In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Πέμπτῃ διαχωρήματα πλείω, μέλανα, ἔπαφρα, ὑπόστασις μέλανα διαχωρήμασι, νυκτὸς οὐχ ὕπνωσε, παρέκρουσε.
568

Ἔτι ταῦτα πάντα μοχθηρά. προσχῶμεν οὖν τοῖς ἐφεξῆς.

Ἕκτῃ διαχωρήματα μέλανα, λιπαρὰ, ἔπαφρα, γλίσχρα, δυσώδεα· ὕπνωσε· κατενόει μᾶλλον.

Τὰ μὲν ὕπνωσε, κατενόει μᾶλλον, ἐπιεικῆ, τὰ δ’ ἄλλα μοχθηρά.

Ἑβδόμῃ γλῶσσα ἐπίξηρος, διψώδης, οὐκ ἐκοιμήθη, παρέκρουσεν, οὖρα λεπτὰ, οὐκ εὔχροα. ὀγδόῃ διαχωρήματα μέλανα, ὀλίγα, συνεστηκότα, ὕπνωσε, κατενόει, διψώδης οὐ λίαν.

Μέχρι δεῦρο φαίνεται πάντ’ αὐτῷ τὰ συμπτώματα σφαλερά.

569
Ἐνάτῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε, ψύξις, παρέκρουσε, δεξιῷ ἴλλαινε, γλῶσσα ἐπίξηρος, διψώδης, ἄγρυπνος· δεκάτῃ ταῦτα· ἑνδεκάτῃ κατενόει δι’ ὅλου πάντα, ἄπυρος, ἵδρωσεν, οὖρα λεπτὰ ἐπὶ κρίσιν.

Ἔοικεν ἰσχυρός τις ἄνθρωπος οὗτος γεγονέναι τὴν δύναμιν, ὡς μεγίστῳ νοσήματι διαπαλαίουσαν αὐτὴν ἀντισχεῖν. οὐδενὸς γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότος αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγους κριτικοῦ γενομένου καὶ μετ’ αὐτὸ, καθάπερ εἴωθεν, ὀξέος πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτος, οὐκ εὐθέως μὲν ἀπύρετος γεγονέναι διὰ τὸ μέγεθος τοῦ νοσήματος. ὅμως δ’ οὖν ἐπιμενόντων τῶν αὐτῶν. ἔφη γὰρ δεκάτῃ τὰ αὐτὰ, κατὰ τὴν ἑνδεκάτην εὐθέως ἀπύρετος γενέσθαι. τὸ δ’ ἐν τῇ κρίσει παρακροῦσαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γινομένων ἐστὶν ἐν κρίσεσι. καὶ γὰρ οὐδ’ ἀθρόα τις αὐτῷ ἔοικε συμβῆναι κατὰ 

570
τὴν ἐνάτην ἡμέραν ἡ κρίσις, ἀλλὰ μέχρι τῆς ἑνδεκάτης ἐκταθῆναι, καθ’ ἣν ἤδη, φησὶ, κατενόει πάντα. προσέθηκε δὲ τὰ οὖρα λεπτὰ περὶ κρίσιν, ἵνα μὴ πιστεύωμεν αὐτῇ, μηδὲ βεβαίαν εἶναι νομίσωμεν, ἀλλ’ ὑποστρέφειν ἐν τάχει τὸ νόσημα προσδοκῶμεν. τά τε γὰρ ἄλλα καὶ διὰ τὸ μέγεθος αὐτοῦ τὴν τοιαύτην προσδοκίαν εὔλογον ἦν ἔχειν.

Δύο διέλιπεν ἄπυρος, ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ, αὐτίκα δὲ τὴν νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε.

Συμπληρωθείσης τῆς ἡμιῤῥόπου τε καὶ ἀπίστου κατὰ τὴν ἑνδεκάτην ἡμέραν δύο διαλιπεῖν αὐτόν φησι, τουτέστι, τήν τε δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην, εἶτα πάλιν ὑποστρέψαι κατὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν ἐν παραπλησίοις γενέσθαι συμπτώμασιν.

571
Πεντεκαιδεκάτῃ οὖρον θολερὸν, ὡς ἐκ τῶν κατεστηκότων γίνεται, ὅταν ἀναταραχθῇ, πυρετὸς ὀξὺς, πάντα· παρέκρουσεν, οὐκ ἐκοιμήθη γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν, ἀπὸ δὲ κοιλίης βαλάνων προστιθεμένων μέλανα κόπρανα ἦλθεν.

Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς ἔσχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχ’ ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα τοῖς οὔροις. τὰ μέντοι κατὰ γόνατα καὶ κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν ἐστι δηλονότι. τὸ δὲ βαλάνων αὐτῷ προσθεμένων μέλανα διαχωρήματα κοπρώδη μοχθηρὸν διὰ τὴν χροιάν.

Ἑξκαιδεκάτῃ οὖρα λεπτὰ, ἔχοντα ἐναιώρημα ἐπινέφελον, παρέκρουσε.
572

Καὶ ταῦτα τῆς καταλαβούσης αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητος σημεῖά τε καὶ συμπτώματά ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ προγνωστικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν. ἐμὲ γὰρ οὐ δεῖ μυριάκις λέγειν τὰ αὐτά.

Ἑπτακαιδεκάτῃ πρωῒ ἄκρεα ψυχρὰ, περιεστέλλετο, πυρετὸς ὀξὺς, ἵδρωσε διόλου, ἐκουφίσθη, κατενόει μᾶλλον, οὐκ ἄπυρος, διψώδης, ἔμεσεν χολώδεα, ξανθὰ, ὀλίγα. ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ’ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτὰ, οὖρα λεπτὰ, οὐκ εὔχροα.

Φαίνεται πάλιν ἑπτακαιδεκάτη τῶν ἡμερῶν ἱδρῶτά τινα ποιησαμένη μὴ δυνηθέντα λῦσαι τὸ νόσημα διὰ τὴν τῶν χυμῶν ἀπεψίαν, ἐφ’ οἷς φαίνεται νοσήσας ὁ ἄνθρωπος.

573
Ὀκτωκαιδεκάτῃ οὐ κατενόει, κωματώδης, ἐννεακαιδεκάτῃ διὰ τῶν αὐτῶν.

Οὐδὲν ὅλως ἀξιόλογον ἔοικεν ἡ ἑπτακαιδεκάτη τῶν ἡμερῶν βοηθῆσαι τῷ ἀνθρώπῳ, ὅμως γε μὴν φαίνεται διαμαχομένη πρὸς τὴν νόσον ἡ φυσικὴ δύναμις αὐτοῦ καὶ τάχα που καὶ νικῶσα.

Εἰκοστῇ ὕπνωσε, κατενόει πάντα, ἵδρωσεν, ἄπυρος· οὐκ ἐδίψη. εἰκοστῇ πρώτῃ σμικρὰ παρέκρουσεν, ὑπεδίψη, ὑποχονδρίου πόνος καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. εἰκοστῇ τετάρτῃ οὔροισιν ὑπόστασις κατενόει πάντα. εἰκοστῇ ἑβδόμῃ ἰσχίου δεξιοῦ ὀδύνη, οὖρα λεπτὰ καὶ εἶχον ὑπόστασιν. τὰ δὲ ἄλλα εἶχεν ἐπιεικέστατα. περὶ δὲ εἰκοστὴν ἐνάτην ὀφθαλμοῦ δεξιοῦ ὀδύνη, οὖρα λεπτά. τεσσαρακοστῇ
574
διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα, ἵδρωσε πολλῷ διόλου, τελέως ἐκρίθη.

Τρίτη μὲν αὕτη κρίσις ἐπιχειρησάσης καὶ νῦν τῆς φύσεως λῦσαι τὸ νόσημα διὰ τῆς τῶν ἱδρώτων ἐκκρίσεως ἐν ἡμέρᾳ κρισίμῳ, καθάπερ κᾀν ταῖς ἔμπροσθεν, ἦσαν γὰρ κᾀκεῖναι κρίσιμοι. προσέθηκα δὲ τὸ οὐ δι’ ἄλλο τι ἢ ἐπὶ τῷ τῶν οὐκ ὀρθῶς ἐν προῤῥητικῷ γεγραμμένων ἁμαρτάνειν, πάμπολυ δὲ καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῆς ἐπὶ τῶν καμνόντων προγνώσεως· καὶ διὰ τοῦτο λογίατροι μέν εἰσιν· οὕτως γὰρ ὀνομάζουσιν οἱ πολλοὶ τῶν εἰδότων ἀσχημονοῦντας ἐπὶ τῶν ἔργων, ἰατροὶ δ’ οὐκ εἰσὶν οἱ πιστεύοντες τοῖς ἐν προῤῥητικοῖς καὶ Κωακαῖς προγνώσεσι γεγραμμένοις ἀῤῥώστοις, εἰς ἑτέραν ἀναφέρουσι μαρτυρίαν τῶν δοκούντων αὐτοῖς, παρατιθέμενοι τὰ κακῶς εἰρημένα κατὰ τὸ προῤῤητικὸν ἢ τὰς Κωακὰς προγνώσεις, ἐάσαντες δὲ τὰ κατὰ τὸ προγνωστικὸν καὶ τοὺς ἀφορισμοὺς καὶ τὰ κατὰ τῶν ἐπιδημιῶν εἰρημένα καθολικὰ θεωρήματα,

575
καὶ ὅσα γε κατὰ τὸ προῤῥητικὸν καὶ τὰς Κωακὰς προγνώσεις ἀληθῆ γέγραπται, ταῦτα μετενηνεγμένα παρὰ τῶν τὰ βιβλία ταῦτα γραψάντων ἐξ ἀφορισμῶν καὶ προγνωστικῶν καὶ τῶν ἐπιδημιῶν εἰς αὐτὰ, καθότι δέδεικταί μοι κἀν τοῖς εἰς τὸ προῤῥητικὸν ὑπομνήμασιν. Λύκος δ’ οὐκ οἶδ’ ὅπως καὶ αὐτὸς ἀναπλησθεὶς τῆς τοιαύτης μοχθηρίας εἰς Κόϊντον αὐτὴν ἀναφέρει, καίτοι Κοΐντῳ μὲν αὐτὸς οὐδ’ ἐνιαυτὸν ὅλον συνεγένετο. Σάτυρος δὲ καὶ Φικιανὸς ἐπὶ πλεῖστον αὐτῷ συνδιατρίψαντες οὐδεμίαν τοιαύτην ἐξήγησιν εἰς Κόϊντον ἀνέφερον. οὐκ ἀκριβῶς γὰρ ἐπίσταμαι τοῦτ’ ἐγὼ, ἀμφοτέροις διδασκάλοις χρησάμενος.