In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι τούτων, διαχωρήμασιν ὠμοῖσι, πολλοῖσι, λεπτοῖσι.

Εὔδηλον μὲν κᾀκ τούτων ἐστὶν ὡς οὐ προσέχει τῇ τῶν διαχωρημάτων ἰδέᾳ κατὰ τὴν τῶν καυσωδῶν νοσημάτων

695
διάγνωσιν. ὠμὰ γοῦν ἔφη καὶ λεπτὰ καὶ διαχωρούμενα τοῖς τότε καυσουμένοις γίνεσθαι, μήτε χολωδῶν ἀκράτων μήτε συντήξεων μνημονεύσας, ἅ τινες οἴονται μέγιστα γνωρίσματα καύσων εἶναι πυρετῶν.

Οὖρα τὰ πολλὰ λεπτὰ, κρίσιμον οὐδὲ χρηστὸν οὐδὲν ἔχοντα.

Ἐν ταῖς περὶ τῶν οὔρων διηγήσεσιν εἴωθε τὰ συμβεβηκότα γράψας αὐτοῖς μηκέτι προστιθέναι πότερον ἀγαθοῦ τινός ἐστιν ἢ κακοῦ σημεῖα, μεμνῆσθαι νομίζων ἡμᾶς ὧν ἐμάθομεν ἐν προγνωστικῷ καθόλου, περὶ κακίας τε καὶ ἀρετῆς οὔρων. ἐνταῦθ’ οὖν μοι δοκεῖ προστεθεικέναι, καίτοι προειρηκὼς αὐτὰ λεπτὰ, διότι προσέγραψεν αὐτοῖς τὰ πολλά. μεμνημένος γὰρ ὅτι καὶ δι’ οὔρων πλήθους αὐτὸς ἡμᾶς ἐδίδαξε γίνεσθαί ποτε κρίσιν, ἐπεσημήνατο νῦν ὅτι καὶ πολλῶν ὄντων αὐτῶν ὅμως οὐδὲν ἦν κρίσιμον οὐδὲ χρηστόν· οὐ γὰρ ἐκκαθαίρουσα τὸ σῶμα καὶ κινοῦσα τὰ

696
λυποῦντα φαίνεται νῦν ἡ φύσις ἐργαζομένη τὸ πλῆθος τῶν οὔρων, ἀλλ’ ὥσπερ ἔμαθες ἱδρῶτάς τε καὶ διαχωρήματα ποτὲ μὲν ὡς συμπτώματα τῆς κατὰ τὸ σῶμα περιουσίας τῶν μοχθηρῶν χυμῶν ἐκκρίνεσθαι, ποτὲ δὲ ἐκκαθαιρούσης αὐτὰ τῆς φύσεως, οὕτω καὶ νῦν τὰ οὖρα πλεοναζούσης ὑγρότητος ὀῤῥώδους ἐν τῷ σώματι συμπτώματ’ ἐστί. διὰ τοῦτ’ οὖν αὐτοῖς προσέθηκε τὸ κρισιμὸν οὐδὲν οὐδὲ χρηστόν. ἐξεκρίνετο γὰρ ἤτοι διὰ πλῆθος ἄμετρον, οὐ δυναμένων αὐτὰ τῶν περιεχόντων μορίων στέγειν, ἢ διὰ δῆξιν ἰσχυρὰν ἀνιωμένων τε καὶ διὰ τοῦτο πρὸς τὴν ἀπόκρισιν ἐξορμώντων. τοιαῦτα δὲ κατὰ τὴν αὐτὴν ταύτην κατάστασιν ἐγένετο καὶ διὰ τῆς γαστρὸς ἐκκρινόμενα, καθότι προείρηται· καὶ δηλονότι καὶ οἱ ἱδρῶτες ἀνάλογον αὐτοῖς ἦσαν.

Οὐδ’ ἄλλο κρίσιμον οὐδὲν τοῖσιν οὕτως ἔχουσιν ἐπεφαίνετο, οὔτε γὰρ ᾑμοῤῥάγει καλῶς οὔτε τις ἄλλη τῶν εἰθισμένων ἀπόστασις ἐγίνετο κρίσιμος, ἔθνησκόν τε
697
ἕκαστος, εἰ τύχῃ, πεπλανημένως, τὰ πολλὰ περὶ τὰς κρίσιας, ἐκ πολλοῦ δέ τινες, ἄφωνοι, ἱδρῶντες πολλοί. τοῖσι γοῦν ὀλεθρίως ἔχουσι συμβαίνει ταῦτα.

Τῶν μὲν οὖν ὀλεθρίως ἐχόντων ξυνέπιπτε ταῦτα, ἃ κατέλεξεν ἐνταῦθά σοι, τὰ τῶν ὀλεθρίως ἐχόντων καυσωδῶν συμπτώματα. προακήκοας δὲ πολλάκις ἤδη διὰ τί τῶν εἰρημένων ἕκαστον ὀλέθριόν ἐστι· τοῖσι μὲν ὀλεθρίως ἔχουσι ξυνέπιπτε ταῦτα.

Παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσι.

Συμπληρώσας τὸν περὶ τῶν καύσων λόγον ἐπὶ τὰ συμβάντα τοῖς φρενιτικοῖς μεταβαίνει· προσχῶμεν οὖν κᾀνταῦθα ταῖς ῥήσεσιν αὐτοῦ.

698
Ἄδιψοι δὲ πάνυ ἦσαν οὗτοι.

Περὶ τῶν φρενιτικῶν ὁ λόγος· ἀδίψους δ’ αὐτοὺς γεγονέναι φησὶν οὐχ οὕτως διὰ τὸ πολλὴν ὑγρότητα πλεονάζουσαν ἔχειν ἐν τῷ στόματι τῆς γαστρὸς, ὡς διὰ τὸ μὴ παρακολουθεῖν οἷς ἔπασχον καὶ νενεκρῶσθαι τὴν ὀρεκτικὴν τοῦ στομάχου αὐτοῖς δύναμιν.

Οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ’ ἄλλοισιν, ἀλλ’ ἄλλῃ τινὶ καταφορῇ κακῇ, νωθρῇ, βαρέως ἀπώλλυντο.

Εἰ χωρὶς τοῦ προειπεῖν οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ἀπλῶς εἰρήκει τοὺς τότε φρενιτικοὺς ἀπόλλυσθαι καταφορῇ νοθρῇ, πιθανὸν ἦν ἀκοῦσαι μεταπτώσεως εἰς λήθαργον αὐτοῖς γενομένης, οὕτω διαφθείρεσθαι. προειρημένου

699
δὲ τοῦ, οὐδ’ ἐξεμάνη οὐδεὶς, εὐλογώτερόν ἐστι μετὰ καταφορᾶς αὐτοὺς ἀπόλλυσθαι μένοντας φρενιτικοὺς, ὅπερ ἐστὶ παραφρονοῦντας, ἐν τούτῳ γὰρ μόνῳ διηνεκῶς ὑπάρχοντι μετὰ πυρετοῦ τὴν φρενῖτιν νοοῦμεν, οὐδενὶ διαφέρουσαν ἄλλῳ τῆς μανίας πλὴν τῷ πυρετῷ. φρενῶν μὲν γὰρ ἄμφω βλάβαι. τὸ δὲ χωρὶς πυρετοῦ τῶν μαινομένων ἴδιον, ὥσπερ τὸ σὺν πυρετῷ τῶν φρενιτικῶν. θαυμαστὸν οὖν οὐδὲν ἠθροισμένων ἐν τῷ σώματι χυμῶν ὠμῶν, ὡς τά γε διαχωρούμενα τὴν ἔνδειξιν ἐποιήσατο, κωματώδεις τε ἅμα καὶ παραφρονοῦντας γενέσθαι, κωματώδεις μὲν διά τε τὸ πλῆθος καὶ τὴν ψυχρότητα τῶν ὠμῶν χυμῶν, παραφρονοῦντας δὲ, διότι σηπόμενοι δριμύτητά τε καὶ θερμασίαν ἐγέννων.

Ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ, περὶ ὧν γεγράψεται.

Ἀναμνησθῶμεν δ’ ὅτι προειπὼν, ἦν κατάστασις τῶν

700
γενομένων καυσώδης, ἣν δὴ καὶ διηγησάμενος ἐφεξῆς πάντ’ αὐτοῖς τὰ συμβάντα καὶ μετὰ ταῦτα πάλιν εἰπὼν, παραπλήσια δὲ καὶ τοῖσι φρενιτικοῖσιν. εἶτα καὶ τὸν περὶ τούτων λόγον ἅπαντα πληρώσας ἑξῆς ἐπήνεγκεν· ἦσαν δὲ καὶ ἄλλοι πυρετοὶ περὶ ὧν γεγράψεται. δηλοῖ γὰρ ἐκ ταύτης τῆς λέξεως πυρετῶν εἴδη τὸν καῦσον εἶναι καὶ τὴν φρενῖτιν, καῦσον μὲν, ὃς ἂν διηνεκὲς ἔχῃ δίψος μετὰ διηνεκοῦς πυρώσεως πολλῆς, φρενῖτιν δὲ, ὡς ἂν συνεχὴς ὢν, ἅμα καὶ παραφροσύνῃ γίνεται διηνεκεῖ.

Στόματα πολλοῖσιν ἀφθώδεα, ἑλκώδεα, ῥεύματα περὶ αἰδοῖα πολλὰ, ἑλκώματα, φύματα ἔξωθεν, εἴσωθεν τὰ παρὰ βουβῶνας.

Εἰρήκει μὲν ἔμπροσθεν καὶ περὶ τούτων. ἀλλ’ ἐν τῷ κατὰ μέρος ὑπὲρ ἑκάστου λέγει, μέχρι τοῦ φθινοπώρου τὰς τῶν ἐρυσιπελάτων γενέσεις εἰπὼν προελθεῖν, εὔδηλός

701
ἐστι καὶ περὶ τῶν νῦν ἐφεξῆς αὐτοῖς γραφομένων ἁπάντων ἐνδεικνύμενος ταὐτό. κατὰ τοῦτ’ οὖν αὖθις ἐμνημόνευσε τῶν αὐτῶν.

Ὀφθαλμίαι ὑγραὶ, μακραὶ, χρόνιαι μετὰ πόνων, ἐπιφύσιες βλεφάρων ἔξωθεν, ἔσωθεν, πολλῶν φθείροντες τὰς ὄψιας, ἃς σῦκα ἐπονομάζουσιν.

Ἡ τοῦ πλεονάσαντος χυμοῦ περιουσία διττὸν ἔοικεν ἔχειν εἶδος ἐν τῇ κατὰ πάχος καὶ λεπτότητα διαφορᾷ, καθάπερ εἴωθεν ἀεὶ σχεδὸν ἐφ’ ὑγραῖς καὶ νηνέμοις γίνεσθαι καταστάσεσιν. εἰ μὴ γὰρ οἰκείοις τις τοῖς γυμνασίοις χρώμενος ῥιπίζει τε ἅμα καὶ διακαθαίρει καὶ κινεῖ τὸ σῶμα, πλῆθος ἀθροίζει χυμῶν καὶ παχέων καὶ λεπτῶν· παχέων μὲν διὰ τὴν ἀργίαν, λεπτῶν δὲ καὶ ὑδατωδῶν, διὰ τὸ μὴ κεκενῶσθαι. τῆς μὲν οὖν λεπτότητος αὐτῶν τεκμήρια τά τε κατὰ τὴν γαστέρα διερχόμενα λεπτὰ καὶ τὰ οὖρά γε

702
τοιαῦτα γενόμενα· τοῦ δὲ πάχους τό τε χρονίσαι πᾶν καὶ τὸ συνεδρεῦον τοῖς πλείστοις κῶμα. καὶ τούτων οὖν εἰκότως οἷς ἐπ’ ὀφθαλμοὺς ἔῤῥεψε τὸ πλῆθος, ὑγρᾶς μὲν ὀφθαλμίας εἰργάσατο διὰ τὴν λεπτότητα, τὰς δὲ τῶν βλεφάρων ἐπιφύσεις διὰ τὸ πάχος. τοῦ γὰρ ἐπιῤῥέοντος τοῖς ὀφθαλμοῖς χυμοῦ τὸ μὲν ἐκκρινόμενον ὑγρὸν ἐργάζεται τὰς ὀφθαλμίας, τουτέστι μετὰ ῥεύματος ὑγροῦ καὶ ὑδατώδους, τὸ δὲ παχύτερον ἐμπλαττόμενον τοῖς πάσχουσι μορίοις τὰς ὀχθώδεις ἐπαναστάσεις. ὅσον δὲ ἐν τῷ βάθει τῶν ὀφθαλμῶν ἐγένετο τοῦ παχέος χυμοῦ τὰς ὀδύνας εἰργάζετο.

Ἐφύετο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἑλκέων πολλὰ καὶ ἐν αἰδοίοισι.

Τὰ διὰ τὸ πάχος τῆς ὕλης ἐπιφυόμενα τοῖς βλεφάροις οὐκ ἐνταῦθα μόνον, ἀλλὰ κᾀπὶ τῶν αἰδοίων ἔφη γενέσθαι, καὶ εἴ πού τι μόριον ἄλλο συνέτυχεν ἑλκωθῆναι, τοῦ πάχους

703
τῶν χυμῶν, ὡς εἴρηται, τὰς τοιαύτας ἐπιφύσεις ἐργαζομένου· καλοῦσι δ’ αὐτὰς οἱ πολλοὶ μύκητας.

Ἄνθρακες πολλοὶ κατὰ θέρος καὶ ἄλλα, ἃ σῆψις καλέεται.

Καὶ διὰ τὸ χρονίζειν μὲν ἐν τῷ σώματι τὴν κακοχυμίαν ἡ σηπεδὼν ηὐξάνετο, τοῦ θέρους δ’ ἐπιλαβόντος, οὐδ’ αὐτοῦ τοὺς ἐτησίας ἔχοντος, ἔτι καὶ μᾶλλον εἰς ἄκρον ἀφίκετο καὶ διὰ τοῦτο θερμὰ νοσήματα πλείω τε καὶ κακοηθέστερα τῶν ἔμπροσθεν ἐγένετο. δέδεικται γὰρ ὅτι καὶ ὁ ἄνθραξ ἐκ θερμῆς μέντοι πυῤῥότητος, παχείας δὲ κατὰ τὴν σύστασιν ὕλης ἔχει τὴν γένεσιν.

Ἐκθύματά τε μεγάλα.

Πρόδηλον μὲν ὅτι παρὰ τὸ ἐκθύειν, ὅπερ ἐστὶν ἐξορμᾶν.

704
ἡ προσηγορία τοῖς ἐκθύμασι γέγονεν, ἐπὶ τῶν αὐτομάτως ἐξανθούντων κατὰ τὸ δέρμα. γένεσις δ’ αὐτοῖς ἐκ τῶν περιττῶν δηλονότι χυμῶν, ἀλλὰ καὶ τῇ ποιότητι προσηκόντως ἕπεται, τῶν μὲν χυμῶν λεπτῶν ἑλκώσεις ἐργαζομένων μᾶλλον ἢ ὄγκους, τῶν δὲ παχέων εἰς ὄγκον ἐξαιρόντων τὸ δέρμα. πρόδηλον δ’ ὅτι ταὐτοῦ γένους ἐστὶ τοῖς προειρημένοις ἐπιφύεσθαι κατὰ τὰ βλέφαρα καὶ τὰ ἕλκη καὶ τὰ νῦν ἐν τῷ δέρματι τὴν γένεσιν αὐτόματον ἔχοντα.

Ἕρπητες πολλοῖσι μεγάλοι.

Μεγάλους ἤτοι διὰ τὸ πολὺν ἐπιλαμβάνων τόπον ἢ διὰ τὸ μετ’ ἀναβρώσεως κακοήθους γίνεσθαι κέκληκεν. ἑκάτερον δ’ ἀκολουθεῖ τῇ κατὰ τοὺς χυμοὺς εἰρημένῃ διαθέσει.

Τὰ δὲ κατὰ κοιλίην πολλοῖσι πολλὰ καὶ βλαβερὰ συνέβαινε.
705
πρῶτον μὲν τεινεσμοὶ πολλοῖσιν ἐπιπόνως, πλείστοισι δὲ παιδίοισι καὶ πᾶσιν ὅσα πρὸ ἥβης καὶ ἀπώλλυντο τὰ πλεῖστα τούτων, λειεντερικοὶ πολλοί.

Καὶ διὰ τὴν ὑγρότητα τῆς ἡλικίας καὶ διότι πλείω προσφερόμενα τὰ παιδία διαφθείρει τὰς τροφὰς πολλάκις εἰκότως ἡλίσκετο τεινεσμοῖς. ἔστι μὲν οὖν καὶ ἄλλως ὀδυνηρόν τε καὶ ὀχληρὸν τὸ πάθος, ὀδυνηρὸν μὲν διὰ τὴν τάσιν, ὀχληρὸν δὲ διὰ τὸ συνεχὲς τῆς ἐξαναστάσεως. ἐν δὲ τῇ νῦν καταστάσει πληθωρικῇ τε ἅμα καὶ κακοχυμίᾳ λεγομένῃ πολλοὶ μᾶλλον λειεντερικοί. ἀῤῥωστούσης γὰρ τῆς καθεκτικῆς δυνάμεως ἔμαθες γινομένας τὰς λειεντερίας. εἰκὸς δὲ οὖν ὥσπερ ἡ θρεπτικὴ δύναμις τῆς γαστρὸς ἐνεκρώθη, δι’ ἣν ἀποσίτους ἐσχάτως αὐτοὺς γενέσθαι φασὶν ὀλίγον ὕστερον, οὕτως καὶ τὴν καθεκτικὴν βλαβῆναι.

706
Δυσεντεριώδεες, οὐδ’ οὗτοι λίην ἐπιπόνως.

Ἀκόλουθον ἦν ἐπιφέρεσθαι τοῖς προειρημένοις τισὶν οὐκ ἐπιπόνως νοσήσασι, προείρηται δ’ οὐδεὶς οὗτος, ἀλλὰ τοὐναντίον μᾶλλον οἵ τ’ ἔμπροσθεν ἅπαντες οἵ τε πρὸ τῶν λειεντερικῶν εἰρημένοι τεινεσμώδεις ἐπιπόνως ἐνόσησαν. μήτ’ οὖν ἡ λέξις ἡμάρτηται, καθάπερ καὶ ἄλλα πολλὰ τῶν ἁμαρτημάτων ἐν πολλοῖς τῶν βιβλίων ἐφυλάχθη, τοῦ πρώτου γραφέως ἁμαρτόντος· ἄμεινον γὰρ ἦν γεγράφθαι, οὗτοί τε λίην ἐπιπόνως. ἔνιοι μέντοι φασὶν εἰρῆσθαι τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως ἐν ἴσῳ τῷ πολλοὶ δυσεντεριώδεις οὐκ ἐγένοντο, δηλοῦν βουλομένου τἀνδρὸς ἐκ τοῦ ἐπιπόνως τὴν γένεσιν τοῦ νοσήματος, οὐ τὸν τρόπον. ἔνιοι δ’ ὅτι τοῖς δυσεντερικοῖς ἀνωδύνως ἐνοχλουμένοις ἐφεξῆς εἴρηται, διὰ τοῦτό φασι τὸ οὐδ’ οὗτοι λίην ἐπιπόνως ὑπ’ αὐτοῦ προστεθεῖσθαι, νοσούντων ἡμῶν τοὺς λειεντερικοὺς ἐξ ἀνάγκης ἀνωδύνους εἶναι.

707
Τὰ δὲ χολώδεα καὶ λιπαρὰ καὶ λεπτὰ καὶ ὑδατώδεα, πολλοῖσι μὲν αὐτὸ τὸ νούσημα εἰς τοιοῦτον κατέσκηψεν, ἄνευ τε αὐτῶν πυρετῶν καὶ ἐν πυρετοῖς, μετὰ πόνων στρόφοι καὶ ἀνειλίσιες κακοήθεες, τῶν πολλῶν ἐνόντων τε καὶ ἐπισχόντων διέξοδοι, τὰ δ’ ἐξιόντα πόνους οὐ λύοντα καὶ πάμπολλα μόρια τοῦ σώματος ἔπαθον.

Ἐν τῷ προκειμένῳ λόγῳ καὶ πᾶν εἶδος ἐν αὐτῷ συνέστηκε νοσήματος, ἐπειδὴ φύσει διαφέρουσιν ἀλλήλων οἱ ἄνθρωποι καὶ ἡλικίαις καὶ διαίταις. ἄλλος οὖν ἄλλον ἔχων πλεονάζοντα χυμὸν ὑπὸ τῆς καταστάσεως ηὔξησε τοῦτον, ὡς ἐδείξαμεν, εἶτα τῆς σηπεδόνος ἐπιγενομένης κατὰ τὰς διαφορὰς τῶν ἠθροισμένων χυμῶν ἡ σῆψις ὑπηλλάττετο· καὶ μέντοι καὶ φερομένης αὐτῆς εἰς τὸν ἑκάστῳ τῶν πασχόντων τόπον ἀσθενέστατον φύσει πολλοῖς οὕτω συνέβη παθεῖν μορίοις, ὡς ἂν καὶ τῶν ἀνθρώπων ἱκανῶς πολλῶν γενομένων. εὔλογον οὖν ἦν τοῖς φύσει χολώδεσι καὶ κατὰ

708
τὴν ἀκμαστικὴν ἡλικίαν οὖσι καὶ φροντισταῖς καὶ ταλαιπωρουμένοις ἐν ἔργοις τε καὶ πράξεσι ταῦτα πλεονάσαι. τὰ δὲ λιπαρὰ συντήξεως αὐτὸς ἐδίδαξεν εἶναι σημεῖα. τὰ δ’ ὑδατώδη λεπτῆς καὶ ὀῤῥώδους ὑγρότητος. πολλοῖς δέ φησιν αὐτὸ τοῦτο γενέσθαι τὸ νόσημα, τουτέστι τὸ διαχωρεῖν τὰ τοιαῦτα· καὶ γὰρ χωρὶς πυρετῶν ἐνίοις τοῦτο γενέσθαι φησί. τὰς δὲ διεξόδους, τουτέστι τὰς κενώσεις αὐτοῖς συμβῆναι, πολλῶν ἐνόντων καὶ ἐπισχόντων, ὅπερ ἴσως σημαίνει πολλῶν ἔτι καὶ κατὰ τὸ σῶμα τῶν ἐνόντων οὐδὲν ἧττον τὰς διεξόδους γενέσθαι πολλὰς καὶ διὰ τοῦτο μηδὲ τοὺς πόνους λύειν τὰ διεξιόντα. πῶς γὰρ οἷόν τε λύειν αὐτὰ, πολλῶν ἔτι τῶν ἐπεχομένων ὄντων.

Τοῖσί τε προσφερομένοισι δυσκόλους ὑπακούοντα. καὶ γὰρ αἱ καθάρσιες τοὺς πλείστους προσέβλαπτον. τῶν δὲ οὕτως ἐχόντων πολλοὶ μὲν ὀξέως ἀπώλλυντο, πολλοῖσι δὲ καὶ μακρότερα διῆγεν.
709

Προσφερόμενα δύναται λέγειν καὶ κοινῶς ἅπαντα τὰ βοηθήματα καὶ ἰδίως τὰ ἐσθιόμενα καὶ πινόμενα. τὰς δὲ καθάρσεις ὧν ἐμνημόνευσεν ἐν ἑκατέροις τάξαι δυνατόν. ὅτι δ’ οὐκ ὠφελεῖ τὰ βοηθήματα τοὺς οὕτως ἔχοντας εὔδηλόν ἐστιν, εἰ καὶ μηδὲν αὐτὸς εἰρήκει. πολλῶν γὰρ ἀποθνησκόντων, ἀνωφελῆ δηλονότι πᾶσιν αὐτοῖς τὰ βοηθήματα.

Ὡς δ’ ἐν κεφαλαίῳ εἰρῆσθαι, πάντες καὶ οἱ τὰ μακρὰ νοσέοντες καὶ τὰ ὀξέα, ἐκ τῶν κατὰ κοιλίην ἀπέθνησκον μάλιστα, πάντας γὰρ κοιλίην συναπήνεγκεν.

Καὶ ὁ καθ’ ἡμᾶς γενόμενος οὗτος ὁ μακρότατος λοιμὸς ἐκ τῶν διὰ τῆς κοιλίας κενουμένων σχεδὸν ἅπαντας ἀνεῖλεν. ἦν δὲ σύντηξις τὰ κενούμενα καὶ τοῦτ’ ἔοικεν ἀχώριστον εἶναι σύμπτωμα τοῦ καλουμένου λοιμώδους ἰδίως πυρετοῦ, καταλαμβάνοντος τοὺς ἀνθρώπους καὶ χωρὶς λοιμοῦ.

710
Ἀπόσιτοι δὲ πάντες μὲν ἐγένοντο καὶ ἐπὶ πᾶσι τοῖσι προγεγραμμένοισιν, οἷς ἐγὼ οὐδὲ πώποτε ἐνέτυχον. πολλοὶ δὲ μάλιστα οὗτοι καὶ οἱ ἐκ τούτων καὶ ἐκ τῶν ἄλλων δ’ οἱ ὀλεθρίως ἔχοντες.

Καὶ τοῦτο τὸ σύμπτωμα πάντας κατέλαβε τοὺς ἐν τῷ νῦν γενομένῳ λοιμῷ τῷ μακρῷ καὶ δι’ αὐτό γε τοῖς πλείστοις ἀποθανεῖν συνέβη. ὅσοι γοῦν ἀνδρειότεροι, βιαζόμενοι σφᾶς αὐτοὺς προσεφέροντο τὰ διδόμενα σιτία σχεδὸν ἅπαντες ἐσώθησαν. οἱ πλεῖστοι δ’ ἀποθανεῖν εἵλοντο μᾶλλον ἢ προσενέγκασθαί τι. ταῦτ’ οὖν ἔοικε συμβῆναι καὶ τοῖς τότε νοσήμασι τὰ κατὰ γαστέρα μάλιστα· καὶ γὰρ καὶ ταύτης ἔργον ἐστὶν ὄρεξις σιτίων.

Διψώδεες οἱ μὲν, οἱ δ’ οὔ.
711

Περὶ τῶν ἄνευ πυρετῶν διὰ γαστρὸς ταραχὴν, ὡς αὐτὸς ὠνόμασεν, ἐνοχλουμένων ὁ λόγος αὐτῷ νῦν εἴρηται. δῆλον δ’ ἐξ ὧν ἐπιφέρων εἶπε, τῶν δ’ ἐν πυρετοῖσι καὶ τοῖς ἄλλοις οὐδεὶς ἀκαίρως, φανερὸν δ’ ἐξ ὧν εἰρήκαμεν ἀνωτέρω καὶ διὰ τί μήτε διψώδεις ἅπαντες ἦσαν μήτ’ ἄδιψοι. πάχος τε γὰρ χυμῶν καὶ λεπτότης ὑδατώδης ἠθροίσθη, ψυχρὰ μὲν ἄμφω κατὰ τὴν ἑαυτῶν φύσιν, ἐπίκτητον δὲ θερμασίαν ἐκ σηπεδόνος λαμβάνοντα. καὶ τοίνυν ἐφ’ ὧν μὲν ἤδη τὸ σηπεδονῶδες θερμὸν ἐπεκράτει, διψώδεις ἦσαν, ἐφ’ ὧν δ’ οὐδέπω, καὶ οὗτοι πάλιν εὐλόγως ἦσαν ἄδιψοι.