In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Ἐν Θάσῳ Φιλίνου γυναῖκα θυγατέρα τεκοῦσαν καὶ κατὰ φύσιν καθάρσεως γινομένης καὶ τὰ ἄλλα κούφως διάγουσαν, τεσσαρεσκαιδεκάτην ἐοῦσαν, μετὰ τόκον πῦρ ἔλαβε μετὰ ῥίγεος. ἤλγει δὲ ἀρχομένη καρδίην καὶ ὑποχόνδριον δεξιὸν γυναικείων πόνοι, κάθαρσις ἐπαύσατο. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνοι παρέμενον. ὕπνοι οὐκ ἐνῆσαν, ἄκρεα ψυχρὰ, διψώδης κοιλίη ξυνεκαύθη μικρὰ διῄει, οὖρα λεπτὰ ἄχροα κατ’ ἀρχάς. ἑκταίῃ ἐς νύκτα παρέκρουσε πολλὰ καὶ πάλιν κατενόει. ἑβδόμῃ διψώδης, διαχωρήματα χολώδεα, κατακορέα. ὀγδόῃ ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, σπασμοὶ πολλοὶ μετὰ πόνου, πολλὰ παρέλεγεν, ἐξανίστατο. βάλανον προσθεμένῃ πολλὰ διῆλθε μετὰ περιῤῥόου χολώδεος, ὕπνοι οὐκ ἐνῆσαν. ἐνάτῃ σπασμοὶ, δεκάτῃ πάντα σμικρὰ κατενόει. ἑνδεκάτῃ πάντως ἐκοιμήθη, ἀνεμνήσθη, ταχὺ δὲ πάλιν παρέκρουσε. οὔρει δὲ μετὰ σπασμῶν ἀθρόον πολὺ, ὀλιγάκις ἀναμιμνησκόντων, παχὺ, λευκὸν, οἷον γίνεται ἐκ τῶν
270
καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενον, πολὺν χρόνον οὐ καθίστατο χρῶμα καὶ πάχος εἴκελον οἷον γίνεται ὑποζυγίων, τοιαῦτα οὔρει οἷα κᾀγὼ εἶδον. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἐούσῃ πόνοι δι’ ὅλου τοῦ σώματος, λόγοι πολλοὶ, σμικρὰ κατενόει, διὰ ταχέων δὲ πάλιν παρέκρουσε· περὶ δὲ ἑπτακαιδεκάτην ἐοῦσα ἦν ἄφωνος, εἰκοστῇ ἀπέθανεν.

Δύο ἦν ἐκ ταύτης τῆς διηγήσεως ὧν ἓν κοινὸν μὲν καὶ πρὸς τοὺς ἔμπροσθεν καὶ μετὰ ταῦτα γεγραμμένους ἀῤῥώστους τὸ τῶν κρισίμων ἡμερῶν, ἕτερον δὲ τὸ ἴδιον. ἐπισχεθείσης γὰρ τῇ γυναικὶ ταύτῃ τῆς μετὰ τόκον καθάρσεως ἥ τε νόσος ἐγένετο καὶ ὁ θάνατος. ἀπέθανε δὲ κατὰ τὴν κ΄, τῆς ιδ΄ καὶ ιζ΄ χειρόνων παρὰ τὰς ἄλλας γενομένων. τὸ δὲ προσθεμένῃ μετὰ μὲν τοῦ βάλανος ὅταν τύχῃ γεγραμμένον, εὔδηλον ἔχει τὸ σημαινόμενον, ἄνευ δὲ τῆς προσθήκης

271
ἤτοι ὑπακοῦσαι χρὴ τὸν βάλανον, ὥς τινες βούλονται, ἢ πεσσὸν παρηγορικὸν δηλονότι καὶ ἀφλέγμαντον. ἐκεῖνό γε μὴν ἐπὶ πασῶν γυναικῶν, ὧν ἐπεσχέθη μετὰ τόκον ἡ κάθαρσις, ἐπίστασθαί τε καὶ μεμνῆσθαι προσῆκεν, ὥς τινες μὲν ἐσχάτως κινδυνεύουσιν ἀποθανεῖν. ὀλίγαι δὲ πάνυ μετρίως ἐνωχλήθησαν, ἐπεὶ ταῖς πλείσταις μὲν ἡ μήτρα φλεγμαίνει, τισὶ δὲ καὶ τὸ παρ’ αὐτῷ τῷ τόκῳ ῥυὲν αἷμα κενωθὲν διάφορόν ἐστι κατὰ τὴν ποιότητα, ταῖς μὲν πικρόχολον ἢ μελαγχολικὸν, ταῖς δὲ ἰῶδες ἢ φλεγματικὸν ἢ μετρίως χρηστὸν, ἄμεμπτον δὲ τελέως οὐδέποτε. δεδαπάνηται γὰρ ἐξ αὐτοῦ τὸ κάλλιστον εἰς τροφὴν τοῦ κυηθέντος. ἐνδείκνυται δ’ αὐτοῦ τὴν φύσιν καὶ τὰ γενόμενα συμπτώματα κατὰ τὴν ἐπίσχεσιν τῆς λοχίου καθάρσεως, ὥσπερ καὶ νῦν ἐπὶ τῆς προκειμένης ἐν τῷ λόγῳ, τὸ μὲν ῥῖγος καὶ ὁ πυρετὸς ὀξὺς, ἥ τε δίψα καὶ ὁ χολώδης ἐπίῤῥους καὶ ἡ παραφροσύνη καὶ ἡ ἀγρυπνία χολώδους ἐστὶ πλεονάζοντος χυμοῦ γνωρίσματα· σπασμοὶ δὲ καὶ παλμοὶ καὶ τὸ οἷον τῶν
272
ὑποζυγίων ἐοικὸς οὖρον ὠμοῦ καὶ παχέος αὐτὰ εἴδη εἰσίν. οὕτως κάκισται τῶν νόσων ἐν αἷς ἀμφότεροι πλεονάζουσιν οἱ εἰρημένοι χυμοὶ καὶ τὸν ἡμιτριταῖον ἐπί γε τούτοις ἐδείκνυμεν ἐπιγενέσθαι. τοῦ μὲν οὖν ἐπισφαλῶς νοσῆσαι τὴν γυναῖκα τοῦτο ἦν αἴτιον. πότερον δὲ διαφεύξεται τὴν νόσον ἢ τεθνήξεται τά τε συμπτώματα καὶ τὰ σημεῖα κατ’ ἀρχὰς εὐθέως ἐξηγεῖσθαι δύναται. προσέχωμεν οὖν αὐτοῖς ἕνεκα γυμνασίας. τῇ πρώτῃ τῶν ἡμερῶν, ἥτις ἦν ιδ΄, μετὰ τόκον, πῦρ, φησὶν, ἔλαβε τὴν ἄνθρωπον μετὰ ῥίγους. ἴσμεν δ’ ὅτι πῦρ ὀνομάζει τὸν πυρωδέστατον πυρετὸν, ἀλλ’ οὔπω τοῦτό γε πάντως ὀλέθριον, ὥσπερ οὐδὲ τὸ καρδιαλγέειν, ὅπερ ἐστὶ τὸ στόμα τῆς κοιλίας ὀδυνᾶσθαι, ὡσαύτως δ’ οὔτε τὰ γυναικεῖα μόρια, καθάπερ οὐδ’ ὅτι τὸ δεξιὸν ὑποχόνδριον, ἀλλὰ καὶ ὕπνοι, φησὶν, οὐκ ἐνῆσαν. αὔξεται μὲν οὖν ἡ διάγνωσις ἐκ τούτων ἁπάντων τῆς τοῦ νοσήματος κακίας, οὐ μὴν ὅτι γε πάντως ἐπ’ αὐτοῖς τεθνήξεται δῆλον ἡμῖν, καθάπερ οὐδ’ ὅτι διψώδης οὐδ’ ὅτι τὰ οὖρα λεπτὰ καὶ ἄχροα. χρόνου μὲν γὰρ εἰς πέψιν δεῖται τὰ τοιαῦτα τῶν οὔρων, οὐ μὴν ὀλέθριά γε πάντως ἐστίν. ἀλλὰ
273
καὶ ἄκρεα, φησὶ, ψυχρά. τοῦτο μὲν ἤδη τῶν ἐσχάτως ὀλεθρίων ἐστὶν ἐν ἀρχῇ νοσήματος ἅμα σφοδροτάτῳ πυρετῷ γινόμενον. εἰ μὲν οὖν ἠπιστάμην ὅπως εἶχε ῥώμης ἡ γυνὴ καὶ περὶ τοῦ χρόνου τῆς νόσου, δυνατὸν ἦν ἄν μοι λέγειν ἐπὶ τοῖς προειρημένοις συμπτώμασι καὶ εἰ ἐκ παραδόξου τινὰ ἀμυδρὰν ἐλπίδα σωτηρίας εἶχεν. ἐπειδὴ δ’ ἄδηλον τοῦτο, μεμνῆσθαί γ’ ὑμᾶς χρὴ προστιθέναι τοῖς ὀλεθρίοις συμπτώμασι κατὰ τὰς ἐπισκέψεις τῶν νοσούντων τὸν ἀπὸ τῆς δυνάμεως διορισμόν· οὕτως γὰρ ἀποφήνασθαι βεβαίως δυνήσεσθε. ταύτῃ γοῦν τῇ γυναικὶ περὶ τὴν ιδ΄ ἡμέραν οἵ τε πόνοι δι’ ὅλου τοῦ σώματος γενόμενοι καὶ παραφροσύνη τὸν ἐσόμενον θάνατον ἐδήλωσεν, ἤτοι κατὰ τὴν ιζ΄ ἢ τὴν κ΄ ἐκ τῆς τῶν κρισίμων ἡμερῶν φύσεως. καὶ τοίνυν ἀμφότερα ἐγένετο κατὰ μὲν τὴν ιζ΄ ἀφωνίᾳ καταληφθείσης αὐτῆς, εἰκοσταίας δ’ ἀποθανούσης.

274
Ἐπικράτεος γυναῖκα, ἢ κατέκειτο παρὰ Ἀρχηγέτην, περὶ τόκον ἤδη ἐοῦσαν, ῥῖγος ἔλαβεν ἰσχυρῶς, οὐκ ἐθερμάνθη, ὡς ἔλεγον, καὶ τῇ ὑστεραίῃ τὰ αὐτὰ, τρίτῃ δ’ ἔτεκε θυγατέρα καὶ τὰ ἄλλα πάντα κατὰ λόγον ἦλθε. δευτέρῃ μετὰ τὸν τόκον ἔλαβε πυρετὸς ὀξὺς, καρδίης πόνος καὶ γυναικείων, ὕπνοι οὐκ ἐνῆσαν. προσθεμένῃ δὲ ταῦτα μὲν ἐκουφίσθη, κεφαλῆς δὲ καὶ τραχήλου καὶ ὀσφύος πόνος. ἀπὸ δὲ κοιλίης ὀλίγα χολώδεα λεπτὰ διῄει, ἄκρητα, οὖρα λεπτὰ ὑπομέλανα. ἀφ’ ἧς δ’ ἔλαβε πυρετὸς ἐς νύκτα ἐκταίῃ παρέκρουσε. ἑβδόμῃ ἅπαντα παρωξύνθη, ἄγρυπνος παρέκρουσε, διψώδης, διαχωρήματα πάντα χολώδεα κατακορέα. ὀγδόῃ ἐπεῤῥίγωσεν, ἐκοιμήθη πλείω. ἐνάτῃ διὰ τῶν αὐτῶν. δεκάτῃ σκέλεα ἐπιπόνως ἤλγει, καρδίης πάλιν ὀδύνη, καρηβαρίη, οὐ παρέκρουσεν, ἐκοιμᾶτο μᾶλλον, κοιλίη ἐπέστη. ἑνδεκάτῃ ἵδρωσεν, οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα, διῆγε κουφότερον. τεσσαρεσκαιδεκάτῃ
275
ἐπεῤῥίγωσε, πυρετὸς ὀξύς. πεντεκαιδεκάτῃ ἤμεσε χολώδεα ψυχρὰ ὑπόσυχνα, ἵδρωσεν ἀπύρετος, ἐς νύκτα δὲ πυρετὸς ὀξὺς, οὖρα πάχος ἔχοντα, ὑπόστασις λευκή. ἑξκαιδεκάτῃ παρωξύνθη νύκτα καὶ δυσφόρως οὐχ ὕπνωσε, παρέκρουσεν. ὀκτωκαιδεκάτῃ διψώδης γλῶσσα ἐξεκαύθη, οὐχ ὕπνωσε, παρέκρουσε πολλὰ, σκέλεα ἐπωδύνως εἶχε. περὶ δὲ εἰκοστὴν πρωῒ μικρὰ ἐπεῤῥίγωσε, κωματώδης, δι’ ἡσυχίας ὕπνωσε, ἤμεσε χολώδεα, ὀλίγα, μέλανα, ἐς νύκτα κώφωσις. περὶ δὲ εἰκοστὴν πρώτην πλευροῦ ἀριστεροῦ βάρος δι’ ὅλου μετ’ ὀδύνης, σμικρὰ ἐπέβησσεν, οὖρα δὲ πάχος ἔχοντα θολερὰ ὑπέρυθρα, κείμενα οὐ καθίστατο, τὰ δ’ ἄλλα κουφοτέρως, οὐκ ἄπυρος. αὖθις ἐξ ἀρχῆς φάρυγγα ἐπώδυνος, ἔρευθος, κιὼν ἀνεσπασμένος, ῥεῦμα δριμὺ, δακνῶδες, ἁλμυρῶδες διὰ τέλεος παρέμεινε. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἄπυρος, οὔροισιν ὑπόστασις, πλευρὸν ὑπῆλγε. περὶ δὲ πρώτην καὶ τριακοστὴν ἤμεσε
276
τῇ τεσσαρακοστῇ ὀλίγα, χολώδεα, ἐκρίθη τελέως ἄπυρος τῇ ὀγδοηκοστῇ.

Πλησίον οὖσαν τὴν γυναῖκα τήνδε τῆς προσθεσμίας τοῦ τόκου ῥιγῶσαί φησι χωρὶς τοῦ πυρέξαι. πρόκειται δὲ τῇ λέξει τὸ ὡς ἔλεγον, ἐπὶ τῷ παραδόξῳ τοῦ πράγματος. ᾤοντο γὰρ οἱ παλαιοὶ σχεδὸν ἅπαντες ἐπιγίγνεσθαι τοῖς αὐτομάτοις ῥίγεσι πυρετὸν ἐξ ἀνάγκης. αὐτόματα δὲ δηλονότι καλεῖται τὰ χωρὶς τῆς ἔξωθεν αἰτίας. ἐν γοῦν τῷ προοιμίῳ τοῦ καλῶς ἐπιγεγραμμένου πρώτου περὶ νούσων, ὡς ἐξ ἀνάγκης ἑπομένου τῷ ῥίγει τοῦ πυρετοῦ γέγραπται. δέδεικται δ’ ἡμῖν τὸ τοιοῦτον ῥῖγος, ᾧ πυρετὸς οὐκ ἀκολουθεῖ, ψυχρῶν καὶ ὠμῶν χυμῶν ἔκγονον εἶναι καὶ διὰ τοῦτο μᾶλλον νῦν ἢ πάλαι γενέσθαι. τὸ γὰρ ταλαίπωρον τῆς ὅλης διαίτης, ἅμα τοῖς ἐπὶ τροφῇ λουτροῖς ἀθροίζειν εἴωθε τὸ τοιοῦτον πλῆθος. ἔοικε καὶ ἡ τοῦ Ἐπικράτους γυνὴ τοῦτο ἔχειν τὸ πλῆθος. ἐν γοῦν τῇ πρώτῃ τῶν ἡμερῶν

277
ῥιγῶσαί φησιν αὐτὴν, χωρὶς τοῦ θερμανθῆναι, τουτέστι χωρὶς τοῦ πυρέξαι καὶ πάλιν ἐπὶ τῆς ὑστεραίας ὡσαύτως, εἶτα τῇ τρίτῃ τῶν ἡμερῶν ἀποκυῆσαι, τάχα καὶ πρὸ τῆς ἀκριβοῦς προθεσμίας συμβάντος τοῦ τόκου διὰ τὴν σφοδρότητα τοῦ ῥίγους. μετὰ γοῦν τὸν ἡμέρᾳ β΄ τὴν καρδίαν τουτέστι τὸ στόμα τῆς κοιλίας ἀλγῆσαί φησιν αὐτὴν καὶ τὰ γυναικεῖα, προσυπακοῦσαι αὐτῷ χρὴ μόρια, καθάπερ καὶ τὴν πρὸ αὐτῆς, εἶτά φησι προσθεμένην αὐτὴν κουφισθῆναι. προείρηται δ’ ὅτι καὶ βάλανον καὶ πεσσὸν ἐπὶ τῷ προσθεμένῳ δύνατόν ἐστι προσυπακούειν. εἶθ’ ἑξῆς καταλέγει συμπτώματα νοσημάτων ὀξέων, κεφαλῆς μὲν καὶ τραχήλου καὶ ὀσφύος πόνον, ἀγρυπνίαν δὲ καὶ διαχωρήσεις ἀκράτως χολώδεις, ᾧ καὶ δῆλον ὡς οὐκ ὠμὸς μόνον, ἀλλὰ καὶ χολώδης ἐπλεόναζε χυμός. ὄντων δὲ τῶν οὔρων λεπτῶν, ἀναγκαῖον ἦν χρονίσαι τὴν νόσον. ἐπεὶ δὲ καὶ ὑπομέλανά φησι ταῦτα γενέσθαι, τοῦτο δὴ τὸ σὺν ἀγῶνι καὶ ταραχὴν δηλοῖ καὶ μέχρι γε τῆς ἑνδεκάτης ἡμέρας ἄδηλον ἦν εἰ σωθήσεται
278
τὸ γύναιον, οὐδενὸς ἐν τῷ μεταξὺ γενομένου σημείου σαφοῦς, ἐφ’ ᾧ τις ἢ σωτηρίαν ἢ θάνατον ἐλπίσει. κατὰ δὲ τὴν ια΄ ἐπεφάνη τι σωτηρίας σημεῖον, ἔνθα φησὶν, ια΄ οὔρησεν εὐχροώτερα συχνὴν ὑπόστασιν ἔχοντα, διῆγε κουφότερον. ἐπ’ αὐτῆς οὖν ὀψὲ τῆς πέψεως τῶν χυμῶν ἀρξαμένης ἀναγκαῖον ἦν χρονίσαι τὸ νόσημα καὶ διὰ τοῦτο τεσσαρεσκαιδεκαταῖον μὲν ἐκρίθη τὸ πρῶτον ὡς ἀκινδύνως ἔχειν ἤδη. μεταξὺ δὲ ἄχρι τῆς τεσσαρακοστῆς ἐνοσηλεύετο, τελέως δὲ κατὰ τὴν π΄ ἀπηλλάγη. μέμνησο τοιγαροῦν ὡς ἡ πεῖρα μαρτυρεῖ ὅτι ἡ τεσσαρακοστὴ καὶ ὀγδοηκοστὴ κρίσιμοί εἰσι, ψευδοῦς ὄντος καὶ μὴ φαινομένου διὰ τῆς ἐμπειρίας τοῦ κατὰ τελείας ἑβδομάδας συναριθμεῖσθαι τὰς κρισίμους ἡμέρας. οὕτω γὰρ ἂν ἡ μβ΄ καὶ γ΄ καὶ ξ΄ καὶ δ΄ καὶ π΄ τὰς κρίσεις ἔφερον, οὐ μ΄ καὶ ξ΄ καὶ π΄.

279
Κλεανακτίδην, ὃς κατέκειτο ἐπάνω τοῦ Ἡρακλείου, πῦρ ἔλαβε πεπλανημένως. ἤλγει δὲ καὶ κεφαλὴν ἐξ ἀρχῆς καὶ πλευρὸν ἀριστερὸν καὶ τῶν ἄλλων πόνοι κοπιώδεα τρόπον, οἱ πυρετοὶ παροξυνόμενοι, ἄλλοτε ἀλλοίως ἀτάκτως. ἱδρῶτες ὁτὲ μὲν, ὁτὲ δ’ οὔ. τὰ μὲν πλεῖστα ἀπεσήμαινον οἱ παροξυσμοὶ ἐν κρισίμοισι μᾶλλον. περὶ δὲ εἰκοστὴν τετάρτην καὶ χεῖρας ἄκρας ἐψύχετο, ἤμεσε ξανθὰ, χολώδεα, ὑπόσυχνα, μετ’ ὀλίγον δὲ ἰώδεα, πάντων ἐκουφίσθη, περὶ δὲ τριακοστῇ ἐόντι ἤρξατο ἀπὸ ῥινῶν αἱμοῤῥαγεῖν ἐξ ἀμφοτέρων καὶ ταῦτα πεπλανημένως κατ’ ὀλίγον, μέχρι κρίσεως, οὐκ ἀπόσιτος δὲ οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος, οὖρα δὲ λεπτὰ, οὐκ ἄχροα. περὶ δὲ τεσσαρακοστὴν ἐὼν οὔρησεν ὑπέρυθρα, ὑπόστασιν πολλὴν λίην ἐρυθρὴν ἔχοντα ἐκουφίσθη. μετὰ δὲ ταῦτα ποικίλως τὰ τῶν οὔρων, ὁτὲ μὲν ὑπόστασιν εἶχεν, ὁτὲ δ’ οὔ. ἑξηκοστῇ οὔροις ὑπόστασις πολλὴ
280
καὶ λευκὴ καὶ λείη ξυνέδωκε πάντα, πυρετοὶ διέλιπον, οὖρα δὲ πάλιν λεπτὰ μὲν, εὔχροα δέ. ἑβδομηκοστῇ ἀπύρετος διέλιπεν ἡμέρας δέκα. ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν, ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη, τελείως ἐκρίθη.

Κλεονάκτην, φησὶ, πῦρ ἔλαβε, τουτέστι πυρετὸς σφοδρὸς κατέσχεν· εἶτ’ ἐπιφέρει πεπλανημένως, ὅπερ ἐστὶν ἄνευ τῆς κατὰ περίοδον τάξεως, ὡς ποτὲ μὲν, εἰ οὕτως ἔτυχε, διὰ τρίτης ἢ τετάρτης ἡμέρας πυρέξαι, ποτὲ δὲ διὰ πέμπτης ἢ ἕκτης. παρακολουθῆσαι δ’ αὐτῷ διὰ παντὸς ἀγαθὰ σημεῖα τὰ περὶ τὴν ὄρεξιν τῶν σιτίων καὶ ὕπνων, ἄδιψόν τ’ εἶναι καὶ οὐρεῖν οὐκ ἄχροα. ταῦτα γὰρ αὐτὸς ὁ Ἱπποκράτης κατὰ τὴν λέξιν ἔγραψεν ὡδί· οὐκ ἀπόσιτος οὐδὲ διψώδης παρὰ πάντα τὸν χρόνον οὐδὲ ἄγρυπνος. ἅμα δὲ τὸ μὴ χολώδη καὶ θερμὸν εἶναι τὸν πλεονάζοντα χυμὸν ἐξ

281
αὐτῶν ἐδηλοῦτο. διψώδεις γὰρ ὑπ’ ἐκείνου καὶ ἄγρυπνοι γίνονται καὶ μᾶλλον ἀπόσιτοι, τουτέστιν οὐκ ὀρεκτοί. εἰ μὲν οὖν ὥσπερ εὔχροα τὰ οὖρα διὰ παντὸς ἦν, οὕτως καὶ τῆς συστάσεως εἶχε μετρίως, οὐκ ἂν εἰς χρόνου μῆκος ἡ νόσος παρῆλθε. ἀλλ’ ἴσως μὲν ἐκρίθη περὶ μ΄, ὥσπερ εἰ καὶ νεφέλην εἶχε χρηστὴν, θᾶττον ἂν ἐπαύσατο. νυνὶ δ’ ἐπεὶ λεπτὰ διὰ παντὸς ἦν τὰ οὖρα, χρόνου συχνοῦ πρὸς πέψιν ἐδεῖτο. περὶ δ’ οὖν τὴν μ΄ ἡμέραν οὐρῆσαί φησιν αὐτὸν ὑπέρυθρα, ὑπόστασιν πολλὴν ἐρυθρὰν ἔχοντα. τὸ δὲ τοιοῦτον οὖρον ἐν τῷ προγνωστικῷ πολυχρονιώτερον μὲν εἶναί φησι τοῦ τὴν λευκὴν ὑπόστασιν ἔχοντος, σωτήριον δὲ κάρτα. μετὰ δὲ τὴν μ΄ ἔγραψε ποικίλως τὰ τῶν οὔρων αὐτῷ γενέσθαι ποτὲ μὲν ὑπόστασιν ἔχοντα, ποτὲ δ’ οὒ, σύμφωνον τοῦτο τῶν πεπλανημένων παροξυσμῶν· ἐκεῖνοί τε γὰρ ποικιλίᾳ τῶν τὰς νόσους ἐργαζομένων γίνονται χυμῶν, ἢ τε τῶν οὔρων ἀπεψία καὶ πέψις ἐναλλὰξ φαινομένη τινὰς
282
μὲν αὐτῶν ἐδήλου πέττεσθαι, τινὰς δ’ ἀπέπτους διαμένειν. καὶ γοῦν τὴν ξ΄ ἡμέραν πολλὴν καὶ λείαν καὶ λευκὴν ὑπόστασιν γενέσθαι φησὶ καὶ διὰ τοῦτο ἐπιφέρει, ξυνέδωκε πάντα, διέλιπον οἱ πυρετοί. ἀλλ’ ἐφεξῆς γε τούτων ὡδὶ γράψας, οὖρα δὲ πάλιν λεπτὰ μὲν, εὔχροα δὲ καταλελεῖφθαί τινας ἀπέπτους ἐνδείκνυται χυμοὺς ὧν κατὰ βραχὺ πεφθέντων ἢ ὀγδοηκοστὴ τελείαν τὴν κρίσιν ἤνεγκε, περὶ ἧς ἔγραψε κατὰ λέξιν οὕτως. ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς ἔλαβε, ἵδρωσε πολλῷ, οὔρησεν ὑπόστασιν ἐρυθρὴν, λείαν, τελείως ἐκρίθη. μέμνησο δὲ πάλιν ἐνταῦθα τῆς ἰδέας ὑποστάσεως μέγιστον δυναμένης, ἐν οὔροισι μὲν τὴν λευκὴν, παχεῖαν δὲ καὶ τοῖς ἀποθανοῦσι γεγονέναι φησί. ἐπὶ γοῦν Σιληνοῦ δευτέρου γεγραμμένου τῶν κατὰ τοῦτο τὸ βιβλίον οὕτως εἶπεν, οὔρησεν ἀθρόον ὑπόπαχυ κείμενον ὑπόστασις κριμνώδης λευκὴ, καίτοι κατὰ τὴν ὑστεραίαν ἀπέθανεν ὁ Σιληνὸς οὗτος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας τῇ ι΄ τὸ εἰρημένον οὖρον ἀποκρίνας. ἀλλὰ καὶ τῶν κρισίμων ἡμερῶν τῆς περιόδου μέμνησο, τῆς μὲν ἑξηκοστῆς προκρινάσης, οὐ
283
τῆς ξγ΄. ἐπ’ αὐτῇ δὲ τῆς π΄. οὐ τῆς ὀγδοηκοστῆς τετάρτης ὡς τῶν τριῶν ἑβδομάδων οὐκ εἰς τὴν κα΄ ἡμέραν διερχομένων, ἀλλ’ ἐν τῇ κ΄ περιγραφομένων.

Μέτωνα πῦρ ἔλαβεν, ὀσφύος βάρος ἐπώδυνον. δευτέρῃ ὕδωρ πίνοντι ὑπόσυχνον, ἀπὸ κοιλίας καλῶς διῆλθε. τρίτῃ κεφαλῆς βάρος, διαχωρήματα λεπτὰ, χολώδεα, ὑπέρυθρα. τετάρτῃ πάντα παρωξύνθη, ἐῤῥύη ἀπὸ δεξιοῦ μυκτῆρος αἷμα δὶς κατ’ ὀλίγον νύκτα δυσφόρως, διαχωρήματα ὅμοια τῇ τρίτῃ, οὖρα ὑπομέλανα εἶχεν, ἐναιώρημα ὑπόμελαν ἐὸν διεσπασμένον, οὐχ ἱδροῦτο. τῇ πέμπτῃ ἐῤῥύη λαῦρον ἐξ ἀριστεροῦ, ἄκρητον, ἵδρωσεν, ἐκρίθη. μετὰ δὲ κρίσιν ἄγρυπνος παρέλεγεν, οὖρα λεπτὰ ὑπομέλανα. λουτροῖσιν ἐχρήσατο κατὰ κεφαλῆς, ἐκοιμήθη, κατενόει. τούτῳ οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγει πολλάκις καὶ μετὰ κρίσιν.
284

Οὗτος ὁ ἄῤῥωστος μαρτυρεῖ τῷ καθόλου λόγῳ τῷδε, αἱμοῤῥαγίαι λάβροι ἐκ ῥινῶν ῥύονται τὰ πολλά. φαίνεται γοῦν ὑπὸ μόνης αἱμοῤῥαγίας κριθείς τε καὶ σωθεὶς, καίτοι γ’ οὐκ ἀκίνδυνα ἔχων σημεῖα. κατὰ γοῦν τὴν δ΄ ἡμέραν γενέσθαι φησὶν αὐτῷ οὖρα ὑπομέλανα. εἶτ’ ἐπιφέρει, εἶχεν ἐναιώρημα ὑπόμελαν ὂν διεσπασμένον, οὐχ ἵδρωσε· καὶ μέντοι κατὰ τὴν ε΄ ἡμέραν αἱμοῤῥαγήσαντα αὐτὸν καὶ ἱδρώσαντα καὶ κριθέντα ἐπὶ τούτοις· ὅμως ἐπὶ τούτοις οὖρά φησι λεπτὰ, ὑπομέλανα, κᾄπειτ’ ἠγρύπνει καὶ παρέλεγεν, ὅπερ ἐστὶ παρελάλει. μέγιστον τούτου σε βοήθημα ἐδίδαξε τὸ κατὰ κεφαλῆς λουτρὸν, εἰρηκὼς ἐν τῷ περὶ διαίτης ὀξέων φυλάσσεσθαι δεῖν τὸ λουτρὸν ἐπὶ τῶν αἱμοῤῥαγούντων, εἰ μὴ ἔλαττον τοῦ καιροῦ ῥέοι. νυνὶ δὲ ἔλαττον ἦν τοῦ προσήκοντος, εἴ γε μὲν ἄγρυπνος διέμεινε· καὶ παρέλεγεν, ἀλλὰ καὶ ἃ δεῖ ἄγειν, ὅπη ἂν μάλιστα ῥέπῃ, ταύτῃ ἄγειν διὰ τῶν συμφερόντων χωρίων ὀρθῶς ἐν τῷ καθόλου λελεγμένον ὑπὸ τοῦ νῦν γενομένου μαρτυρεῖται. καὶ μέντοι καὶ τοῦδε μέμνησο τοῦ

285
κατὰ τὴν τῆς τρίτης ἡμέρας διήγησιν εἰρῆσθαι βάρος κεφαλῆς ὡς τοῦ πλήθους ἐπ’ αὐτὴν φαινομένου. μέμνησο δὲ καὶ ὅτι κατὰ τὴν δ΄ κρίσιμον οὖσαν αἱμοῤῥαγεῖν ἤρξατο. τῇ δὲ ε΄ τελέως αἱμοῤῥαγήσας καὶ ἱδρώσας ἐκρίθη. ταῦτα δ’ ἐπὶ πλέον ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ἕξεις ἐξειργασμένα. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ὅλης διηγήσεως γεγραμμένον ὑπ’ αὐτοῦ, τοῦτο οὐχ ὑπέστρεψεν, ἀλλ’ ᾑμοῤῥάγει πολλάκις καὶ μετὰ κρίσιν εἴρηται διότι χωρὶς πέψεως τῶν οὔρων ἐκρίθη. μεμαθήκαμεν δὲ παρ’ αὐτοῦ κατὰ τοῦτο τὸ βιβλίον ὅτι πεπασμοὶ ταχυτῆτα κρίσεως, ἀσφάλειαν ὑγιεινὴν σημαίνουσιν, ὠμὰ δὲ καὶ ἄπεπτα, ἐς κακὰς ἀποστάσεις τρεπόμενα ἢ ἀκρισίας ἢ πόνους ἢ θανάτους ἢ χρόνους ἢ τῶν αὐτῶν ὑποστροφάς. ἀλλ’ ὠμὰ μὲν ἦν ἔτι καὶ ἄπεπτα, οὐ μὴν ἐς κακὰς ἀποστάσεις ἐτράπεπτο. τῶν γοῦν ἀποστάσεων αὐτὸς ἐδίδαξεν ἀρίστας μὲν εἶναι τὰς κατ’ ἔκρουν, δευτέρας αὐτῶν τὰς ποῤῥωτάτω τῶν πεπονθότων μορίων καὶ κάτω τοῦ σώματος.

286
Ἐρασινὸν, ὃς ᾤκει παρὰ τῇ τοῦ Βοώτου χαράδρῃ, πῦρ ἔλαβε μετὰ δεῖπνον, νύκτα ταραχώδης, ἡμέραν τὴν πρώτην δι’ ἡσυχίης, νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη, ἐς νύκτα παρέκρουσε, τρίτῃ ἐπιπόνως, παρέκρουσε πολλά. τετάρτῃ δυσφορώτατα, εἰς δὲ τὴν νύκτα οὐδὲν ἐκοιμήθη ἐνύπνια καὶ λογισμοί. ἔπειτα χείρω καὶ μεγάλα καὶ ἐπίκαιρα, φόβος, δυσφορίη. πέμπτῃ πρωῒ κατήρτητο καὶ κατενόει πάντα. πολὺ δὲ πρὸς μέσον ἡμέρης, ἐξεμάνη, κατέχειν οὐκ ἠδύνατο, ἄκρεα ψυχρὰ, ὑποπέλια, οὖρα ἄπεπτα, ἀπέθανε περὶ ἡλίου δυσμάς. τούτῳ οἱ πυρετοὶ διὰ τέλεος σὺν ἱδρῶτι. ὑποχόνδρια μετέωρα, ξύντασις μετ’ ὀδύνης. οὖρα δὲ μέλανα ἔχοντα ἐναιωρήματα στρογγύλα, οὐκ ἵδρυτο, ἀπὸ κοιλίης δὲ κόπρανα διήει, δίψα διὰ τέλεος οὐ λίην σπασμοὶ πολλοὶ σὺν ἱδρῶτι, περὶ θάνατον δὲ διὰ τέλεως.
287

Τῷ Ἐρασίνῳ τούτῳ διὰ τέλεος, τουτέστι δι’ ὅλου τοῦ νοσήματος, ἱδρὼς ἦν ἄκριτος, ὑποχόνδρια μοχθηρῶς ἔχοντα καὶ οὖρα μέλανα. τίς ἐλπὶς οὖν σωτηρίας αὐτῷ; ὥστε κᾂν εὐλόγως δόξῃ τις μάτην γεγράφθαι τὰ κατὰ τὸν ἄνθρωπον τόνδε διὰ τὸ πᾶσι πρόδηλον εἶναι τὸ ἐσόμενον ἐπ’ αὐτοῦ. ἀλλ’ ἴσως αὐτοῦ τοῦ κατὰ τὸν θάνατον τάχους παράδειγμα τὸν ἀῤῥωστοῦντα ἔγραψεν. ἐν γοῦν τῷ προγνωστικῷ προειπών· οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν ἡμέρῃσι τὸν ἀριθμὸν, ἐξ ὧν τε προγίνονται οἱ ἄνθρωποι καὶ ἐξ ὧν ἀπόλλυνται. κᾄπειτα τοὺς πάντας εὐήθη σχόντας σημεῖα εἰπὼν, τεταρταίους παύεσθαι ἢ πρόσθεν. ἐφεξῆς εἶπεν, οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων γιγνόμενοι τεταρταῖοι κτείνουσιν ἢ πρόσθεν. ὁ τοίνυν Ἐρασῖνος, καίτοι πάντ’ ἔχων δεινὰ, μέχρι τῆς ε΄ ἡμέρας προέβη ὅτι κατὰ τὴν πρώτην εἶχε μετρίως. ἔγραψε γοῦν ἐπ’ αὐτοῦ κατὰ λέξιν οὕτως· ἡμέρην τὴν α΄ δι’ ἡσυχίας. ἡ ε΄ τοίνυν ἀπὸ τῆς ἀρχῆς καθ’ ἣν ἀπέθανε τετάρτη γένεται μὴ συναριθμουμένης τῆς πρώτης.

288
Κρίτωνι ἐν Θάσῳ ποδὸς ὀδύνη ἤρξατο ἰσχυρῶς ἀπὸ δακτύλου τοῦ μεγάλου ὀρθοστάδην περιιόντι, κατεκλίθη αὐθημερὸν, φρικώδης, ἀσώδης, μικρὰ ὑποθερμαινόμενος, ἐς νύκτα παρεφρόνησε. δευτέρῃ οἴδημα δι’ ὅλου τοῦ ποδὸς καὶ περὶ σφυρὸν ὑπέρυθρον καὶ μετὰ ξυντάσιος φλυκταινίδια μέλανα, πυρετὸς ὀξὺς, ἐξεμάνη. ἀπὸ δὲ κοιλίης ἄκρητα, χολώδεα, ὑπόσυχνα διῆλθεν. ἀπέθανον ἀπὸ τῆς ἀρχῆς δευτεραῖος.

Οὗτος ὁ ἄῤῥωστος ἄξιός ἐστι μνημονεύσθαι διὰ τὸ τάχιον τῆς ἁπωλείας. εἰ δὲ προεγέγραπτο καὶ ὁ τρόπος τοῦ θανάτου τότ’ ἂν ἡμᾶς ὁ λόγος ὠφέλησε τελέως. νυνὶ μὲν ἐξ ὧν ἔγραψεν, ὅτι πλῆθος ἦν πάμπολυ φαίνεται καὶ ὡς ὥρμησεν ἡ φύσις ἀπὸ τῶν κυρίων μερῶν, αὐτὰ πρὸς τὸ σκέλος ἀποθέσθαι, μὴ δυναμένου δὲ τοῦ μορίου δέξασθαι τὸ πᾶν ὅσον ὑπέλειπε, τὸ περιττὸν παλινδρομῆσαν, εἰς, τὴν κεφαλὴν

289
ἀνήχθη, κακοήθους δ’ ὄντος αὐτοῦ παραφροσύνη μανιώδης ἐγένετο. τεκμήριον δὲ τῆς κακοηθείας τοῦ περιττοῦ τὸ παραχρῆμα φλυκταινίδια μέλανα γενέσθαι περὶ τὸν σφυρόν. ἄξιον οὖν ἐστὶ θαυμάσαι διὰ τί τὸν ἄνθρωπον τοῦτον οὐκ ἐφλεβοτόμησεν εὐθέως ἀρχόμενον τοῦ νοσεῖν. ἀλλ’ ἴσμεν ὡς ἐπὶ τοὺς πλείστους ὧν ἔγραψε ἀῤῥώστων εἰσήχθη προηκούσης ἤδη τῆς νόσου.

Τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρινιχίδεω φρέαρ, πῦρ ἔλαβε, ἤλγει δὲ κεφαλὴν καὶ τράχηλον καὶ ὀσφὺν ἐξ ἀρχῆς. αὐτίκα δὲ κώφωσις, ὕπνοι οὐκ ἐνῆσαν, πυρετὸς ὀξὺς ἔλαβεν, ὑποχόνδριον ἐπῆρτο μετ’ ὄγκου, σύντασις ὀλίγη γλῶσσα ξηρὴ, τετάρτῃ ἐς νύκτα παρεφρόνησεν. πέμπτῃ ἐπιπόνως καὶ πάντα παρωξύνθη. περὶ δὲ ἑνδεκάτην σμικρὰ ξυνέδωκεν. ἀπὸ δὲ κοιλίης ἀπ’ ἀρχῆς καὶ μέχρι τεσσαρεσκαιδεκάτην πολλὰ, λεπτὰ, ὑδατόχροα διῄει.
290
εὐφόρως τὰ περὶ διαχώρησιν διῆγεν, ἔπειτα κοιλίη ἐπέστη. οὖρα διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ, καὶ πολὺ εἶχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. περὶ δὲ τὴν ἑκκαιδεκάτην οὔρησεν ὀλίγῳ, παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν, ἐκούφισεν ὀλίγῳ, κατενόει μᾶλλον. ἑπτακαιδεκάτῃ πάλιν λεπτά. παρὰ δὲ τὰ ὦτα ἀμφότερα ἐπήρθη ξὺν ὀδύνῃ, ὕπνοι οὐκ ἐνῆσαν, παρελήρει, περὶ δὲ τὰ σκέλεα ἐπωδύνως εἶχε. εἰκοστῇ ἄπυρος ἐκρίθη, οὐχ ἵδρωσε, πάντα κατενόει. περὶ δὲ εἰκοστὴν ἑβδόμην ἰσχίου ὀδύνη ἰσχυρῶς δεξιοῦ διὰ ταχέων ἐπαύσατο. τὰ δὲ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύει. ἤλγει δὲ περὶ τριακοστὴν καὶ πρώτην διάῤῥοια πολλοῖσιν ὑδατώδεσι μετὰ δυσεντεριωδέων, οὖρα παχέα οὔρησεν, κατέστη τὰ παρὰ τὰ ὦτα. περὶ δὲ τὴν τεσσαρακοστὴν ὀφθαλμὸν δεξιὸν ἤλγεεν, ἀμβλύτερον ἑώρα, κατέστη.
291

Οὗτος ὁ ἄνθρωπος καὶ μαρτύριον ἢ καὶ παράδειγμά ἐστιν οὐκ ὀλίγον τῶν καθόλου θεωρημάτων. ἀρξώμεθα δὲ ἀπὸ τῶν οὔρων ἐφ’ ὧν ἔγραψε κατὰ τὴν ια΄ ἡμέραν, οὖρα διὰ τέλεος λεπτὰ μὲν, εὔχροα δὲ καὶ πολὺ ἔσχεν ἐναιώρημα ὑποδιεσπασμένον, οὐχ ἵδρυτο. ὡς γὰρ ἐξ ἀρχῆς αὐτῶν τοιούτων γεγονότων καὶ παραμεινάντων γε μέχρι τῆς ις΄. ὁμοίως, οὕτως φαίνεται πεποιῆσθαι τὴν διήγησιν. ἐπὶ τῆς ιστ΄ ἡμέρας ἐδήλωσε τὴν μεταβολὴν αὐτῶν, ὥς ποτε πρῶτον γενομένην οὕτως εἰπὼν, περὶ ιστ΄ ἡμέρας οὔρησεν ὀλίγῳ παχύτερον, εἶχε σμικρὴν ὑπόστασιν. εὔδηλον οὖν ὅτι λεπτὰ μὲν, εὔχροα δὲ οὖρα διὰ μὲν τὴν εὔχροιαν ἐνδείκνυνται σωθήσεσθαι, ὅτι δὲ λεπτὰ χρόνου δεῖσθαι πρὸς τὴν πέψιν. ἦν δὲ οὐδὲ τῶν λυπούντων ἓν εἶδος. μετὰ γὰρ τὸ προειπεῖν ἐπὶ τῆς ιστ΄ ἡμέρας τὴν μεταβολὴν τῶν οὔρων ἐφεξῆς φησι, τῇ ιζ΄ πάλιν λεπτά. κατὰ δὲ τὴν αὐτὴν ἡμέραν φησὶ παρὰ τὰ ὦτα ἐπαρθῆναι αὐτῷ καὶ εἴ γε σὺν οὔροισι παχέσιν ἐγεγόνει, κατὰ τὴν εἰκοστὴν

292
ἂν ἔσχε τελέως καλῶς οὔσης τῆς ιζ΄ ἐπιδήλου τῆς κ΄. ἐκρίθη μὲν οὖν ὑπ’ αὐτῆς τὸ τέλεον, οὐ μὴν ἔσχε τὸ βέβαιον ἡ κρίσις. ἀλλὰ καὶ παρὰ τὰ ὦτα οὔτε καθίστατο οὔτ’ ἐξεπύη. ἤλγει μέντοι καὶ διαῤῥοίας ἀρξαμένης μετὰ δυσεντεριωδῶν, τουτέστι μετὰ ξυσματωδῶν διαχωρημάτων, ἅπερ ἦν τῆς δριμύτητος τῶν ἐκκρινομένων χυμῶν γνωρίσματα καὶ σὺν αὐτοῖς οὔρων παχέων γενομένων κατέστη τὰ παρὰ τὰ ὦτα. καὶ τούτων οὖν προϊόντων ἡ τελεία τοῦ νοσήματος ἀπαλλαγὴ κατὰ τὴν μ΄ ἡμέραν ἐγένετο. μέμνησο τοίνυν ἐπὶ τῶν τοιούτων κρίσεων μὴ μόνον τῆς ὑστάτης κατὰ τὴν περίοδον τῶν κρισίμων ἡμερῶν γενομένης, ἀλλὰ καὶ τῆς ἐν τῷ μεταξύ. καὶ γὰρ αἱ κρίσεις ἐπὶ πάντων τῶν ἀῤῥώστων, οὐκ ἐπὶ τούτοιν μόνοιν ἐν ταῖς κρισίμοις ἡμέραις φαίνονται γεγονυῖαι κατὰ τὰς κρισίμους ἡμέρας, τὰ κατ’ ὦτα ἐπιφανέντα. κατὰ μέν γε τὴν ιζ΄ αἱ παρωτίδες ὤφθησαν. ἐν τῇ κζ΄ ἰσχίου ὀδύνη δεξιοῦ ἐπεσήμανεν, ὠθούσης μὲν κάτω τὴν περιουσίαν τῆς φύσεως, οὔπω δὲ τὴν διὰ τῆς γαστρὸς
293
ἔκκρισιν ἐργάσασθαι δυναμένης, ἣν ἐπὶ τῆς ἑξῆς τετράδος ἐκίνησεν. ὅτι δὲ καὶ κ΄ κρίσιν ἔσχεν ἐλλιπῆ προακηκόαμεν. ὥστε μαρτυροῦνται τῶν κρισίμων ἡμερῶν αἱ περίοδοι πρὸς τῶν ἐναργῶς φαινομένων ἐπὶ τῶν νοσούντων.

Τὴν Δρομεάδεω γυναῖκα θυγατέρα τεκοῦσαν καὶ τῶν ἄλλων γενομένων πάντων κατὰ λόγον δευτεραίην ἐοῦσαν ῥῖγος ἔλαβε, πυρετὸς ὀξύς. ἤρξατο δὲ πονέειν τῇ πρώτῃ περὶ ὑποχόνδριον, ἀσώδης, φρικώδης, ἀλύουσα, καὶ τὰς ἐχομένας οὐχ ὕπνωσε, πνεῦμα ἀραιὸν, μέγα ὑποχόνδριον αὐτίκα ἀνεσπασμένον. δευτέρῃ ἀφ’ ἧς ἐῤῥίγωσεν ἀπὸ κοιλίης καλῶς κόπρανα διῆλθεν, οὖρα παχέα, λευκὰ, θολερὰ οἷα γίνεται ἐκ τῶν καθισταμένων, ὅταν ἀναταραχθῇ κείμενα χρόνον πολὺν, οὐ καθίστατο, νύκτα οὐκ ἐκοιμήθη τρίτῃ περὶ μέσον ἡμέρης ἐπεῤῥίγωσε, πυρετὸς ὀξὺς, οὖρα ὅμοια, ὑποχονδρίου πόνος, ἀσώδης, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, ἵδρωσε διόλου ψυχρῶς. ταχὺ δὲ πάλιν ἀνεθερμάνθη,
294
τετάρτῃ περὶ μὲν ὑποχόνδριον σμικρὸν ἐκουφίσθη, κεφαλῆς δὲ βάρος μετ’ ὀδύνης ὑπεκαρώθη, σμικρὰ ἀπὸ ῥινῶν ἔσταξε, γλῶσσα ἐπίξηρος, διψώδης, οὖρα σμικρὰ, λεπτὰ, ἐλαιώδεα, σμικρὰ ἐκοιμήθη, πέμπτῃ διψώδης, ἀσώδης, οὖρα ὅμοια, ἀπὸ κοιλίης οὐδὲν, περὶ μέσης ἡμέρας, πολλὰ παρέκρουσε καὶ πάλιν ταχὺ σμικρὰ κατενόει ἀνισταμένη, ἐπεκαρώθη, ψύξις μικρὰ, νυκτὸς ἐκοιμήθη, παρέκρουσε. ἕκτῃ πρωῒ ἐπεῤῥίγωσε, ταχὺ δὲ διεθερμάνθη, ἵδρωσε διόλου, ἄκρεα ψυχρὰ, παρέκρουσε, πνεῦμα μέγα, ἀραιὸν, μετ’ ὀλίγον σπασμοὶ ἀπὸ κεφαλῆς ἤρξαντο, ταχὺ ἀπέθανεν.

Αὕτη κατὰ μὲν τὴν α΄ ἡμέραν εὐθέως ἀπεφαίνετο νοσεῖν ὀξέως. ἔστι δὲ τῆς β΄ ἡμέρας οἷς εἰρήκει συμπτώμασι τῶν ἐν τοῖς οὔροις σημείων προγενομένων, εἰκότως

295
ἄν τις αὐτὴν προσεδόκησε τεθνήξεσθαι διὰ ταχέων. μοχθηρὰ γὰρ ἱκανῶς ἀνατεταραγμένα μὲν οὖρα, καθιστάμενα δὲ μηδ’ ὅλως. ἀλλὰ καὶ τῇ γ΄ τῶν ἡμερῶν τὰ οὖρα καὶ τὰ συμπτώματα πάντα διέμεινε τὴν προσδοκίαν βεβαιοῦντα τοῦ θανάτου. τετάρτῃ δὲ στάξεως ἐκ ῥινῶν προγενομένης καὶ τῶν οὔρων ἐλαιωδῶν φανέντων, εὐλόγως ἐπέθανεν ἑκταίᾳ. πάλιν δὲ κᾀπὶ ταύτης πνεῦμα μέγα καὶ ἀραιὸν εἶπε γενέσθαι παραφρονῆσαι φησὶν αὐτήν.

Ἄνθρωπος θερμαινόμενος ἐδείπνησε καὶ ἔπιε πλέον, ἤμεσε πάντα, νύκτα πυρετὸς ὀξὺς, ὑποχονδρίου δεξιοῦ πόνος, φλεγμονὴ, ὑπολάπαρος ἐκ τοῦ ἔσω μέρους, νύκτα δυσφόρως. οὖρα δὲ κατ’ ἀρχὰς ἐρυθρὰ, πάχος ἔχοντα, κείμενα οὐ καθίστατο, γλῶσσα ἐπίξηρος, οὐ λίαν διψώδης. τετάρτῃ πυρετὸς ὀξὺς, πόνοι πάντων. πέμπτῃ οὔρησε λεῖον, ἐλαιῶδες, πολὺ πυρετὸς ὀξύς. ἕκτῃ δείλης πολλὰ παρέκρουσε, οὐδὲ ἐς νύκτα ἐκοιμήθη. ἑβδόμῃ πάντα παρωξύνθη, οὖρα
296
ὅμοια, λόγοι πολλοὶ, κατέχειν οὐκ ἐδύνατο. ἀπὸ δὲ κοιλίης ἐρεθισμῷ ὑγρὰ, ταραχώδεα διῆλθε μετὰ ἑλμίνθων, νύκτα ὁμοίως ἐπιπόνως, πρωῒ δὲ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς, ἵδρωσε πολλῷ καὶ θερμῷ, ἄπυρος ἔδοξε γενέσθαι, οὐ πολὺ ἐκοιμήθη, ἐξ ὕπνου ψύξις, πτυαλισμὸς, δείλης πολλὰ παρέκρουσε, μετ’ ὀλίγον δ’ ἤμεσε μέλανα, ὀλίγα, χολώδεα. ἐνάτῃ ψύξις, παρελήρει πολλὰ, οὐχ ὕπνωσε. δεκάτῃ σκέλεα ἐπωδύνως, πάντα παρωξύνθη, παρελήρει. ἑνδεκάτῃ ἀπέθανεν.

Ἡ διήγησις αὕτη πρῶτον μὲν ἡμᾶς ἐδίδαξε δεῖν τὸν νοῦν προσέχειν εὐθέως ἐξ ἀρχῆς εἰσβαλλόντων τῶν νοσημάτων καὶ μὴ καταφρονοῦντας ἀφυλάκτως διαιτᾶσθαι, κᾂν μικρὰ φαίνηται τὰ νοσήματα. νῦν γοῦν δειπνήσας ἀκαίρως ὁ ἄνθρωπος ἐν ἀρχῇ τοῦ πυρετοῦ μικροῦ δοκοῦντος ὑπάρχειν, ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ θερμαινόμενος ὀνόματος, ἐβλάβη δηλονότι κᾀξ αὐτοῦ τοῦ ἀκαίρως προενέγκασθαι

297
τροφῆς. ἀλλὰ καὶ ἔπιε, φησὶ, πλέον, οὐκ εἰδὼς ἀρχὴν εἶναι μεγάλου νοσήματος. εἰκότως οὖν ἤμεσε μὲν ταῦτα, ὁ πυρετὸς δὲ ὀξὺς ἅμα συμπτώμασιν οὐκ εὐκαταφρονήτοις ἐγένετο, ἀλλὰ καὶ ἀφορήτοις καὶ οὖρα παχέα, μὴ καθιστάμενα. κατὰ δὲ ε΄ ἐφάνη σαφῶς ὅτι τεθνήξεται τῶν ἐλαιωδῶν οὔρων ἐκκριθέντων ἐπὶ τοῖς προειρημένοις συμπτώμασιν, ἃ καὶ κατὰ τὴν ζ΄ ἡμέραν ὁμοίως οὐρηθῆναί φησιν. ἀπέθανε δὲ καὶ οὗτος ἐν ἡμέρᾳ κρισίμῳ τῇ ια΄.

Γυναῖκα ἣ κατέκειτο ἐν ἀκτῇ τρίμηνον πρὸς ἑωυτὴν ἔχουσα, πῦρ ἔλαβεν, αὐτίκα δ’ ἤρξατο πονέειν ὀσφύν. τρίτῃ πόνος τραχήλου καὶ κεφαλῆς, κατὰ κληῖδα, χεῖρα δεξιὰν, διὰ ταχέων δὲ γλῶσσα ἠφώνει, δεξιὴ χεὶρ παρέθη μετὰ σπασμοῦ παραπληκτικὸν τρόπον, παρελήρει πάντα, νύκτα δυσφόρως, οὐκ ἐκοιμήθη, κοιλίη ἐπεταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισιν. τετάρτῃ γλῶσσα φωνῆς ἐλύθη,
298
σπασμὸς τῶν αὐτῶν, πόνοι πάντων παρέμενον, καθ’ ὑποχόνδριον ἐσπασμένα σὺν ὀδύνῃ, οὐκ ἐκοιμᾶτο, παρέκρουσε πάντα, κοιλίη ταραχώδης, οὖρα λεπτὰ οὐκ εὔχροα. πέμπτῃ πυρετὸς ὀξὺς, ὑποχονδρίου πόνος, παρέκρουσε πάντα, διαχωρήματα χολώδεα, ἐς νύκτα ἵδρωσεν, ἄπυρος. ἕκτῃ κατενόει, πάντων ἐκουφίσθη, περὶ δὲ κληῖδα ἀριστερὴν πόνος παρέμενε, διψώδης, οὖρα λεπτὰ, οὐκ ἐκοιμήθη. ἑβδόμῃ τρόμος, ὑπεκαρώθη, μικρὰ παρέκρουσεν, ἀλγήματα κατὰ κληῖδα καὶ βραχίονα ἀριστερὸν παρέμενε. τὰ δ’ ἄλλα διεκουφίσθη, πάντα κατενόει, τρὶς δὲ διέμενεν ἄπυρος. ἑνδεκάτῃ ὑπέστρεψεν, ἐπεῤῥίγωσε, πῦρ ἔλαβε. περὶ δὲ τεσσαρεσκαιδεκάτην ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα, ἵδρωσεν, ἄπυρος, ἐκρίθη οὐκ ἀνάλγητος ἐκ τῶν αὐτῶν παθημάτων.
299

Ἐσώθη μὲν ἡ αὐτὴ, εἰ καὶ ἰσχυρὰ εἴρηκεν ἅπαντα νοσήματα, εἴ τε σφαλερώτερα· καὶ θαυμάζω γ’ ὅπως οὐδὲν ἔγραψε περὶ τῆς ἡλικίας αὐτῆς. καὶ μὴν μεμνῆσθαι προσήκει τῶν εἰρημένων ἕνεκα τοῦ γινώσκειν ἐν τῷ σπανίῳ διασωζομένας τινὰς ἐγκύμονας, ἐκ τοιούτων νοσημάτων, ἄνευ διαφθορᾶς τῶν ἐμβρύων. ἔτι δὲ κᾀκείνου μεμνῆσθαι προσήκει τοῦ τριῶν καὶ τεσσάρων μηνῶν δυσπαθέστατον τῶν ἄλλων εἶναι· καὶ τοῦτο γινώσκων αὐτὸς ἐν ἀφορισμοῖς εἶπε, τὰς κυούσας φαρμακεύειν, ἢν ὀργᾷ, τετράμηνα καὶ ἄχρις ἑπτὰ μηνῶν, ἧσσον δὲ ταύτας. τὰ δὲ νήπια καὶ τὰ πρεσβύτερα εὐλαβέεσθαι δεῖ. τοῖς μὲν οὖν παιδίοις οἵ τε δεσμοὶ καθ’ οὓς τῇ μήτρᾳ συμπεφύκασιν ἀσθενεῖς εἰσι καὶ τὸ σύμπαν σῶμα μαλακόν· τοῖς δὲ τῆς ἀποκυήσεως ἐγγὺς μεγάλοις οὖσι πολλῆς δεῖται τροφῆς, ἧς ἀποροῦντα πολλάκις ἐν τοῖς ὀξέσι νοσήμασι διαφθείρεται. διὸ καὶ χαλεπώτατόν ἐστι καλῶς διαιτηθῆναι νοσοῦσαν ὀξέως, εἰ μετὰ τοῦ ἐμβρύου ᾖ. εἰ μὲν γὰρ ὡς τὰς ἀκύμονας ἐνδεῶς τρέφεις,

300
διαφθείρεται τὸ κυούμενον. εἰ δ’ ἐκείνου στοχαζόμενος ἐκτενέστερον προσφέρεις αὐτὴν, κίνδυνος ἀποβάλλεσθαι τῇ κυούσῃ. διὰ ταῦτα μὲν τὰ τρίμηνα καὶ τετράμηνα μᾶλλον διασώζονται τῶν ἄλλων. τῇ δ’ οὖν νῦν προκειμένῃ κατὰ τὸν λόγον γυναικὶ καὶ τῶν οὔρων λευκῶν καὶ οὐκ ἀχρόων ὄντων ὅμως ἐγένετο σωθῆναι διὰ ῥώμην φύσεως, ἥτις ἐν νυκτὶ δι’ ἱδρώτων ἔπαυσε τὸν πυρετόν. οὐ μὴν βέβαιόν γε δυνατὸν ἦν γενέσθαι νόσημα κατὰ τὰς ἑξῆς ἡμέρας ἄχρι τῆς ια΄. ἐν ᾗ πάλιν μετὰ ῥίγους ὑποστρέψασα δι’ ἐμέτου καὶ ἱδρῶτος ἐκρίθη τελέως. ἐν γὰρ ταῖς ἀπὸ τῆς ε΄ ἄχρι τῆς ια΄ τὰ γενόμενα συμπτώματα τοῦ νευρώδους ἦν γένους, οὐ τοῦ φλεβώδους ἢ ἀρτηριώδους. ἐν γοῦν τῇ ζ΄, φησὶ, τρόμος, ὑπεκαρώθη, σμικρὰ παρέκρουσε, τὰ δέ γε κατὰ τὰς φλέβας ἐπὶ τὸ βέλτιον ἦν πεττόμενα μετὰ τὴν ἐν τῇ ε΄ κρίσιν. ἐπὶ γοῦν τῆς στ΄ ἔγραψεν οὖρα λεπτὰ καὶ προσθεὶς τὰ οὐκ εὔχροα. καὶ τούτων μὲν μεμνῆσθαι χρήσιμον καὶ τὸ τῆς ε΄ ἡμέρας, ὅπως ἀγωνιστικὰς κρίσεις ἐπιφέρει·
301
καὶ γὰρ ὀλίγον ἔμπροσθεν ἄλλον ἄῤῥωστον ἔκρινε δι’ αἱμοῤῥαγίας καὶ νῦν δι’ ἱδρῶτος τὴν προκειμένην ἐν τῷ λόγω γυναῖκα, καίτοι τοῦ νοσήματος ἀμφοτέροις ἀπέπτου κατ’ ἐκείνην τὴν ἡμέραν ὄντος, διὸ μηδὲ τελέαν ἐποιήσατο τὴν κρίσιν.

Μελιδίῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρης ἱερὸν, ἤρξατο κεφαλῆς καὶ τραχήλου καὶ στήθεος πόνος ἰσχυρὸς, αὐτίκα δὲ πυρετὸς ὀξὺς ἔλαβε, γυναικεῖα δὲ σμικρὰ ἐπεφαίνετο, πόνοι τούτων ἁπάντων ξυνεχέες ἕκτῃ κωματώδης, ἀσώδης, φρικώδης, ἐρύθημα ἐπὶ γνάθων, σμικρὰ παρέκρουσε. ἑβδόμῃ ἵδρωσε, πυρετὸς διέλιπεν, οἱ πόνοι παρέμενον, ὑπέστρεψεν, ὕπνοι σμικροὶ, οὖρα διὰ τέλεος εὔχροα μὲν, λεπτὰ δὲ διαχωρήματα, χολώδη, δακνώδεα, κάρτα λεπτὰ, ὀλίγα, μέλανα, δυσώδεα διῆλθεν.
302
οὔροισιν ὑπόστασις λευκὴ, λείη, ἵδρωσεν, ἐκρίθη τελέως ἑνδεκαταίη.

Καὶ περὶ ταύτης ἐν ἀρχῇ μὲν ἔγραψε τὴν ἰδέαν τῶν οὔρων. ἐπὶ δὲ τῷ τέλει τῆς διηγήσεως ἔφη, οὖρα διὰ τέλεος εὔχροα μὲν, λεπτὰ δέ. τὰ μὲν γὰρ ἀκριβῶς λεπτὰ τὴν κατὰ φύσιν ἔχειν εὔχροιαν οὐ δύναται. μετρίως μὲν γάρ ἐστιν ὠχρὰ τὰ εὔχροα, λευκὰ δὲ τὰ τελείως λεπτά. καθ’ ὅσον δὲ ἐγχωρεῖ συνελθεῖν εὔχροιαν οὔρων λεπτότητι, κατὰ τοσοῦτον χρὴ ἀκούειν λέγοντα αὐτὸν, οὖρα διὰ τέλεος εὔχροα μὲν γενέσθαι, λεπτὰ δέ. φαίνεται δὲ καὶ αὕτη ἡ γυνὴ διὰ τὴν ἰσχὺν τῆς φύσεως σωθῆναι.