀσφαλεστάτη διάγνωσις εἰς τὸν τρόπον τῶν πυρετῶν ἀπὸ τῶν φαινομένων κατὰ τὸ σῶμα γενήσεται, καθάπερ ἔμαθες ἐν τοῖς περὶ διαφορᾶς τῶν πυρετῶν. ἐφεξῆς δὲ καὶ ἡ ἀπὸ τῶν προκαταρχόντων αἰτίων εἰς ἀσφαλεστέραν πίστιν, ὧν εὗρες, οὐ σμικρὰ συντελέσει. θαυμαστὸν οὖν ὅπως τοῦτο τὸ θεώρημα χρησιμώτατον ὂν ἐλάθη τοὺς ἐξηγητάς.

Ἀποστάσιες οὐ μάλα οἷσι ῥίγεα.

Σπανίως ἀποστάσεις γίνονται τοῖς μετὰ ῥίγους πυρέττουσιν, ὥσπερ ἐν τεταρταίοις πυρετοῖς καὶ τριταίοις. αἱ γὰρ ἐν ταῖς παρακμαῖς τῶν τοιούτων παροξυσμῶν ἐκκρίσεις 

853
κενοῦσι τὸ πλῆθος, ὥστε πάνυ χρὴ πολλὴν εἶναι τὴν περιουσίαν τῶν λυπούντων χυμῶν, ἵν’ ἡ φύσις ἀποστάσεως δεηθῇ.

Αἱ τῶν σκελέων ἐκθηλύνσιες, οἷον ἢ πρὸ νόσου ὁδοιπορήσαντι ἢ ἐκ νόσου αὐτίκα, διότι ἴσως τὸ ἐκ κόπων εἰς ἄρθρα ἀπέστη, δι’ ὃ αἱ τῶν σκελέων ἐκθηλύνσιες.

Οὐκ ἔστι γνῶναι σαφῶς πότερον τὰς ἀσθενείας μόνας ἐκθηλύνσεις εἴρηκεν ἢ τὰς σὺν ἀτροφίᾳ τῶν σκελῶν ὅλων γινομένας. ὅσον μὲν γὰρ ἐπὶ προτέρῳ τῶν προειρημένων παραδειγμάτων, ἐγχωρεῖ καὶ τὰς σὺν ἀτροφίᾳ νοεῖν. ὅσον δ’ ἐπὶ τῷ δευτέρῳ, καθ’ ὅ φησι, διότι ἴσως τὸ ἐκ κόπων εἰς ἄρθρα ἀπέστη, τὰς ἰσχνότητας οὐκ ἄν τις εὐλόγως ἀκούσειεν, ἀλλ’ ἁπλῶς τὰ ἀσθενείας, αἵ τινες δύνανται καὶ χωρὶς ἰσχνότητος, ἤτοι ἐκλύτους τὰς ἐνεργείας ἐργάσασθαι

854
τῶν σκελῶν ἢ τὰς ἀποστάσεις ὑποδέχεσθαι. τὸ δὲ ἐπὶ τῷ τέλει προσκείμενον, δι’ ὃ αἱ τῶν σκελῶν ἐκθηλύνσιες, εἴρηται καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως. ὅθεν ἔνιοι τῶν ἐφεξῆς γεγραμμένων ἡγούμενον αὐτὸ ποιοῦσι. πρῶτον μὲν ἀφαιροῦντες τὸ διότι, συμμετακοσμοῦντες δὲ αὐτῷ τινὰ καὶ τῶν ἐκ τῆς ἑπομένης ῥήσεως. ὅπερ δὲ καὶ τὴν ἀρχὴν εἶπον ἀναμνήσω καὶ νῦν, ἔστι δὲ τοῦτο τὸ πολυειδῶς γεγράφθαι τὰς ἐν τούτῳ τῷ βιβλίῳ ῥήσεις, ὥσπερ καὶ τήνδε, μετὰ τοῦ διεσπάσθαί τινας οὐκ ὀρθῶς ἢ συνῆφθαι πάλιν οὐ προσηκόντως. ὧν εἰ μνημονεύσοιμι πάντων ἅμα τῷ διελέγχειν τοὺς ἁμαρτάνοντας, εἰς ἄπειρον ἐκταθήσεται μῆκος ὁ λόγος.

Φύματα ἕξω ἐξοιδέοντα καὶ τὰ ἀπόρεα καὶ τὰ κορυφώδεα καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα καὶ μὴ περίσκληρα καὶ
855
κατάῤῥοπα καὶ τὰ μὴ δίκραια ἀμείνω. τὰ δ’ ἐναντία κακὰ καὶ ὅσῳ πλείστως ἐναντία κάκιστα.

Ἀπὸ τῶν ἐν τῇ γῇ φυομένων οἱ ἄνθρωποι φύματα κεκλήκασιν τοὺς παρὰ φύσιν ὄγκους ὅσοι τοὐπίπαν ἄνευ τῆς ἔξωθεν αἰτίας γίνονται, μάλιστα οὖν ὀνομάζουσιν οὕτω τὰ πρὸς τὸν ἐκτὸς τόπον ἐπειγόμενα. τῷ δ’ οὐκ ἔχειν ἕτερον ὄνομα καὶ τὰ πλατέα καὶ βραχεῖ τοῦ κατὰ φύσιν ὑψηλότερα. καὶ ταῦθ’ ὡσαύτως ἐνίοτε προσαγορεύουσιν, ὅπερ καὶ Ἱπποκράτης ἐποίησεν, ἀγαθὰ μὲν εἶναι λέγων τὰ ἐξοιδοῦντα, τουτέστιν ἐφ’ ὦν ἀξιόλογος ἡ ἐξόγκωσις ἢ ὅσα τὴν αὔξησιν οὐκ ἐς τὴν ἔσω χώραν, ἀλλ’ εἰς τὴν ἔξω ποιεῖται, καθάπερ ἐν προγνωστικῷ γράφων εἶπεν· Ὅσα μὲν ἔξω τρέπεται ἄριστά ἐστιν ὡς μάλιστα ἐκκλίνοντα καὶ εἰς ὀξὺν ἀποκορυφοῦντα. ὅσα δὲ, φησὶν, ἔσω ῥήγνυται, ἄριστά ἐστιν ἃ τῶν ἔξω χωρίων μηδὲν ἐπικοινωνεῖ, κάλλιον μὲν γὰρ ἔξω ῥέπειν. εἰ δὲ ἔσω ῥέπει, βέλτιον πάλιν ἐν τούτοις ἐστὶν

856
ἅπασιν αὐτῶν τὴν ῥοπὴν ἐς τὴν ἔσω χώραν πεποιῆσθαι. τῶν μὲν οὖν φυμάτων ἡ γένεσις ἐν ἐπιγαστρίῳ τέ ἐστιν ἢ καὶ κατὰ θώρακα. τούτοις γὰρ ὑπόκεινται χῶραι κεναὶ, τὸν παρὰ φύσιν ὄγκον ἐκδεχόμεναι τῶν ἔσω ῥεψάντων φυμάτων. αὐτῶν δὲ τῶν ἐξογκουμένων ἔξω, τὰ ἀπόξεα καὶ κορυφώδη κρείττονα τῶν πλατέων ἐστὶν, ὡς ἂν ὑπὸ θερμοτέρων τε καὶ λεπτοτέρων τῇ συστάσει γινόμενα χυμῶν καὶ διὰ τοῦτο ταχέως ἐκπυϊσκόμενα. τὰ γὰρ ὑπὸ παχέων καὶ γλίσχρων γινόμενα ὡς ἂν ψυχρῶν ἄντων, πλατέα τέ ἐστι καὶ δύσπεπτα καὶ σήπεται μᾶλλον, οὐ πέττεται χρόνῳ πλείονι, σὺν τούτοις δὲ ἐπαινεῖ καὶ τὰ ὁμαλῶς ἐκπυϊσκόμενα. τὰ γὰρ ἐκ μέρους μέν τινος ἑαυτῶν ἐκπυήσαντα, τὸ λοιπὸν δὲ ἅπαν ἀνεκπύητον ἔχοντα, πρῶτον μὲν αὐτῷ τὰ χρονιώτερα τῶν ἄλλων ἐκπυησάντων εὐθέως εἶναι μοχθηρὰ, δεύτερον δὲ τῷ δυσχερεῖ τῆς θεραπείας. ἄλλων μὲν γὰρ δεῖται τὰ διαπυήσαντα τῶν ἰαμάτων, ἄλλων δὲ τὰ ἀνεκπύητα. καὶ τὰ μὴ περίσκληρα δὲ βελτίω τῶν περισκλήρων ἐστὶν. ὀνομάζει δὲ περίσκληρα τὰ τὸ μέσον
857
ἑαυτῶν ἔχοντα μαλακὸν καὶ διαπυίσκον, ὅσον δὲ ἐν κύκλῳ τούτου σκληρὸν καὶ δυσεκπύητον ἢ ὅλως ἀνεκπύητον. ἐπαινεῖ δὲ καὶ τὰ κατάῤῥοπα φύματα. ταῦτα δέ ἐστιν ὅσα κατὰ τὴν κάτω χώραν τὴν κορυφὴν ἑαυτῶν ἴσχει τῆς ἐκπυήσεως. ἐνταῦθα γὰρ ἀναστομωθέντα τὰς ἀποῤῥύσεις εὐπετεῖς λαμβάνει, εἰ μὴ λάθοι γέ σε τῶν ἀνωμάλων ὄντα. καὶ τούτοις γὰρ τὸ μέν τι χρηστὸν ὑπάρχει, τὸ δέ τι μοχθηρόν. ὅσα δὲ τὴν ἐκπύησιν ὁμαλὴν ἔχοντα τὴν κορυφὴν ἐν τοῖς κάτω μέρεσι ποιεῖται, ταῦτα ἄριστα. καὶ τὰ μὴ δίκραια δὲ βελτίω τῶν δικραίων εἶναί φησιν. εὑρίσκεται γὰρ τῶν δικραίων τὸ μέσον οὐκ ἀπαθὲς μὲν, ἀνεκπύητον δὲ καὶ σκληρόν. εὔδηλον δ’ ὅτι τῶν ἐναντίως ἀλλήλοις διακειμένων φυμάτων ὧν διῆλθεν, ὅσα πλεῖστον ἀλλήλων διαφέρει ταῖς ἰδέαις, ταῦτα καὶ ταῖς δυνάμεσι καὶ τοῖς ἤθεσι διαφέρει πάμπολυ. πλάτος γὰρ ἱκανὸν ἐχουσῶν τῶν εἰρημένων διαφορῶν, ἀναγκαῖον εἶναι μέν τι μέσον τῶν ἐναντίων. ἀποκεχωρηκέναι δὲ τοῦ μέσου τὸ μὲν μᾶλλον, τὸ δὲ ἧττον, οἷον ἐπὶ τῶν σκληρῶν καὶ μαλακῶν· ἐπὶ 
858
μιᾶς γὰρ ἀντιθέσεως ὡς ἐπὶ παραδείγματος ἀρκέσει τὸν λόγον ποιήσασθαι. τὸ μὲν σκληρὸν τοῦ μαλακοῦ φαυλότερόν ἐστιν. αὐτοῦ δὲ τοῦ σκληροῦ τὸ μᾶλλον σκληρόν. εἰ δέ ἐστι σκληρότερον, εἴη χαλεπώτατον, οὕτω δὲ καὶ τὸ μὲν μετρίως μαλακὸν, ἀγαθὸν μετρίως ἐστί, τὸ δὲ τελέως μαλακὸν, ἀγαθὸν καὶ τοῦτο τελέως. ἅσπερ οὖν ταύτης τῆς ἀντιθέσεως ἤκουσας, ἐπὶ τὰς εἰρημένας ἁπάσας γε μεταφέροις.

Τὸ θηριῶδες φθινοπώρου καὶ αἱ καρδιαλγίαι καὶ τὸ μελαγχολικόν.

Εἴτε τὰς ἀσκαρίδας, εἴτε τὰς ἕλμινθας λέγει τὸ θηριῶδες, εἴτε ἐλέφαντα καὶ καρκίνον, εἴτε φθίσιν ὥς τινες ἤκουσαν, εἴτε πᾶν τὸ κακόηθες. εἰκότως ἐν φθινοπώρῳ τὰ τοιαῦτα γίνεται πάντα, διά τε τὴν κακοχυμίαν τῆς ὥρας καὶ τὴν τοῦ περιέχοντος ἀνώμαλον κρᾶσιν. οὐδὲν

859
οὖν θαυμαστὸν εἰ καὶ καρδιαλγίαι καὶ τὸ φρικῶδες καὶ τὸ μελαγχολικὸν ἐπικρατεῖ κατὰ τὴν φθινοπωρινὴν ὥραν. ἅπαντα γὰρ ἕπεται ταῦτα τοῖς προειρημένοις αἰτίοις. εἴρηται δὲ ἡμῖν ἐπὶ πλέον ἐν τῇ τοῦ δευτέρου τῶν ἐπιδημιῶν ἐξηγήσει περὶ τῶν κατὰ τὸ φθινόπωρον ἁπάντων.

Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς ἐπισκέπτεσθαι καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, ὡς τὸ ἐν δείλῃ παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς εἰς δείλην καὶ αἱ ἀσκαρίδες.

Κᾀν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν οὕτως ἐγέγραπτο πρὸς τὰς ἀρχὰς τῶν νούσων σκεπτέον εἰ αὐτίκα ἀνθεῖ. χρῆται γὰρ ἐνίοτε τῇ πρὸς τὰς ἀρχὰς φωνῇ ὁ Ἱπποκράτης, ὡσεὶ καὶ κατὰ τήνδε τὴν λέξιν εἶπε· πρὸς τὰς ἀρχὰς τῶν νούσων διαφέρει τὸ σκοπεῖσθαι εἰ αὐτίκα ἀνθεῖ, καθάπερ κᾀν τῷ φάναι ὃ καὶ πρὸς τὸ θερμαίνειν καὶ ψύχειν καὶ

860
ξηραίνειν καὶ ὑγραίνειν, πολλὰ ἄν τις εὕροι τοιαῦτα. οὐ γὰρ ὡς ἐναντιούμενος, οὐδ’ ὡς ἀντιλέγων, ἀλλ’ ὡς συνεργοῦντα πρὸς τὸ θερμαίνειν καὶ ψύχειν καὶ ξηραίνειν καὶ ὑγραίνειν χρῆται, πολλὰ, φησὶν, ἄν τις εὕροι τοιαῦτα. δέδεικται δὲ καὶ τοῦθ’ ἡμῖν, ἐν οἷς ἐξηγούμεθα τὸ δεύτερον τῶν ἐπιδημιῶν. εἰ δ’ οὐχ οὕτως ἐθέλοι τις ἀκούειν τῆς λέξεως, ἀναγκαῖόν ἐστι τὸ πρὸς τὰς ἀρχὰς ἀντὶ τοῦ κατὰ τὰς ἀρχὰς ἢ περὶ τὰς ἀρχὰς ἀκούειν. οὐ μὴν ἐν ταῖς ἀρχαῖς γε μόναις τοῦτο παραινεῖ σκοπεῖν, ἀλλ’ ἐν ὅλαις ταῖς νόσοις, εἶτα παράδειγμα προσέθηκεν ὃ δυνατόν ἐστιν ἀναγνῶναι διττῶς, καθ’ ἕνα μὲν τρόπον, τὸ ἐς δείλην παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς, εἶτ’ ἀφ’ ἑτέρας ἀρχῆς ἐς δείλην καὶ αἱ ἀσκαρίδες· καθ’ ἕτερον δὲ τρόπον, οἷον τὸ ἐς δείλην παροξύνεσθαι καὶ ὁ ἐνιαυτὸς ἐς δείλην. εἶτα ἀπ’ ἄλλης ἀρχῆς καὶ ἀσκαρίδες. ἀναλόγως γάρ τινα ἔχειν ἡγεῖται τὴν ἡμέραν πρὸς ὅλον τὸν ἐνιαυτὸν, ὡς τῷ μὲν ἑωθινῷ καιρῷ τὸ ἔαρ ἐοικέναι, τῇ δὲ μεσημβρίᾳ τὸ θέρος, τῇ δὲ ἑσπέρᾳ τὸ φθινόπωρον, τῇ δὲ νυκτὶ τὸν χειμῶνα. λέλεκται δὲ καὶ
861
περὶ τούτων ἐπὶ πλέον ἐν οἷς ἐξηγούμεθα τὴν ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ῥῆσιν, ἧς ἀρχὴ, αἱ ἀσκαρίδες δείλης.

Νηπίοισι βηχίον ξὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυνεχεῖ, σημαίνει μετὰ κρίσιν διμηναίῳ τὸ ξύμπαν εἰκοσταίῳ καὶ οἰδήματα ἐς ἄρθρα.

Ἅπαντες ὁμοίως πιστεύοντες τοῖς γεγραμμένοις οἱ ἐξηγησάμενοι, μετὰ τοῦ μηδὲ νοεῖν, ὧν ἐπαινοῦσιν, ἔνια. καίτοι τινὰ μὲν, εἰ καὶ κακοζηλότερον εἰπεῖν, οἷον νεῦρα τῆς τέχνης ἐστὶν, τινὰ δὲ πάνυ σμικρὰν ἔχει τὴν ὠφέλειαν, ἔνια δὲ οὐδὲ σμικρὰν, ὥσπερ καὶ τὸ κατὰ τὴν προκειμένην ῥῆσιν. ἐγὼ γὰρ ὅσα μὲν ἀεὶ φαίνεται γινόμενα κατὰ τοὺς ἀῤῥώστους, ὡσαύτως ἀξιομνημόνευτα νομίζω, καὶ τούτων αὐτῶν μάλιστα τὰ μεγάλην ἔχοντα τὴν χρείαν, ὥσπερ ὀλίγον ἔμπροσθεν ἔλεγον, ἐπὶ τῆς κατὰ τὸ ῥῖγος

862
προγνώσεως. ἐν σφοδροτάτῳ γὰρ ἐνίοτε πυρετῷ μετ’ ἀγρυπνίας καὶ ἄσης καὶ δίψους καὶ δυσφορίας, ἔσθ’ ὅτε δὲ καὶ παραφροσύνης, ἁπάντων ταραττομένων καὶ κλαιόντων τῶν οἰκείων τοῦ κάμνοντος, ἔνεστιν ἐπιστημονικῶς προειπόντα ῥῖγός τε καὶ ἱδρῶτα καὶ λύσιν τοῦ νοσήματος, Ἀσκληπιὸν εἶναι δοκεῖν. ἐπὶ δὲ τοῦ νῦν λεγομένου, πρῶτον μὲν οὐ σαφές ἐστιν ὃ λέγει. δεύτερον δὲ κᾂν ἁπάσας αὐτοῦ τὰς πιθανὰς ἐκδοχὰς ὑπόθηταί τις ἔχεσθαι τῆς τοῦ γράψαντος γνώμης, οὐδὲν ἐξ αὐτῶν ἐστι προειπεῖν ὑποκείσθω γάρ τι νήπιον βῆττον, ἅμα γαστρὸς ταραχῇ καὶ πυρετῷ συνεχεῖ, κᾄπειτα κρινόμενον ὁπωσοῦν ἐν ᾗπερ ἂν ἡμέρᾳ βούληταί τις, εἴτ’ οὖν ὀγδοηκοστῇ μετὰ τὴν ἀποκύησιν, εἴθ’ ἑξηκοστῇ, διττῶς γὰρ ἐξηγήσαντο τὴν λέξιν τήνδε, διμηνιαίῳ τὸ σύμπαν εἰκοσταίῳ, τινὲς μὲν δὲ ἀπὸ γενετῆς διμηνιαῖον εἶναι βουλόμενοι, καθ’ ἣν ἡμέραν κρίνεται τὸ παιδίον, εἰκοσταῖον δ’ ἀφ’ ἧς ἡμέρας ἤρξατο νοσεῖν, τινὲς δὲ διμηνιαίῳ γινομένῳ τὴν νόσον ἀρξαμένην κριθῆναι μεθ’ ἡμέρας εἴκοσι, καὶ τούτων οὕτως ἐχόντων ἡμᾶς προλέγειν, ὅτι τούτῳ 
863
τῷ παιδίῳ καὶ ἀπόστασίς τις εἰς ἄρθρα γενήσεται μετὰ τὴν κρίσιν. καὶ μὴν οὔτε διὰ παντὸς οὔθ’ ὡς τὸ πολὺ συμβήσεται τοῦτο. χρὴ δὲ τὰς προῤῥήσεις ἢ ἀμεταπταίστους εἶναι διὰ παντὸς ἢ σπανιάκις σφάλλεσθαι. τὸ δ’ ὀλιγάκις μὲν ἐπιτυγχάνειν, πλεονάκις δ’ ἀποτυγχάνειν, οὐ τεχνικόν.

Ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν. ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον, ἢν μὴ ἐκπυήσῃ.

Ὅτι μὲν ἔτι περὶ τῶν παιδίων λέγει ταῦτα, δῆλόν ἐστι διὰ τῶν ἐφεξῆς εἰρησομένων. ὅ γε μὴν λόγος οὗτος οὐ τῶν ἐπὶ μέρους ἐστὶν, ἀλλὰ τῶν καθόλου καὶ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν καὶ κατὰ τοὺς ἀφορισμοὺς καὶ κατὰ τὸ προγνωστικὸν εἰρημένος, ἃ προεξηγησάμεθα. βούλεται γὰρ τὰς μὲν ἐκ τῶν ἄνω χωρίων, εἰς τὰ κάτω τοῦ ὀμφαλοῦ

864
γινομένας ἀποστάσεις, ἀγαθὰς εἶναι, τὰς δὲ μὴ τοιαύτας, οὐκ ἀγαθάς. ἐκλύει δ’ αὐτῶν τι τῆς κακίας, ἐὰν ἐκπυήσῃ τὰ οἰδήματα. κέχρηται δὲ κᾀνταῦθα τῇ προσηγορίᾳ τοῦ οἰδήματος, ἐπὶ τοῦ γενικοῦ σημαινομένου τῶν παρὰ φύσιν ὄγκων, ὡς καὶ πρόσθεν εἴρηται.

Τὰ δ’ ἐν ὤμοισιν ἐκπυέοντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέει.

Ὅτι περὶ τῶν νηπίων ἔτι διαλέγεται, σαφὲς αὐτὸς ἐποίησεν εἰπὼν, τοῖσι τηλικούτοισιν, ἀξιῶν ἡμᾶς ἐπὶ τὴν ἀρχὴν ἀναφέρειν τοῦ λόγου καὶ τὰ νῦν εἰρημένα. κατά τινα δὲ τρόπον γαλιάγκωνες οἱ τοιοῦτοι γίνωνται, μεμάθηκας ἔν τε τῷ περὶ ἄρθρων αὐτοῦ συγγράμματι καὶ τοῖς ἡμετέροις ὑπομνήμασιν εἰς αὐτό.

865
Λύσειε δ’ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ· τὰ δὲ τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισιν.

Παρὰ τὸ ἐκθύειν, ὅπερ ἐστὶν ἐξορμᾷν, τὴν ἔκθυσιν εἴρηκεν ἐκτεινομένης τῆς μέσης συλλαβῆς, ὡσεὶ καὶ ἐξόρμησιν εἴρηκε. λύειν δ’ αὐτά φησι τὰς ἀποσκήμματος δεομένας διαθέσεις, ἢν μὴ στρογγύλα καὶ βαθέα ᾖ, τουτέστιν εἰ μὴ κακοήθη μάλιστα γένοιτο· καὶ γὰρ ἀνιαρὰ τοῖς βρέφεσιν, οὐ δυναμένοις φέρειν οὔτε τὰς ὀδύνας οὔτε τὴν θεραπείαν, καὶ ἄλλως δυσίατα τὰ τοιαῦτα.