In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἕκτῃ διαχωρήματα μέλανα, λιπαρὰ, ἔπαφρα, γλίσχρα, δυσώδεα· ὕπνωσε· κατενόει μᾶλλον.

Τὰ μὲν ὕπνωσε, κατενόει μᾶλλον, ἐπιεικῆ, τὰ δ’ ἄλλα μοχθηρά.

Ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτὰ, οὐκ εὔχροα. ὀγδόῃ διαχωρήματα μέλανα, ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίαν.

Μέχρι δεῦρο φαίνεται πάντ’ αὐτῷ τὰ συμπτώματα σφαλερά.

569
Ἐνάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε, ψύξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος· δεκάτῃ ταῦτα· ἑνδεκάτῃ κατενόει δι’ ὅλου πάντα, ἄπυρος, ἵδρωσεν, οὖρα λεπτὰ ἐπὶ κρίσιν.

Ἔοικεν ἰσχυρός τις ἄνθρωπος οὗτος γεγονέναι τὴν δύναμιν, ὡς μεγίστῳ νοσήματι διαπαλαίουσαν αὐτὴν ἀντισχεῖν. οὐδενὸς γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότος αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγους κριτικοῦ γενομένου καὶ μετ’ αὐτὸ, καθάπερ εἴωθεν, ὀξέος πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτος, οὐκ εὐθέως μὲν ἀπύρετος γεγονέναι διὰ τὸ μέγεθος τοῦ νοσήματος. ὅμως δ’ οὖν ἐπιμενόντων τῶν αὐτῶν. ἔφη γὰρ δεκάτῃ τὰ αὐτὰ, κατὰ τὴν ἑνδεκάτην εὐθέως ἀπύρετος γενέσθαι. τὸ δ’ ἐν τῇ κρίσει παρακροῦσαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γινομένων ἐστὶν ἐν κρίσεσι. καὶ γὰρ οὐδ’ ἀθρόα τις αὐτῷ ἔοικε συμβῆναι κατὰ 

570
τὴν ἐνάτην ἡμέραν ἡ κρίσις, ἀλλὰ μέχρι τῆς ἑνδεκάτης ἐκταθῆναι, καθ’ ἣν ἤδη, φησὶ, κατενόει πάντα. προσέθηκε δὲ τὰ οὖρα λεπτὰ περὶ κρίσιν, ἵνα μὴ πιστεύωμεν αὐτῇ, μηδὲ βεβαίαν εἶναι νομίσωμεν, ἀλλ’ ὑποστρέφειν ἐν τάχει τὸ νόσημα προσδοκῶμεν. τά τε γὰρ ἄλλα καὶ διὰ τὸ μέγεθος αὐτοῦ τὴν τοιαύτην προσδοκίαν εὔλογον ἦν ἔχειν.

Δύο διέλιπεν ἄπυρος, ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ, αὐτίκα δὲ τὴν νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε.

Συμπληρωθείσης τῆς ἡμιῤῥόπου τε καὶ ἀπίστου κατὰ τὴν ἑνδεκάτην ἡμέραν δύο διαλιπεῖν αὐτόν φησι, τουτέστι, τήν τε δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην, εἶτα πάλιν ὑποστρέψαι κατὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν ἐν παραπλησίοις γενέσθαι συμπτώμασιν.

571
Πεντεκαιδεκάτῃ οὖρον θολερὸν, ὡς ἐκ τῶν κατεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξὺς, πάντα· παρέκρουσεν, οὐκ ἐκοιμήθη γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν, ἀπὸ δὲ κοιλίης βαλάνων προστιθεμένων μέλανα κόπρανα ἦλθεν.

Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς ἔσχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ’ ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα τοῖς οὔροις. τὰ μέντοι κατὰ γόνατα καὶ κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν ἐστι δηλονότι. τὸ δὲ βαλάνων αὐτῷ προσθεμένων μέλανα διαχωρήματα κοπρώδη μοχθηρὸν διὰ τὴν χροιάν.

Ἑξκαιδεκάτῃ οὖρα λεπτὰ, ἔχοντα ἐναιώρημα ἐπινέφελον, παρέκρουσε.
572

Καὶ ταῦτα τῆς καταλαβούσης αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητος σημεῖά τε καὶ συμπτώματά ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ προγνωστικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν. ἐμὲ γὰρ οὐ δεῖ μυριάκις λέγειν τὰ αὐτά.

Ἑπτακαιδεκάτῃ πρωῒ ἄκρεα ψυχρὰ, περιεστέλλετο, πυρετὸς ὀξὺς, ἵδρωσε διόλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδης, ἔμεσεν χολώδεα, ξανθὰ, ὀλίγα. ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ’ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτὰ, οὖρα λεπτὰ, οὐκ εὔχροα.

Φαίνεται πάλιν ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά τινα ποιησαμένη μὴ δυνηθέντα λῦσαι τὸ νόσημα διὰ τὴν τῶν χυμῶν ἀπεψίαν, ἐφ’ οἷς φαίνεται νοσήσας ὁ ἄνθρωπος.

573
Ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης, ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν.

Οὐδὲν ὅλως ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν βοηθῆσαι τῷ ἀνθρώπῳ, ὅμως γε μὴν φαίνεται διαμαχομένη πρὸς τὴν νόσον ἡ φυσικὴ δύναμις αὐτοῦ καὶ τάχα που καὶ νικῶσα.

Εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος· οὐκ ἐδίψη. εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑποχονδρίου πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ τετάρτῃ οὔροισιν ὑπόστασις κατενόει πάντα. εἰκοστῇ ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, οὖρα λεπτὰ καὶ εἶχον ὑπόστασιν. τὰ δὲ ἄλλα εἶχεν ἐπιεικέστατα. περὶ δὲ εἰκοστὴν ἐνάτην ὀφθαλμοῦ δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ
574
διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα, ἵδρωσε πολλῷ διόλου, τελέως ἐκρίθη.

Τρίτη μὲν αὕτη κρίσις ἐπιχειρησάσης καὶ νῦν τῆς φύσεως λῦσαι τὸ νόσημα διὰ τῆς τῶν ἱδρώτων ἐκκρίσεως ἐν ἡμέρᾳ κρισίμῳ, καθάπερ κᾀν ταῖς ἔμπροσθεν, ἦσαν γὰρ κᾀκεῖναι κρίσιμοι. προσέθηκα δὲ τὸ οὐ δι’ ἄλλο τι ἢ ἐπὶ τῷ τῶν οὐκ ὀρθῶς ἐν προῤῥητικῷ γεγραμμένων ἁμαρτάνειν, πάμπολυ δὲ καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῆς ἐπὶ τῶν καμνόντων προγνώσεως· καὶ διὰ τοῦτο λογίατροι μέν εἰσιν· οὕτως γὰρ ὀνομάζουσιν οἱ πολλοὶ τῶν εἰδότων ἀσχημονοῦντας ἐπὶ τῶν ἔργων, ἰατροὶ δ’ οὐκ εἰσὶν οἱ πιστεύοντες τοῖς ἐν προῤῥητικοῖς καὶ Κωακαῖς προγνώσεσι γεγραμμένοις ἀῤῥώστοις, εἰς ἑτέραν ἀναφέρουσι μαρτυρίαν τῶν δοκούντων αὐτοῖς, παρατιθέμενοι τὰ κακῶς εἰρημένα κατὰ τὸ προῤῤητικὸν ἢ τὰς Κωακὰς προγνώσεις, ἐάσαντες δὲ τὰ κατὰ τὸ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὰ κατὰ τῶν ἐπιδημιῶν εἰρημένα καθολικὰ θεωρήματα,

575
καὶ ὅσα γε κατὰ τὸ προῤῥητικὸν καὶ τὰς Κωακὰς προγνώσεις ἀληθῆ γέγραπται, ταῦτα μετενηνεγμένα παρὰ τῶν τὰ βιβλία ταῦτα γραψάντων ἐξ ἀφορισμῶν καὶ προγνωστικῶν καὶ τῶν ἐπιδημιῶν εἰς αὐτὰ, καθότι δέδεικταί μοι κἀν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν. Λύκος δ’ οὐκ οἶδ’ ὅπως καὶ αὐτὸς ἀναπλησθεὶς τῆς τοιαύτης μοχθηρίας εἰς Κόϊντον αὐτὴν ἀναφέρει, καίτοι Κοΐντῳ μὲν αὐτὸς οὐδ’ ἐνιαυτὸν ὅλον συνεγένετο. Σάτυρος δὲ καὶ Φικιανὸς ἐπὶ πλεῖστον αὐτῷ συνδιατρίψαντες οὐδεμίαν τοιαύτην ἐξήγησιν εἰς Κόϊντον ἀνέφερον. οὐκ ἀκριβῶς γὰρ ἐπίσταμαι τοῦτ’ ἐγὼ, ἀμφοτέροις διδασκάλοις χρησάμενος.

576

Ἐμοὶ μὲν οὔτ’ ἄλλο τι βιβλίον ἐγράφη χωρὶς τοῦ δεηθῆναί τινας ἑταίρους καὶ μάλιστα τοὺς εἰς ἀποδημίαν μακροτέραν στελλομένους, ἀξιώσαντας ἔχειν ὑπόμνημα τῶν ὑπ’ ἐμοῦ ῥηθέντων αὐτοῖς ἢ δειχθέντων ἐν ταῖς τῶν ζώων ἀνατομαῖς κᾀπὶ τῶν νοσούντων. ἐπεὶ δ’ ἐκπεσόντα τινὰ καὶ ἄλλοις ἔδοξεν ἄξια σπουδῆς εἶναι, προτρεψαμένοις με καὶ αὐτοῖς ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ μέρη συμπληρῶσαι, κατὰ τὸν αὐτὸν τρόπον ὡς ἤδη τισὶν ἔδωκα

577
καὶ τοῦτ’ ἔπραξα. γινώσκων δ’ ἐμαυτὸν ἐν ἅπασιν αἷς ἐγεγράφειν ἐξηγησάμενον ἀεὶ τὴν Ἱπποκράτους γνώμην, ἅμα τῷ καὶ τὰς ἐπικαιροτάτας αὐτοῦ τῶν ῥήσεων παρατεθεῖσθαι, περιττὸν ἡγούμην εἶναι γράφειν ἐξηγήσεις ἐν ὑπομνήμασι καθ’ ἑκάστην λέξιν ἀπ’ ἀρχῆς ἕως τέλους ἁπάντων αὐτοῦ τῶν βιβλίων. ἐπεὶ δὲ καὶ ταύτας ἐδεήθησαν ἔνιοι τῶν ἑταίρων ἔχειν, ἀπὸ τῶν γνησιωτάτων καὶ χρησιμωτάτων Ἱπποκράτους βιβλίων ἠρξάμην, τὸν αὐτὸν φυλάττων σκοπὸν τοῖς συγγράμμασι ὃν κᾀν τοῖς ἔμπροσθεν ἐπεποιήμην. ἔστι δ’ οὗτος ὅσα δηνεκῶς ἢ πλειστάκις ἐπὶ τῶν ἀῤῥώστων ὁρᾶται, ταῦτα μόνα γράφειν ἄνευ τοῦ διελέγχειν τοὺς ἤτοι τὰ σπάνια γράψαντας ἢ τὰ μηδ’ ὅλως ὁρώμενα καὶ ψευδῆ παντάπασιν ὄντα. καί τοι τά τε εἰς τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων ὑπομνήματα, καὶ πρὸς τούτοις εἴς τε τὸ περὶ ἑλκῶν καὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων, ἀφορισμούς τε καὶ προγνωστικὸν οὕτως ἐγένετο. μετὰ δὲ ταῦτα τοῖς ἑταίροις παρακαλέσασι πεισθεὶς ἐξηγήσεις ἐν ὑπομνήμασιν ἔγραψα τοῦ περὶ διαίτης ὀξέων, προτέρου
578
μὲν ἄχρι τῆς τῶν βαλανείων χρήσεως μέρους τοῦ βιβλίου, ὃ καὶ γνησιώτατον εἶναι πεπίστευται, δευτέρου δὲ μετ’ αὐτὸ, καὶ γὰρ καὶ τοῦτο φαίνεται πολλὰ κατὰ τὴν Ἱπποκράτους γνώμην ἔχειν ἐν ἑαυτῷ θεωρήματα. μετὰ δὲ τοῦτο τοῦ περὶ χυμῶν ἐξήγησιν ἐποιησάμην διὰ ταχέων ἐν ἡμέραις ὀλίγαις, ἐπειγομένου πρὸς ἀποδημίαν τοῦ παρακαλέσαντος αὐτὸ γραφῆναι. δοξάντων δὲ καὶ τούτων ἔχειν καλῶς, ἐξέπεσε γὰρ εἰς πολλοὺς, ἐκ τούτου συνέβη μὴ μόνον τοὺς ἑταίρους, ἀλλὰ καὶ ἄλλους πολλοὺς τῶν φίλων ἰατρῶν προτρέψαι πάντων τῶν Ἱπποκράτους βιβλίων ἐξηγήσεις ποιήσασθαι. καὶ τοίνυν ἐποιησάμην ἤδη τοῦ τε κατ’ ἰατρεῖον καὶ τοῦ πρώτου καὶ δευτέρου τῶν ἐπιδημιῶν, ἐφ’ οἷς μέλλοντος ἄρξασθαί μου τῶν εἰς τὸ τρίτον ἐξηγητικῶν συνέβη παρακληθῆναι πάνυ λιπαρῶς ὑπό τινων εἰς τὸ προῤῥητικὸν ἤδη ποιῆσαι. ἐγένετο δ’ ἡ παράκλησις αὕτη λόγου ποτέ ἐμπεσόντος ἡμῖν ἐν περιοδείᾳ περὶ τῶν ἐν τῷ προγνωστικῷ καὶ τοῖς ἀφορισμοῖς εἰρημένων. ἐδείκνυον μὲν γὰρ ἅπαντα ταῦτα μεγάλην ἔχειν ἐπὶ τῶν νοσούντων δύναμιν· ἐὰν δ’
579
ὡς καθολικοῖς τις προσχῇ τοῖς ἐν τῷ προῤῥητικῷ γεγραμμένοις ἅπασι, πάμπολυ σφαλησόμενον. τοιαῦτα δ’ εἶναι καὶ τὰ πλεῖστα τῶν κατὰ τὰς Κωακὰς προγνώσεις ἐδείκνυον, ἀναμεμιγμένα τισὶ μὲν τῶν ἐν ἀφορισμοῖς εἰρημένων ἢ προγνωστικῷ, τισὶ δὲ τῶν ἐν τοῖς ἐπιδημίοις, ἃ καὶ μόνα τῶν ἔν ἐκείνοις τοῖς βιβλίοις γεγραμμένων ἐστὶν ἀληθῆ. τὰ δ’ ἄλλα πάντα μοχθηρῶς ἔχει κατὰ τὸ προῤῥητικὸν καὶ τὰς Κωακὰς προγνώσεις. παρέγκειται μὲν οὖν τινὰ κᾀν τῷ δευτέρῳ καὶ ἕκτῳ τῶν ἐπιδημιῶν, ὥσπερ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἐπὶ τῆς τελευτῆς. ἀλλὰ τἄλλα πάντα καὶ κατὰ τὸ δεύτερον καὶ ἕκτον Ἱπποκράτους ἐστὶν, οὐκ ὀλίγα μὲν ἐν ὑπομνήμασιν εὑρεθέντα, τινὰ δὲ καὶ τοῦ συνάγοντος αὐτὰ προσθέντος. ἦν δ’ οὗτος ὁ τῶν Ἱπποκράτους υἱέων εὐδοκιμώτατος, ὄνομα Θεσσαλὸς, ἀκριβῶς ἀκολουθήσας τῇ γνώμῃ τοῦ πατρός. ἐν δὲ τῷ πρώτῳ καὶ τρίτῳ τῶν ἐπιδημιῶν ἢ οὐδὲν ἢ βραχέα παντελῶς ὑποπτεύσειεν ἄν τις ἐγγεγράφθαι. καθόλου δ’ ἐν τοῖς βιβλίοις τούτοις θεωρήματα παντάπασιν ὀλίγα γέγραπται, διηγήσεως
580
οὔσης ἐν αὐτοῖς ψιλῆς τῶν συμβάντων, ἤτοι κοινῇ πολλοῖς ἐν καταστάσεσιν ἐπιδήμοις ἢ καθ’ ἕκαστον ἰδίᾳ. συμπεληρωμένων οὖν ἤδη τῶν ἐς τὸ δεύτερον τῶν ἐπιδημιῶν ὑπομνημάτων, ἐν τῷ μεταξὺ τρία συνέβη γραφῆναι διὰ τοὺς παρακαλέσαντας, ὡς ἔφην, εἰς τὸ προῤῥητικὸν ὑπομνήματα, δι’ ὧν ἐδείκνυον ἐν ἐκείνῳ τῷ βιβλίῳ τὰ πλεῖστα μοχθηρῶς εἰρῆσθαι, πολλὰ μὲν ὡς καθόλου, καίτοι σπάνια ὄντα, πολλὰ δ’ ἀόριστα διορισμῶν δεόμενα. σαφηνείας δ’ ἕνεκα ἀναμιμνήσκω τινὸς ἐξ αὐτῶν τῶν μοχθηρῶς γεγενημένων τισὶν, ἔν τε τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασι κᾀν τοῖς εἰς τοὺς ἐν ταῖς ἐπιδημίαις ἀῤῥώστους. γεγραμμένης τοίνυν ἐν τῷ προῤῥητικῷ τοιαύτης τινὸς λέξεως οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες. ἔνιοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἀναμιμνήσκουσιν ἡμᾶς τῶν ἐν τοῖς ἐπιδημίοις ἀῤῥώστων ἐκείνους προχειριζόμενοι μόνους, ἐφ’ ὧν ἀποθανόντων ἤτοι σύντασιν ὑποχονδρίων ἔγραψεν ὁ Ἱπποκράτης γεγονέναι κατὰ τὸν τῆς νόσου καιρὸν ἢ ὀδύνην ἢ παλμὸν, ἤ τι τοιοῦτον σιωπῶντες τοὺς σωθέντας ἐξ αὐτῶν. Ἱπποκράτης
581
δ’ ὥσπερ τἄλλ’ ἐπὶ τῶν ὀξέων νοσημάτων χρήσιμα κατὰ τὸ προγνωστικὸν ἔγραψεν, οὕτω καὶ τὰ περὶ τῶν ὑποχονδρίων ἐν ἐκείνῳ τῷ μέρει τοῦ συγγράμματος, οὗ κατὰ τόνδε τὸν τρόπον ἄρχεται. ὑποχόνδριον ἄριστόν ἐστιν ἀνώδυνόν τε ἐὸν καὶ μαλθακὸν καὶ ὁμαλὸν καὶ ἐπὶ δεξιὰ καὶ ἐπ’ ἀριστερά· αὕτη μὲν ἡ ἀρχὴ τῆς ὅλης ῥήσεώς ἐστιν οὔσης μακρᾶς, ἐν ᾗ διδάσκει περὶ τῶν ὑποχονδρίων ὁ Ἱπποκράτης. ὁ δ’ ἀποφηνάμενος ἁπλῶς τοὺς ὑποχονδρίων πυρετοὺς κακοήθεας ἄνευ τῶν προσηκόντων διορισμῶν, οὓς ἔγραψεν Ἱπποκράτης ἐν τῷ προγνωστικῷ προφανῶς ψεύδεται· πολὺ γὰρ ἦν ἀληθέστερον εἰπεῖν, οἱ ἐπ’ ἐγκεφάλῳ πάσχοντι πυρετοὶ κακοήθεες· οἱ ἐπὶ μήνιγξι πασχούσαις πυρετοὶ κακοήθεες. οἱ ἐπὶ πνεύμονι πάσχοντι πυρετοὶ κακοήθεες· ἔτι δὲ μᾶλλον τούτων οἱ ἐπὶ καρδίᾳ πασχούσῃ πυρετοὶ κακοήθεες ἢ οἱ ἐξ ὑποχονδρίων πυρετοί. κυρίως μὲν ἀκουόντων τῆς προσηγορίας τῶν ὑποχονδρίων ἐπιεικέστατοι πάντων εἰσὶ τῶν ὀξέων πυρετῶν, οὐ κυρίως δ’, ἀλλὰ συμπεριλαμβανόντων τῇ προσηγορίᾳ καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ καὶ τὸν
582
σπλῆνα καὶ τὰς φρένας, ἔνιοι μὲν αὐτῶν κακοήθεις, ἔνιοι δ’ ἐπιεικεῖς, ὡς ἐν τοῖς περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασι διώρισται. τουτὶ μὲν ἕν σοι παράδειγμα ἔστω τῶν τ’ ἐν τῷ προῤῥητικῷ γεγραμμένων οὐκ ὀρθῶς καὶ τῶν ἐξηγησαμένων, ὡς εἶπον ἄρτι, δι’ ἀλλήλων τὰ βιβλία. κατὰ μὲν τὸ προῤῥητικὸν οὕτως ἐξηγοῦνται· καλῶς εἶπεν οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες. ἐν γοῦν τοῖς τῶν ἐπιδημιῶν ὅδε καὶ ὅδε φαίνονται τεθνεῶτες ὑποχόνδριον πάσχοντες· ἐν δ’ αὐτοῖς τῶν ἐπιδημιῶν, ὅταν ἐπὶ τοὺς αὐτοὺς ἔλθωσιν, ὀρθῶς τόνδε τὸν ἄῤῥωστον φασὶν ἀποθανεῖν. εἰρῆσθαι γὰρ ἐν τῷ καθόλου κατὰ τὸ προῤῥητικὸν, οἱ ἐξ ὑποχονδρίων πυρετοὶ κακοήθεες. εἰ δ’ οὕτως ἐξηγεῖσθαι χρὴ, πρῶτον μέν ἐστιν ἀπόφασιν ἐναντίαν τῇ κατὰ τὸ προῤῥητικὸν εἰπεῖν, οἱ ἐξ ὑποχονδρίων πυρετοὶ μέτριοι. δεύτερον δ’ ἐπ’ αὐτῇ δεικνύναι τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν σωθέντας, ὑποχονδρίων πεπονθότων. ἓν μὲν δὴ τοῦτ’ ἔστι παράδειγμα, ὡς ἔφην, μοχθηρῶν ἐξηγήσεων. ἕτερον δὲ τὸ τῶν ἐπιπεπλεγμένων ἀλλήλαις διαθέσεων, ᾧ καὶ
583
αὐτῷ πολλῷ φαίνεται κεχρημένος ὁ γράψας τὸ προῤῥητικὸν, ὡς ἐν τοῖς εἰς αὐτὸ γεγονόσιν ὑπομνήμασιν ἐδείκνυον. ἐπιπεπληγμένας δὲ λέγω διαθέσεις ἐν αἷς πλείω τὰ πεπονθότα μόρια· δύναται γὰρ ὁ αὐτὸς ἄνθρωπος οὐ κατὰ θώρακα πεπονθέναι μόνον, ἀλλὰ καὶ κατὰ τὸν πνεύμονα καὶ τὴν κεφαλὴν, ἐγχωρεῖ δ’ αὐτοῖς προσθεῖναι καὶ κατὰ γαστέρα καὶ ἧπαρ. ἐὰν οὖν γράφῃ ποτὲ σύμπτωμα φρενίτιδος ἐσομένης δηλωτικόν· ἑξῆς δ’ αὐτῷ προσθῇ καὶ ἄλλο περιπνευμονίας ἴδιον καὶ φλεγμονῆς ἥπατος ἢ γαστρὸς ἤ τινος τῶν ἄλλων, εἶτα χαλεπωτέραν εἶναι φάσκει τὴν διάθεσιν ἐκείνοις τῶν ἀνθρώπων, οἷς δύο ἢ πλείω μόρια πάσχει, μοχθηρὰν ποιήσεται διδασκαλίαν. ἔσεται γὰρ ὁ τρόπος τῶν λόγων τοιόσδε· οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης ἀγρυπνέοντες, ἆρά γε ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί εἰσι; μυκτὴρ ἐν τούτοις ἀποστάζων ὀλέθριον, ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισι, κοιλίης περίπλυσις ἐξέρυθρος. ἡπατικόν ἐστι σύμπτωμα δυνάμενον μὲν καὶ σὺν τοῖς προειρημένοις
584
γενέσθαι, καθάπερ καὶ πλευρῖτις ἢ περιπνευμονία τοῖς κωματώδεσιν ἐκείνοις συνέπεσε, οὐ μέντοι τῆς αὐτῆς διαθέσεως σημεῖον ὑπάρχον. εἰ δέ τις ἐθέλοι τά τ’ ἐν τῷ προῤῥητικῷ κακῶς εἰρημένα καὶ τοῖς δι’ ἀλλήλων ἐξηγουμένοις τά τ’ ἐν ἐκείνῳ τῷ βιβλίῳ γεγραμμένα καὶ τοὺς ἐν τοῖς τῶν ἐπιδημιῶν ἀῤῥώστοις ἐλέγχειν, ἀναγνώτω τὰ εἰς τὸ προῤῥητικὸν ὑπομνήματα. ἐγὼ μὲν οὖν τοὺς ἐν τῷ πρώτῳ καὶ δευτέρω βιβλίῳ γεγραμμένους ἀῤῥώστους ἐξηγησάμην ἔμπροσθεν ἄνευ τῶν εἰς τοὺς μοχθηρῶς ἐξηγουμένους ἐλέγχων. ἐπεὶ δὲ πολλοὶ τῶν ἑταίρων ἠξίωσάν με ἐπ’ ὀλίγων ἀῤῥώστων ἐπισημῄνασθαι περὶ τῶν οὐκ ὀρθῶς ἐξηγουμένων, ἠναγκάσθην εἰς τρεῖς ἀῤῥώστους μόνους ἓν ἐξηγητικὸν βιβλίον ποιήσασθαι τὸ πρὸ τούτου. νῦν δ’ ἡγοῦμαι πάλιν ἄμεινον εἶναι κατὰ τὸν αὐτὸν τρόπον ἐξηγεῖσθαι τοὺς ὑπολοίπους, ὅνπερ καὶ ἔμπροσθεν ἤδη τοὺς ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐξηγησάμην. κινδυνεύω γὰρ εἰς ἕτερον ἐμπεσεῖν ἔγκλημα τῶν μισούντων μέγεθός τε καὶ μῆκος ὑπομνημάτων.

585
Ἐν Θάσῳ Φιλίστης κεφαλὴν ἐπόνει χρόνον πολὺν καί ποτε καὶ ὑποκαρωθεὶς κατεκλίθη. ἐκ δὲ πότων, πυρετῶν συνεχῶν γενομένων ὁ πόνος παρωξύνθη νυκτὸς, ἐπεθερμάνθη τὸ πρῶτον. τῇ πρώτῃ ἤμεσε χολώδεα ὀλίγα, ξανθὰ πρῶτα, μετὰ δὲ ταῦτα ἰώδεα πλείω, ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, νύκτα δυσφόρως. δευτέρῃ κώφωσις, πυρετὸς ὀξὺς, ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν εἰς τὰ ἔσω, οὖρα λεπτὰ διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς μικρὸν, ἐξεμάνη περὶ μέσον ἡμέρης, τρίτῃ δυσφόρως, τετάρτῃ σπασμοὶ, παρωξύνθη πάντα, πέμπτῃ πρωῒ ἀπέθανεν.

Ὡς μεμνημένοις ὦν εἴς τε τὸ προγνωστικὸν ἐξηγησάμην καὶ τοὺς ἀφορισμοὺς καὶ τὸ προῤῥητικὸν, ἔτι τε τὸ πρῶτον καὶ δεύτερον τῶν ἐπιδημιῶν, οὕτω ποιήσομαι τὸν λόγον, ὑπὲρ τοῦ μὴ μακρολογεῖν. ὀρθοστάδην οὗτος ὁ

586
ἄνθρωπος ἐνόσει κεφαλὴν ἀλγῶν, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ γεγραμμένος. ἀλλ’ ἐπὶ τούτου μὲν οὐ σμικρὸν προσέθηκε σύμπτωμα τὸ καρωθῆναι ποτ’ αὐτὸν, ἐπ’ ἐκείνου δὲ προσέθηκε καὶ τὴν ἀρχὴν τῆς νόσου τούτῳ μὲν ἐξ ἁμαρτήματος μεγάλου φησὶ γεγονέναι. πεπονθυίας γὰρ ἰσχυρῶς κεφαλῆς μέγιστόν ἐστι κακὸν οἴνου πόσις δαψιλής. ἐπ’ ἐκείνου δὲ ἐκ προφάσεώς φησιν ἄρξασθαι τὴν νόσον, ὥστ’ ἐπ’ ἐκείνου μὲν οὐδέπω τὸν ἐγκέφαλον ἡγεῖται πεπονθέναι, μόνης δὲ τῆς ἐν τῇ κεφαλῇ πλεονεξίας τῶν χυμῶν εἶναι τὰ συμπτώματα. τῷ Φιλίστῃ δὲ τούτῳ καὶ αὐτὸν ἐν τῷ χρόνῳ τὸν ἐγκέφαλον ἐν διαθέσει γεγονέναι μοχθηρᾷ. προσγενομένης δὲ τῆς ἐν τῷ πότῳ βλάβης οὕτως μέγα καὶ ἰσχυρὸν ἀπειργάσατο πάθος, ὡς ἀποκτεῖναι πεμπταῖον αὐτόν. ὅσα δὲ κατὰ τὰς ἡμέρας ταύτας ὁ Ἱπποκράτης ἔγραψε γενέσθαι συμπτώματα τῷ Φιλίστῃ, τὰ μὲν τῆς κατὰ τὴν νόσον ὀξύτητός ἐστιν, ὡς εἰ καὶ μηδὲν ἐγκέφαλος ἐβέβλαπτο, τὰ δὲ αὐτοῦ τοῦ ἐγκεφάλου. τῆς μὲν οὖν κατὰ τὴν νόσον ὀξύτητος τά τε κατὰ τοὺς ἐμέτους ἐστὶ συμπτώματα καὶ τῶν
587
οὔρων ἡ ποιότης· αὐτοῦ δὲ τοῦ ἐγκεφάλου ἥ τε κώφωσις καὶ ὁ σπασμὸς καὶ τὸ ἐκμανῆναι. τὸ δ’ οὕτως εἰρημένον ὑπὸ τοῦ συγγραφέως ὑποχόνδριον δεξιὸν συνετάθη, ἔῤῥεπεν εἰς τὸ εἴσω· γίνεται μὲν ὅταν ὑπὸ τοῦ διαφράγματος ἕλκηται τὰ κατ’ αὐτό. τὸ διάφραγμα δ’ αὐτὸ τείνεται ποτὲ μὲν πλευρίτιδι διὰ τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ποτὲ δὲ διὰ τὴν ἀρχὴν τῶν νεύρων ἀνασπῶσαν ἐφ’ ἑαυτὴν τὰ καθήκοντα πρὸς τὸ διάφραγμα νεῦρα, διὰ φλεγμονὴν ἰδίαν. ἀλλὰ νῦν γε τῶν εἰρημένων τριῶν εὐλογώτερόν ἐστι διὰ τὴν τῶν νεύρων τάσιν ἀνασπώμενον αὐτὸ ἀνεσπακέναι τὸ ὑποχόνδριον· ὡς τὰ πολλὰ μὲν οὖν καὶ ἄμφω τὰ ὑποχόνδρια κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω γίνεται. συμβαίνει δ’ ἐνίοις καὶ τὸ ἕτερον μόνον, ὅταν καὶ τὸ τῆς ἀρχῆς τῶν νεύρων, τὸ μὲν ἕτερον μέρος ἰσχυρῶς ᾖ πεπονθὸς, τὸ δ’ ἕτερον ἢ μηδ’ ὅλως ἢ μετρίως.

588
Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ ποτοῦ πῦρ ἔλαβεν αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον, οὐκ ἐκοιμᾶτο, κοιλίη ταραχώδης ἐπὶ λεπτοῖσιν ὑποχολώδεσι. τρίτῃ πυρετὸς ὀξὺς, κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω, μετ’ ὀλίγον δὲ ῥῖγος, σπασμοὶ, πάντα παρέκρουσε, νύκτα δυσφόρως. τετάρτῃ δι’ ἡσυχίης μικρὰ ἐκοιμήθη, παρέλεγε· πέμπτῃ ἐπιπόνως, πάντα παρωξύνθη ληρός· νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη· ἕκτῃ διὰ τῶν αὐτῶν· ἑβδόμῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε διόλου, ἐκρίθη, τούτῳ διὰ τέλεος ἀπὸ κοιλίης διαχωρήματα χολώδεα ὀλίγα, ἄκρητα, οὖρα λεπτὰ, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα· περὶ δ’ ὀγδόην οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν, ὀλίγην, κατενόει, ἄπυρος διέλιπεν· ἐνάτῃ ὑπέστρεψε· περὶ δὲ τεσσαρεσκαιδεκάτην πυρετὸς ὀξύς. ἑξκαιδεκάτῃ ἤμεσε χολώδεα, ξανθὰ ὑπόσυχνα. ἑπτακαιδεκάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς,
589
ἵδρωσεν, ἄπυρος ἐκρίθη, οὖρα μετ’ ὑποστροφὴν καὶ κρίσιν εὔχροα, ὑπόστασιν ἔχοντα, οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. ὀκτωκαιδεκάτῃ ἐθερμαίνετο σμικρὰ, ἐπεδίψα, οὖρα λεπτὰ ἐναιώρημα ἐπινέφελον, σμικρὰ παρέκρουσε. περὶ δὲ ἐννεακαιδεκάτην ἄπυρος, τράχηλον ἐπωδύνως εἶχεν, οὔροις ὑπόστασις, τελείως ἐκρίθη εἰκοστῇ.

Οὗτος ὁ ἄνθρωπος ἐκ πλήθους φαίνεται καὶ μάλιστα χολωδῶν νοσήσας. ἐξετάζων δ’ ἐπ’ αὐτοῦ τά τε κατὰ τὰς κρισίμους ἡμέρας δεδειγμένα καὶ τὰ περὶ τῶν οὔρων, εὑρήσεις συμφωνοῦντα κατὰ λόγον αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἡμέρας ἀπαλλαγέντα τελέως. ἔνια μέντοι τῶν ἀντιγράφων οὐκ ἔχει προσγεγραμμένον τῷ τέλει τῆς διηγήσεως τὸ εἰκοστῇ, καίτοι τῶν δοκιμωτάτων οὕτως εἰδότων γεγραμμένην τὴν ῥῆσιν.

590
Τὴν Εὐρυάνακτος θυγατέρα παρθένον πῦρ ἔλαβεν, ἦν δ’ ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει. οὖρα ὀλίγα λεπτὰ, οὐκ εὔχροα. ἀρχομένου δὲ τοῦ πυρετοῦ περὶ ἕδρην ἐπόνει. ἑκταίη δὲ ἐοῦσα ἄπυρος οὐκ ἵδρωσεν, ἐκρίθη. τὸ δὲ περὶ τὴν ἕδρην σμικρὰ ἐξεπύησεν, ἐῤῥάγη ἅμα κρίσει. μετὰ κρίσιν ἑβδομαίη ἐοῦσα ἐῤῥίγωσε σμικρὰ, ἐπεθερμάνθη, ἵδρωσε. μετὰ δὲ κρίσιν ὀγδαῖος ἐοῦσα ἐῤῥίγωσεν οὐ πολλὰ, ὕστερον δὲ ἄκρεα ψυχρὰ ἀεί. περὶ δὲ δεκάτην κατὰ τὸν ἱδρῶτα τὸν γενόμενον παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει. ἔλεγον δὲ γευσαμένην βότρυος ταῦτα παθεῖν. διαλιποῦσα δὲ δωδεκάτην πάλιν πολλὰ παρελήρει, κοιλίη ἐπεταράχθη χολώδεσιν ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσι, πυκνὰ ἀνίστατο. ἀφ’ ἧς δὲ παρέκρουσε τοῦ ὕστερον, ἀπέθανεν ἑβδόμῃ. αὕτη ἀρχομένου τοῦ νοσήματος ἤλγει φάρυγγα καὶ διὰ τέλεος ἔρευθος εἶχε, καὶ γαργαρεὼν ἀνεσπασμένος, ῥεύματα πολλὰ σμικρὰ, λεπτὰ,
591
δριμέα, ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν, ἀπόσιτος πάντων, παρὰ πάντα τὸν χρόνον οὐδ’ ἐπεθύμησεν οὐδενὸς, ἄδιψος, οὐδ’ ἔπινεν, οὐδὲν ἄξιον λόγου, σιγῶσα, οὐδὲν διελέγετο, δυσθυμίη ἀνελπίστως ἑωϋτῆς εἶχεν. ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες.

Μετὰ τὸ διηγήσασθαι τὰ γενόμενα ταύτῃ νοσούσῃ μέχρι θανάτου, προσέθηκεν αὐτὸς ὅλης τῆς νόσου τὴν ὑπόθεσιν, ἐφ’ ᾗ προσηκόντως ἀπέθανεν. ἀπὸ κεφαλῆς γὰρ αὐτῇ φησὶν εἰς πνεύμονα γενέσθαι κακὰ ῥεύματα, φάρυγγι καὶ γαργαρεῶνι λυμαινόμενα. προσέθηκε δὲ τῷ λόγῳ καὶ τὸ, ἦν δέ τι καὶ συγγενικὸν φθινῶδες, οὗ μεμνῆσθαι χρὴ καὶ μὴ πείθεσθαι τοῖς λέγουσι σοφισταῖς οὐδὲν εἶναι πάθος συγγενικόν. ἀλλὰ τοῦτο μὲν αὐτὸ καθ’ ἑαυτὸ μόνον οὐκ ἂν οὕτω ταχέως ἀπέκτεινεν αὐτὴν, ἡ δ’ ἐπιπλακεῖσα τῷ παθήματι τούτῳ νέφρωσις τῆς φυσικῆς δυνάμεως αἰτία τοῦ θᾶττον ἀποθανεῖν ἐγένετο. δεδήλωται δ’

592
αὕτη διὰ τῆσδε τῆς λέξεως, ἦν δ’ ἄδιψος διὰ τέλεος, γεύματα οὐ προσεδέχετο. προείρηται δέ μοι περὶ τῆς τούτων τῶν συμπτωμάτων κακοηθείας ἐν τῷ πρὸ τούτου γράμματι. καὶ αὐτὸς δ’ ὁ Ἱπποκράτης ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως πάλιν ἐπισημαινόμενος, ὥσπερ εἴωθε, τά τε τοῦ θανάτου καὶ τῆς σωτηρίας αἴτια τοῖς ἀῤῥώστοις γινόμενα προσέγραψε. ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ’ ἐπεθύμησεν οὐδενὸς, ἄδιψος, ἔσχατόν τι μῖσος αὐτῇ γεγονέναι σιτίων ἐνδεικνύμενος, ὡς μηδ’ εἰς ἐπιθυμίαν ἀφικνεῖσθαί τινος, οἵαν ἴσχουσιν ἔνιοι τῶν ἀνορεκτούντων ἐξ ἀναμνήσεως, ἐφ’ οἷς ἔμπροσθέν ποτε διετέθησαν ἡδέως. ὁρῶμεν γὰρ ὁσημέραι τῶν ἀνορεκτούντων ἐν νόσοις τινὰς ἅμα τὸ γεύσασθαί τινων ἀποστρεφομένους αὐτῶν, τινὰς δ’ οὐδὲ γεύσασθαι τολμῶντας. ἀλλ’ ὅμως καὶ τούτων οἱ πλεῖστοι τοῖς πυνθανομένοις αὐτῶν, εἴ τινος ἐπιθυμοῖεν, ἀποκρίνονταί τινα βρώματα, κατὰ μνήμην τῶν ἔμπροσθεν ἡσάντων αὐτοὺς τοῦτο ποιοῦντες. καὶ μέγιστόν γέ τοι σημεῖον ἔστω τῆς ὀρεκτῆς τῶν σιτίων δυνάμεως ἐν νεκρώσει παντελεῖ
593
γινομένης, ἐὰν παρασκευασθέντων ὧν ἐπιθυμεῖν φασὶν ἅμα τὸ γεύσασθαι μέμψωνταί τε καὶ μηκέτι προσενέγκωνται. κάκιστα δ’ ἐχόντων καὶ τούτων, ἔτι μοχθηρότερον αὐτῶν οἱ μηδ’ ἐπιθυμήσαντές τινων διάκεινται, νέκρωσιν ἐσχάτην ἐνδεικνύμενοι τῆς φυσικῆς δυνάμεως, ᾗ σιτίων τε καὶ πομάτων ὀρεγόμεθα. διὰ ταῦτα τοίνυν ἀποθανούσης τῆς γυναικὸς οὐδὲν ἔτι δεόμεθα τὴν διαφορὰν τῶν ἀντιγράφων ἐπισκοπεῖσθαι καὶ ἀνακρίνειν ἐν τῇ τῶν ἡμερῶν ἐξετάσει. μηδεμίαν γὰρ αὐτῶν ἐχουσῶν τάξιν, ἐπειδὴ τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα καὶ τὸ συγγενικὸν φθινῶδες αἴτιον ἐγένετο τοῦ θανάτου, διὰ τοῦτο καὶ τὴν τῶν ἀντιγράφων διαφωνίαν δύσκριτόν τε ἅμα καὶ περιττὴν ἡγησάμενος ἀπέλιπον.

Ἡ κυναγχικὴ ἡ παρὰ τὰ Βίτωνος, ἣ πρῶτον ἀπὸ γλώσσης ἤρξατο, ἀσαφὴς ἡ φωνὴ, γλῶσσα ἐρυθρὴ, ἐπεξηράνθη. τῇ πρώτῃ φρικώδης, ἐπεθερμάνθη, ῥῖγος, πυρετὸς ὀξὺς,
594
οἴδημα ὑπέρυθρον, σκληρὸν, τραχήλου καὶ ἐπὶ στῆθος ἐξ ἀμφοτέρων, ἄκρεα ψυχρὰ, πελιὰ, πνεῦμα μετέωρον, ποτὸν διὰ ῥινῶν ἐχεῖτο, καταπίνειν οὐκ ἠδύνατο, διαχωρήματα καὶ οὖρα ἐπέστη. τετάρτῃ πάντα παρωξύνθη, πέμπτῃ ἀπέθανε, κυναγχική. πι. ευ. ε. εθ.

Οὔτε ἐν ἅπασι τῶν ἀντιγράφων οὕτως εὑρίσκεται γεγραμμένον τὸ τέλος τῆς ῥήσεως οὔτ’ ὑπὸ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἁπάντων φαίνεται γινωσκόμενον. ἀλλὰ καὶ τούτων ἔνιοι μὲν ἀντὶ τοῦ πέμπτῃ ἑβδόμῃ γράφουσιν, ἔνιοι δ’ ὀγδόῃ. Καπίτων δ’ οὐκ οἶδα τί δόξαν αὐτῷ καὶ τὸ τῆς ἡμέρας ἀφείλετο καὶ τὸ κυναγχική. καὶ πρὸ τούτων δ’ ἔτι τὸ τετάρτῃ πάντα παρωξύνθη χωρὶς τοῦ τετάρτῃ γράφει, τὸ τέλος ὅλης τῆς ῥήσεως τοιοῦτον ποιήσας, διαχωρήματα καὶ οὖρα ἐπέστη, πάντα παρωξύνθη ἀπέθανε. περὶ μὲν οὖν τῆς βελτίονος γραφῆς ὕστερον ἐπισκεψόμεθα· πρότερον δὲ τῶν εἰρημένων ἐπ’ αὐτῆς ἐξηγησόμεθα τὰ μὴ

595
σαφῆ, τοῦτο γάρ ἐστι τὸ μάλιστα προκείμενόν μοι ἐν τοῖς ἐξηγητικοῖς βιβλίοις. φαίνεται δὴ τὸ πνεῦμα μετέωρον οὐκ εἶναι σαφὲς, ἀμέλει Σαβῖνος ὑπὲρ αὐτοῦ κατὰ τήνδε τὴν λέξιν ἔγραψε. μετέωρος δ’ ἦν ἡ ἀναπνοὴ, τουτέστιν. ἄκρα τῇ ῥινὶ ἀνέπνει, διὰ φλεγμονὴν τῆς ἀρτηρίας, κλειομένης τῆς εὐρυχωρίας καὶ μηκέτι δυναμένης τῆς ὁλκῆς τοῦ πνεύματος εἰς τὸν πνεύμονα γενέσθαι. ἀσαφὴς δ’ ἐστὶ καὶ ἡ αὐτοῦ τοῦ Σαβίνου ῥῆσις, ὡς ἐξηγητοῦ πάλιν ἑτέρου δεῖσθαι. δοκεῖ δέ μοι βούλεσθαι δηλοῦν ἐκείνους ἀναπνεῖν ἄκρᾳ τῇ ῥινὶ τοὺς κινοῦντας αὐτῆς ἐν ταῖς ἀναπνοαῖς τὰ πτερύγια. πολλοὺς γὰρ τῶν νοσούντων οὕτως εἴδομεν ἀναπνέοντας, ὡς ἐν μὲν ταῖς εἰσπνοαῖς προστέλλειν, ἐν δὲ ταῖς ἐκπνοαῖς διαστέλλειν αὐτὰ, καὶ συμβαίνει γε τοῦτο τοῖς τε πνιγομένοις ὑπὸ κυνάγχης ἢ περιπνευμονίας ἢ ἐμπυήματος, ἔτι τε τοῖς ἀῤῥώστοις τὴν δύναμιν. ὅπως μὲν οὖν ἐπὶ τῶν ἀῤῥώστων γίνεται νῦν οὐκ ἀνάγκη λέγειν· ὅπως δ’ ἐπὶ τῶν διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, νῦν ἐροῦμεν εὐθὺς καὶ διὰ τί μετέωρον ὠνόμασεν ὁ Ἱπποκράτης τὸ
596
τοιοῦτον πνεῦμα, συνεξηγησόμενοι. φαίνεται γὰρ τοῖς οὕτω διακειμένοις τὰ τοῦ θώρακος ὑψηλὰ μέχρι τῶν ὠμοπλατῶν κινούμενα, καὶ τοῦτ’ εὔλογον εἰρῆσθαι νῦν ὑπ’ αὐτοῦ μετέωρον πνεῦμα γινόμενον, οὐ μόνον ἐν τοῖς κυναγχικοῖς, ἀλλὰ κᾀν τοῖς περιπνευμονικοῖς καὶ τοῖς ἐμπυηκοῖς ὀνομαζομένοις πάθεσι. γίνεται δὲ καὶ χωρὶς πυρετῶν ἐπὶ τῶν ἰδίως ὀνομαζομένων ὀρθοπνοϊκῶν τε καὶ ἀσθματικῶν. ἀπὸ γὰρ τοιούτων συμβεβηκότων ἑκάτερον τῶν ὀνομάτων τῷ πάθει τούτῳ τέθειται, τὸ μὲν ἆσθμα διὰ τὴν ὑπειγμένην ἀναπνοὴν, ἣ καὶ τοῖς δραμοῦσιν ὀξέως γίνεται· τὴν δ’ ὀρθόπνοιαν ἐπειδὴ διὰ τὸ πνίγεσθαι κατακειμένους σχηματίζουσιν ἑαυτοὺς ὀρθίους· ἔνιοι δὲ καὶ ἀναγκάζονται καὶ τελέως ἐξανίστασθαι. γέγραπται δὲ κᾀν προγνωστικῷ κατὰ λέξιν οὕτως λεγομένην· αἱ δὲ κυνάγχαι δεινόταται μέν εἰσι καὶ τάχιστ’ ἀναιροῦσαι, ὅσαι μήτ’ ἐν τῇ φάρυγγι ἔκδηλον μηδὲν ποιέουσι μήτ’ ἐν τῷ αὐχένι· πλεῖστον δὲ πόνον παρέχουσι καὶ ὀρθόπνοιαν. ἡ αὐτὴ τοίνυν αἰτία τήν τ’ ὀρθόπνοιαν ἐργάζεται τοῖς πνιγώδεσι πάθεσι καὶ τὸ προσαγορευόμενον
597
ἀρτίως μετέωρον πνεῦμα. κατὰ φύσιν μὲν γὰρ ἔχοντες, ὅταν ἐν ἡσυχίᾳ πάντων τῶν κατὰ προαίρεσιν ὦμεν ἐνεργειῶν, μόνοις τοῖς κατὰ τοῦ θώρακος μέρεσι τοῖς κατὰ τὰς φρένας ἀναπνέομεν, ὡς ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων ἐδείχθη. πλείονος δ’ εἰσπνοῆς δεόμενον καὶ τὰ συνεχῆ τοῖς κάτω συγκινοῦμεν. ἐπειδὰν δὲ πλείστης δεώμεθα, καὶ τὰ κατὰ τὰς ὠμοπλάτας μόρια κινοῦμεν, ἅπαντι τῷ θώρακι βιαίως ἐνεργοῦντες. ἀλλὰ τοῦτο μὲν ἡμῖν ὑγιαίνουσι γίνεται δραμοῦσιν ὀξέως ἢ ὁπωσοῦν σφοδρῶς κινηθεῖσι, διὰ τὸ πλείονος εἰσπνοῆς δεῖσθαι. κατὰ δὲ τὰς περιπνευμονίας καὶ τὰ τῶν ἐμπύων παθήματα ἤτοι πάθη καὶ τὰς ἐπὶ τῶν πυρετῶν ὀρθοπνοίας, διὰ τὴν στενοχωρίαν τῶν ἀναπνευστικῶν ὀργάνων, οὐ δυναμένων καταδέξασθαι τοσαύτην οὐσίαν ἀέρος, ὅσης χρῄζει τὸ ζῶον. ἀπλήρωτος οὖν ἡ χρεία τῆς ἀναπνοῆς γινομένη κίνδυνον ἐπάγει πνιγὸς, καὶ διὰ τοῦτο ἀναγκάζονται συνεχῶς τε καὶ παντὶ τῷ θώρακι ποιεῖσθαι τὴν ἀναπνοήν· ἐπὶ δὲ τῆς συνάγχης αἱ μὲν κατὰ τὸν πνεύμονα κοιλίαι τοῦ πνεύματος, ἐν αἷς ἀναπνέομεν,
598
πνέομεν, ἄφρακτοί εἰσι καὶ καθαραί. φλεγμαινόντων δὲ τῶν ἐν τῷ λάρυγγι μυῶν στενοχωρία γίνεται κατὰ τὴν εἴσοδον τὴν πρώτην τοῦ ἔξωθεν ἀέρος, ὃν διὰ τῆς εἰσπνοῆς ἕλκομεν, ὥστε καὶ νῦν καθ’ ἑτέραν μὲν αἰτίαν, ὡσαύτως δ’ ἀπλήρωτος ἡ χρεία γίνεται τῆς ἀναπνοῆς, ὡς ἐπ’ ἀσθματικῶν, ἐμπύων τε καὶ περιπνευμονικῶν ἐνεγίνετο. διὰ τοῦτο ἐξορμῶσιν οἱ πνιγόμενοι διανίστασθαί τε καὶ παντὶ τῷ θώρακι βιαίως ἐπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα. κατὰ τοῦτο μὲν δὴ τοῖς κυναγχικοῖς τὸ μετέωρον ὠνομάσθαι πνεῦμα λογίσαιτ’ ἄν τις. ἐγχωρεῖ δὲ καὶ διὰ τὸ μετεωρίζειν ἑαυτοὺς ἐθέλειν οὕτως εἰρῆσθαι, ταυτὸν σημαίνοντος τοῦ μετεώρου πνεύματος τῇ κατὰ τὸ προγνωστικὸν ὀρθοπνοίᾳ. γέγραπται δ’ ἐν τῇ διηγήσει τῆς προκειμένης ἐν τῷ λόγῳ κυνάγχης, ὡς καὶ τὸ ποτὸν εἰς τὰς ῥῖνας ἀνεκόπτετο. γίνεται δὲ τοῦτο τοῖς μὴ καταπίνειν αὐτὸ δυναμένοις, ἤτοι διὰ στενοχωρίαν τοῦ πόρου τοῦ κατὰ τὸν στόμαχον ἢ διὰ νέκρωσιν αὐτοῦ καὶ παράλυσιν, ὀλέθριον ἐσχάτως ἑκάτερον ὂν, ὥσπερ καὶ τὸ προγεγραμμένον οὕτως ὑπ’ αὐτοῦ κατὰ τὴν τρίτην ἡμέραν,
599
ἄκρεα ψυχρὰ, πελιά. προειρηκὼς γὰρ, τῇ τρίτῃ ῥῖγος, πυρετὸς ὀξὺς ἐπήνεγκεν, ἄκρεα ψυχρὰ, πελιά. νεκρώσεως δ’ ἐστὶ καὶ σβέσεως τῆς ἐμφύτου θερμασίας σημεῖον ἡ τῶν ἄκρων ψύξις τε καὶ πελίωσις ἐν ὀξέσι πυρετοῖς γινομένη. οὕτως οὖν συνέβη τῇ νοσούσῃ καὶ ἡ τῶν διαχωρημάτων καὶ ἡ τῶν οὔρων ἐπίσχεσις, ὡς ἂν ἤδη νεκρουμένων ἁπασῶν τῶν ἐνεργειῶν, διὸ καὶ πιθανόν ἐστι μήτε κατὰ τὴν ζ΄, ἡμέραν ἀποθανεῖν τὸν ἅνθρωπον μήτε κατὰ τὴν η΄. οὐδὲ γὰρ ἐξαρκέσαι δυνατὸν ἦν τοσοῦτον χρόνον τὴν δύναμιν, ἤδη κατὰ τὴν γ΄, ἡμέραν συμπτώματά τε καὶ σημεῖα ἔχουσαν ἀπὸ ψυχομένης τῆς φύσεως. ὁ Ἱπποκράτης τε ἐν τοῖς οὕτως ὀξέσι νοσήμασιν εἰωθὼς τὰ καθ’ ἑκάστην ἡμέραν γινόμενα γράφειν οὐκ ἂν παρέλιπεν εἰπεῖν τι καὶ περὶ τῆς ε΄ ἡμέρας καὶ τῆς ς΄. ἐπεὶ τοίνυν ἐπὶ συμπληρωθείσῃ τῇ τῆς τρίτης ἡμέρας διηγήσει, τῆς δ΄ μόνης ἐμνημόνευσε, πάντ’ ἐν αὐτῇ παροξυνθῆναι λέγων, ἔτι καὶ μᾶλλόν ἐστι δῆλον ὡς ἀδύνατον ἦν ἄχρι τῆς ζ΄ ἢ η΄ ἡμέρας ζῆσαι τὴν γυναῖκα. παραδόξους μὲν γὰρ μεταβολὰς ἐν τῷ σπανίῳ
600
γινομένας διὰ ῥωμὴν φύσεως ἡμεῖς τε πολλάκις ἐθεασάμεθα καὶ ὁ Ἱπποκράτης αὐτὸς ἐν τῇ διηγήσει τῶν ἀῤῥώστων ἔγραψε, μετὰ τοῦ συνεπισημαίνεσθαι τοῦτο αὐτὸ καὶ δηλοῦν ἄμεινον ἐσχηκέναι τὸν ἄῤῥωστον· ἀλλὰ νῦν γε κατὰ τὴν τρίτην ἡμέραν σὺν ὀξεῖ πυρετῷ τῶν ἄκρων ψυχρῶν τε καὶ πελιῶν γενομένων, ἐπισχεθέντων τε καὶ τῶν οὐρουμένων, εἰ καὶ μὴ προσεγεγράφει, τετάρτῃ πάντα παρωξύνθη, πάντως ἂν ἐτεθνήκει περὶ τὴν πέμπτην ἡμέραν. ἐπεὶ δὲ καὶ τοῦτο προσέγραψεν, ἔτι καὶ μᾶλλον ἄν τις ἀποφαίνοιτο θαῤῥούντως οὕτως ἔχουσαν μὴ εἰς τὴν ἕκτην ἡμέραν ἀφικέσθαι ζῶσαν. καὶ πολύ γε μᾶλλον εἰς τὴν ἑβδόμην ἔτ’ ἀδυνατώτερον ἢ εἰς τὴν ὀγδόην. ἄξιον οὖν θαυμάσαι πῶς ὑπέγραψεν, ὁ πρῶτος ὑπογράψας τοὺς χαρακτῆρας, οὕτως ὡς δηλοῦσθαι κατὰ τὴν ὀγδόην ἡμέραν τεθνηκυῖαν αὐτήν· καὶ τούτου μᾶλλον ἔτι πῶς καὶ Ζήνων Ἡροφίλειος, οὐχ ὁ τυχὼν ἀνὴρ, ἐξηγούμενος τοὺς προγεγραμμένους χαρακτῆρας ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν καὶ αὐτὸς ἐν τῇ ὀγδόῃ τῶν ἡμερῶν ἀποθανεῖν φησι τὴν κυναγχικὴν καὶ τοῦτο δηλοῦσθαι διὰ τῶν τοιούτων χαρακτήρων
601
πι, δ, ε, κ, θ. τούτων τῶν χαρακτήρων ὁ μὲν πρῶτος τὸ πιθανὸν δηλοῖ, διὰ τοῦ π γράμματος γραφόμενος, μέσην ὀρθὴν ἔχοντος γραμμὴν, ἑκατέρᾳ τῶν ἄλλων παραλλήλων, οἷον ἔνιοι γράφουσι τὸ σημαῖνον τὸν τῶν ἐννεακοσίων ἀριθμόν. καὶ διὰ παντός γε κατὰ πάντας τοὺς ἀῤῥώστους τοῦτο σημαίνει προγεγραμμένος ἁπάντων τῶν ἐφεξῆς χαρακτήρων· ὁ δ’ ἐπὶ τῆς τελευτῆς αὐτῶν ἐνταῦθα μὲν τὸν θάνατον δηλοῖ, τοῦ θ γράμματος σημαινόμενον, ἐπ’ ἄλλων δ’ ἀῤῥώστων τὴν ὑγίειαν ὑπὸ τοῦ υ γράμματος δηλούμενον. ὁ δὲ πρὸ τοῦ τελευταίου χαρακτῆρος γεγραμμένος ἀεὶ σημαίνει τὸν ἀριθμὸν τῶν ἡμερῶν, ἐν ὅσαις ἐνόσησεν ὁ προκείμενος ἑκάστοτε κατὰ τὸν λόγον ἄῤῥωστος. οἱ δ’ ἐν τῷ μεταξὺ τούτου τε καὶ τοῦ πρώτου πάντων τὴν αἰτίαν δηλοῦσι τοῦ σωθῆναι τὸν ἄνθρωπον ἢ ἀπολέσθαι, καθάπερ ἐπὶ τῆς κυναγχικῆς ταύτης οἱ δύο χαρακτῆρές εἰσιν, ὁ μὲν ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου γραμμὴν ὀρθὴν ἔχον ἐγέγραπτο π. τούτῳ δ’ ἐφεξῆς ἄλλος τε καὶ ἄλλος. ὁ μὲν οὖν ἑπόμενος τῷ πρώτῳ πάντων, ἐν ᾧ τὸ διὰ μέσου τὸ δ
602
στοιχεῖόν ἐστιν ἔχον ἀπὸ μέσης τῆς κάτω γραμμῆς ἑαυτοῦ γραμμὴν ἑτέραν ὀρθὴν εἰς τὰ κάτω μέρη ἠγμένην, ὥσπερ τὸ ι γράφομεν. ὁ δ’ ἐφεξῆς ἐστιν ὁ τοῦ ε γράμματος, ἐκ τούτων δ’ ἐφεξῆς ὁ Ζήνων δηλοῦσθαί φησι τῶν διαχωρούντων τὴν ἐπίσχεσιν, τοῦ μὲν ἀπεστιγμένου κάτω δ καθ’ ὁντινοῦν τρόπον διαχωρούμενα δηλοῦντος, καὶ γὰρ ἱδρῶτος αὐτό φησι σημεῖον, οὐκ οὔρων μόνον ἢ διαχωρημάτων εἶναι, τοῦ δὲ ε τὴν ἐποχὴν ἢ ἐπίσχεσιν αὐτῶν, ὁποτέρως ἂν ὀνομάζειν ἐθέλοις, ὡς εἶναι τὴν ὅλην διάνοιαν τῶν σημείων τοιάνδε, πιθανόν ἐστι τῶν διαχωρουμένων ἐπισχεθέντων ὀγδοαίαν ἀποθανεῖν τὴν κυναγχικήν. θαυμάζω τοίνυν, ὅπερ ἔφην, τῶν ἀκριβέστερον ἀντιγράφων ἐχόντων τὴν ε ἡμέραν, ὁμολογοῦντος τῇ γραφῇ τῇδε καὶ αὐτοῦ τοῦ ε, ὡς ὀλίγον ἔμπροσθεν ἐδείκνυον, αὐτόν τε τὸν Ζήνωνα τὴν ὀγδόην ἡμέραν ἐπίστασθαι γεγραμμένην, ἀντιλέγοντάς τέ τινας αὐτῷ περὶ μὲν τούτου μηδὲν εἰρηκέναι, περὶ δὲ τῶν χαρακτήρων ἐλέγχειν αὐτὸν, ὡς μεταγράψαντα τὸ δεύτερον γράμμα καὶ ποιήσαντα τὸ ἀπεστιγμένον δ, μὴ οὕτως ἐχούσης τῆς κατὰ
603
τὸ τρίτον τῶν ἐπιδημιῶν γραφῆς. ἀλλὰ μετὰ τὸν πρῶτον χαρακτῆρα τὸ ρ γεγραμμένον, καθάπερ ἐκεῖνοί φασι. παρεισέρχεται δ’ ἐνταῦθα λοιπὸν ἤδη μακρός τις λόγων ἐσμός. οἰήσεται γάρ τις ὄντως ὑφ’ Ἱπποκράτους προσκεῖσθαι τοὺς χαρακτῆρας τοῖς ἀῤῥώστοις, εἴπερ οἱ ἀντιλέγοντες τῷ Ζήνωνι τὸ ρ φασὶν οὐ τὸ κάτωθεν ἀπεστιγμένον δ γεγράφθαι. ἀλλ’ ἐὰν ἀναγνῷ τις τὰ τῶν ἀντειπόντων τῷ Ζήνωνι βιβλία, μήθ’ Ἱπποκράτους εἶναι λεγόντων τοὺς χαρακτῆρας, εὑρεθῆναί τε βιβλίον τι τῶν Πτολεμαίου τοῦ Εὐεργέτου κληθέντος, ἔχον αὐτοὺς διεσκευασμένους ὑπό τινος ἰατροῦ Παμφίλου, τὸ γένος ἐκ πόλεως Ἰνδικῆς, Κλεοφαντίου δὲ τὴν αἵρεσιν. ἀκούσῃ δὲ καὶ τὴν αἰτίαν δι’ ἣν ἐνέγραψε τῷ βιβλίῳ τοὺς χαρακτῆρας τούτους ὁ Μνήμων, οὓς δόξειαν αὐτοὶ διαφέρεσθαι πρὸς ἑαυτοὺς οἱ ἀντειπόντες τῷ Ζήνωνι, μήθ’ Ἱπποκράτους εἶναι μήθ’ οὕτως γεγράφθαι τοὺς χαρακτῆρας, ὡς ἐκεῖνος ἐξηγήσατο. ἐμοὶ μὲν οὖν δοκεῖ καὶ τὰ μέχρι νῦν εἰρημένα περιττά τ’ εἶναι καὶ μηδὲν ὀνίναι τοὺς ἀναγνωσομένους εἰς τὰ τῆς τέχνης ἔργα,
604
πρὸς ἃ σπεύδειν δεῖ τὸν ἀσκούμενον ἐν αὐτῇ. ἀλλ’ ἐπειδὴ γραφομένων αὐτῶν ἔδοξε τοῖς φίλοις, οἷς πεισθεὶς κατὰ τὸ πρῶιον βιβλίον ἐλέγχους τινὰς ἔγραψα τῶν μοχθηρῶς ἐξηγησαμένων τὰ κατὰ τοὺς ἀῤῥώστους, εἰπεῖν τί με καὶ περὶ τῶν χαρακτήρων τούτων ἅπαξ ἐν τῷδε τῷ βιβλίῳ, καὶ τοῦθ’ ὑπέμεινα πρᾶξαι γινώσκων, ὅπερ ἀεὶ λέγω, τὰ ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐν ὑπομνήμασι γεγραμμένα, ἀπολλύντα μὲν ἡμῶν τὸν χρόνον, ἰατρικὸν δ’ οὐδὲν διδάσκοντα, δι’ οὓς κᾀγὼ τὰς μὲν ἰατρικὰς πραγματείας ἰδίᾳ καθ’ ἑαυτὰς ἐποιησάμην, τὰς δὲ πρὸς τοὺς σοφιστὰς, ἐπειδὴ καὶ τούτων ὁρῶ δεομένους τοὺς νέους, ὅσοι διαστρέφονται πρὸς αὐτῶν, αὐτὰς καθ’ ἑαυτὰς πάλιν καὶ ταύτας, ἵν’ εἴ τις ἔχῃ χρόνον ἐκ περιουσίας ἐντυγχάνειν αὐταῖς, ὡς πρὸς πολεμίους εἴη παρεσκευασμένος τοὺς σοφιστάς. οὕτως οὖν καὶ νῦν ἄχρηστον πρᾶγμα πρὸς τὸ καλῶς ἰᾶσθαι τὸ κατὰ τοὺς χαρακτῆρας τούτους ὑπάρχον, ὅμως οὐκ ὀκνήσω διελθεῖν ἅπαν, ἐπειδὴ τοῖς φίλοις οὕτως ἔδοξεν. ᾐσχυνάμην δ’ ἂν εἰς τοιαύτην φλυαρίαν ἐκτρεπόμενος, εἰ μὴ πρότερον ἐν πολλαῖς
605
πραγματείαις ἅπαντα τῆς ἰατρικῆς τέχνης τὰ χρήσιμα διελθὼν οὕτως ἧκον ἐπὶ τὰς τῶν Ἱπποκρατείων βιβλίων ἐξηγήσεις, ἐν αἷς ἐπιμαθεῖν μὲν οὐδὲν ἔχουσιν οἱ μανθάνοντες τὴν τέχνην, ἔξωθεν ὧν ἐν ταῖς ἰατρικαῖς πραγματείαις ἔγραψα κατὰ διέξοδον σαφῶς, ὡς καὶ τοὺς ἀμβλεῖς τὴν διάνοιαν ἕπεσθαι τοῖς λεγομένοις. ἱστορίας δὲ γνῶσιν ἕξουσιν, ἀφ’ ἧς οἱ πολλοὶ τῶν ἀνθρώπων θαυμάζουσιν ἐνίοτε τῶν τὰς τέχνας μεταχειριζομένων τινὰς, οἰόμενοι τοὺς πολυΐστορας καὶ πολυμνήμονας ἀνθρώπους, εὐθὺς καὶ τὰ τῆς τέχνης διαγινώσκειν θεωρήματα. καὶ νῦν οὖν ἐρῶ τὴν περὶ τῶν χαρακτήρων ἱστορίαν ἅπασαν, ἐπεὶ δὲ τοῦτο δοκεῖ τοῖς τε φίλοις καὶ τοῖς ἑταίροις ἅπαξ ἐνθάδε γενέσθαι βέλτιον εἶναι. λέλεκται μὲν οὖν ἃ μέλλω λέγειν ὑπὸ Ζεύξιδος ἐν τῷ πρώτῳ τῶν εἰς τὸ προκείμενον βιβλίον ὑπομνημάτων, καὶ ἦν ἴσως ἄμεινον, ὥσπερ εἴωθα ποιεῖν ἐν τοῖς τοιούτοις, ἀναπέμψαι τοὺς βουλομένους τὴν ἱστορίαν ταύτην γνῶναι πρὸς ἐκεῖνο τὸ βιβλίον, ἀλλ’ ἐπειδὴ τὰ τοῦ Ζεύξιδος ὑπομνήματα μηκέτι σπουδαζόμενα σπανίζει, διὰ τοῦτ’ ἠξίωσαν
606
ἐμὲ διελθεῖν αὐτὰ τὴν ἀρχὴν ἀπὸ τοῦ Μνήμονος ποιησάμενον αὐτῆς. ἔνιοι μὲν γάρ φασιν αὐτὸν λαβόντα τὸν τρίτον τῶν ἐπιδημιῶν ἐκ τῆς ἐν Ἀλεξανδρείᾳ μεγάλης βιβλιοθήκης ὡς ἀναγνωσόμενον ἀποδοῦναι, παρεγγράψαντα ἐν αὐτῷ καὶ μέλανι καὶ γράμμασι παραπλησίοις τοὺς χαρακτῆρας τούτους. ἔνιοι δὲ καὶ αὐτὸν ἐκ Παμφυλίας κεκομικέναι καὶ φιλότιμον περὶ βιβλία τόν τε βασιλέα τῆς Αἰγύπτου Πτολεμαῖον οὕτω γενέσθαι φασὶν, ὡς καὶ τῶν καταπλεόντων ἁπάντων τὰ βιβλία κελεῦσαι πρὸς αὐτὸν κομίζεσθαι καὶ ταῦτα εἰς καινοὺς χάρτας γράφοντα διδόναι μὲν τὰ γραφέντα τοῖς δεσπόταις, ὧν καταπλευσάντων ἐκομίσθησαν αἱ βίβλοι πρὸς αὐτὸν, εἰς δὲ τὰς βιβλιοθήκας ἀποτίθεσθαι τὰ κομισθέντα καὶ εἶναι τὰς ἐπιγραφὰς αὐτοῖς τῶν ἐκ πλοίων. ἓν δέ τι τοιοῦτόν φασιν εὑρεθῆναι καὶ τὸ τρίτον τῶν ἐπιδημιῶν ἐπιγεγραμμένον, τῶν ἐκ πλοίων κατὰ διορθωτὴν Μνήμονα Σιδίτην, ἔνιοι δ’ οὐ κατὰ διορθωτὴν ἐπιγεγράφθαι φασὶν, ἀλλ’ ἁπλῶς τοὔνομα τοῦ Μνήμονος, ἐπειδὴ καὶ τῶν ἄλλων ἁπάντων τῶν καταπλευσάντων ἅμα βίβλοις ἐπέγραφον
607
οἱ τοῦ βασιλέως ὑπηρέται τὸ ὄνομα τοῖς ἀποτιθεμένοις εἰς τὰς ἀποθήκας. οὐ γὰρ εὐθέως εἰς τὰς βιβλιοθήκας αὐτὰ φέρειν, ἀλλὰ πρότερον ἐν οἴκοις τισὶ κατατίθεσθαι σωρηδόν. ὅτι δ’ οὕτως ἐσπούδαζε περὶ τὴν τῶν παλαιῶν βιβλίων κτῆσιν ὁ Πτολεμαῖος ἐκεῖνος οὐ μικρὸν εἶναι μαρτύριόν φασιν ὃ πρὸς Ἀθηναίους ἔπραξε. δοὺς γὰρ αὐτοῖς ἐνέχυρα πεντεκαίδεκα τάλαντα ἀργυρίου καὶ λαβὼν τὰ Σοφοκλέους καὶ Εὐριπίδου καὶ Αἰσχύλου βιβλία χάριν τοῦ γράψαι μόνον ἐξ αὐτῶν, εἶτ’ εὐθέως ἀποδοῦναι σῶα, κατασκευάσας πολυτελῶς ἐν χάρταις καλλίστοις, ἃ μὲν ἔλαβε παρὰ Ἀθηναίων κατέσχεν, ἃ δ’ αὐτὸς κατεσκεύασεν ἔπεμψεν αὐτοῖς παρακαλῶν ἔχειν τε τὰ πεντεκαίδεκα τάλαντα καὶ λαβεῖν ἄνθ’ ὧν ἔδοσαν βιβλίων παλαιῶν τὰ καινά. τοῖς μὲν οὖν Ἀθηναίοις, εἰ καὶ μὴ καινὰς ἐπεπόμφει βίβλους, ἀλλὰ κατεσχήκει τὰς παλαιὰς, οὐδὲν ἦν ἄλλο ποιεῖν, εἰληφόσι γε τὸ ἀργύριον ἐπὶ συνθήκαις τοιαύταις, ὡς αὐτοὺς κατασχεῖν, εἰ κᾀκεῖνος κατάσχοι τὰ βιβλία, καὶ διὰ τοῦτ’ ἔλαβόν τε τὰ καινὰ καὶ κατέσχον καὶ τὸ
608
ἀργύριον. ὁ δ’ οὖν Μνήμων, εἴτ’ αὐτὸς ἐκόμισε τὸ βιβλίον εἴτε λαβὼν ἐκ τῆς βιβλιοθήκης παρέγραψε, φαίνεται πράξας ἕνεκα σχηματισμοῦ τοῦτο. μόνον γὰρ ἐπίστασθαι λέγων ἑαυτὸν ἃ δηλοῦσιν αἱ χαρακτῆρες, μισθὸν τῆς ἐξηγήσεως αὐτῶν εἰσεπράττετο καὶ εἴπερ τοῦθ’ οὕτως ἔχει, πιθανώτερόν ἐστὶ τὸ κατὰ τὴν βιβλιοθήκην ἀποκείμενον ὑπ’ αὐτοῦ διεσκεύασθαι. πολὺ γὰρ ἀξιοπιστότερον ἔμελλεν αὐτῷ τὸ τῆς ἐξηγήσεως ἔσεσθαι, τῆς βασιλικῆς βιβλιοθήκης ἐχούσης τοὺς χαρακτῆρας. ὕποπτος δ’ ἂν ἦν, εἰ αὐτὸς ἐκεμομίκει τὸ βιβλίον οἴκοθεν· οὐκ ὀκνοίην δ’ ἂν οὐδὲ τὰς ὑφ’ Ἡρακλείου τοῦ Ταραντίνου τε καὶ τοῦ Ἐρυθραίου γεγραμμένας ἀποδείξεις τοῦ παρεγγεγράφθαι τοὺς χαρακτῆρας εἰπεῖν, εἰ μή γε τοῖς νῦν ἔχουσι πρόδηλον ἐνόμιζον εἶναι τοῦτο καὶ θᾶττον ἔσπευδον ἀπαλλαγῆναι τῆς τοιαύτης πολυλογίας. ἐπάνειμι τοίνυν ἐπὶ τὸ χρήσιμον, οὗπερ ἕνεκα καὶ τὴν τῶν ἀῤῥώστων τούτων ἱστορίαν ἀναλεγόμεθα. γελοῖον γάρ ἐστι διὰ τοῦτ’ ἀποθανεῖν νομίσαι τὸν ἄνθρωπον, ὅτι τῶν διαχωρημάτων ἐπίσχεσις ἐγένετο. οὐ γὰρ δὴ διὰ
609
τὴν ἐπίσχεσιν ἀπέθανεν, ἀλλ’ ὅτι συνέβαινεν αὐτῇ διὰ τοῦτ’ ἐπέχεσθαι τὰ διαχωρούμενα, νεκρουμένων τῶν κατὰ φύσιν ἐνεργειῶν. οὐ γὰρ διότι ψυχρὰ καὶ πελιδνὰ τὰ ἄκρεα κατὰ τὴν τρίτην ἡμέραν ἐγένετο, διὰ τοῦτ’ ἀπέθανεν, ἀλλὰ διότι ἀπέθνησκεν ἐνεκροῦτο καὶ ταῦτα. καὶ αὐτὸς δ’ ὁ Ἱπποκράτης ὥσπερ μαντευσάμενος ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως προσέγραψεν, ἀπέθανε κυναγχική. καίτοι προειρηκὼς εὐθὺς ἐν ἀρχῇ, ἡ κυναγχικὴ παρὰ Βίτωνος. ἀλλ’ ἡ κατὰ τὸ τέλος προσθήκη τοιαύτην τινὰ ἔχει τὴν ἔνδειξιν, ἀπέθανεν ἡ ἄνθρωπος αὕτη διὰ τὴν κυναγχικήν. οὕτως γοῦν ἔγραψε κᾀν τῷ προγνωστικῷ περὶ τῶν ὀλεθρίων κυναγχῶν. αὗται γὰρ καὶ αὐθημερὸν ἀποπνίγουσι καὶ δευτεραῖον καὶ τριταῖον. εἰκὸς οὖν καὶ τὴν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα διὰ τοῦτο ἀποθανεῖν τριταίαν, ἡνίκα καὶ τὰ ἄκρεα πελιδνὰ καὶ ψυχρὰ καὶ τῶν διαχωρημάτων ἐπίσχεσις ἐγένετο, ὥστ’ εἰκάζειν χρὴ τὴν δύναμιν αὐτῆς ἰσχυρὰν οὖσαν ἐξαρκέσαι μέχρι τῆς ε΄ ἡμέρας. τὸ δ’ ἄχρι τῆς ὀγδόης ἀδύνατον· ἀλλὰ μέχρι μὲν τούτων ἅλις, ἐννοήσας
610
δέ τις ὡς, εἴθ’ Ἱπποκράτης αὐτὸς ἐνεκεχείριστο τὴν θεραπείαν τῆς γυναικὸς ταύτης εἴτε συνεπισκέπτετο τῷ θεραπεύοντι, πάντως ἂν εἰ καὶ μηδὲν ἄλλο, καταπλασμάτιον γοῦν ἐπέθηκεν ἢ διακλυσμάτιον ἔδωκεν αὐτῇ. πεισθήσεται γοῦν παραλελεῖφθαι κατὰ τὴν διήγησιν τά τ’ ἄλλα βοηθήματα προσαχθέντα ἐν τῇ νοσούσῃ καὶ τὴν φλεβοτομίαν, μόνον δὲ κλυστῆρα καὶ βαλάνου πρόσθεσιν οὐ προηγουμένως, ἀλλὰ κατὰ τὸ πάρεργον γεγράφθαι. διηγούμενος γὰρ τά τ’ οὐρούμενα καὶ ἐμούμενα καὶ τὰ διαχωρούμενα κατὰ γαστέρα, προσγράφων δὲ καὶ τὴν ἐπίσχεσιν αὐτὴν, ἐφ’ ὧν οὐδὲν ἀπέκρινεν αὐτομάτως ὁ κάμνων, ἐπὶ τούτων ἐν παρέργῳ προσέγραψε μετὰ τῆς ποιότητος τῶν ἐκκριθέντων τό τ’ ἀπὸ βαλάνου καὶ ἀπὸ κλυσματίου.

Ἐγὼ μὲν ἀπηλλάχθαι τελέως ἠβουλόμην ἤδη τῆς περὶ τοὺς χαρακτῆρας ἀδολεσχίας. ἐπεὶ δὲ καὶ τῶν ἑταίρων πολλοὶ συντελεσθῆναι τὸν λόγον ἅπαντα ποθοῦσιν, ἐμοί τε πολὺ μέρος τῆς φλυαρίας ἤδη ταύτης διήνυσται,

611
προσθεῖναι τὸ κατάλοιπον οὐκ ὀκνήσω. προηγούμην μὲν οὖν, ὥσπερ εἴωθα, τοὺς μηδὲν συντελοῦντας εἰς τὴν τέχνην λόγους ἰδίᾳ γράφειν, οὕτω καὶ τούτῳ βιβλίον ἓν ἀναθεῖναι κατὰ μόνας γεγραμμένον, ἵν’ ἔχοιεν οἱ καὶ τοιαῦτα περιεργάζεσθαι βουλόμενοι σχολάζειν ἀχρήστοις φλυαρίαις· ἐπεὶ δ’ ὁρῶ προεληλυθὼς ἤδη τὸ δεύτερον ὑπόμνημα τοῦτο καὶ μῆκος ἀξιόλογον εἰληφὼς, ὡς μὴ δύνασθαι μηκέτι κατ’ αὐτὸ τοὺς θ΄ ὑπολοίπους ἀῤῥώστους ἐξηγήσασθαι καὶ προσθεῖναι τὴν λοιμώδη κατάστασιν ἐφεξῆς γεγραμμένην αὐτῶν, οὐ μὴν οὐδὲ διασπάσαι βούλομαι τὴν τῆς καταστάσεως ἐξήγησιν, ὡς μέρος μὲν αὐτῆς κατὰ τοῦτο γεγράφθαι τὸ ὑπόμνημα. τὸ δ’ ὑπόλοιπον ἐν τῷ μετ’ αὐτό· διὰ τοῦτο καὶ τὸν περὶ χαρακτήρων λόγον ἐν τῷδε συμπληρώσω, περιελὼν καὶ τούτων τὸν πολὺν λῆρον. εἰ γὰρ ὅσα λέλεκται τοῖς γράψασι περὶ τῶν χαρακτήρων τούτων εἰς ἐξέτασιν ἄγων καὶ διακρίνων, τά τ’ ὀρθῶς εἰρημένα καὶ τὰ μὴ τοιούτως, οὐχ ἑνὸς εἰς τοῦτο δεήσομαι βιβλίου. ἡγεῖται μὲν οὖν, ὡς ἔφην, ἁπάντων τὸ τὴν διάμετρον γραμμὴν ἔχον πι, σημαῖνον
612
ἀεὶ τὸ πιθανόν. τελευταῖον δ’ ἤτοι τὸ υ γράμμα φαίνεται γεγραμμένον ἢ τὸ θ. τὸ μὲν ὑγείαν, τὸ δὲ θάνατον σημαῖνον, ἔμπροσθεν δ’ αὐτῶν ὁ τῶν ἡμερῶν ἀριθμὸς, ἐν αἷς ἐνόσησεν ἢ ἀπέθανεν ὁ κάμνων. οἱ δ’ ἐν τῷ μεταξὺ τούτων χαρακτῆρες ἅπαντες μέν εἰσι διὰ τῶν γραμμάτων ἃ σημαίνει τὰ στοιχεῖα τῆς φωνῆς, πλὴν τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα, τίνα δὲ διάνοιαν ἕκαστος αὐτῶν ἔχει δηλώσω. μεμνημένων οὖν ἡμῶν ὅτι τὰ πρὸ τοῦ τελευταίου τῶν χαρακτήρων, ὑφ’ οὗ θάνατον ἢ ὑγείαν ἔφαμεν δηλοῦσθαι γεγραμμένα, τὸν ἀριθμὸν τῶν ἡμερῶν σημαίνει, περὶ τῶν ἄλλων ὅσα μεταξὺ τούτων τε καὶ τῆς ἀρχῆς γέγραπται ποιήσομαι τὸν λόγον· τὸ μὲν α δηλοῖ ἀποφθορὰν, ἀπώλειαν, τὸ δὲ γ γονοειδὲς οὖρον. τὸ δ ἀπεστιγμένον, οἷάπερ ἐστὶν ἃ κάτωθεν ἔχῃ τρόπῳ τοιῷδε γεγραμμένον δ. διαχωρούμενα δι’ ἱδρώτων καὶ διάῤῥοιαν καὶ διαφόρησιν καὶ συνελόντι φάναι κένωσιν ἡντιναοῦν σημαίνειν βούλονται. τὸ δὲ ε ἐποχὴν, ἕδραν. τὸ δὲ ζ ζήτημα, τὸ δὲ θ θάνατον, ὡς προείρηται.
613
τὸ δὲ ι ἱδρῶτα, τὸ δὲ κ κρίσιν ἢ κοιλιακὴν διάθεσιν. τὸ δὲ μ μανίαν ἢ μήτραν, τὸ δὲ ν νεότητα καὶ νέκρωσιν, τὸ δὲ ξ ξανθὴν χολὴν καὶ ξένον τι καὶ σπάνιον καὶ ξυσμὸν καὶ ξηρότητα. τὸ δὲ ο ὀδύνας ἢ οὖρον, ἔνιοι δέ φασιν ὅταν ἐπικείμενον ἄνωθεν ἔχῃ τὸ υ, τότε σημαίνειν τὸ οὖρον αὐτὸ, γραφόμενον ὡς εἰώθασι τὸ οὕτως γράφειν. τὸ δὲ π πλῆθος ἢ πτύελον ἢ πυρὸν ἢ πυρετὸν ἢ πνεύμονος πάθος. τὸ πι δ’ ἐν αὑτῷ μέσον ἔχον τὸ ι, καθότι προείρηται, τὸ πιθανὸν δηλοῖ τὸ δὲ ρ ῥύσιν ἢ ῥῖγος, τὸ δὲ φ φρενῖτιν ἢ φθίσιν, τὸ δὲ σ σπασμὸν ἢ στομάχου κάκωσιν ἢ στόματος, τὸ δὲ τ τόκον, τὸ δὲ υ ὑγείαν ἢ ὑποχόνδριον τὸ δὲ χ χολὴν ἢ χολῶδες, τὸ δὲ ψ ψύξιν, τὸ δὲ ω ὠμότητα.

614
Τὸ μειράκιον ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων καὶ πόνων καὶ δρόμων παρὰ τὸ ἔθος. τῇ πρώτῃ κοιλία ταραχώδης, χολώδεσι πολλοῖσι λεπτοῖσι, οὖρα λεπτὰ, ὑπομέλανα, οὐχ ὕπνωσε, διψώδης. δευτέρῃ πάντα παρωξύνθη, διαχωρήματα πλείω, ἀκαιρότερα, οὐχ ὕπνωσε, τὰ τῆς γνώμης ταραχώδεα, σμικρὰ ἐφίδρωσε. τρίτῃ δυσφόρως, διψώδης, ἀσώδης, πολὺς βληστρισμὸς, ἀπορίη, παρέκρουσεν, ἄκρεα πελιὰ καὶ ψυχρὰ ὑποχονδρίου ἔντασις, ὑπολάπαρος ἐξ ἀμφοτέρων. τετάρτῃ οὐχ ὕπνωσεν ἐπὶ τὸ χεῖρον. ἑβδόμῃ ἀπέθανεν, ἡλικίῃ περὶ ἔτεα πι, ζ, θ.

Ἄρξασθαι μὲν τὴν νόσον αὐτῷ φασὶν ἐκ κόπων ἐπ’ ἀήθεσι γυμνασίοις γενομένων. ἴσμεν γὰρ ὅτι πόνους ὀνομάζει τὰ γυμνάσια, καθάπερ καὶ ὅτι κόπους τὴν διάθεσιν τοῦ σώματος, ἐφ’ ἧς εἰ καὶ βραχύ τις κινοῖτο, τονώδης αἴσθησις ἢ ἑλκώδης αὐτῷ γίνεται. προσθεὶς δὲ τοῖς πόνοις

615
τοὺς δρόμους ἐκ περιττοῦ δοκεῖ προσγεγραφέναι τοὺς πόνους, περιέχονται γὰρ ὡς γένος ἐν εἴδει τοῖς δρόμοις· διό τινες ἀντὶ τοῦ πόνων πότων ἔγραψαν, ὑπαλλάξαντες τὸ πρῶτον ν τῆς δευτέρας συλλαβῆς εἰς τὸ τ. ἡ δ’ ἐφεξῆς πᾶσα διήγησις τῶν συμβάντων τῷ μειρακίῳ παράδειγμά ἐστιν ὀξέος νοσήματος ἐν ἡλικίαις καὶ μάλιστα τῶν νέων γινομένου. τὰ μὲν οὖν ἄλλα συμπτώματα τῆς κατὰ τὴν νόσον ὀξύτητός ἐστιν, ἐξ ὧν δ’ ἄν τις προγνῷ κίνδυνον ἢ θάνατον ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἴρηται, τὰ ὑπομέλανα οὖρα, κατὰ δὲ τὴν δευτέραν τὸ σμικρὰ ἐφίδρου, κατὰ δὲ τὴν τρίτην ὁ πολὺς βληστρισμός. ἐν ἁπάσαις δὲ ταῖς ἡμέραις τὸ μηδ’ ὅλως ὑπνῶσαι. ταυτὶ μὲν οὖν κινδυνώδη. τὰ δ’ ἄκρεα πελιὰ ψυχρὰ γενόμενα, τῇ τρίτῃ τῶν ἡμερῶν ἐν ὀξεῖ πυρετῷ θανατῶδες καὶ μᾶλλον ἔτι κατὰ τὴν ἡλικίην ταύτην. γίνεται γὰρ ἤτοι διὰ μέγεθος ὑπερβάλλον τῆς ἐν τοῖς σπλάγχνοις φλεγμονῆς ἢ σβεννυμένης τῆς ἐμφύτου θερμασίας. περὶ δὲ τῆς καθ’ ὑποχόνδρια ἐντάσεως ὑπολαπάρου φθάνομεν εἰρηκότες ὅτι τὴν χωρὶς ὄγκου
616
τάσιν ὁ Ἱπποκράτης δηλοῖ διὰ τῆς εἰρημένης λέξεως. ἐνδείκνυται δ’ ἡ τοιαύτη τάσις τῶν μὲν ἔξω σωμάτων, ἅπερ οἱ κατ’ ἐπιγάστριόν εἰσι μύες, οὐδὲν φλεγμαῖνον, ἤτοι δὲ τὰς φρένας ἢ τὸ ἧπαρ ἢ τὸν σπλῆνα. κινδυνώδη δὲ ταῦτα σὺν τοῖς ἄλλοις. τοῦ δὲ θανάτου σημεῖον ἱκανὸν ἡ πελίωσίς τε καὶ ψύξις τῶν ἄκρων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν, ἐν ὀξεῖ πυρετῷ κατὰ τὴν εἰκοσαετῆ ἡλικίαν γενόμενα. διὰ τούτου δὲ καὶ μέχρι τῆς ἑβδόμης ἡμέρας ἐξήρκεσιν ὁ νεανίας, ἴσως καὶ ἄλλως ἰσχυρὸς ὢν φύσει τὴν δύναμιν, οὐ μόνον διὰ τὴν ἡλικίαν. ἃ μὲν οὖν ἄν τις ἐκ τῆς περὶ τὸν ἄῤῥωστον τοῦτον ἱστορίας λάβοι χρήσιμα ταῦτ’ ἐστί. τὸ δὲ ζητεῖν ἐν ποίᾳ πόλει καλεῖταί τι χωρίον ψευδὲς, καθάπερ Ἀθήνῃσιν ἡ τῶν Κερκώπων οὕτως ὠνόμασται, ὅσα τ’ ἄλλα τοιαῦτα καθ’ ἕκαστον τῶν ἀῤῥώστων ἔνιοι τῶν ἐξηγητῶν ἔγραψαν, οὐκ ἂν ὑπερέβαινον εἴ τι χρήσιμον ἐν αὐτοῖς ἑώρων εἰς τὰ τῆς τέχνης ἔργα. ὀξὺ, τοῦτο γέγραπται μεταξὺ τοῦ προγεγραμμένου καὶ τοῦ μέλλοντος γραφήσεσθαι, δυνάμενον ἑκατέρῳ προσνέμεσθαι, φαινομένων γ’ ἀμφοτέρων
617
ὀξέως νενοσηκέναι. ἀλλ’ ἐπεὶ καὶ κατὰ τὴν προγεγραμένην ἄῤῥωστον τὴν κυναγχικὴν, ἐπὶ τῷ τέλει πρόσκειται τὸ καί τισιν ἄλλοις ἀῤῥώστοις ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως προγέγραπταί τι τοιοῦτον, δι’ οὗ τὸ χρήσιμον ἐμφαίνεται τῆς ἱστορίας, εὐλογώτερόν ἐστι τῷ προτέρῳ τῶν ἀῤῥώστων προσγεγράφθαι τὸ ὀξύ. τάχα δ’ ὁ τοὺς χαρακτῆρας προσγράψας καὶ τοῦτο προσέγραψε καὶ μικρὸν ὕστερον ἐπὶ τοῦ δεκάτου κατὰ τὴν τάξιν ἀῤῥώστου περὶ τῶν οὕτω προγεγραμμένων εἰρήσεται τελέως.

Ἐπεὶ δὲ βέλτιον οἶμαι τὴν λοιμώδη κατάστασιν εἰς τὸ τρίτον ὑπόμνημα φυλάξαι, προσθήσω τοῖς προειρημένοις ἔνια τῶν ἠμφισβητημένων τοῖς ἰατροῖς περὶ τῶν προσγεγραμμένων σημείων τῇ διηγήσει τοῦδε τοῦ μειρακίου κατὰ τὴν ζ΄ ἡμέραν ἀποθανόντος. ὁ μὲν γὰρ Ζήνων ἔγραψε τούσδε τοὺς χαρακτῆρας. πρῶτον μὲν ἁπάντων τὸ π, τὴν διὰ μέσου γραμμὴν εὐθεῖαν ὀρθὴν ἔχον, ὃ τοῦ πιθανοῦ διὰ παντὸς εἶναι σημεῖον γέγραπται. δεύτερον δὲ ξ καὶ τρίτον ἐπ’ αὐτῷ

618
ζ καὶ τέταρτον τὸ θ. πι, ξ, ζ, θ, τὸ μὲν οὖν ζ τὴν ἑβδόμην ἡμέραν φασὶ δηλοῦν, τὸ δὲ θ τὸν θάνατον. ἀλλὰ ταῦτα μὲν ἐπὶ πάντων κοινά. τὸ δὲ ξ ξένον σημεῖον εἶναι βούλεται. ξένον δὲ τὸ γεγονέναι φησὶ τῷ μειρακίῳ ἐν ἀρχῇ τῆς διηγήσεως ἐκ κόπων καὶ δρόμων παρὰ τὸ ἔθος εἰς τὴν νόσον ἐμπεσεῖν αὐτό. τὰ μὲν οὖν ἀντειρημένα τῷ Ζήνωνι περὶ τοῦ πρώτου σημείου τοῦ τὸ πιθανὸν δηλοῦντος, ἐπειδὴ κοινὰ πάντων ἐστὶ τῶν ἀῤῥώστων, ὀλίγον ὕστερον ἐὰν δόξω, πρότερον δὲ τὰ κατὰ τὸν προκείμενον ἄῤῥωστον ἰδίως ἐζητημένα σκεψόμεθα, διότι περὶ πράγματος ἰατρικοῦ δοκεῖ τὴν ἀμφισβήτησιν εἰρηκέναι. γράψαντος γὰρ, ὡς καὶ πρόσθεν ἔφην, οὐ μικρὸν βιβλίον τοῦ Ζήνωνος περὶ τῶν χαρακτήρων, εἶθ’ ἕτερον αὐτοῦ μεῖζον, Ἀπολλωνίου τοῦ ἐμπειρικοῦ πρὸς αὐτὸν ἀντιγράψαντος, εἶθ’ ὕστερον πάλιν ἐκείνῳ τοῦ Ζήνωνος ἀντειπόντος, Ἀπολλώνιος ὁ Βιβλᾶς ἐπικληθεὶς ἔγραψε μετὰ ταῦτα καὶ αὐτὸς ἤδη, τεθνεῶτος τοῦ Ζήνωνος, βιβλίον ὑπὲρ τῶν χαρακτήρων, οὐ μόνον διεσκευασμένους ἐλέγχων, ἀλλὰ καὶ τὸν καλούμενον παρεξέλεγχον ἐπ’ αὐτοῖς τὸν Ζήνωνα ποιησάμενος. ὡς
619
γὰρ μηδ’ ἑρμηνεῦσαι δυνηθέντος αὐτοῦ καλῶς τὰ διεσκευασμένα πρὸς τοῦ Μνήμονος, ἀλλ’ ἐν οἷς ἠπόρει πιθανολογίας, ὑπαλλάττοντος τοὺς χαρακτῆρας εἰς εὐπορίαν ἐξηγήσεως, οὕτω πεποίηται τὴν ἀντιλογίαν, οὔτε τὸ κατὰ τὴν βασιλικὴν βιβλιοθήκην εὑρεθὲν οὔτε τὸ ἐκ τῶν πλοίων οὔτε τὸ κατὰ τὴν ὑπὸ Βακχείου γενομένην ἔκδοσιν ἔχειν φάσκων οὕτω τοὺς χαρακτῆρας, ὡς ὁ Ζήνων ἔγραψεν ἐπὶ τοῦ προκειμένου κατὰ τὸν λόγον μειρακίου. εἰς ταύτην δ’ οὐκ οἶδ’ ὅπως τὴν ἀδολεσχίαν ὁ Ταραντῖνος Ἡρακλείδης ὑπεσύρη, καίτοι πειρώμενος ἀεὶ πρὸς τὸ χρήσιμον ἀγαγεῖν τὰς ἐξηγήσεις. ἀλλὰ νῦν γε φαίνεται φιλονεικεῖν τῷ Ζήνωνι μᾶλλον ἢ τοῦ χρησίμου στοχάζεσθαι. ποιεῖται γοῦν τὴν τῶν χαρακτήρων ἐξήγησιν ὡς διὰ τί ζ πρὸ τοῦ τελευταίου θ γέγραπται. τὸ δ’ ἕτερον ὃ τούτου προτέτακται δηλοῦν φησὶ τὸ ζητητέον εἶναι διὰ τί κατὰ τὴν ζ΄ ἡμέραν ἀπέθανε τῶν παροξυσμῶν αὐτῷ κατὰ τὰς ἀρτίους γεγονότων. εὔλογον γὰρ ἦν, ὡς αὐτὸς ὁ Ἱπποκράτης λέγει, τὴν κρίσιν τοῦ νοσήματος ἐν ταῖς παρεξοτικαῖς ἡμέραις γεγονέναι.
620
ὧν γὰρ οἱ παροξυσμοὶ, φησὶν, ἐν ἀρτίαις, τούτων καὶ αἱ κρίσεις ἐν ἀρτίαις, ὧν δ’ ἐν περιτταῖς, καὶ τούτων πάλιν ἐν περιτταῖς ἡμέραις γίνεσθαι τὴν κρίσιν. ὑποπέπτωκε δὲ τῷ γενικῷ σημαινομένῳ τῆς κρίσεως καὶ ὁ θάνατος. οὕτως μὲν Ταραντῖνος ἀπεφήνατο περὶ τῶν χαρακτήρων. ἐπισκεψώμεθα δὲ εἴ τις λέγει σοφόν· ὅτι μὲν γὰρ ἀποθνήσκειν ὡς τὰ πολλὰ κατὰ τὰς τῶν παροξυσμῶν ἡμέρας συμβαίνει καὶ σπάνιόν ἐστι τοὐναντίον ὁμολογητέον τ’ ἐστὶ καὶ συγχωρητέον ἀληθεύειν τῷ Ταραντίνῳ, οὐ μήν γε οὗτος ἐν ταῖς ἀρτίαις φαίνεται τοὺς παροξυσμοὺς ἐσχηκώς. ἐπὶ μὲν γὰρ πρώτης ἡμέρας ὁ Ἱπποκράτης ἔγραψε τὰ κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος γενόμενα. ταύτῃ δ’ ἐφεξῆς φησὶ, πάντα παρωξύνθη, διὰ τὴν ἀνάβασιν τοῦ νοσήματος ὀξέως κινουμένου, κατὰ γοῦν τὴν τρίτην μᾶλλον αὐξηθῆναι δηλοῦν τὸ νόσημα. προειρηκὼς γὰρ ἐπὶ τῆς δευτέρας τό τ’ οὐχ ὕπνωσε καὶ τὸ τὰ τῆς γνώμης ταραχώδεα κατὰ τὴν τῆς τρίτης διήγησιν ἔγραψε. πρῶτον μὲν τὸ δυσφόρως, ὃ κατὰ τὴν πρώτην ἡμέραν οὐκ ἐγεγράφει. τούτῳ δ’ ἐφεξῆς τὸ
621
διψώδης, εἶτα τὸ ἀσώδης, εἶτα τὸ πολὺς βληστροσμὸς, εἶτα τὸ ἀπορίη· καὶ τούτων ἓν ἤρκει καὶ ἐν τῇ τρίτῃ προσγενόμενον ἡμέρα, χείρονα τῆς δευτέρας αὐτὴν ἐνδείξασθαι. τὸ μὲν γὰρ οὐχ ὑπνῶσαι κατὰ μίαν νύκτα καὶ τὰ τῆς γνώμης ἔχειν ταραχώδη συνεχῶς φαίνεται γινόμενα κατὰ τὰς ὀξείας νόσους, ἄνευ μεγάλου κινδύνου, τὰ δ’ ἐν τῇ τρίτῃ γεγραμμένα γέγονε πάντα κινδυνώδη. πλὴν διὰ τοῦτ’ ὀνομάζει τῆς δευτέρας χείρονα τὴν τρίτην εἶναι, διότι κατὰ μὲν τὴν δευτέραν ἔγραψε τὰ τῆς γνώμης ταραχώδεα, κατὰ δὲ τὴν τρίτην ἄλλα τέ τινα συμπτώματα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα διηγήσατο γεγονέναι καὶ τὰ κατὰ τὴν γνώμην οὐχ ἁπλῶς ταραχώδεα. μικρὸν γὰρ τὸ τοιοῦτον, ἀλλὰ παρακροῦσαι φησί. φαίνεται γὰρ δὴ καὶ κατ’ αὐτὸ τοῦτο τὸ σύμπτωμα χείρων ἡ τρίτη τῆς δευτέρας γεγονέναι, οὐ μὴν οὔθ’ ὅτι προσέθηκεν ἐν αὐτῇ ὑπολάπαρον ὑποχόνδριον, ἔντασιν οὐκ οὖσαν ἔμπροσθεν, ὑπονοήσειεν ἄν τις ἐκ τούτου, τὴν δευτέραν ἡμέραν αὐτῷ γεγονέναι μετριωτέραν. ὅ τι γὰρ ἂν ἔμπροσθεν ἀπαθὲς ὂν σπλάγχνον ἄρξηται πάσχειν
622
ἔν τινι ἡμέρᾳ, ἐκείνην ἐνδείκνυται τῶν ἔμπροσθεν χείρονα. ἐν πᾶσι δὲ τοῖς εἰρημένοις ὀλεθριώτατα φαίνεται κατὰ ταύτην γεγονέναι συμπτώματα κατάψυξις καὶ πελίδνωσις τῶν ἄκρων. ὥσθ’ ὅπερ ὀλίγον ἔμπροσθεν ἔφην, θαυμάσαι χρὴ ὅπως οὐκ ἀπέθανε κατὰ τὴν πέμπτην ἡμέραν τὸ μειράκιον. ἀλλὰ νὴ Δία, φησί τις ἴσως βοηθῶν τῷ Ταραντίνῳ, τοῖς εἰρημένοις ἐφεξῆς γέγραπται τετάρτῃ οὐχ ὕπνωσεν, ἐπὶ τὸ χεῖρον διάθεσις. τοῦτον αὐτὸν μνήμονα ποιήσω ἰατρικοῦ τοῦ θεωρήματος, ὅτι δήπου τετάρτῃ τῆς ἑβδόμης ἐπίδηλος ὑπ’ αὐτοῦ Ἱπποκράτους εἴρηται, διότι τῶν ἐν αὐτῇ γενομένων ἀγαθῶν ἢ κακῶν ἡ ἔκβασις οὐχ ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐπὶ τῆς ζ΄ ἢ τῆς στ΄ ἡμέρας γίνεται. πῶς οὖν, ὁ Ταραντῖνός φησιν, εὐλογώτερον ἦν τεθνάναι τὸ μειράκιον τοῦτο κατὰ τὴν στ΄ ἡμέραν, ἐπειδὴ τοὺς παροξυσμοὺς ἐν αὐταῖς ἀρτίαις ἔσχεν. ἐν γὰρ τῇ τρίτῃ τῶν εἰρημένων φαίνεται τὰ πλεῖστ’ αὐτῷ γεγονέναι συμπτώματα, κατὰ δὲ τὴν τετάρτην ηὐξῆσθαι, διαρκέσαι δὲ καὶ ἀντισχεῖν ἄχρι τῆς ζ΄ ἡμέρας, ἴσως μὲν καὶ ὅτι τὴν δύναμιν
623
φύσει ἔσχεν ἰσχυρὰν, οὐ μὴν ἀλλὰ διὰ τὴν ἡλικίαν. ὡς εἴ γε μὴ ταῦθ’ ὑπῆρχεν αὐτῷ, κατὰ τὴν ε΄ ἂν ἐτεθνήκει. φαίνεται δή μοι φιλοτιμούμενος πρὸς τὸν Ζήνωνα μᾶλλον ἢ ἀκριβῶς ἐξετάζων τὸ πρᾶγμα ταῦθ’ ὁ Ταραντῖνος ἐσχηκέναι. ταὐτὸ δὲ τοῦτ’ ἔπαθε καὶ ὁ Ἀπολλώνιος, ἐξηγούμενος καὶ αὐτὸς φιλοπόνως τὸ ζ γράμμα τὸ δεύτερον ἐν τοῖς χαρακτῆρσι γεγραμμένον. ἠκολούθησαν δ’ αὐτῷ καὶ ἄλλοι πολλοὶ καὶ μάλισθ’ ὅτι πρῶτον μὲν ἰατρικόν τι θεώρημα λέγει χρήσιμον ἐξηγεῖσθαι χωρὶς χαρακτήρων, εἶθ’ ὅτι καὶ ἀληθὲς αὐτοῖς ἔδοξεν εἶναι τὸ ῥηθέν. διὰ τοῦτο γὰρ ἀποθανεῖν φησὶ τὸ μειράκιον, ὅτι παρὰ τὸ ἔθος ἐν κόποις καὶ πόνοις καὶ δρόμοις ἐγένετο. ἐγὼ δὲ τοὺς μὲν πόνους καὶ δρόμους, εἴπερ ἐκ τῆς προσηγορίας ταύτης δηλοῦται τὰ πλείω γυμνάσια, διατεινόμενος εἴποιμι χωρὶς τῆς ἐν τῷ σώματι προϋπαρχούσης νοσώδους κατασκευῆς μηδέποτ’ ἂν αἰτίους γενέσθαι θανάτου. περὶ τῶν κατ’ ἐνίους ποτῶν, ἔφην γὰρ οὕτως μεταγράφειν τινὰς, οὐδὲν ἔχω σαφὲς
624
εἰπεῖν ἐπί γε τοῦ μειρακίου τούτου, διότι μήτε τὴν ποιότητα τῶν γινομένων ποτῶν γινώσκω, καίτοι πολλῆς οὔσης ἐν αὐτοῖς διαφορᾶς. καὶ γὰρ ἐν τῷ χρόνῳ διαφέρουσιν οἱ ποτοί. τινὲς μὲν ἐν ἡμέραις δυσὶ καὶ τρισὶν, ἔνιοι δὲ πολλαπλασίοις τούτων γινόμενοι καὶ τὸ πινόμενον ἑκάστης ἡμέρας πλῆθος οὐ μικρὰν ἔχει τὴν διαφοράν. ἔτι πρὸς τούτοις ἡ ποιότης τοῦ πόματος, ἔνιοι μὲν γὰρ ἀκρατέστερον, ἔνιοι δ’ ὑδαρέστερον, ἔνιοι δ’ εὔκρατον πίνουσι. καὶ τινὲς μὲν ψυχρὸν, ἔνιοι δὲ θερμὸν καὶ τούτων γ’ ἑκάτερον, ἤτοι γ’ ἐξ ἔθους ἢ παρὰ τὸ ἔθος ἔπιόν ποτε. προσέρχεται δὲ καὶ ἡ τῶν οἴνων οὐ μικρὰ διαφορὰ κατά τε τὸ γένος καὶ τὸν χρόνον· οὐ γὰρ τὴν αὐτὴν ἐργάζεται διάθεσιν ὁ νέος οἶνος καὶ ὁ παλαιὸς, οὐδ’ ὁ παχὺς καὶ λεπτὸς, οὐδ’ ὁ λευκὸς καὶ μέλας, οὐδ’ ὁ εὐώδης καὶ δυσώδης, ὥσπερ οὐδ’ ὁ αὐστηρὸς καὶ γλυκὺς, ὥστ’ εἰκότως ἔφην οὐκ ἔχειν ἀποφήνασθαι βέβαιον οὐδὲν ὑπὲρ τῆς ἐξ οἴνου βλάβης γενομένης τῷ μειρακίῳ. τό γε μὴν ὡς τὸ πολὺ κοινὸν ἁπάντων οἴνων ἀμετροτέρας πόσεώς ἐστιν ὅτι καὶ τῶν νεύρων ἅπτονται καὶ
625
τῆς γνώμης, οὐ μὴν ἡ τούτων τριπτὴ ἐπεκράτησε βλάβη, κατὰ τὴν τοῦ μειρακίου νόσον· οὔτε γὰρ σπασμῶδες οὔτε τρομῶδες, ἀλλ’ οὐδὲ φρενιτικὸν ἐγένετο καὶ διὰ τοῦτ’ οἶμαι καὶ τὴν τῶν ποτῶν γραφὴν ἀλογωτέραν ὑπάρχειν. εὐλογώτερον γάρ ἐστιν ἀπεψίας προηγεῖσθαι τῷ μειρακίῳ, τάχα μὲν καὶ κατὰ τὴν κοιλίαν, εἰ δὲ μὴ, ἀλλὰ κατά γε τὰς φλέβας πάντως, ἐφ’ αἷς οὐκ ὀλίγων ὠμῶν χυμῶν ἠθροίσθη πλῆθος, ὡς ἐνδείκνυται τὰ οὖρα καὶ τὰ διαχωρήματα, λεπτὰ μὲν, οὐ μὴν χολώδη γενόμενα. φαίνεται μέντοι καὶ χολώδης τις αὐτῷ χυμὸς ἐν ὅλῃ τῇ τοῦ σώματος ἕξει περιέχεσθαι, διὰ τοὺς γενομένους πόνους, ἐφ’ οἷς εὔλογόν ἐστι καὶ παραφροσύνην τινὰ γενέσθαι καὶ πυρετόν.

Παρὰ Τισαμένῳ γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησαν, ἔμετοι πολλοὶ, ποτὸν κατέχειν οὐκ ἠδύνατο, πόνοι περὶ τὰ ὑποχόνδρια καὶ ἐν τοῖσι κάτω
626
κατὰ κοιλίην, πόνοι, στρόφοι συνεχέες, ἐπεθερμαίνετο· ἄκρεα ψυχρὰ διὰ τέλεος, ἀσώδης, ἄγρυπνος· οὖρα ὀλίγα, λεπτὰ, διαχωρήματα ὠμὰ, λεπτὰ, ὀλίγα, ὠφελέειν οὐκέτι δύνατο, ἀπέθανε.

Κακῶς ἔνιοι γράφουσιν ἐπὶ τῆς γυναικὸς ταύτης ὑλεώδεα διὰ τοῦ υ, δέον ἰλεώδεα διὰ τοῦ ι γράφειν. ἰλεὸς γὰρ ὀνομάζεται τὸ πάθος, οὗ τὰ συμπτώματα γενέσθαι γράφει τῇ γυναικὶ, πολλοὺς μὲν ἐμέτους καὶ ποτὸν κατέχειν μὴ δύνασθαι. πόνους δ’ εἶναι περὶ τὰ ὑποχόνδρια καὶ στρόφους μετὰ πόνων ἐν τοῖς κατὰ τὴν κοιλίαν, ἅπερ ἅπαντα συνεδρεύει τοῖς εἰλεώδεσιν. ὃ δ’ ἐφεξῆς ἔγραψεν, οὐ τῶν συνεδρευόντων ἐστὶν αὐτοῖς, ἀλλὰ τῶν ἐπιγινομένων κακοηθευομένῳ τῷ πάθει, μάλιστα τὸ διὰ τέλους εἶναι ψυχρὰ τὰ ἄκρα. μοχθηρὸν δὲ καὶ τὸ ἀσῶδες. ἀλλὰ καὶ τὰ οὖρα προσέγραψε, καίτοι γ’ οὐκ οὔσης ἐν ταῖς φλεψὶ καὶ τοῖς χυμοῖς τῆς διαθέσεως, ἀλλ’ ἐν τοῖς ἐντέροις. ὅταν γὰρ ἐν

627
τούτοις ἄρξηται μεγάλη φλεγμονὴ, τὰ προειρημένα συμπτώματα φιλεῖ γίνεσθαι, καλεῖται δὲ τὸ πάθος εἰλεός. μικρὰ μὲν οὖν ἐκ τῶν οὔρων, ὅταν ᾖ χρηστὰ, πρὸς τὸ σωθῆναι τοὺς οὕτως ἔχοντας ἐλπὶς, οὐ μικρὰ δ’ εἰς ὄλεθρον ῥοπὴ μοχθηρῶν γενομένων. κινδυνευόντων γὰρ τῶν οὕτως νοσούντων διὰ φλεγμονὴν τῶν ἐντέρων, εἰ καὶ ἄλλη τις ἐν τῷ σώματι φαίνεται διάθεσις εἶναι μοχθηρὰ, συνεπαύξεται τῷ κάμνοντι τὸ κακόν. οὕτως οὖν εἴωθεν ὁ Ἱπποκράτης, ὅταν περί τι τῶν ἀναπνευστικῶν ὀργάνων ᾖ διάθεσις, ἐπιβλέπειν τὰ οὖρα. κατὰ φύσιν μὲν γὰρ ἐχόντων αὐτῶν, ἐκ μόνων τῶν ἀναπνευστικῶν ὁ κίνδυνος· εἰ δὲ καὶ ταῦτα μοχθηρὰ φανείη, κακῶς ἔχειν ἐνδείκνυται καὶ τότε τὸ τῆς τροφῆς ὄργανον καθάπερ καὶ νῦν. καίτοι τῶν κατὰ γαστέρα πεπονθότων καὶ τῆς διαθέσεως αὐτῶν ἐκ τῶν διαχωρημάτων γνωριζομένης, ὅμως καὶ τῶν οὔρων ἐμνημόνευσεν, ὡς λεπτῶν ὄντων, ἅπερ ἀπεψίαν σημαίνει τῶν ἐν ταῖς φλεψὶ χυμῶν. ἀλλὰ περὶ μὲν τῶν οὔρων ἀεὶ μέμνησο, συνεπισκοπούμενος αὐτὰ κᾀν τοῖς κατὰ γαστέρα καὶ θώρακα
628
καὶ πνεύμονα καὶ νεῦρα πάθεσιν, οἷς μὲν ἀγαθὰ φανείη, μεγάλην παρεχόντων τὴν ῥοπὴν εἰς σωτηρίαν, εἰ δὲ μοχθηρὰ, συνεπισχυουσῶν καὶ αὐτῶν τι πρὸς τοῦ κάμνοντος κίνδυνον. ὄντος δὲ παντὸς ἰλεοῦ κινδυνώδους οἱ κατὰ τὰ μετέωρα τῶν ἐντέρων συνιστάμενοι τῶν ἐν τοῖς παχέσι χείρους εἰσὶν, εἰς συμπάθειαν ἄγοντες ἧπάρ τε καὶ σπλῆνα. διαγνώσῃ δ’ αὐτοὺς ἔκ τε τῆς τῶν ἐμέτων συνεχείας τε καὶ σφοδρότητος καὶ τοῦ μηδὲ τὸ ποτὸν δύνασθαι κατέχειν, ἔτι δὲ μᾶλλον ἐκ τοῦ μὴ διαχωρεῖν τι κάτω. καὶ οἱ στρόφοι δὲ καὶ αἱ ὀδύναι συνενδείκνυνται, ὅταν ἐν τοῖς ὑψηλοῖς μέρεσι γίνωνται. εἰ δὲ καὶ κόπρον ἐμέουσιν, ὁρᾶται γὰρ τοῦτο γινόμενον, ἐναργέστατον ἔστω σοι γνώρισμα τοῦ πεπονθέναι τὰ λεπτὰ τῶν ἐντέρων. ἔστι δ’ ὀξύτατον τὸ πάθος καὶ διὰ τοῦτο νῦν ἔγραψεν ὁ Ἱπποκράτης αὐτὸ μετὰ τοῦ προσγράψαι, ὠφελεῖν οὐδὲν ἠδύνατο. μέμνησο δή μοι καὶ τούτου πρὸς τὸν περὶ τῆς φλεβοτομίας λόγον. οὐ γὰρ ἄλλο τι τῶν βοηθημάτων ἔγραψεν ἐπὶ τῶν ἐν τούτοις τοῖς βιβλίοις ἀῤῥώστων, οὔτ’ ἐκείνην, οὐ δήπου τῶν
629
καμνόντων ἀβοηθήτων ἐῤῥιμμένων, ἀλλ’ ὡς οὐ χρῄζων γράφειν τὰ βοηθήματα καθ’ ἕκαστον, εἰ μή τί που τῶν σπανίως εἴη γεγονότων, ὡς ἐπὶ τοῦ φλεβοτομηθέντος ὀγδοαίου. τήν γε μὴν ἡμέραν καθ’ ἣν ἀπέθανεν ἡ ἄῤῥωστος αὕτη παρέλιπεν εἰπεῖν, ὡς ἂν αὐτῆς τεθνεώσης εὐθέως κατὰ τὴν δευτέραν ἡμέραν ἢ τὸ πλεῖστον τὴν τρίτην διὰ τὴν ὀξύτητα τοῦ πάθους, ἣν ἐδήλωσεν αὐτὸς ἐν τῇ διηγήσει.

Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου, τῶν περὶ Παντιμίδην, τῇ πρώτῃ πῦρ ἔλαβεν· ἡ γλῶσσα ἐπίξηρος, διψώδης, ἀσώδης, ἄγρυπνος· κοιλίαι ταραχώδεις πολλοῖσι λεπτοῖσιν ὠμοῖσι· δευτέρῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἀπὸ κοιλίης πολλὰ, οὐχ ὕπνωσε, τρίτῃ μείζους οἱ πόνοι, τετάρτῃ παρέκρουσεν, ἑβδόμῃ ἀπέθανεν, κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσιν, λεπτοῖσιν, ὠμοῖσιν. οὖρα ὀλίγα, λεπτὰ, πυρετὸς καῦσος.
630

Εἰ διά τι τῶν ἔξωθεν ἀποφθεῖραι τὴν γυναῖκα συνέβη ταύτην, αὐτὸς ἂν ὁ Ἱπποκράτης ἀπεσημήνατο. δῆλον οὖν ἐστιν ὡς διὰ τὸ νόσημα συνέβη τὴν ἀποφθορὰν γενέσθαι τῇ γυναικὶ, μοχθηροὺς ἠθροικυίᾳ χυμούς. πρόκειται δὲ τῷ ἐξ ἀποφθορᾶς τὸ νηπίου, δηλοῦντος, ὡς οἶμαι, τῇ προσθήκῃ ταύτῃ μικρὸν εἶναι τὸ ἀμβλωθέν. ὀνομάζουσι γὰρ οἱ ἄνθρωποι νήπια παιδία τὰ μετὰ τὴν ἀποκύησιν, οὐ πολλοῦ χρόνου. κατὰ μεταφορὰν οὖν εἰκός ἐστι τὸν Ἱπποκράτην τὰ πάνυ μικρὰ τῶν κυουμένων παιδίων οὕτως ὠνομακέναι. καὶ γὰρ καὶ μάλιστα διαφθείρεται ταῦτα, τὴν μὲν ὀξύτητα καὶ τὸ μέγεθος τοῦ πυρετοῦ διὰ αὐτοῦ τε τοῦ φάναι, πῦρ ἔλαβεν, ἐδήλωσε κᾀκ τοῦ προσθεῖναι, γλῶσσα ἐπίξηρος, διψώδης. τὸ δ’ ἀσώδης τῆς κακοηθείας γενομένου πυρετοῦ σημεῖόν ἐστι. πρόσχες τὸν νοῦν ἐπιμελῶς τῇ τῶν διαχωρουμένων ἰδέᾳ. γράψαντος γὰρ αὐτοῦ κοιλίη ταραχώδης, λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσι, καίτοι γ’ αὐτὸς εἰπὼν ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως καῦσον αὐτῇ γεγονέναι. ὀνομάσας δὲ καὶ τὸν πυρετὸν, ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν

631
ἀρξάμενον, παροξυνθέντα δ’ ἐν τῇ δευτέρᾳ, προσθεὶς δ’ ὅτι καὶ ἡ γλῶσσα ἐπίξηρος καὶ οὐχ ὕπνωσε καὶ διψώδης ἦν, ὅμως ὠμά φησιν εἶναι τὰ διαχωρούμενα. καῦσον δὲ πυρετὸν ἐπὶ χολώδεσι χυμοῖσι γινόμενον ἴσμεν. εἰκὸς οὖν τῇ γυναικὶ ταύτῃ κατὰ μὲν ὅλον τὸν ὄγκον τοῦ σώματος ἠθροῖσθαι τὸν χολώδη χυμὸν, ἐν δὲ ταῖς πρώταις φλεψὶ ταῖς κατὰ τὸ μεσάραιόν τε καὶ τὰ σιμὰ τοὺ ἥπατος ὠμὰ περιέχεσθαι. καὶ μὴν καὶ τὰ οὖρά φησιν αὐτῇ γεγονέναι λεπτὰ παραπλησίως τοῖς ὠμοῖς διαχωρήμασιν, οὐ μόνον ἐν ταῖς πρώταις φλεψὶν, ἀλλὰ καὶ κατὰ τὰ κυρτὰ τοῦ ἥπατος ὠμῶν πλεοναζόντων χυμῶν. ὁ δὲ καῦσος ἐπὶ τέλει τῆς ἀῤῥώστου ταύτης ἐν πολλοῖς τῶν ἀντιγράφων προσγέγραπται καῦσος, ἔνια δ’ οὐ τοῦτο μόνον ἔχει γεγραμμένον, ἀλλὰ καὶ τὸ α προκείμενον, ὡς ἤτοι πρώτην νοεῖσθαι τὴν ἄῤῥωστον ταύτην ἐν καύσῳ γεγονυῖαν ἢ πρῶτον εἶδος εἶναι τούτου τοῦ καύσου. τὸ δ’ ἐφεξῆς αὐτῷ γεγραμμένον, δεύτερον ἐπὶ τῆς γυναικὸς, ἧς οὕτως ἄρχεται, ἑτέρην ἐξ ἀποφθορῆς. ἐγὼ κατὰ τὸν ὄγδοον ἄῤῥωστον, οὗ ἡ ἀρχὴ, τὸ
632
μειράκιον ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τελεώτερον ἔφην ποιήσασθαι τὸν περὶ τῶν οὕτως προσγεγραμμένων λόγων, ὅταν ἐξηγῶμαι τὸν δέκατον ἄῤῥωστον, ἀποδώσω τε νῦν αὐτὸν, ἐκ δυοῖν τούτοιν ὑποπτεύων προσγεγράφθαι τὸ καῦσος ἀφ’ ἑτέρου τινὸς, οὐκ αὐτοῦ τοῦ συγγραφέως· ὅτι πρῶτον μὲν ἂν οὐχ ἑνὶ ἢ δυοῖν τῶν ἀῤῥώστων ἐπὶ τῇ τελευτῇ τῆς διηγήσεως τὴν ἰδέαν τῆς νόσου προσέγραψε, ἀλλὰ πᾶσιν ἢ τοῖς πλείστοις, εἴπερ ὅλως ἐβούλετο καὶ ταύτας ἡμᾶς διδάσκειν, ὡς ἔνιοι τῶν μετ’ αὐτὸν ἐποίησαν. ὁ δὲ ὡς εἰδόσι διαγινώσκειν τὰ νοσήματα τὴν διήγησιν ἐποιήσατο τῶν συμβάντων τοῖς ἀῤῥώστοις. φαίνονται δὲ καὶ οἱ ἄλλοι παλαιοὶ μὴ στοχαζόμενοι κατὰ τὰ συγγράμματα τῶν ἄρτι προσιόντων ταῖς βίβλοις, ἀλλὰ τῶν ἤδη κατ’ αὐτὰς ἐχόντων ἕξιν. βεβαιοῖ δέ μου τὴν ὑπόληψιν ἐπὶ τῷ προειρημένῳ δεύτερον τοῦτο, τὸ τῷ τρίτῳ τῶν ἐπιδημιῶν μόνῳ προσγεγράφθαι. πᾶσιν οὖν τοῦτο τοῖς ἐξηγησαμένοις τὸ βιβλίον· ἔδοξεν ὑφ’ ἑτέρου τινὸς τοῦ τοὺς διεσκευασμένους τὸ νῦν ἐκείνους χαρακτῆρας προσγράψαντος καὶ ταῦτ’ εἰκὸς
633
προσγεγράφθαι. κατὰ μὲν γὰρ τὴν κυναγχικὴν εἰκότως ἄν τις συγχωρήσειεν ὑφ’ Ἱπποκράτους αὐτοῦ προσγεγράφθαι τὸ ἀπέθανε κυναγχικῇ, διὰ τὴν κυνάγχην αὐτὴν βουλομένου τεθνάναι τὴν γυναῖκα· κατὰ δὲ τὴν ἐν τῷ νῦν τεθνάναι λεγομένην οὐχ οὕτως ἀκοῦσαι δυνατόν. εἰπὼν γὰρ ἑβδόμῃ ἀπέθανεν, ἐπήνεγκε, κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν, οὖρα ὀλίγα λεπτά. καὶ μετὰ ταῦτ’ ἐφεξῆς γέγραπται καῦσος. ἐνίοις δὲ καὶ τὸ α πρόσκειται, κατά τινα δ’ ἀντ’ αὐτοῦ γέγραπται πρῶτος, ἐν ἄλλοις δὲ πρώτῃ. παντοίως γὰρ ἐλυμήναντο τῷ βιβλίῳ τούτῳ κατὰ τὰ προσγραφόμενα πολλοὶ τῶν νεωτέρων ἰατρῶν. εὔδηλον οὖν ὅτι μὴ ὡς ἐπὶ τῆς κυναγχικῆς ἐπὶ τέλει προσέγραψε τὸ ἀπέθανε κυναγχικῇ, κατὰ τὸν αὐτὸν τρόπον ἐγχωρεῖ καὶ νῦν προσγεγράφθαι τὸ καῦσος. οὐ γὰρ εἶπεν ἀπέθανε καυσουμένη, καθάπερ ἐπὶ τῆς κυναγχικῆς, ἀπέθανε κυναγχικῇ, ἀλλὰ τό τε καῦσος ὄνομα κατὰ τὴν εὐθεῖαν πτῶσιν εὑρίσκεται γεγραμμένον, ἐν τῷ μεταξὺ δὲ τούτου τε καὶ τοῦ ἀπέθανε τό τε κοιλίη διὰ παντὸς
634
ὑγρὴ καὶ τὰ τούτῳ συνεχῆ. ἐπεὶ τοίνυν οὔτ’ ἀπέθανε καυσουμένη, ἀλλ’ οὐδὲ ἐφεξῆς ὅλως ἀλλήλων ταῦτα γέγραπται, δῆλον ὅτι παρεγγέγραπται τοῦτο πρός τινος, οὐχ ὑφ’ Ἱπποκράτους αὐτοῦ γέγραπται. τάχα δέ τις καὶ προσέγραψεν ἕνεκεν ἑαυτοῦ, καθάπερ εἰώθαμεν ὑπόμνησιν ἐν τοῖς μετωπίοις τὰ τοιαῦτα προσγράφειν. εἶτά τις τῶν μεταγραφόντων βιβλίον ὡς αὐτοῦ τοῦ συγγραφέως ὂν εἰς τὸ ὕφος αὐτὸ μετέθηκεν.

Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον Οἰκέτεω γυναῖκα πῦρ ἔλαβεν. ἀρχομένη δὲ κωματώδης καὶ πάλιν ἄγρυπνος, ὀσφύος ὀδύνη, κεφαλῆς βάρος. δευτέρῃ κοιλίῃ ἐπεταράχθη, ὀλίγοισι, λεπτοῖσι ἀκρήτοισι τὸ πρῶτον· τρίτῃ πλείω καὶ χείρω, νυκτὸς οὐδὲ ἐκοιμήθη. τετάρτῃ παρέκρουσε, φόβοι, δυσθυμίαι δεξιῷ ἴλλαινεν, ἵδρου περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ, ἄκρεα ψυχρά. πέμπτῃ πάντα παρωξύνθη,
635
πολλὰ παρέλεγε, καὶ πάλιν, ταχὺ κατενόει, δίψος, ἄγρυπνος, κοιλίη πολλοῖσιν ἀκαίροισι διὰ τέλεος, οὖρα ὀλίγα, λεπτὰ, ὑπομέλανα, ἄκρεα ψυχρὰ, ὑποπέλια. ἕκτῃ διὰ τῶν αὐτῶν. ἑβδόμῃ ἀπέθανε φρενιτιαία.

Ἡ μὲν πρὸ ταύτης γεγραμμένη νήπιον ἔτι τὸ ἔμβρυον ἀπέφθειρε καὶ χρὴ νήπιον τὸ ἔμβρυον, ὡς ἔφην, ἀκούειν ἢ ἑνὸς ἢ δυοῖν μηνῶν ἢ τὸ μακρότατον τριῶν. ἡ δὲ νῦν οὐδὲ κατὰ τὸν ἐνεστῶτα λόγον, πεντάμηνον ἔμβρυον ἐξέτρωσεν, οὐδ’ αὐτὴ διά τι τῶν ἔξωθεν αἰτίων, ἀλλ’ ἐκ τῆς κατὰ τὸ στῶμα διαθέσεως. ἐνίοτε μὲν γὰρ πηδήσασαι σφοδρότερον ἢ δείσασαί τι τῶν ὀφθέντων αὐταῖς φοβερῶν, αἰφνίδιον ἐκτιτρώσκουσιν αἱ γυναῖκες, ἐνίοτε δὲ καὶ δι’ ὀδύνην ἢ ἀπεψίαν σφοδρὰν ἢ φαρμακώδους τινὸς ἐδωδὴν ἢ ἄντικρυς φαρμάκου πόσιν ἢ διὰ τὸ προσέσθαι τι τῶν ἀμβλωθριδίων, ἀλλὰ καὶ διὰ φλεβοτομίαν καὶ δι’ αἱμοῤῥαγίαν ἐκ τραύματος

636
ἢ ἐξ αἱμοῤῥοΐδος ἀμέτρου ἐξέτρωσαν ἔνιαι. οἶδα δέ τινας κᾀξ αὐτοῦ τραχήλου τῆς μήτρας αἱμοῤῥαγησάσας ἐγκύμονας ἐπὶ πλέον, εἶθ’ ἑξῆς ἐκβαλούσας τὸ ἔμβρυον, ὧν ὅτι μηδὲν ἐγένετο ταῖς κατὰ τόνδε τὸν λόγον ἐφ’ Ἱπποκράτους γεγραμμέναις γυναιξὶ, δῆλον ἐξ αὐτοῦ τοῦ μὴ προσγεγράφθαι κατὰ τὴν διήγησιν αὐτῶν, καίτοι γ’ εἰωθότος αὐτοῦ μὴ παραλείπειν τὰ τοιαῦτα. πυρέξαι τοίνυν αὐταῖς οὐ διὰ τὴν τῶν ἐμβρύων ἐγένετο φθορὰν, ἀλλ’ ἔμπαλιν ἀπεφθείρετο κύημα διὰ τὸν πυρετόν. ἔοικε δὲ κατ’ αὐτῆς γυναικὸς ὁρμηθεὶς ὁ γράψας τὸ προῤῥητικὸν οὕτως εἰπεῖν. οἱ κωματώδεις ἐν ἀρχῇσι μετὰ κεφαλῆς, ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες, ἆρά γε φρενιτικοί; δύναται δὲ καὶ αὐτὸς ἑτέραν ἢ ἕτερον οὕτως ἔχοντα θεάσασθαι. τὴν δ’ οὖν προκειμένην ἐν τῷ λόγῳ γυναῖκα κωματώδη τε καὶ πάλιν ἄγρυπνον ἔφη γενέσθαι, κεφαλῆς τε βάρος ἔχειν καὶ τῆς ὀσφύος ὀδύνην, οὐ μὴν περὶ τραχήλου προσέθετό τι. φησὶ δὲ καὶ τὴν κοιλίαν ἐπιταραχθῆναι λεπτοῖς καὶ ἀκράτοις, οὐδὲν ἐνταῦθα προσθεὶς
637
ἔτι περὶ τῆς χρόας αὐτῶν. ἐγχωρεῖ γὰρ ἄκρατα, ὠχρὰ καὶ ξανθὰ καὶ πυῤῥὰ καὶ ἐρυθρὰ καὶ ἰώδη καὶ μέλανα διαχωρεῖσθαι, γινωσκόντων ἄκρατα καλεῖν αὐτὸν ὅσα τὴν οἰκείαν χρόαν ἄμικτον ἔχει πρὸς ἕτερον χυμὸν, ὡς δ’ ἄν τις εἰκάσειε, χολώδη διεχώρησεν ἄκρατα, τουτέστιν ἤτοι ξανθὰ κατὰ τὴν χρόαν ἢ πυῤῥά. τὰ γὰρ ἰώδη καὶ μέλανα μετὰ τοῦ προσθεῖναι τὴν χρόαν ἔθος ἐστὶ καὶ τούτῳ καὶ τοῖς ἄλλοις ἰατροῖς. καὶ ἡμεῖς εἰώθαμεν ἄνευ προσθήκης χολώδη διαχωρῆσαί τινα λέγειν ἐπὶ τῇ χολῇ ξανθῇ τοιαύτῃ λέξει χρώμενοι. τὰ δὲ τῆς ἰώδους ἢ μελαίνης ἤ τινος ἑτέρας χολῆς οὐ λέγομεν ἁπλῶς χολώδη, τίθεμεν δ’ αὐτοὶ τὴν ἀπὸ τῆς χρόας διάκρισιν αὐτοῖς. καὶ τοῦτό γ’ ἐν ἅπασι τὸ ἔθος ὑπῆρξε, διὰ τὸ συνεχῶς μὲν ἐμεῖσθαί τε καὶ διαχωρεῖσθαι τὴν ὠχράν τε καὶ ξανθὴν χολὴν, οὐ μόνοις τοῖς νοσοῦσιν, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσι, σπανίως δὲ τὰς ἄλλας καὶ μόνον ἐπὶ τῶν νοσώδη διάθεσιν ἐχόντων. κατὰ γοῦν τὴν τῆς τρίτης ἡμέρας διήγησιν εἰπὼν, νυκτὸς οὐδὲν ἐκοιμήθη, τοῦ κώματος δ’ οὐκ ἔτι μνημονεύσας, ἔνδειξιν παρέσχεν
638
ἡμῖν τοῦ μέλλειν ὅσον οὔπω παραφρονήσειν. εἰκότως γοῦν ἐφεξῆς ἐρεῖ, τετάρτῃ παρέκρουσε, φόβος, δυσθυμία, πρὸς δὲ καὶ τῷ δεξιῷ ἴλλαινεν. ἔτι τε τὸ ἵδρου περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ φρενιτικήν τε ἤδη τὴν ἄνθρωπον ἐδήλωσεν εἶναι καὶ πρὸς τούτῳ μοχθηρῶς ἔχειν πάνυ. προστιθέντων δὲ τοῖς εἰρημένοις σημείοις τε καὶ συμπτώμασι, τῶν ψυχρῶν ἀκρέων ἔτι μᾶλλον ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι. καὶ τοίνυν ἀπέθανε ἀκόλουθον τοῖς εἰρημένοις συμπτώμασιν ἔχουσα τὰ κατὰ τὴν πέμπτην καὶ τὴν ἕκτην. τὰ δ’ ὡς μαρτυροῦντα τούτοις ἐν προῤῥητικῷ γεγραμμένα φθάνω δείξας ἐν τοῖς εἰς ἐκεῖνο τὸ βιβλίον, ὅπως ἐστὶ μοχθηρά. μνημονεύσωμεν τοίνυν καὶ αὐτῶν ἀναμνήσεως ἕνεκα, καίτοι παρῃτημένοι τὰ τοιαῦτα γράφειν. εἰρημένου τοίνυν ἐν προῤῥητικῷ, ἐξ ὀσφύος ἀναδρομῆς ὀφθαλμῶν ἴλλωσις, διὰ τοῦτο τῆς γυναικὸς ταύτης ἀναμιμνήσκουσιν, ἔν τε τῷ περὶ ταύτης λόγῳ τῆς ἐν τῷ προῤῥητικῷ λέξεως. ἔστι δ’, ὡς ἐδείχθη, τὰ τοιαῦτα πάντα μοχθηρὰ, γινωσκόντων ἡμῶν ἐν τῷ καθόλου τὴν διαστροφὴν τῶν
639
ὀφθαλμῶν οὐκ ἀγαθὸν εἶναι σημεῖον, ἐάν τ’ ἐξ ὀσφύος ἀναδρομῆς ἐάν θ’ ὁπωσοῦν γένηται, μετὰ τοῦ κακόζηλον εἶναι τὴν ἑρμηνείαν καὶ πόῤῥω τῆς Ἱπποκράτους λέξεως. οὐ γὰρ ἂν εἶπεν ἐξ ὀσφύος ἀναδρομῆς, ἀλλ’ ὡς ἐν τῷ προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν. αἱ δὲ σὺν πυρετῷ ὀδύναι γινόμεναι περὶ τὴν ὀσφὺν καὶ τὰ κάτω χωρία, ἢν τῶν φρενῶν ἅπτωνται, τὰ κάτω ἐκλείπουσαι ὀλέθριον κάρτα. οὐ μὴν οὐδ’ ἔχει τις ἐπὶ τῆς προκειμένης ἀῤῥώστου δεῖξαι γεγονυίαν εἰς τὴν κεφαλὴν ἄναδον τῶν κατὰ τὴν ὀσφὺν πλεοναζόντων χυμῶν· ὥσπερ καὶ ταῦτα μάτην εἶπόν τινες τῶν ἐξηγητῶν, οὕτω καὶ τήνδε τὴν ῥῆσιν κακῶς ἐκ τοῦ προῤῥητικοῦ ἐπιφέρουσι τοῖς νῦν εἰρημένοις εἰς ἐξήγησιν τῆς προκειμένης ἀῤῥώστου, καθ’ ἥν φησι, κοιλίης περίπλυσις ἐξέρυθρος, κακὸν μὲν ἐν πᾶσιν, οὐχ ἥκιστα δὲ τοῖς προκειμένοις, οὐκ εἰρηκότος Ἱπποκράτους ἐξέρυθρον τῇ γυναικὶ ταύτῃ γεγονέναι περίπλυσιν κοιλίης. ἔτι δὲ μᾶλλον ἀτόπως μνημονεύουσι καὶ τῆσδε τῆς ῥήσεως, ἐν πυρετοῖς καυσώδεσιν, ὑποπεριψύχουσι καὶ διαχωρήμασιν ὑδατοχόλοισι
640
συχνοῖς, ὀφθαλμοῖσι λῆμαι σημεῖον κακὸν, ἄλλως τε καὶ ἢν κάτοχοι γένωνται. διαφέρειν δ’ οὐδέν φασιν ἢ κάτοχον εἰπεῖν ἢ κῶμα, μὴ γινώσκοντας ὡς αὐτὸς ὁ Ἱπποκράτης διορίζει τὸ βαθὺ κῶμα τοῦ μετ’ ἀγρυπνίας. τὸ μὲν οὖν βαθὺ κῶμα κοινωνίαν ἔχει τινὰ πρὸς τὴν καλουμένην κατοχὴν ὑπὸ τῶν περὶ τὸν Ἀρχιγένην τε καὶ Φίλιππον. οὐ μὴν ὅτι τὸ ἄγρυπνον, ὅ ταύτῃ τῇ γυναικὶ γενέσθαι φασὶν ἐν ἀρχῇ τοῦ νοσήματος, οὐ καθ’ ὃν χρόνον ὁ ὀφθαλμὸς παρεσπάσθη. θαυμάσαι δ’ ἐστὶ καὶ τοῦτο τῶν ἀμφοτέρας τὰς ῥήσεις γραψάντων ἐν ἐξηγήσει τῆς προκειμένης ἀῤῥώστου καθ’ ἥν φησι, κοιλίης περίπλυσις ἐξέρυθρος καὶ τὸ διαχωρήμασιν ὑδατοχόλοισιν. οὐδετέραν μὲν γὰρ αὐτῶν ἔγραψεν ἐπὶ τῆς γυναικὸς ταύτης ὁ Ἱπποκράτης, οὐδὲ ὡς ἀμφοτέρας γράψαντος ἐξηγοῦνται, πρὸς τῷ μηδὲ δύνασθαι τὴν αὐτὴν διαχώρησιν ἐξέρυθρόν τε καὶ ὑδατόχολον εἶναι. παρατίθενται δὲ καὶ ἄλλας πολλὰς ῥήσεις, δι’ ἀλλήλων ἐξηγούμενοί τε τὸ προῤῥητικὸν καὶ τοὺς ἐν ταῖς ἐπιδημίαις ἀῤῥώστους. ἀλλὰ πάντ’ ἐξελέγχειν ὅσα κακῶς ἔγραψαν
641
οὐ καιρὸς, εἰρημένης γε σαφῶς τε ἅμα καὶ τελέως ἡμῖν ἐν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασι τῆς μοχθηρίας τῶν τοιούτων ἐξηγήσεων. φρενῖτις, καὶ τοῦτο τῶν προσγεγραμμένων ἐστὶν, ὥσπερ ὁ καῦσος ἔμπροσθεν, οὐκ ἐν ἅπασιν ὢν τοῖς ἀντιγράφοις. οὔτε γὰρ ἐπ’ ἄλλου τινὸς ἀῤῥώστου τοιοῦτόν τι προσέγραψεν, οὔτε προύκειτο νῦν αὐτῷ διαγνώσεις γράφειν νοσημάτων, ὡς ἐν τοῖς περὶ νούσων ἐπιγεγραμμένοις ἐστὶν εὑρεῖν.

Γυναῖκα ἣ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τεκοῦσάν γε τὸ πρῶτον ἐπιπόνως ἄῤῥεν, πῦρ ἔλαβεν, αὐτίκα ἀρχομένη διψώδης, ἀσώδης, καρδίαν ὑπήλγεε, γλῶσσα ἐπίξηρος, κοιλίη ἐπεταράχθη, λεπτοῖσιν, ὀλίγοισιν, οὐχ ὕπνωσεν. δευτέρῃ μικρὰ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, μικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. τρίτῃ ἐπιπόνως ἀπὸ κοιλίης ὠμὰ,
642
πολλὰ, λεπτὰ διῄει. τετάρτῃ ἐπεῤῥίγωσε, πάντα παρωξύνθη, ἄϋπνος. πέμπτῃ ἐπιπόνως. ἕκτῃ διὰ τῶν αὐτῶν, ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ πολλά. ἑβδόμῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, δίψα πολλὴ, βληστρισμὸς περὶ δείλην ἵδρωσε δι’ ὅλου ψυχρῷ, ψύξις ἀκρέων καὶ οὐκέτ’ ἀνεθερμαίνετο καὶ πάλιν εἰς νύκτα ἐπεῤῥίγωσε, ἄκρεα οὐκ ἀνεθερμαίνετο, οὐχ ὕπνωσε, μικρὰ παρέκρουσε καὶ πάλιν ταχὺ κατενόει. ὀγδόῃ περὶ μέσον ἡμέρης ἀνεθερμάνθη, διψώδης, κωματώδης, ἀσώδης, ἤμεσε χολώδεα, μικρὰ, ξανθὰ, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, οὔρησε πολὺ, ἀθρόον, οὐκ εἰδυῖα. ἐνάτῃ ξυνέδωκε πάντα, κωματώδης πρὸς δείλην, μικρὰ, ἐπεῤῥίγωσε, ἤμεσε πικρὰ, χολώδεα. δεκάτῃ ῥῖγος, πυρετὸς παρωξύνθη, οὐχ ὕπνωσεν οὐδὲν, πρωΐ οὔρησε πολὺ, ὑπόστασιν οὐκ ἔχον ἄκρεα ἀνεθερμάνθη. ἑνδεκάτῃ ἤμεσεν ἰώδεα, χολώδεα, ἐῤῥίγωσεν οὐ μετὰ πολὺ, καὶ πάλιν ἄκρεα ψυχρά. εἰς δείλην ῥῖγος, ἱδρὼς, ἤμεσε πολλὰ, νύκτα ἐπιπόνως. δωδεκάτῃ ἤμεσε πολλὰ
643
μέλανα, δυσώδεα, λυγμὸς πολὺς, δίψος ἐπιπόνως. τρισκαιδεκάτῃ μέλανα, δυσώδεα, πολλὰ ἤμεσεν, ῥῖγος, περὶ δὲ μέσον ἡμέρης ἄφωνος. τεσσαρεσκαιδεκάτῃ αἷμα διὰ ῥινῶν, ἀπέθανε· ταύτῃ διὰ τέλεος κοιλίη ὑγρὴ, φρικώδης, ἡλικίῃ περὶ ἔτεα ιζ΄.

Εἴτ’ Ἀθήνῃσιν ἐν τῇ τῶν Κερκώπων ἀγορᾷ κατέκειτο τοῦτο τὸ γύναιον εἴτ’ ἄλλῃ πόλει ζητεῖν ἑτέροις παρέντες σκεψώμεθα τὰ συμβάντα δι’ ὅλου τοῦ νοσήματος, ἐφ’ οἷς ἀδύνατον ἦν αὐτῇ ζῆσαι. πάντα γὰρ ἀπ’ ἀρχῆς ἦν θανάσιμα. καὶ μᾶλλον ἄν τις θαυμάσειε πῶς ἐξήρκεσεν ἄχρι τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας. ἀλλά μοι δοκεῖ διὰ τοῦτο ἐπὶ τῷ τέλει τῶν κατ’ αὐτὴν προσθεῖναι τὸ ἡλικίῃ περὶ ἔτεα ιζ΄. δῆλον δ’ ἐστὶ πρὸς τῷ τῆς ἡλικίας ἰσχυρῷ καὶ αὐτὴν καθ’ ἑαυτὴν οὐκ ἀσθενῆ τὴν φύσιν εἶναι, ἢ οὐκ ἂν ἐξήρκεσεν. ὅπου γὰρ οὔτ’ ἄλλο τι τῶν γενομένων αὐτῇ χρηστὸν

644
ἦν, εὐθέως τὰ κατὰ τὴν δευτέραν ἐπιῤῥιγώσασα μικρὰ καὶ ὀξέως πυρέξασα περὶ τὴν κεφαλὴν ἵδρωσεν ὀλίγον ψυχρὸν, εἶτα πάλιν ἐν τῇ τετάρτῃ πάντα παρωξύνθη καὶ κατὰ τὴν ζ΄ αὖθις ἐπεῤῥίγωσε, γλῶσσά τε ξηρὰ καὶ ὀξέως πυρέξασα, πρὸς τῷ ἴσχειν ἄκρεα ψυχρὰ καὶ τὸ μηκέτ’ ἀναθερμαίνεσθαι ταῦτα προσέλαβεν. πῶς οὐκ ἐχρῆν αὐτὴν ἀποθανεῖν μὲν πάντως ἤτοι κατὰ τὴν ἐνάτην ἢ κατὰ τὴν ἑνδεκάτην ἡμέραν; ἐπεμέτρησεν οὖν ἄχρι τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας, διά τε τὴν ἡλικίαν καὶ τὴν ἰσχὺν τῆς φύσεως, ἥτις τὴν αὐτὴν ῥωμὴν ἐνεδείξατο κᾀν τῷ τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ ποιῆσαι τὴν αἱμοῤῥαγίαν. ἀλλὰ γὰρ οὐκ ἔμελλεν ἰάσασθαι τὴν νόσον οὖσαν μεγίστην ἡ κένωσις τοῦ αἵματος. ἐνεδείξατο δὲ τὸ μέγεθος αὐτῆς πρὸς τοῖς ἄλλοις συμπτώμασι καὶ ἡ δυσωδία τῶν ἐμεθέντων μελάνων, ἀεὶ γὰρ ὀλέθρια τὰ δυσώδη, καθότι καὶ αὐτὸς ἐν προγνωστικῷ φησι. πᾶσαί τε αἱ ὑπόσαπροι καὶ δυσώδεες ὀδμαὶ κακαὶ ἐπὶ πᾶσι τοῖς ἐμουμένοισι. τὸ δ’ ἐπὶ
645
τῷ τέλει προσγεγραμμένον, καῦσος, ὁμοίαν ἀτοπίαν ἔχει τῷ κατὰ τὴν πρὸ ταύτης ἄῤῥωστον ἐπὶ τέλει γεγραμμένῳ, φρενῖτις.

646

Λοιμώδη κατάστασιν ἐνταῦθα γράφοντος Ἱπποκράτους, ὅσα πρὸς τὴν ἐξήγησιν ὧν ἐρεῖν μέλλει χρήσιμά ἐστιν, ἐν τοῖς ἔμπροσθεν ὑφ’ ἡμῶν ἐξειργασμένα, διὰ κεφαλαίων ὑπομνήσας, οὕτως ἐπὶ τὰς ῥήσεις αὐτοῦ παραγενήσομαι. πρῶτον μὲν ὅτι κατάστασιν οὐ μόνην τὴν παρὰ φύσιν ἐν τῷ περιέχοντι κρᾶσιν, ἀλλὰ καὶ πᾶσαν ἰδέαν ἅπαντος πράγματος οὕτως εἴωθεν ὀνομάζειν ἀναμνησθῶμεν· ἔπειτα δὲ ὅτι τις ᾖ κατὰ φύσιν ἑκάστῃ τοῦ ἐνιαυτοῦ

647
ὥρᾳ κρᾶσις· εἶθ’ ὅτι διὰ τὴν εἰς τὸ παρὰ φύσιν ἐκτροπὴν αὐτῶν ἐν τοῖς σώμασιν ἡμῶν γίνεται τὰ νοσήματα· σὺν τούτοις δὲ ἀναμνησθῶμεν ὧν ἐν τοῖς ἀφορισμοῖς ἔγραψεν αὐτὸς, λέγων ὧδε· τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβρίων ὑγιεινότεροι καὶ ἧσσον θανατώδεες. νοσήματα δὲ ἐν τῇσιν ἐπομβρίῃσιν ὡς τὰ πολλὰ γίνεται, πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες. ἀναμνησθῶμέν γε καὶ ὧν εἰς τὴν ἀρχὴν τοῦ δευτέρου τῶν ἐπιδημιῶν ἐξηγούμενος ἔγραψα. μεμνημένος δέ τις ὧν εἶπον ἀναγνοὺς ἐπιμελῶς αὐτὰ πρὸς τὴν τῶν νῦν προκειμένων ἐξήγησιν ἀφικνείσθω.