In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Τὰ δὲ περὶ τὰ νοσήματα ἐξ ὧν διαγινώσκομεν μαθόντες ἐκ τῆς κοινῆς φύσεως ἁπάντων καὶ τῆς ἰδίης ἑκάστου, ἐκ τοῦ νοσήματος, ἐκ τοῦ νοσέοντος, ἐκ τῶν προσφερομένων, ἐκ τοῦ προσφέροντος. ἐπὶ τὸ ῥᾷον γὰρ καὶ χαλεπώτερον ἐκ τούτων, ἐκ τῆς καταστάσεως ὅλης καὶ κατὰ
204
μέρεα τῶν οὐρανίων καὶ χώρης ἑκάστης καὶ ἑαυτοῦ ἔθεος ἐκ τῆς διαίτης, ἐκ τῶν ἐπιτηδευμάτων, ἐκ τῆς ἡλικίης ἑκάστου, λόγοισι, σιγῇ, διανοήμασιν, ὕπνοισιν, οὐχ ὕπνοισιν, ἐνυπνίοισί τισι καὶ ὅτε, τιλμοῖσι, κνησμοῖσι, δακρύοισιν, ἐκ τῶν παροξυσμῶν, διαχωρήμασιν, οὔροισι, πτύσμασιν, ἐμέτοισιν. καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμοι. ἱδρὼς, ῥῖγος, ψύξις, βὴξ, πταρμοὶ, λυγμοὶ, πνεύματα, ἐρεύξεις, φῦσαι σιγώδεες, ψοφώδεες [ἠχώδεες], αἱμοῤῥαγίαι, αἱμοῤῥοΐδες, ἐκ τούτων δὲ καὶ ὅσα διὰ τούτων, σκεπτέον.

Ἔνιοι ταῦτα παραγεγράφθαι νομίσουσιν ὁμοίαν ἔχοντα τὴν ἑρμηνείαν καὶ τὴν διάνοιαν τοῖς ἐν τῷ περὶ χυμῶν γεγραμμένοις, ἃ προεξήγημαι δι’ ἑτέρων ὑπομνημάτων. ἔστι δὲ δηλονότι προγνωστικὰ καὶ τὰ θεωρήματα διδάσκοντος αὐτοῦ καθόλους σκοποὺς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις

205
ποιεῖσθαι. κοινὴν μὲν οὖν φύσιν ὀνομάζει τὴν ἁπάντων ἀνθρώπων, ἰδίαν δὲ τὴν καθ’ ἕκαστον ἡμῶν. ὅτι μὲν ἐξ ἀμφοτέρων δεῖ ποιεῖσθαι τὰς διαγνώσεις καὶ προγνώσεις, ἀσφαλεστέρα δ’ ἐστὶν ἐκ τῆς ἰδίας φύσεως γιγνομένη, μεμάθηκας ἐν τῷ προγνωστικῷ, κἀν τῷ περὶ ἀγμῶν τε καὶ περὶ ἄρθρων, ἐπί τε τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, ἃ καὶ αὐτὰ προεξηγησάμεθα. κελεύων οὖν ἀεὶ παραβάλλειν τὸ πεπονθὸς μόριον τῷ κατὰ φύσιν περιέχοντι, προσέθηκε τῷ λόγῳ, ὅτι μὴ τὰ ἀλλότρια καθορᾶν. οὕτως δὲ κᾀπειδάν φησιν· σκέπτεσθαι δὲ χρὴ ὧδε ἐν τοῖς ὀξέσι νοσήμασιν, πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος, εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δ’ εἰ αὐτὸ ἑαυτῷ (οὕτω γὰρ ἂν εἴη ἄριστον) καὶ ἔστ’ ἄν γε τὸ ἴδιον ἑκάστου τῶν νοσούντων ἐπιστάμεθα χρῶμα καὶ μέγεθος, οὐδὲν τοῦ κοινοῦ δεόμεθα. διὰ δὲ τὸ μὴ προγινώσκειν ἡμᾶς ἅπαντας ἀνθρώπους ὅπως εἶχον φύσεως, ἀλλ’ ἐξαίφνης πολλάκις ἐπὶ τοὺς ἀγνώστους καλεῖσθαι, τὴν ἀρχὴν τῆς τε διαγνώσεως ἀπὸ τῶν παθῶν καὶ τῆς ἐσομένης προγνώσεως ἀπὸ τῶν κοινῶν ποιούμεθα. οἷς γὰρ μήτε ῥὶς ὀξεῖα μήτ’
206
ὀφθαλμοὶ κοῖλοι μήτε κρόταφοι ξυμπεπτωκότες εἶεν, οὐδὲν ἐρωτῶμεν οὐδένα περὶ τοῦ νοσοῦντος. εἰ δὲ ῥὶς μὲν ὀξεῖα, ὀφθαλμοὶ δὲ κοῖλοι, κρόταφοί τε ξυμπεπτωκότες φαίνονται, τηνικαῦτα ἐρωτῶμεν ὅπως διέκειτο κατὰ φύσιν ἔχων. οὕτω δὲ κᾀκ τοῦ νοσήματος αἱ προγνώσεις γίνονται τῶν μελλόντων ἔσεσθαι. δέδεικται γάρ σοι διὰ πλειόνων ἔν τε τοῖς περὶ κρίσεων καὶ τοῖς εἰς ἀφορισμοὺς ὑπομνήμασι τριταῖος μὲν ἀκριβὴς ταχυκρίσιμος εἶναι, τεταρταῖος δὲ, χρόνιος, ἀμφότεροι δ’ ἀκίνδυνοι. φρενῖτις δὲ καὶ λήθαργος, ἄμφω κινδυνώδη καὶ ὀξέα. σκίῤῥος δὲ σπληνὸς ὀλέθριόν τε καὶ χρόνιον. ἐκ δὲ τοῦ νοσοῦντος αὐτοῦ πρόγνωσις γίνεται τῶν ἐσομένων κατὰ διττὸν τρόπον. ἔστι δ’ αὐτῶν ὁ μὲν ἕτερος τοιοῦτος· ἐκ κοσμίου, φησὶ, θρασεῖα ἀπόκρισις κακόν· ἔμπαλιν δὲ θορυβώδης ἄνθρωπος νοσῶν οὐ μόνον εἰ φθέγξεται θρασέως, ἀλλ’ οὐδ’ εἰ παραφρονήσει ἐν διακαεῖ πυρετῷ κινδυνεύσειεν. ὁ δ’ ἕτερος τρόπος τοιόσδ’ ἐστὶν, εἰ πάντα τὰ προσήκοντα ποιῶν ὁ κάμνων καὶ κατακούων τῷ ἰατρῷ οὐδὲν ὀνίναται, χαλεπῶς νοσεῖ. τοὐναντίον δ’
207
ἅπαν, εἰ μηδὲν τῶν δεόντων πράττων νοσῶν, μετρίως διάκειται. οὕτως δὲ κᾀκ τῶν προσφερομένων ἡ πρόγνωσις ἔσται. μοχθηρῶν γὰρ ὄντων αὐτῶν, ἐπειδὰν μὴ χείρω γίγνοιτο μετρίως νοσεῖ, προσηκόντως δ’ ἁπάντων γιγνομένων, εἰ πρὸς τῷ μηδὲν ὀνίνασθαι, σφοδρύνοιτο, μοχθηρόν. ἐγὼ δ’ ὅτι μὴ μόνον τοὺς τρόπους τῶν νοσημάτων, ἀλλὰ καὶ τὰς ἰδέας ἐνίοτε διέγνων ἐκ τῶν προσφερομένων, ἐθεάσασθε πολλάκις. ἀλλ’, ὡς ἔφην, ἐπὶ πλέον ἐν ἑτέροις ὑπὲρ ἁπάντων τούτων διῆλθον. ὅταν δὲ κᾀκ τοῦ προσφέροντος λέγει προγινώσκεσθαι ῥᾷον ἢ χαλεπώτερον, ἐν ταῖς νόσοις ἀκούειν χρή. τοιόνδε τι θεώμενοι πολλάκις, ἤτοι διάθεσις χρονία ἢ καὶ πυρετώδη νοσήματα χρόνια, προστίθεμέν τι τῇ διαγνώσει, κᾀκ τοῦ γνῶναι τίς ὁ θεραπεύων ἦν ἰατρὸς, εἰ μὲν γὰρ ἀξιόλογος, ὀλίγας ἐλπίδας ἔχομεν τῆς ἰάσεως, εὔδηλον γὰρ ὅτι κακοήθης ἐστὶν ἡ νόσος, εἰ πάντων ὀρθῶς γιγνομένων οὐδὲν ὀνίνανται. φαύλου δ’ ὄντος εἰκὸς εἶναι νομίζομεν, εἰ καλῶς ἅπαντα πραχθείη, σωθήσεσθαι τὸν ἄνθρωπον. ἀλλὰ κᾀκ τῆς καταστάσεως
208
ἔφη, τουτέστι τῆς ἰδίας τοῦ περιέχοντος κράσεως ἔσεσθαι τὰς προγνώσεις. τὸ δ’ ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων ἐστὶν, εἰ μεμνήμεθα τῶν ἐν ταῖς προγεγραμμέναις τρισὶ καταστάσεσιν εἰρημένων, ἐφ’ ὧν αὐτὸς ὁ Ἱπποκράτης τὰ ἐν τῷ περιέχοντι γιγνόμενα κατὰ θερμότητα καὶ ψυχρότητα διερχόμενος, ἐπὶ τῆς τελευτῆς αὐτῶν ἀπεφήνατο τὴν ἐπικρατήσασαν κρᾶσιν, οἷον ὅταν εἴπῃ, γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετ’ αὐχμῶν, καίτοι οὔτε δι’ ὅλου τοῦ ἔτους οὔτε νότος ἔπνευσεν οὔτ’ αὐχμὸς ἐγένετο. πάλιν δὲ, ὅταν εἴπῃ, γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου, κατὰ πλεονάζον ἀποφαίνεται. τὸ γὰρ μηδεμίαν ἡμέραν ἐν ὅλῳ τῷ ἔτει μήτε θερμὴν γενέσθαι μήτε ξηρὰν μήτε νότιον ἀδύνατον ἦν. οὕτως δὲ καὶ τὰς τῶν νοσημάτων ἰδέας πολὺ μὲν ἐνεδέχετο γενέσθαι τοίας, οὐ μὴν ἄνευ τοῦ παρεμπεσεῖν ἑτέρας. ἀμέλει συντελέσας τῆς πρώτης καταστάσεως τὴν διήγησιν, ἐπὶ τῇ ταύτης τελευτῇ κατὰ λέξιν οὕτως ἔγραψεν. ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων
209
ἐν τῇ καταστάσει ταύτῃ μόνοις τοῖσι φθινώδεσι θανατώδεα συνέπεσεν· ἐπεὶ τοῖσί γ’ ἄλλοις εὐφόρως πᾶσι καὶ θανατῶδες ἐν τοῖς ἄλλοις πυρετοῖς οὐκ ἐγένετο, οὔτε ἓν εἶδος ἐπεδήμησε νοσημάτων οὔτε μία κατάστασις ἓν ὅλῳ τῷ ἔτει διὰ παντὸς ἐγένετο. κατὰ δὲ τὸ ἐπικρατοῦν τῆς κράσεως ἤτοι ψυχρὰν καὶ ὑγρὰν ἤ τινα τῶν ἄλλων κράσεων ἡμεῖς λέγομεν. ὁ δ’ Ἱπποκράτης ἔγραψεν· ἦρος μὲν γὰρ ἄλλα νοσήματα, θέρους δ’ ἄλλα, καὶ φθινοπώρου μὲν ἄλλα, χειμῶνος δ’ ἄλλα συνέβη γενέσθαι καθ’ ἑκάστην ὧν ἔγραψε καταστάσεων. ἐπικρατεῖν δ’ ὅμως ἐν ὅλῳ τῷ ἔτει κατὰ μὲν τήνδε τὴν κατάστασιν τουτὶ τὸ νόσημα, καθ’ ἑτέραν δὲ τουτί. τοῦτ’ οὖν ἐστι τὸ λεγόμενον, ἐκ τῆς καταστάσεως ὅλης καὶ κατὰ μέρεα τῶν οὐρανίων, προσέθηκε καὶ τῷ λόγῳ, τῶν οὐρανίων, ἐπειδὴ ψιλῶς λεχθὲν ἄνευ τῆς προσθήκης τὸ τῆς καταστάσεως ὄνομα καὶ τὴν τῆς χώρας ἰδέαν δηλοῦν δύναται καὶ παντὸς ἄλλου πράγματος. ἀμέλει καὶ συνάπτων ἐρεῖ, ἐκ τῆς καταστάσεως ὅλης τε καὶ κατὰ μέρεα τῶν οὐρανίων, καὶ χώρας ἑκάστης καὶ τοῦ ἔθεος. ὅτι δὲ καὶ ἡ τῆς χώρας ἰδέα μεγάλα συντελεῖ πρὸς τὴν τῶν
210
ἐσομένων πρόγνωσιν ἐπιδέδεικται πολλάκις. ἀρκεῖ δὲ νῦν ἀναπέμψαι πρὸς τὸ περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων βιβλίον, ἐν ᾧ διδάσκει τίνα καθ’ ἑκάστην ὥραν πλεονάζει νοσήματα· τούτων γὰρ ἥ τε γένεσις τοῖς ἐπιχωρίοις σύντροφος ὅ τ’ ἀπ’ αὐτῶν κίνδυνος ἥττων, ὡς ἂν οἰκείων ὄντων. ἀλλὰ κᾀκ τοῦ ἔθους εἰς πρόγνωσιν ὠφελεῖσθαί σε διδάσκει. ἐν γοῦν τῷ προγνωστικῷ προστιθεὶς αὐτοὺς τοὺς ἐκ τῆς συνηθείας διορισμοὺς ἐνίοτε μὲν οὕτως φησίν· ἐπὶ γαστέρα δὲ κατακεῖσθαι ᾧ μὴ σύνηθές ἐστι καὶ ὑγιαίνοντι οὕτω κοιμᾶσθαι, παραφροσύνην σημαίνει ἢ ὀδύνην τῶν περὶ τὴν κοιλίην. ἐνίοτε δὲ οὕτως· ὀδόντας πρίειν ἐν πυρετοῖσιν, ὁκόσοισι μὴ σύνηθες ἐστιν ἀπὸ παίδων μανικὸν καὶ θανατῶδες. ἀλλὰ κᾀκ τῆς διαίτης τοῦ κάμνοντος ἣ διῃτήθη δύνατόν ἐστι στοχάσασθαι τεχνικῶς ὁποῖοί τέ εἰσι καὶ ὁπόσοι οἱ πλεονάζοντες χυμοί. τούτων δὲ γνωσθέντων ἥ τε παροῦσα τοῦ σώματος διάθεσις εὐγνωστοτέρα καὶ ἡ πρόγνωσις τῶν ἀποβησομένων ἑτοιμοτέρα γίγνεται. ἀλλὰ κᾀκ τῶν ἐπιτηδευμάτων ἀξιοῖ τὰς προγνώσεις ποιεῖσθαι. καλοῦσι δ’ ἐπιτηδεύματα
211
πάντα ὅσα πράττουσιν οἱ ἄνθρωποι διὰ χρείαν ἢ ἀνάγκην, εἴτε ναυτιλλόμενοι εἴτε γεωργοῦντες, ἢ οἰκοδομοῦντές τε καὶ τεκταινόμενοι, κυνηγετοῦντες ἢ φιλογυμναστοῦντες, ὡς λούεσθαι πολλάκις ἐν ὕδασι θερμοῖς ἢ ψυχροῖς. ἔνεστιν οὖν ἐφ’ ὧν ἐπιτηδεύουσι τεκμήρασθαι περὶ τῆς κατὰ τὴν νόσον διαθέσεως. ὁ μὲν γὰρ ἐν ἀγρῷ διῃτημένος ὥρᾳ θέρους ἐν ἡλίῳ ὑπαίθριος καὶ πόνοις καὶ λεπτῇ διαίτῃ τὸν πικρόχολον χυμὸν μᾶλλον ἢ τὸν φλεγματικὸν ὅσον ἐπὶ τούτῳ ἠθροικέναι δύναται. ὅστις δ’ ἔμπαλιν τῷδε κατὰ πόλιν, ἐν σκιᾷ λουόμενος δὶς τῆς ἡμέρας, ἀργῶς δ’ ἐμπιπλάμενος διατελεῖ, τὸν φλεγματικὸν μᾶλλον, ἐπί τε δ’ ἄλλων ἀνάλογον. ὅτι δὲ κᾀκ τῆς ἡλικίας εἴς τε τὴν τῶν παρόντων διάγνωσιν καὶ τὴν τῶν ἐσομένων πρόγνωσιν οὐ σμικρὰν ὠφέλειαν ἔχομεν ἔκ τε τῶν ἀφορισμῶν μαθήσῃ, καθ’ οὓς περὶ τῶν ἡλικιῶν διελέγετο, προεξηγησάμεθα δ’ ἤδη τὸ βιβλίον. ἀλλὰ κᾀκ τῶν λόγων ὧν ὁ κάμνων λέγει δυνατόν ἐστι πρὸς τὴν τῶν παρόντων διάγνωσιν
212
καὶ πρὸς τὴν τῶν μελλόντων πρόγνωσιν ὠφελεῖσθαι. συνῆπται δ’ ἡ σημείωσις αὕτη καὶ κοινωνεῖ τῇ κατὰ τὸ ἦθος. ἐὰν μὲν γὰρ κατὰ τὸ ἦθος ὃ πρόσθεν ἐτύγχανεν ἔχων ἐν τῷ ὑγιαίνειν ὁ κάμνων οἱ λόγοι φαίνονται γιγνόμενοι, χαλεπὸν οὐδὲν ἔσεσθαι προσδοκήσομεν, εἰ δ’ ἐναντίους τῶν ἐθῶν ὁ κάμνων λόγους λέγει, μοχθηρὸν τὸ σημεῖον. ὑπόνοια γάρ τις ἡμῖν ἐκ τούτου γίγνεται βεβλάφθαι τὴν διάνοιαν αὐτοῦ, τὸ δὲ τρόποισιν ἐφεξῆς εἰρημένων ἴδωμεν τί σημαίνει. χρῶνται γὰρ οἱ παλαιοὶ τῇ φωνῇ ταύτῃ κατὰ δυοῖν σημαινομένων, ἐνίοτε μὲν ἐπὶ τὸ τῆς ψυχῆς ἦθος αὐτὸ φέροντες, ἐνίοτε δ’ ἐπὶ τὰς διαφορὰς ἢ τὰς ἰδέας τοῦ προκειμένου κατὰ τὸν λόγον πράγματος, οἷον εἰ περὶ διαίτης ὁ λόγος. τρόπους διαίτης εἰπὼν ὁ συγγραφεὺς τὰς διαφορὰς αὐτὰς ἢ τὰς ἰδέας δηλοῖ, καθάπερ γε καὶ εἰ πυρετῶν εἴποι τρόπους εἶναι πολλοὺς τὰς διαφορὰς τούτων ἢ τὰ εἴδη σημαίνει. καὶ τοίνυν ἤτοι τὰ τῆς ψυχῆς ἤθη δηλοῖ διὰ τοῦ φάναι τρόποισιν, ἢ τὰς τῶν λόγων διαφορὰς, ἐπειδὴ περὶ λόγων προείρηκεν,
213
ὡς εἰ καὶ οὕτως εἶπε, λόγοισι καὶ ταῖς τῶν αὐτῶν ἢ διαφοραῖς. διαφορὰς γὰρ ἢ ἰδέας ἢ εἴδη κατὰ τὸ παρὸν οὐ διοίσει λέγειν, ἁπάντων τούτων γιγνομένων ἐν τῇ τομῇ τῶν γενικῶς νοουμένων. ὥσπερ δ’ οἱ λόγοι διδάσκουσί τι περὶ τῆς διαθέσεως τοῦ νοσοῦντος, οὕτω καὶ ἡ σιγὴ παρὰ φύσιν ἢ κατὰ φύσιν οὖσα τῷ κάμνοντι. τῷ μὲν γὰρ φύσει σιωπηλῷ κατὰ φύσιν ἐστὶ, τῷ δ’ ἐναντίῳ παρὰ φύσιν. ὥστε τούτῳ μὲν ἤτοι νωθρότης τίς ἐστι καταφορικὴ, δι’ ἣν σιωπᾷ παρὰ φύσιν, ἢ μελαγχολίας ἀρχὴ, τῷ δὲ σιωπηλῷ τὸ μὴ σιωπᾷν, ἀλλὰ πλείω φθέγγεσθαι τῶν εἰωθότων παρακρουστικόν. ἑξῆς δ’ εἰπὼν διανοήματα οὐκ αἰσθητὸν οὐδὲ φαινόμενον ἐδήλωσεν, ἀλλ’ ἐκ τεκμηρίων εὑρισκόμενον πρᾶγμα. τεκμήριον δέ ἐστιν ὃ ἀποφθέγγονταί τε καὶ πράττουσιν οἱ κάμνοντες. παραγενόμενος γοῦν τις ἡμῶν ἕωθεν, ὡς ἔθος, ἐπὶ τὴν ἐπίσκεψιν αὐτοῦ δι’ ὅλης ἔφη τῆς νυκτὸς ἠγρυπνηκέναι, σκοπούμενος, εἰ δόξειε τῷ Ἄτλαντι κάμνοντι μηκέτι βαστάζειν τὸν οὐρανὸν, ὅ τί ποτ’
214
ἂν συμβαίνῃ. τοῦτο εἰπόντος αὐτοῦ συνήκαμεν ἀρχήν τινα μελαγχολίας εἶναι. παραπλησίως δὲ καὶ διὰ τῶν ἔργων ὧν πράττουσιν οἱ κάμνοντες ἐνδείκνυται τὸ τῆς ψυχῆς ἦθος. ἑξῆς δὲ τούτων ὁ συγγραφεύς φησιν, ὕπνοισιν οὐχ ὕπνοισι, περὶ ὧν οὐδὲν ἐνταῦθα θέλω λέγειν, ἔν τε τοῖς ἀφορισμοῖς κἀν τῷ προγνωστικῷ καὶ τοὺς ὕπνους τε καὶ ἀγρυπνίας προεξηγημένος. ἀλλὰ καὶ περὶ τῶν ἐνυπνίων προεξήγημαι, τῶν τ’ ἄλλων καὶ ὅσα διάθεσίν τινα τοῦ σώματος ἐνδείκνυται, καθάπερ κἀν τῷ περὶ διαίτης ὑγιεινῶν γέγραπται. πυρκαϊὰς μὲν γάρ τις ὁρῶν ὄναρ ὑπὸ τῆς ξανθῆς ὀχλεῖται χολῆς, καπνοὺς δὲ ἢ γνόφους ἢ βαθέα σκότον ὑπὸ τῆς μελαίνης χολῆς, ὄμβρους δὲ ψυχρὰν ὑγρότητα πλεονάζειν ἐνδείκνυται, καθάπερ γε καὶ εἰ χιόνα καὶ κρύσταλλον καὶ χάλαζαν, φλέγμα ψυχρόν· ἐν χωρίῳ δὲ δοκῶν εἶναι δυσώδει σηπεδόνα χυμῶν, λόφους δ’ ἀλεκτρυόνων ἤ τινα πυῤῥὰ αἷμα πλεονάζειν. ζοφώδη δέ τινα ὁρᾷν ἢ ἐν ζοφώδεσι τόποις ἵστασθαι πνεύματα δηλοῖ. διὸ καὶ προσέθηκε τῷ
215
ἐνυπνίοις τίσι καὶ ὅτε, τὸ μὲν τίσι τὰς διαφορὰς αὐτῶν ἐνδεικνύμενον καὶ μὴ προσθέντος αὐτοῦ πρόδηλον ἦν, τὸ δ’ ὅτε τὸν καιρὸν ἐν ᾧ γίνεται τὰ ἐνύπνια, τουτέστιν εἴτε κατὰ τὴν εἰσβολὴν τῶν παροξυσμῶν εἴτε κατὰ τὴν ἀκμὴν εἴτ’ ἐν ἄλλῳ τινὶ καιρῷ. καὶ εἰ μετὰ τροφὴν καὶ τοιάνδε τινὰ τροφὴν εὐθέως ἢ χωρὶς τροφῆς, γίνεται γάρ τις ἔνδειξις ἐκ τούτων. ὁ γοῦν χιονίζεσθαι δοκῶν, εἰ ἐν εἰσβολῇ παροξυσμοῦ μετὰ ῥίγους ἢ φρίκης ἢ καταψύξεως γιγνομένου τοῦτο φαντασθῇ, τῷ καιρῷ τὸ πλέον, οὐ τῇ διαθέσει τοῦ σώματος ἀναφέρειν χρή. κατὰ μέντοι τὴν παρακμὴν τοιοῦτον ὄναρ θεασάμενος βεβαιοτέραν ἡμῖν ἔνδειξιν ἐργάζεται τῆς τῶν ἐπικρατούντων χυμῶν ψυχρότητος. ἔτι δὲ μᾶλλον, ἐὰν μὴ ἐδηδοκὼς ᾖ τῶν φλερματικῶν ἐδεσμάτων ὧν ἐν τῇ γαστρὶ περιεχομένων, ἐνδέχεταί τινι τοιαύτην γίνεσθαι φαντασίαν, καίτοι τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως οὐκ οὔσης ὁμοίας· τὸ δὲ τιλμοῖσιν, ὅπερ ἐφεξῆς εἴρηται προεξήγημαι κἀν τοῖς περὶ χυμῶν ὑπομνήμασιν, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν νῦν εἰρημένων, ἐπί τε τῶν κροκυδιζόντων
216
καὶ καρφολογούντων εἰρῆσθαι δυνάμενα καὶ τῶν ὁτιοῦν μέρος αὐτῶν τιλλόντων, ἐν ᾧ διάθεσίς τίς ἐστιν ὀδυνώδης ἐν βάθει. πολλάκις δὲ καὶ πύου περιεχομένου κατὰ τὸ μόριον ἤ τινος ἄλλου δριμέος χυμοῦ τίλλουσι τὸ μέρος, ὥσπερ γε καὶ λόγῳ παραφροσύνης ἔστιν ὅτε. τὸ δὲ κνησμοῖσι μετὰ τοῦτο γεγραμμένον ἐνδείκνυται χυμοὺς ὀδαξέοντας εἶναι κατὰ τὸ δέρμα, δι’ οὓς κνῶνται. περὶ δακρύων ἐμάθομεν ἤδη τῶν ἑκουσίων τε καὶ ἀκουσίων, ὁποῖόν τι σημαίνειν ἑκάτερον πέφυκεν. ὥσπερ γε καὶ περὶ τῆς ἰδέας τῶν παροξυσμῶν, ἀλλὰ καὶ περὶ διαχωρημάτων καὶ οὔρων καὶ πτυέλων καὶ τῶν ἐμουμένων αὐταρκέστατα διὰ τοῦ προγνωστικοῦ δεδήλωται, μετὰ τοῦ καὶ κατὰ τοὺς ἀφορισμοὺς εἰρῆσθαι πολλάκις καὶ κατὰ τὸ προῤῥητικόν. ἐφεξῆς δὲ λέγοντος αὐτοῦ καὶ ὅσαι ἐξ οἵων εἰς οἷα διαδοχαὶ νοσημάτων καὶ ἀποστάσιες ἐπὶ τὸ ὀλέθριον καὶ κρίσιμον, ἀναμιμνήσκεσθαι χρὴ κᾀνταῦθα τῶν προδιδαχθέντων, ἐν οἷς προεξηγήμεθα. διαδοχαὶ γοῦν ὀλέθριοί τε καὶ κρίσιμοι
217
γίνονται νοσημάτων, κατά τε τὴν τῶν νόσων αὐτῶν διαφορὰν καὶ τοὺς πάσχοντας τόπους. ἡ μὲν γὰρ εἰς ἐπιεικέστερα νοσήματα καὶ τόπους ἀκυρωτέρους διαδοχὴ σωτήριος· εἰ δ’ εἰς χαλεπώτερά τε νοσήματα καὶ τόπους κυριωτέρους, ὀλέθριος. οὕτω δὲ καὶ ἀποστάσεις αἱ μὲν κατ’ ἔκρουν, ἀμείνους, αἱ δὲ κατ’ ἀπόθεσιν ἧττον ὠφέλιμοι. τούτων δ’ αὐτῶν αἱ μὲν ποῤῥωτέρω τε τοῦ κάμνοντος τόπου καὶ εἰς ἄκυρα μόρια πάσχοντος ἀγαθαὶ, αἱ δ’ ἐναντίαι τούτων μοχθηραί. καὶ μὴν καὶ τὰ τούτων ἐφεξῆς εἰρημένα κατὰ τὸ σύγγραμμα πᾶν ἐπὶ πλεῖστον ἐξειργασάμεθα δι’ ὧν προεξήγημαι βιβλίων. ἔν τε γὰρ ἀφορισμοῖς καὶ προγνωστικῷ περί τε τοῦ ῥίγους καὶ τῶν ἱδρώτων καὶ βηχὸς καὶ πταρμοῦ καὶ λυγμοῦ, ἐν δὲ ταῖς ἄλλαις πραγματείαις ἃς ἐποιησάμεθα καὶ περὶ τούτων μὲν, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὅσα χρήσιμα πρός τε τὰς διαγνώσεις καὶ προγνώσεις ἐστίν. ἐφεξῆς δὲ πάλιν ψύξεως αὐτοῦ μνημονεύσαντος ἐπισκεπτέον, ἆρά γε τοῦ παντὸς σώματος ψύξις, ὡς διακαίεσθαι τὸ βάθος ἢ τῶν ἀκρωτηρίων ἀκούειν προσῆκεν ἢ περὶ πάντων
218
τούτων λέγειν αὐτὸν ἄμεινόν ἐστιν ὑπολαβεῖν. ἄλλο μὲν γάρ τι σημαίνει ψύξις ἐν ἀρχῇ παροξυσμοῦ, ἄλλο δ’ ἐν παρακμῇ γενομένη, καθάπερ γε καὶ εἰ διὰ παντὸς τοῦ παροξυσμοῦ παραμένοι καὶ αὐτὴ, σημεῖόν ἐστιν οὐκ ἀγαθὸν, ὥσπερ γε καὶ εἰ τοιαύτης οὔσης αὐτῆς ἀεὶ διακαίοιτο τὸ βάθος, ὑπὲρ ὧν ἁπάντων οἷς ἐξηγησάμεθα καὶ κατὰ τὴν περὶ κρίσεων πραγματείαν εἴρηται. πνεύματα δ’ ὅταν εἴπῃ, τὰς περὶ τῆς ἀναπνοῆς διαφορὰς ἀκουστέον. ἐπειδὴ δὲ τῶν φυσῶν ἐφεξῆς ἐμνημόνευσε καὶ αὗται τοῦ γένους εἰσὶ τῶν πνευμάτων. εἴρηται δὲ περὶ τούτων ἐν τοῖς εἰς τὸ προγνωστικὸν καὶ τῇ περὶ δυσπνοίας πραγματείᾳ καὶ τῇ περὶ τῆς κατὰ ἀναπνοὴν πνευμάτων διαφορᾶς, ὥσπερ γε καὶ περὶ φυσῶν ἐν τῷ προγνωστικῷ. καὶ ἐρυγαὶ δὲ τοῦ γένους μέν εἰσι τῶν πνευμάτων καὶ κατὰ τοῦτο κοινωνοῦσί πως τῆς κατὰ τὴν ἀναπνοὴν, ἐν εἴδει δὲ φυσωδῶν πνευμάτων ὑπάρχουσαι πάλιν κατὰ τοῦτο κοινωνοῦσι ταῖς φύσαις, ὥστε καὶ αὗται δηλοῦσι φυσῶδες ἐν τῇ κοιλίᾳ τῇ ἄνω γεννᾶσθαι πνεῦμα.
219
καὶ τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως εἰρημένον εὔδηλον. αἱμοῤῥαγίαι τε γὰρ καὶ αἱμοῤῥοΐδες ὅπως αἱ μὲν ἐπ’ ὠφελείᾳ γίνεσθαι πεφύκασιν, αἱ δ’ ἐπὶ βλάβῃ μεμαθήκαμεν.

Πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέραν διαλείπουσιν. ἡμιτριταῖοί τε καὶ τεταρταῖοι, πεμπταῖοι, ἑβδομαῖοι καὶ ἐναταῖοι.

Καὶ τῷ τοῦ συνεχοῦς ὀνόματι καὶ τῷ τοῦ διαλείποντος οἱ παλαιοὶ διττῶς φαίνονται χρώμενοι. συνεχεῖς γοῦν ὀνομάζουσι πυρετοὺς ἐνίοτε μὲν ἅπαντας ὅσοι μὴ λήγουσιν εἰς ἀπυρεξίαν, ἐνίοτε δ’ οὐχ ἅπαντας τοὺς μὴ λήγοντας εἰς ἀπυρεξίαν, ἀλλ’ ἐκείνους μόνους ἐξαιρέτως, ὅσοι μηδεμίαν ἴσχουσι μεταβολὴν ἄχρι κρίσεως. οὕτω δὲ καὶ διαλείποντας,

220
ἐνίοτε μὲν ἐκείνους μόνους ὀνομάζουσι τοὺς εἰς ἀπυρεξίαν παυομένους, ἐνίοτε δὲ τοὺς μὴ παυομένους εἰς ἀπυρεξίαν, ἀξιολόγους δὲ μεταβολὰς ποιουμένους τῶν κατὰ μέρος παροξυσμῶν, εἰς ἀρχήν τε καὶ ἀνάβασιν, ἀκμήν τε καὶ παρακμήν. ἔνιοι δὲ τῶν νεωτέρων ἰατρῶν τοὺς μηδεμίαν ἀξιόλογον ἴσχοντας μεταβολὴν οὐ συνεχεῖς, ἀλλὰ συνόχους ὀνομάζουσι, συνεχεῖς δὲ μόνους ἐκείνους, ὅσοι μετ’ εἰς ἀπυρεξίαν λήγουσι καὶ διαλιμπάνουσι τοῖς κατὰ μέρος παροξυσμοῖς. τούτους οἱ παλαιοὶ ποτὲ μὲν συνεχεῖς. ὀνομάζουσι, ποτὲ δὲ διαλείποντας. εἰσὶ γὰρ ὄντως ἐν τῷ μέσῳ τῶν συνεχῶν καὶ τῶν εἰς ἀπυρεξίαν παυομένων. εἰκότως οὖν ὅταν μὲν τοῖς συνέχοις παραβάλλωνται, διαλείποντες καλοῦνται, ὅταν δὲ τοῖς εἰς ἀπυρεξίαν λήγουσι, συνεχεῖς. ἐν δὲ τῇ προκειμένῃ ῥήσει πυρετῶν διαφορὰν γράφων ὁ Ἱπποκράτης ἐνίους μὲν αὐτῶν φησιν εἶναι συνεχεῖς, εἰσὶ γὰρ ὄντως πολλοὶ συνεχεῖς κατὰ ἀμφότερα τὰ σημαινόμενα τοῦ συνεχοῦς, ἐνίους δ’ ἤτοι
221
τὴν νύκτα διαλιπεῖν ἢ τὴν ἡμέραν, ὧν τοὺς μὲν εἰς ἀπυρεξίαν μὴ λήγοντας ἔνιοι τῶν νεωτέρων ἰατρῶν μεθημερινοὺς ἢ καθημερινοὺς ὀνομάζουσι, τοὺς δὲ λήγοντας ἀμφημερινοὺς, τῆς τοιαύτης λεπτολογίας τῶν ὀνομάτων οὐκ οὔσης παρὰ τοῖς παλαιοτέροις. τοῦ γὰρ διαλείπειν διχῶς νοουμένου τε καὶ λεγομένου, καθότι προείρηται, τοὺς καθ’ ἑκάστην ἡμέραν ἢ νύκτα παροξυνομένους διαλείποντας ἐροῦμεν, ἐάν τ’ εἰς ἀπυρεξίαν, ἐάν τ’ εἰς καλουμένην ἔνδοσιν ἥκωσιν, εἶθ’ ἑξῆς καταλέγει διαφορὰς πυρετῶν ἑτέρας τῶν προειρημένων, ἡμιτριταίων, τριταίων, τεταρταίων, πεμπταίων, ἑβδομαίων καὶ ἐναταίων μνημονεύων. τριταῖοι μὲν καὶ τεταρταῖοι σαφῶς εἰς ἀπυρεξίαν λήγουσι, τῶν δ’ ἡμιτριταίων ἔνιοι μὲν ἀμφοτέραις ἄγουσι ταῖς διαγωγαῖς, ἔνιοι δὲ κατὰ τὴν ἑτέραν μόνην τῶν μὴ ληγόντων εἰς ἀπυρεξίαν. ἐὰν δ’ ἐννοήσαις ὅτι καθάπερ ἐπὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων ἐνίους μὲν εἰς ἀπυρεξίαν ἔφη λήγειν, ἐνίους δ’ εἰς ἔνδοσιν, οὕτω καὶ τῶν διὰ τρίτης ἢ διὰ τετάρτης τίς ἐστι διαφορὰ, γνώσῃ σαφῶς οὐ περὶ πράγματος εἶναι τὴν
222
ζήτησιν, ἀλλὰ σημαινομένου πρὸς τῆς ἡμιτριταίου φωνῆς. τούς γε μὴν διὰ τετάρτης παροξυνομένους ἴσμεν εἰς ἀπυρεξίαν λήγοντας, ὡς τὸ πολὺ καὶ σπανιώτατά τις ὤφθη τῶν διὰ τετάρτης παροξυνομένων, μὴ λήγων εἰς ἀπυρεξίαν. οὐ μὴν ἐπί γε τῶν διὰ τρίτης ὁμοίως ἔχει, πάμπολλαι γάρ εἰσι διαφοραί. ἐν τούτοις μὲν οὖν, ὡς ἔφην, οὐ περὶ πράγματος, ἀλλὰ περὶ σημαινομένου καὶ ὀνόματός ἐστιν ἡ ζήτησις, οὓς τῶν προειρημένων πυρετῶν ὀνομάζειν προσήκει τριταίους, ἡμιτριταίους καὶ τριταιοφυεῖς. οὕτω δὲ καὶ οὔτε πεμπταίους ἢ ἑβδομαίους ἢ ἐναταίους λέγει τινὰς εἶναι πυρετοὺς, οὐ περὶ ὀνόματός ἐστι σημαινομένου ζήτησις, ἀλλὰ περὶ πράγματος. ἔνιοι μὲν γὰρ τῶν ἰατρῶν οὐδέποτέ φασιν ἑορακέναι τῆς τετάρτης ἡμέρας ἐξωτέρω προϊοῦσαν οὐδεμίαν περίοδον, ἔνιοι δέ φασιν, ὥσπερ καὶ Ἱπποκράτης. ἐγὼ δὲ καὶ αὐτὸς ἐκ μειρακίου μέχρι δεῦρο παραφυλάττων, ἑβδομαίαν ἢ ἐνάτην οὐδ’ ὅλως εἶδον οὔτε σαφῶς οὔτ’ ἀμφιβόλως. πεμπταίας δὲ περιόδους ἐθεασάμεθα ἀμφιβόλους.
223
οὐ μὴν ἀκριβῶς τε καὶ σαφῶς, ὡς ἀμφημερινὰς καὶ τριταίας καὶ τεταρταίας. οὐ μὴν οὐδὲ λογικῆς ἀποδείξεως ἡγοῦμαι δεῖσθαι τὸ πρᾶγμα τὴν κρίσιν ἐκ πείρας λαμβάνον. εἰ μὲν γὰρ ἀκριβῶς ἑόρακέ τις πολλάκις, ἤτοι δι’ ἑβδόμης ἢ ἐνάτης ἡμέρας τοὺς παροξυσμοὺς γινομένους, οὐ γὰρ δὴ δὶς ἢ τρὶς εἴη ἂν οὗτος πεπεισμένος εἶναί τινας καὶ τοιαύτας περιόδους. εἰ δ’ οὐχ ἑόρακεν ἐκ νεότητος εἰς γῆρας ἐπεσκεμμένος ἀῤῥώστους οὕτω πυρεταίνοντας παμπόλλους, εὔδηλον αὐτῷ τοῦτο πάλιν, ὡς οὐ γίνονται περίοδοι τοιαῦται. πρὸς δ’ οὖν τὸν Ἱπποκράτην τάχα καὶ λογικὴν ἄν τις ἀπόδειξιν εἴποι, καθάπερ ὁ Διοκλῆς. ἐπὶ τίσι γὰρ ἐρεῖς τοῖσι σημείοισιν ἢ χυμοῖσι τὴν πεμπταίαν ἢ ἑβδομαίαν ἢ ἐναταίαν γίνεσθαι περίοδον οὐχ ἕξεις. οὐ μὴν οὐδ’ ἔγραψέ τινα ἡμῖν ἄῤῥωστον οὕτω νοσήσαντα, καίτοι γ’ ἐχρῆν, ὥσπερ ἄλλων πολλῶν καθολικῶν θεωρημάτων παραδείγματα διὰ τῶν κατὰ μέρος ἐδίδαξεν, οὕτω κᾀπὶ τούτων ποιῆσαι. γινώσκειν μέντοι
224
χρὴ τὴν ἀρχὴν τῆς λέξεως ἐν πολλοῖς τῶν ἀντιγράφων κατὰ τὸ καλούμενον ἀσύνδετον εἶδος τῆς ἑρμηνείας γεγραμμένον ὡδί πως, πυρετοὶ συνεχέες, ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέραν διαλείπουσιν. εἰπὼν δ’ ἀσύνδετον ὀνομάζεσθαι τὸ τοιοῦτον εἶδος ἐδήλωσα καὶ τὴν ἐξήγησιν αὐτοῦ. χρὴ γὰρ ὡς ἐν καταλόγῳ τῶν εἰρημένων ἀκούειν ἡμᾶς, προστιθέντας τοὺς παραλελειμμένους ἐν ταῖς λέξεσι συνδέσμους.

Εἰσὶ δ’ ὀξύταται μὲν καὶ μέγισται καὶ χαλεπώταται νοῦσοι καὶ θανατωδέσταται ἐν τῷ ξυνεχεῖ πυρετῷ.

Ἡ μὲν ἀκριβεστάτη τούτων ἁπάντων διδασκαλία λέλεκται κατὰ τὰ περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα, καὶ νῦν, ὡς εἶπον ἤδη πολλάκις, οὐκ ἀποδεικνύναι μοι

225
πρόκειται τἀληθὲς, οὐδὲ διδάσκειν ἅπαντα τὰ κατὰ μέρος, ὡς μηδὲν παραλιπεῖν, ἀλλὰ τὴν λέξιν ἐξηγεῖσθαι τοῦ παλαιοῦ. τὰ δ’ οὖν κεφάλαια τῆς ἐμπιπτούσης ἑκάστου θεωρίας οὐ παρήσω. λέγει τοίνυν ὀξυτάτας καὶ χαλεπωτάτας νόσους εἶναι κατὰ τὸν συνεχῆ πυρετόν. ὀξυτάτας μὲν λέγων τὰς ἐν ὀλίγῳ χρόνῳ τὰς κρίσεις λαμβανούσας, μεγίστας δὲ τὰς ἰσχυροτάτας, χαλεπωτάτας δὲ τὰς κίνδυνον ἐπιφερούσας, ὅπερ ἐξηγούμενος αὐτὸς ἐπήνεγκε, θανατωδεστάτας εἰπὼν αὐτάς. ὅπως δ’ ἂν ἀκούῃς εἰρῆσθαι τὸν συνεχῆ πυρετὸν, ἀληθής ἐστιν ὁ λόγος. ὀξύταται γὰρ νόσοι καὶ μέγισται καὶ χαλεπώταται κατά τε τοὺς ἰδίως λεγομένους συνόχους γίνονται πυρετοὺς καὶ κατὰ τοὺς ἄλλους οὐδὲν ἧττον, ὅσοι διὰ τῶν κατὰ μέρος προέρχονται παροξυσμῶν ἀρχὰς καὶ ἀναβάσεις, ἀκμὰς καὶ παρακμὰς ποιούμενοι σαφεῖς, ἄνευ τοῦ λήγειν εἰς ἀπυρεξίαν, ὑπὲρ ὧν ἄμεινον ἀκούειν νῦν, ἐπειδὴ καὶ τοὺς συνόχους ἐν τούτοις περιέχεσθαι συμβέβηκεν, οὐ μὴν ἐν τοῖς συνόχοις δὲ τούτους. ἐὰν οὖν ἀκούσῃ τις περὶ μόνων τῶν συνόχων εἰρῆσθαι τὸν
226
λόγον, ἐξαιρεῖσθαι δόξει τοὺς ἄλλους συνεχεῖς, ὡς οὐ κινδυνώδεις ὄντας οὔτε σφοδροὺς οὔτ’ ὀξεῖς.

Ἀσφαλέστατος δ’ ἁπάντων καὶ ῥήϊστος καὶ μακρότατος ὁ τεταρταῖος. οὗτος γὰρ οὐ μόνον αὐτὸς ἐφ’ ἑωυτοῦ τοιοῦτός ἐστιν, ἀλλὰ καὶ νοσημάτων ἑτέρων μεγάλων ῥύεται.

Ῥήϊστον εἶπε τὸν τεταρταῖον ἐν ἴσῳ τῷ εὔφορον. οἱ γάρ τοι συνεχεῖς τῶν πυρετῶν μηδεμίαν ἔχοντες τῶν ὀχληρῶν ἀνάπαυλαν ἄχρι κρίσεως, ἀλλὰ καὶ διηνεκῶς βαρύνοντες, εἰκότως δύσφοροι λέγονταί τε καί εἰσιν. ἐν δὲ τῷ τεταρταίῳ καὶ μάλισθ’ ὅταν ᾖ μέτριος, ἔνεστι καὶ προϊέναι ταῖς μέσαις τῶν παροξυσμῶν ἡμέραις καί τι καὶ πράττειν ἐνίοτε τῶν συνήθων. χρὴ δὲ γινώσκειν σε καὶ τὸ τῶν παλαιῶν ἔθος, ὅταν ἀκούσῃς αὐτῶν περὶ πυρετῶν διαλεγομένων.

227
ἐὰν γοῦν ἥπατος ἢ πλευρᾶς ἢ πνεύμονος ἢ ἄλλου τινὸς μορίου φλεγμονῇ πυρετὸς ἕπηται, πλευρῖτιν ἢ περιπνευμονίαν ἢ ἡπατῖτιν ὀνομάζουσι τὴν νόσον, οὐ πυρετώδη. τὸν δ’ ἄνευ φλεγμονῆς πυρέττοντα πυρετόν φασι νοσεῖν, καὶ νῦν δ’ ἄκουε περὶ ὧν διαλέγεται πυρετῶν οὕτως εἰρῆσθαι τὸν λόγον, ἐπεί τοι πολλάκις εἴδομεν ἐπὶ σπληνὶ μεγάλως πυρέττοντας ἀνθρώπους τεταρταῖον, κᾄπειτα ἐν χρόνῳ παρεγχύσεως ὑδερικῆς γενομένης ἀποθανόντας. ἀλλ’ αὐτός τε καθ’ ἑαυτὸν ὁ τεταρταῖος ἀκίνδυνός ἐστιν, ὅς γε καὶ ἄλλων νοσημάτων ῥύεται. παυσαμένας γοῦν ἐπιληψίας ἴσμεν ἐπὶ τεταρταίῳ χρονίῳ ἐνοχλήσαντι, καὶ μεμάθηκας ἤδη περὶ τῆς γενέσεως αὐτοῦ κατά τε τὰ περὶ διαφορᾶς πυρετῶν ὑπομνήματα καὶ τὰ περὶ κρίσεων.

Ἐν δὲ τῷ ἡμιτριταίῳ καλεομένῳ ξυμπίπτει μὲν καὶ ὀξέα νοσήματα γίγνεσθαι καί ἐστι τῶν λοιπῶν οὗτος θανατωδέστατος.
228
ἀτὰρ φθινώδεες καὶ ὅσα ἄλλα μακρὰ νοσήματα νοσέουσιν, ἐπὶ τούτῳ μάλιστα νοσέουσιν.

Οὐ δύναμαι πεῖσαι τοὺς πολλοὺς τῶν ἰατρῶν διακρῖναι τὴν τῶν πραγμάτων αὐτῶν ἐπίσκεψιν τῆς περὶ τῶν ὀνομάτων τε καὶ σημαινομένων καὶ συγγινώσκειν αὐτοῖς δίκαιον. ὅπου γὰρ Ἀγαθῖνος, ἵνα τοὺς ἄλλους παραλείπω, βιβλίον ὅλον ἔγραψε τὸ πρῶτον περὶ ἡμιτριταίου, τὸ σημαινόμενον ἐκ τῆς προσηγορίας ζητῶν ἐν αὐτῷ, πῶς οὐκ ἄν τις καὶ τούτοις συγγνώη; καίτοι γε ῥᾷστον ἦν ἰδίαν μὲν τῶν ὁρωμένων ποιήσασθαι διδασκαλίαν ἐν τῇ περιοδίᾳ, ἰδίαν δὲ τῶν ἐπ’ αὐτοῖς ὀνομάτων, ὥσπερ ἐγὼ νῦν ποιήσομαι. τῶν γὰρ διὰ τρίτης παροξυνομένων πυρετῶν οἱ μὲν εἰς ἀπυρεξίαν λήγουσιν, οἱ δὲ οὔ. καὶ πάλιν ἑκατέρου τούτων ἡ διαφορὰ τοιάδ’ ἐστί. τῶν εἰς ἀπυρεξίαν ληγόντων ἔνιοι μὲν ἐντὸς ὡρῶν δώδεκα τὸν παροξυσμὸν ἔχουσι περιγραφόμενον, ἔνιοι δ’ ἐπὶ πλέον ἐκτεινόμενον. τῶν δὲ μὴ ληγόντων εἰς ἀπυρεξίαν ἔνιοι μὲν φρικώδεις ὄντες, ὅταν

229
ἀπὸ τῆς πρώτης εἰσβολῆς ἐπὶ τὴν καλουμένην ἀνάβασιν ἔρχωνται, κᾂν δοκῶσιν ἤδη μετρίως προεληλυθέναι, πάλιν ἑτέραν φρίκην μετὰ συστολῆς ποιοῦνται καὶ μετὰ ταύτην αὖθις ἑτέραν ἀνάβασιν, εἶτα ἐπ’ ἐκείνης ἄλλην συστολήν τε καὶ φρίκην. δὶς γὰρ καὶ τρὶς οὗτοι ὑποστρέφουσι. κατὰ δὲ τὴν δευτέραν ἡμέραν ἕτερον ἴσχουσι παροξυσμὸν ἐλάττονα τοῦ προτέρου, χωρὶς τῶν προτέρων ἐπαναλήψεως καὶ τοῦτο ἐφεξῆς αὐτοῖς ἀεὶ κυκλεῖται, δυοῖν παροξυσμοῖν οἵοιν εἴρηκα γιγνομένοιν ἐν ἡμέραις δύο. καὶ μὴν καὶ ἄλλοι τινὲς διὰ τρίτην παροξυνόμενοι χωρὶς τῶν εἰρημένων φρικωδῶν εἰσβολῶν τε καὶ ἐπαναλήψεων ἕνα παροξυσμὸν ἴσχουσι διὰ τρίτης, οὐ παροξυνόμενοι τῇ δευτέρᾳ. μίαν οὗτοι καὶ συνεχῆ καὶ ὁμαλὴν τὴν ἐπὶ τὴν ἀκμὴν ἀπὸ τῆς εἰσβολῆς ἀνάβασιν ἔχουσιν. αὕτη μέν σοι τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ διαφορὰ, φαινομένη συνεχῶς ἐπὶ τῶν καμνόντων. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὁ μὲν φρικώδης πυρετὸς
230
ἐπὶ χολώδει καὶ φλεγματώδει χυμῷ συνιστάμενος. ὁ δὲ χωρὶς φρίκης ἐπὶ τῷ χολώδει μὲν, ἀλλὰ δυσκινητοτέρῳ τε καὶ δυσπεπτοτέρῳ, φέρουσι δ’ αὐτὸν καὶ φλεγμοναὶ κυρίων μορίων. τῶν δὲ μετὰ ῥίγους μὲν εἰσβαλλόντων, εἰς ἀπυρεξίαν δὲ ληγόντων ἅμα χολώδεσιν ἐμέτοις ἢ διαχωρήσεσιν ἢ ἱδρῶσιν ἡ ξανθὴ χολὴ κινουμένη δι’ ὅλου τοῦ σώματος αἰτία. τούτων μὲν οὖν οὕτως ἐχόντων, ὡς εἴρηται, τὸ μὲν ἤτοι τὴν αἰτίαν ἑκάστου ζητεῖν ἢ τὴν θεραπείαν, ἰατρικόν τε καὶ χρήσιμόν ἐστι πρᾶγμα· τὸ δὲ τί καλέσει τὶς ἕκαστον τῶν εἰρημένων ὀρθῶς οὐκέτι τῆς ἰατρικῆς ἴδιον, ἀναγκαίως γε μὴν γινόμενον, ὅταν βούληταί τις ἑτέρους διδάσκειν, ἀναγινώσκειν. τὰς γὰρ ἐπὶ τῶν καμνόντων γιγνομένας ἡμῖν διαγνώσεις τε τῶν παθῶν καὶ προγνώσεις τῶν ἐσομένων καὶ θεραπείας, ὁρῶμεν οὐδὲν δεομένας τῆς ἐν τοῖς ὀνόμασιν ἀκριβείας. οὐδὲ γὰρ ἀπὸ τούτων οἱ ἰδιῶται κρίνουσι τοὺς ἰατροὺς, ἀλλ’ ὅταν ἐπὶ φλεβοτομίᾳ τὸν κάμνοντα ῥᾳστωνήσαντα θεάσωνται καὶ τροφὴν ἐν καιρῷ
231
λαμβάνοντα· καὶ γὰρ καὶ τοῦτο κρίνειν ἰδιώτης δύναται θεασάμενος. εἶτα οὐκ εὐθέως ἐπὶ τῇ τροφῇ τὴν ἀρχὴν τοῦ παροξυσμοῦ γενομένην, ἀλλὰ μετὰ χρόνον πλείονα, τὸν ἰατρὸν ἐπαινεῖ, κᾂν εἰ ψυχροῦ δεῖ τότε δόντα καὶ λούσαντα τὸν ἄῤῥωστον ἀπύρετον ἴδῃ πεποιηκότα, παραχρῆμα θαυμάζει, καθάπερ γε κᾂν εἰ προείπῃ τι τῶν ἐσομένων. ἀπὸ τούτων μὲν οὖν ὁ ἰατρὸς ἀκριβῶς τε καὶ ἀληθῶς εὐδοκιμεῖ, σοφιστὴς δὲ κατατρίβει τὸν χρόνον ἑαυτοῦ τε καὶ τῶν μαθητῶν, ὑπὲρ ὀνομάτων τε καὶ σημαινομένων ἐρίζων. ἐπεὶ δὲ τὸ προκείμενον ἡμῖν νῦν ἐστιν, οὐκ αὐτὰ τὰ πράγματα διδάξαι τῆς τέχνης, ἐν ἑτέροις γὰρ τοῦτο ἐπράξαμεν αὐτάρκως, ἀλλὰ τὴν Ἱπποκράτους γνώμην ἐπισκέψασθαι διὰ συντόμων καὶ τοῦτο δυνατὸν ὧδε ποιῆσαι. λέλεκται μὲν γὰρ αὐτῷ καὶ πρόσθεν· ἦν δ’ αὐτοῖσι τὰ παθήματα φρικώδεες πυρετοὶ, συνεχέες, ὀξέες, τὸ μὲν ὅλον οὐ διαλείποντες. ὁ δὲ τρόπος ἡμιτριταῖος, μίαν κουφότεροι, τῇ δ’ ἑτέρῃ ἐπιπαροξυνόμενοι. καὶ νῦν δὴ πάλιν ἡ ῥῆσις αὕτη φησὶν, ἐν δὲ τῷ ἡμιτριταίῳ,
232
συμπίπτει μὲν καὶ ὀξέα νοσήματα καὶ ἐστι τῶν ἄλλων οὗτος θανατωδέστατος. ὅτι μὲν οὖν θανατώδης ἐστὶν ὁ ἡμιτριταῖος ἄντικρυς εἴρηκεν αὐτὸς ὁ Ἱπποκράτης. ὅτι δὲ τῶν εἰς ἀπυρεξίαν ληγόντων οὐδείς ἐστι θανατώδης ἄντικρυς ἐν ἀφορισμοῖς ἐδήλωσεν εἰπών. πυρετοὶ ὁκόσοι μὴ διαλείποντες, διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δ’ ἂν τρόπῳ διαλείπουσι, σημαίνει ὅτι ἀκίνδυνοι. πῶς οὖν ἐκ τῶν εἰς ἀπυρεξίαν ληγόντων εἴπῃ τὸν ἡμιτριταῖον, ἑπόμενος Ἱπποκράτει ; καὶ μὴν οἱ λέγοντες, ἐάν τις ὥραις τέτρασι καὶ εἴκοσι ἀπύρετος γίγνηται, τὸν μέσον ἔχειν αὐτὸν ἡμιτριταῖον, ἐκ τῶν διαλειπόντων ποιοῦσι τοῦτον τὸν πυρετὸν τοιοῦτον. οὕτως δὲ καὶ τὸν μέσον καὶ τὸν μικρὸν ὡρῶν ἀριθμῷ διαφέρειν τοῦ μεγάλου φάσκοντες, εἰς ἀπυρεξίαν περιάγειν ἀμφοτέρους βουλόμενοι, τῆς Ἱπποκράτους ἀποχωρήσουσι γνώμης, ἐν τοῖς διαλείπουσι πυρετοῖς τὸν ἡμιτριταῖον ἄγοντες. ἀκίνδυνος γὰρ οὗτος ἔσται, καίτοι θανατώδης ὑπ’ αὐτοῦ λεγόμενος. ἄμεινον οὖν ἐστὶ τῶν
233
μὲν ὀνομάτων, ὡς εἴρηται, καταφρονεῖν, ἀσκοῦντα θεραπείας τε καὶ διαγνώσεις καὶ προγνώσεις ἑκάστου τῶν πυρετῶν. ἐπεὶ δὲ σαφεστέρα τε καὶ συντομωτέρα διὰ τῶν ὀνομάτων ἡ διδασκαλία γίνεται, προδιηγησάμενοι λόγῳ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν, ἐφεξῆς τὸν ἐντὸς τῶν δώδεκα ὡρῶν παυόμενον, ἀκριβῆ τριταῖον ὀνομάσομεν ἕνεκα συντόμου διδασκαλίας. ὅστις δ’ ἂν ἔχῃ πολυχρονιώτερον τούτου τὸν παροξυσμὸν, ὅμως μὲν ἔτι μακροτέραν αὐτοῦ τὴν ἄνεσιν, ἐκεῖνον ἁπλῶς τριταῖον ὀνομάσομεν. ὅστις δ’ ἂν ἐπὶ πλεῖστον μὲν ἐκτεταμένον τὸν παροξυσμὸν, ὀλίγον δὲ τὸ διάλειμμα, τοῦτον πάλιν ὀνομάσομεν ἐκτεταμένον τριταῖον. ὅστις δ’ ἂν μὴ παυσάμενος εἰς ἀπυρεξίαν φρικώδεις μὲν τῇ προτέρᾳ τῶν ἡμερῶν ἐπαναλήψεις ποιῆται, κατὰ δὲ τὴν δευτέραν ἁπλοῦν ἕνα παροξυσμὸν, τοῦτον ἡμιτριταῖον ὀνομάσομεν· εἰ δ’ ἁπλῶς διὰ τρίτης παροξύνοιτο, τριταιοφυῆ. πάντ’ ἔχεις ἐν. τούτῳ τῷ λόγῳ διωρισμένα, τά τ’
234
ἄχρηστα καὶ χρήσιμα. τούτων οὖν ἐστι διὰ παντὸς μεμνῆσθαι καὶ πρόχειρον ἔχειν τὴν γνῶσιν αὐτῶν. οὕτως γὰρ καταγνώσεις τῆς τῶν νεωτέρων ἰατρῶν φλυαρίας, ἣν περὶ τῶν εἰρημένων ὀνομάτων ἐποιήσαντο, περὶ τῶν πραγμάτων οἰόμενοι διαλέγεσθαι. ἀλλ’ ὅτι μὲν οὐδένα τῶν νῦν εἰς ἀπυρεξίαν ἀφικνουμένων πυρετῶν ὁ Ἱπποκράτης ἡμιτριταῖον ὀνομάζει δέδεικται. πότερον δ’ ἐκεῖνον μόνον ὃν ἐγὼ ἰδίως καλεῖν εἴωθα τὸν τὰς φρικώδεις ἐπαναλήψεις ποιούμενον ἢ καὶ τὸν ἄνευ τούτων γινόμενον, ἄξιόν ἐστι σκέψεως. εἰ γὰρ καὶ τοῖς φθινώδεσι καὶ ἄλλως χρονίως νοσοῦσιν ὁ πυρετὸς οὗτος εἴωθε συμπίπτειν, ἴσως, εἰ καὶ χωρὶς φρίκης γίγνοιτο, καλέσομεν αὐτὸν ἡμιτριταῖον, ἐὰν τῇ δευτέρᾳ τῶν ἡμερῶν ἐπιπαροξύνηται. ἀλλ’ ὅπερ ἔφην, ὑπὲρ ὀνόματος οὕσης τῆς ζητήσεως οὐδὲν ἄτοπόν ἐστι, κᾂν μὴ γνῶμεν ἀκριβῶς ἐπὶ τίνος πυρετοῦ μάλιστα τὴν ἡμιτριταίου ἐπιφέρει φωνὴν ὁ Ἱπποκράτης. ὁπόταν γὰρ αὐτοῦ τὴν περὶ τοὺς πυρετοὺς τέχνην ἐκμαθόντες ἕξομεν ὧν δεόμεθα πρὸς τὰ τῆς τέχνης ἔργα, χωρὶς τῶν ἐπ’ αὐτῆς ὀνομάτων. τάχα δ’ ἂν εἶναι
235
δόξειεν οἰκεῖον ἑξῆς σκέψασθαι διὰ τί προσέθηκεν ὁ Ἱπποκράτης τὸ καλεόμενον καὶ οὐχ ἁπλῶς εἶπεν, ἐν δὲ τῷ ἡμιτριταίῳ ξυμπίπτει μὲν καὶ ὀξέα νοσήματα. δοκεῖ δέ μοι μέμφεσθαι τὴν προσηγορίαν ὡς ἄκυρον. ἐπὶ γὰρ τῶν ἐνδεεστέρως ἐχόντων κατὰ τὰ τέλεια, τὴν τοῦ ἡμίσεος προσθήκην ποιούμεθα φάσκοντες ἡμιθνῆτα καὶ ἡμίθνητον καὶ ἡμίθεον καὶ ἡμίφωνον, ἡμίονόν τε καὶ τὸ ἡμίοπτον, ὅσα τ’ ἄλλα τοιαῦτα λέγοντες. ὁ δ’ ἡμιτριταῖος οὐ μόνον οὐκ ἔστιν ἥμισυς τῷ πλήθει τῶν συμπτωμάτων ἢ τῇ δυνάμει, καὶ τούτων τῆς ὅλης διαθέσεως, ἀλλὰ καὶ πολὺ χείρων τοῦ τριταίου, ὡς ἄμεινον εἶναι δοκεῖν ἐκεῖνον τούτου λέγειν ἥμισυν, οὐκ ἐκείνου τοῦτον. οὐκοῦν οὐκ οἶδα τί δόξαν αὐτοῖς οὕτως μᾶλλον ὠνόμασαν οἱ πρώτως θέμενοι τὴν προσηγορίαν ἢ ἄλλως. ἐνδέχεται γὰρ αὐτοὺς διότι τοῦ τριταίου πυρετοῦ τὸ διὰ τρίτης τε παροξύνειν καὶ τὸ εἰς ἀπυρεξίαν λήγειν ἔχοντος, ὁ ἡμιτριταῖος ἓν μὲν ἔχει τούτων, ἓν δ’ οὐκ ἔχει ταύτην θέσθαι τὴν προσηγορίαν. τὸ μὲν γὰρ διὰ τρίτην παροξύνειν ἔχει,
236
τὸ δ’ εἰς ἀπυρεξίαν λήγειν οὐκ ἔχει. ἐνδέχεται γὰρ καὶ διότι καὶ μετὰ ῥίγους εἰσβάλλειν οὐκ ἔχει, καὶ πρὸς τούτοις γ’ ἔτι τὸ μετ’ ἐκκρίσεως παύεσθαι, καὶ μέντοι καὶ ὅτι τὴν δευτέραν ἡμέραν οὐκ ἔχει καθαράν. ἐνδέχεται δὲ καὶ ἄλλο τι τοιοῦτον εἰπεῖν, τοῖς μὲν ἄχρηστον σοφίαν ἀσκοῦσι, τὰ δ’ ὄντως χρήσιμα τῆς τέχνης παραλείπουσι.

Νυκτερινὸς οὐ λίην θανατώδης, μακρὸς δὲ ἡμερινὸς μακρότερος. ἔστι δ’ οἷσι ῥέπει καὶ ἐπὶ τὸ φθινῶδες.

Τῶν μὲν ἐν ἀρχῇ πυρετῶν τὸν κατάλογον ἔγραψεν ἁπλῶς, τούτων δ’ ἑξῆς τὰ ἤθη διδάσκει. προειρηκὼς οὖν ἐν τῷ καταλόγῳ, πυρετοὶ οἱ μὲν συνεχέες, οἱ δὲ ἡμέρην ἔχουσι, νύκτα διαλείπουσι, νύκτα ἔχουσιν, ἡμέρην διαλείπουσιν. εἶτα περὶ τῶν συνεχῶν διελθὼν ὁποῖοί τινές εἰσι καὶ προσθεὶς αὐτοῖς ἐφεξῆς τὴν περὶ τοῦ τεταρταίου

237
τε καὶ ἡμιτριταίου διδασκαλίαν, ἐπὶ τοὺς τῇ μὲν ἡμέρᾳ παροξυνομένους, τῇ δὲ νυκτὶ διαλείποντας, ἢ τῇ μὲν νυκτὶ παροξυνομένους, τῇ δ’ ἡμέρᾳ διαλείποντας ἀφίκετο, καλέσας αὐτῶν τὸν μὲν ἕτερον νυκτερινὸν, τὸν δ’ ἕτερον ἡμερινόν· νυκτερινὸν μὲν τὸν ἐν νυκτὶ παροξυνόμενον, ἡμερινὸν δὲ τὸν ἐν ἡμέρᾳ. δι’ ὧν δ’ ἐπαινεῖν ἔδοξε τὸν νυκτερινὸν, οὐδὲν ἧττον ἔψεξε διὰ τῶν αὐτῶν, οὐχ ἁπλῶς εἰπὼν, νυκτερινὸς οὐ θανατώδης, ἀλλὰ τὸ οὐ λίην προσθείς. εἰ γὰρ λίην θανατώδης, εὔδηλον ὅτι θανατώδης μετρίως, τὸν δ’ ἡμερινὸν οὐ μόνον μακρότερον εἶπεν εἶναι τοῦ νυκτερινοῦ, ἀλλὰ καὶ· ἔτι πρὸς τὸ φθινῶδες ἐνίοτε ῥέπειν, ὥστε καὶ κατὰ τοῦτο μοχθηρότερον εἶναι. τοῦτο μὲν γὰρ ἐν ᾧ χρόνῳ διαφορεῖσθαι καὶ ἀραιοῦσθαι μᾶλλον εἴωθε, εἰ συστέλλεται καὶ πυκνοῦται τὸ σῶμα, παροξυνόμενος εἰκότως κακοηθέστερος εἶναι δοκεῖ· τοῦτο δὲ καὶ τὸν καιρὸν τῆς προνοίας ἔχων ἀήθη. καθ’ ὃν γὰρ χρόνον ἐχρῆν κοιμᾶσθαι, κατὰ τοῦτον ἀναγκαῖόν ἐστι τῆς ἰατρικῆς προνοίας τυγχάνειν
238
τὸν κάμνοντα καὶ διὰ τοῦτο καταφθείρονται τῷ χρόνῳ καὶ φθίνουσι δυοῖν θάτερον. εἰ μὲν δὴ κοιμῶνται τῆς ἡμέρας, ἐνδεῶς ἀπολαβόντες ὕπνου, εἰ δ’ οὐ κοιμῶνται, νυκτερίδος βίον, οὐκ ἀνθρώπων, βιοῦντες.

Ἑβδομαῖος μακρὸς οὐ θανατώδης. ἐναταῖος ἔτι μακρότερος οὐ θανατώδης.

Οὔθ’ Ἱπποκράτει καλὸν ἀπιστεῖν, ἐμφαίνει γὰρ ὡς ἑορακὼς ταῦτ’ ἔγραψε, οὔτε ψεύδεσθαι προσήκει λέγοντα καὶ αὐτὸν ἑορακέναι. παραφυλάττειν οὖν ἡμᾶς φιλοπόνως προσήκει καὶ τῇ πείρᾳ κρίνειν τὸ ἀληθὲς, ἀλλ’ ὅπως μὴ πάθητε τοῖς πολλοῖς ὁμοίως, οἳ θεασάμενοι κατά τινα τύχην δι’ ἑβδόμης ἡμέρας πυρέξαντα τὸ δεύτερόν τε καὶ τρίτον ἀπὸ τῆς ἀρχῆς ὑπέλαβον ἑβδόμῃ εἶναί τινα περίοδον. ἐνδέχεται γάρ ποτε τοῦτο καὶ κατὰ συντυχίαν ἁπαντῆσαι,

239
καὶ μέντοι καὶ κατὰ τὸ τῆς διαίτης ὁμοειδές. ὅσοις γὰρ τῶν νοσούντων οὐκ ἀκριβῶς ἡ νοσώδης ἐπαύσατο διάθεσις, ἀλλ’ ἔμεινεν αὐτοῖς τι σπέρμα, τούτοις ἀμελέστερον διαιτηθεῖσι συμβαίνει πολλάκις μὲν ἕκτῃ μετὰ τὴν πρώτην ἡμέραν πυρέξαι, πολλάκις δ’ ἑβδόμῃ, πολλάκις δ’ ὀγδόῃ, πολλάκις δ’ ἄλλῃ τινὶ καὶ τοῦ πυρετοῦ παυσαμένου, δόξασιν ἀκριβῶς ἀπηλλάχθαι, πάντα ὁμοίως διαιτηθεῖσιν, ἐπὶ τῷ καταλειφθέντι τῆς νόσου σπέρματι δι’ ἴσων ἡμερῶν εἰς τὴν αὐτὴν ἀφικομένων διάθεσιν, ὡσαύτως πυρέξαι. καὶ δυνατὸν γίγνεσθαι τοῦτο πολλάκις, ὅταν ἴσον μὲν ᾖ τὸ καταλειπόμενον τῆς διαθέσεως, ὁμοίως δὲ καὶ οἱ κάμνοντες διαιτῶνται. τοῦτ’ οὖν ὄντως περίοδός ἐστι νοσώδης, ὅταν ἀκριβῶς διαιτηθέντων αὐτῶν κατὰ τὴν αὐτὴν ἀφικνῆται προθεσμίαν ὁ πυρετὸς, ὥσπερ ἐπὶ τοῦ τεταρταίου φαίνεται γιγνόμενος.

Τριταῖος ἀκριβὴς ταχυκρίσιμος καὶ οὐ θανατώδης.
240

Εἴρηται μικρῷ πρόσθεν ὡς τύπῳ φάναι, τὸν ὀλιγοχρόνιον ἔχοντα παροξυσμὸν ἀκριβῆ τριταῖον εἶναι. τὰ δ’ ὡς τὸ πολὺ τούτῳ συνυπάρχοντα πάντα εἴρηται κατά τε τὰ περὶ διαφορᾶς πυρετῶν καὶ τὰ περὶ κρίσεως ὑπομνήματα.

Ὁ δέ γε πεμπταῖος πάντων κάκιστος καὶ γὰρ πρὸ φθίσιος καὶ ἤδη φθίνουσιν ἐπιγενόμενος κτείνει.

Οἱ φθίνοντες ἑκτικὸν πυρέττουσι πυρετὸν οὐδέποτε παυόμενον, οὗ τὴν φύσιν ἅπασαν, ὥσπερ καὶ τῶν ἄλλων, ἔμαθες ἐν τοῖς περὶ διαφορᾶς πυρετῶν. ἤδη δέ τισιν, αὐτῷ ἐπιπεπλεγμένον τινὰ τῶν περιοδικῶν, ἤτοι τῶν διὰ τρίτης ἢ καὶ τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων, ὡς δ’ Ἱπποκράτης φησὶ, καὶ τὸν διὰ πέμπτης, ὑπὲρ οὗ καὶ αὐτοῦ

241
νόμιζέ σοι τὰ αὐτὰ λελέχθαι πρὸς ἡμῶν, ἃ καὶ περὶ τῶν ἑβδομαίων τε καὶ ἐναταίων ὀλίγον ἔμπροσθεν ἤκουσας.

Εἰσὶ δὲ πρόποι καὶ καταστάσιες καὶ παροξυσμοὶ τουτέων ἑκάστου τῶν πυρετῶν, ὁμοίως ξυνεχέων καὶ διαλειπόντων. αὐτίκα γὰρ ξυνεχής ἐστιν οἷσιν ἀρχόμενος ἀνθεῖ καὶ ἀκμάζει μάλιστα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον. περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἀπολεπτύνεται. ἔστι δ’ οἷσιν ἄρχεται μαλακῶς καὶ ὑποβρύχιος, ἐπαναδιδοῖ δὲ καὶ παροξύνεται καθ’ ἡμέρην ἑκάστην, περὶ δὲ κρίσιν καὶ ἅμα κρίσει ἅλις ἐξέλαμψεν. ἔστι δ’ οἷσιν ἀρχόμενος πρηέως ἐπιδιδοῖ καὶ παροξύνεται καὶ μέχρι τινὸς ἀκμάσας, πάλιν ὑφίησι μέχρι κρίσεως καὶ περὶ κρίσιν. ξυμπίπτει δὲ ταῦτα καὶ γίνεται ἐπὶ παντὸς πυρετοῦ καὶ ἐπὶ παντὸς νοσήματος.
242

Τρόπους πυρετῶν ἐνίοτε μὲν τὰ ἔθη καλοῦσιν, ἐνίοτε δὲ τὰς διαφορὰς καὶ τὰς οὐσίας. τὰ εἴδη δὲ νῦν αὐτῶν δῆλόν ἐστιν ἑκάστου τῶν προειρημένων πυρετῶν γράψαι. τὸ γοῦν συνεχῆ φησιν ἄρχεσθαι μὲν ἐνίοις σφοδρότατον, κατὰ βραχὺ δὲ ἀπολεπτύνεσθαι μέχρι κρίσεως, ἐνίοτε δὲ μετρίως ἀρξάμενον αὐξάνεσθαι κατὰ βραχὺ μέχρι κρίσεως, ἐν ᾗ φησιν ἐκλάμπειν αὐτόν. οὗτοι μὲν οὖν ἐναντία ἀλλήλοις ἔχουσι τὴν κρίσιν. ἄλλον δὲ τρόπον ἐπ’ αὐτοῖς τρίτον εἶναι φησι σύνθετον ἐξ ἀμφοῖν, ὅταν ἄρχεται μὲν πρᾴως, αὐξηθεὶς δὲ κατὰ βραχὺ καὶ τὸ τέλεον ἀπολαβὼν μέγεθος ὑφίησιν ἄχρι λύσεως παντελοῦς. τούτους τοὺς τρεῖς τρόπους οἴονταί τινες αὐτὸν λέγειν ἐπὶ τῶν συνεχῶν πυρετῶν, οὐκ ἀκούοντες ὧν ἐπὶ τῷ τέλει τῆς ῥήσεως ἔγραψε. συμπίπτει δὲ ταῦτα γίνεσθαι ἐπὶ παντὸς πυρετοῦ καὶ νοσήματος, ὥστ’ οὐκέτι τῶν συνεχῶν μόνον, ἀλλὰ καὶ πάντων τῶν ἄλλων πυρετῶν, ὅσοι τε συνεχεῖς καὶ πολυχρόνιοι, καὶ μέντοι καὶ παντὸς ἄλλου νοσήματος, ὀξέος δὲ δηλονότι

243
καὶ χρονίου, τοὺς αὐτοὺς τρόπους φησὶ γίνεσθαι τρεῖς, καὶ τὰ συμπτώματα δὲ κατὰ τὸν αὐτὸν λόγον κρίνεται τὰ πάντα. φέρε γὰρ ἐπ’ ἀλγήματος ἡμᾶς σκοπεῖσθαι τοῦτο, πολλάκις μὲν εἰσβάλλον σφοδρότατον, ἀπομαραίνεται κατὰ βραχὺ μέχρι παντελοῦς λύσεως, ἐνίοτε δ’ ἀρξάμενον πρᾷον, ἐπὶ τὸ σφοδρότατον αὐξηθὲν κατὰ βραχὺ ταχεῖαν ἔχει τὴν λύσιν. αὖθις δέ ποτε μετὰ τὴν τελείαν ἀκμὴν ἀνάλογον τῆς αὐξήσεως ἐν ἴσῳ χρόνῳ τὴν παρακμὴν ἔλαβεν.

Δεῖ δὲ τὰ διαιτήματα σκοπεύμενον ἐκ τούτων προσφέρειν.

Προγνωστικὸν εἶναι δὲ βούλεται τῆς κινήσεως τῶν νοσημάτων, ὅπως ἁρμόττουσαν αὐτοῖς τὴν δίαιταν προσφέρῃς. δεῖ γὰρ ὡς πρὸς τὴν ἐσομένην αὐτοῖς ἀκμὴν τοῦ νοσήματος ἀποβλέποντας ἡμᾶς τὴν δίαιταν ποιεῖσθαι, κατὰ

244
δὲ τὸ περὶ διαίτης ὀξέων καὶ τοὺς ἀφορισμοὺς, ὅπως χρὴ προγινώσκειν τοὺς προειρημένους τρόπους τῶν νοσημάτων, ἔκ τε τῶν εἰς τὸ προγνωστικὸν ὑπομνημάτων καὶ ἐκ τῶν περὶ κρίσεων μαθήσῃ διὰ κεφαλαίων αὐτὰ κατὰ τοῦτο τὸ βιβλίον ἔγραψα, διὰ τῆς πρώτης ἐν τῷδε τῷ ὑπομνήματι γεγραμμένης ῥήσεως.

Πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα σημεῖα τούτοις ἐστὶν ἠδελφισμένα, περὶ ὧν τὰ μέν που γέγραπται, τὰ δὲ γεγράψεται, πρὸς ὃ διαλογιζόμενον δοκιμάζειν καὶ σκοπεῖσθαι τίνι τουτέων ὀξὺ καὶ θανατῶδες ἢ περιεστηκὸς καὶ τίνι προσαρτέον ἢ οὒ, καὶ πότε καὶ πόσον καὶ τίνι τὸ προσφερόμενον ἔσται.

Καίτοι πολλὰ προειρηκὼς, ἀφ’ ὧν χρὴ τὰς προγνώσεις ποιεῖσθαι, ὅμως φησὶν εἶναι καὶ ἄλλα, τὰ μὲν ἤδη γεγραμμένα κατὰ τὸ προγνωστικὸν δηλονότι, τὰ δὲ καὶ γραφησόμενα.

245
Τὰ δὲ παροξυνόμενα ἐν ἀρτίῃσι κρίνεται ἐν ἀρτίῃσι. ὧν δ’ οἱ παροξυσμοὶ ἐν περιττῇσι, κρίνονται ἐν περιττῇσιν.

Εἴρηται πολλάκις ἡμῖν ἐν τοῖς παροξυσμοῖς γίνεσθαι τὰς κρίσεις, διά τε τὸ κινεῖσθαι σφοδρῶς ἐν αὐτοῖς τοὺς χυμοὺς καὶ ὥσπερ ζέοντας ἐκρήγνυσθαι δι’ αἱμοῤῥαγίας ἢ δι’ ἱδρώτων ἢ ἐμέτων ἢ διαχωρημάτων ἢ αἱμοῤῥοΐδων ἢ καταμηνίων ταῖς γυναιξί. διά τε τὸ κατ’ αὐτὸν τὸν καιρὸν τὴν φύσιν ἐπείγεσθαι πρὸς τὴν ἔκκρισιν αὐτῶν, ἅμα μὲν ὅτι βαρυνομένη καὶ κακοπαθοῦσα παροξύνεται πρὸς τὴν ἔκκρισιν, ἅμα δὲ ὅτι κεχυμένων μᾶλλον αὐτῶν ἥ τε διάκρισις ἑτοιμοτέρα τῶν μοχθηρῶν ἥ τε κρίσις γίγνεται ῥᾷον.

Ἔστι δ’ ἡ πρώτη κρίσιμος τῶν περιόδων ἐν ταῖς ἀρτίῃσι
246
κρινόντων δ΄. ς΄. η΄. ι΄. ιδ΄. κη΄. λ΄. μη΄. ξ΄. π΄ καὶ ρ΄. ἐκ τῶν δὲ ἐν τῇσι περιττῇσι κρινόντων περιόδων πρώτη γ΄. ε΄. ζ΄. θ΄. ια΄. ιζ΄· κα΄. κζ΄ καὶ λα΄.

Οὐ κυρίως μοι δοκεῖ χρῆσθαι νῦν τῇ προγηγορίᾳ τῆς περιόδου. τὰς γὰρ ἡμέρας αὐτὰς ἐν αἷς αἱ κρίσεις γίνονται πάσας ἐφεξῆς ἔγραψεν, ἔν τε τῷ προγνωστικῷ τὰς κατὰ τετράδα γινομένας περιόδους ἀκριβῶς διῆλθεν, ὥστε ταῦτ’ ἔοικεν ἐπιζητεῖν τὴν θεωρίαν τῶν κρισίμων ἡμερῶν. πρώτην μὲν οὖν φησὶ κρίσιμον ἡμέραν εἶναι τῶν ἀρτίων τὴν τετάρτην, ἐφεξῆς δ’ αὐτῇ τὴν ς΄. εἶτα τοῖς πλείστοις μὲν τῶν ἀντιγράφων τῆ η΄ καὶ ι΄ γέγραπται. κατά τινα δὲ τῇ ιδ΄ μετὰ τὴν ς΄. κ΄. καὶ μετὰ ταύτην ἐν τισὶ μὲν δ΄ καὶ κ΄. ἐν τισὶ δ΄ αὐτῶν γέγραπται δ΄. καὶ λ΄. καὶ μετὰ ταύτην μ΄. μεθ’ ἢν ἡ ξ΄ καὶ π΄ καὶ ἑκατοστή. τῶν δ’ ἐν ταῖς περιτταῖς κρινομένων

247
νοσημάτων πρώτην φησὶν εἶναι περίοδον. ἄμεινον δ’ ἦν, ὡς ἔφαμεν, εἰπεῖν οὐ περὶ ἀρχῆς τρίτην, εἶτα πέμπτην, εἶθ’ ἑβδόμην, εἶτα ἐνάτην, εἶτα ἑνδεκάτην, εἶτα ἑπτακαιδεκάτην, εἶτα πρώτην καὶ εἰκοστὴν καὶ μετὰ ταύτην ζ΄ καὶ κ΄. ἐφ’ ᾗ α΄ καὶ λ΄. ἐδείχθησαν δὲ ἡμῖν ἐν τῇ περὶ τῶν κρισίμων ἡμερῶν πραγματείᾳ πασῶν τῶν κρινουσῶν ἰσχυρόταται μὲν αἱ κατὰ τὴν τετραδικήν τε καὶ ἑβδοματικὴν περίοδον γινόμεναι, μετριώτεραι δ’ αὐτῶν αἱ παρεμπίπτουσαι, περὶ ὧν τῆς εὐλόγου γενέσεως ἕνεκεν εἴπωμεν. αἱ μὲν οὖν περιτταὶ πᾶσαι καλῶς εἴρηνται· τῶν δ’ ἀρτίων οὐκ ὀρθῶς εἰρήκασιν κη΄ καὶ ι΄. οὐδαμῶς γάρ εἰσιν αὗται κρίσιμοι.

Εἰδέναι δὲ χρὴ ὅτι, ἢν ἄλλως κριθῇ, ἔξω τῶν προγεγραμμένων, ἐσομένας ὑποστροφὰς σημαίνοιτο καὶ γένοιτο ἂν ὀλέθρια.
248

Ὅτι μὴ καλῶς καὶ βεβαίως κρίνουσιν αἱ εἰρημέναι νῦν ἡμέραι καὶ τὰ κριθέντα δὲ νοσήματα πάντως μέν ἐστι βέβαια. γένοιτο δ’ ἄν ποτε καὶ ὀλέθρια, δέδεικται δι’ ἐκείνων τῶν ὑπομνημάτων.

Δεῖ δὲ προσέχειν τὸν νοῦν καὶ εἰδέναι ἐν τοῖσι χρόνοισι τούτοισι κρίσιας ἐσομένας ἐπὶ σωτηρίην ἢ ὄλεθρον ἢ ῥοπὰς ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον.

Ἐν ταύτῃ τῇ ῥήσει τὸ σημαινόμενον ἐκ τοῦ τῆς κρίσεως ὀνόματος ἐδίδαξεν, ὃ διὰ συντόμων ἄν τις εἴπῃ ὀξύῤῥοπον εἶναι μεταβολὴν νοσήματος. ὅτι δὲ τετραχῶς ἡ μεταβολὴ γίνεται σαφῶς αὐτὸς εἶπεν. ἐπὶ γὰρ σωτηρίαν ἢ ὄλεθρον ἢ ῥοπὴν ἐπὶ τὸ ἄμεινον ἢ χεῖρον, ἀξιόλογον δηλονότι. παρέλιπε δ’ αὐτὸς εἰπεῖν τὸ ἀξιόλογον, ὡς ἐν τῷ κοινῷ σημαινομένῳ τοῦ τῆς κρίσεως ὀνόματος περιεχόμενον.

249
Πλανῆτες δὲ πυρετοὶ καὶ τεταρταῖοι καὶ πεμπταῖοι καὶ ἑβδομαῖοι καὶ ἐναταῖοι, ἐν ᾗσι περιόδοισι κρίνονται σκεπτέον.

Οὐδὲ περὶ τούτων ἐπιζητεῖ κατὰ προγνωστικόν. καὶ γὰρ οἱ πλανῆτες τοὺς κατὰ μέρος παροξυσμοὺς ἀτάκτους ἔχουσιν, ἀλλὰ διά τε τῶν κατὰ τὰς κρισίμους ἡμέρας φαινομένων σημείων ἡ κρίσις αὐτῶν προγινώσκεται . περὶ δὲ τῶν εἰς ἀπυρεξίαν ληγόντων περιόδων, οἷαίπερ αἱ τῶν τριταίων εἰσὶ καὶ τῶν τεταρταίων, ἐδείχθη τοῖς πολλοῖς τῶν ἰατρῶν θεώρημα ἀγνοούμενον, οὗ διὰ παντὸς ἐπειράθημεν ἐπὶ τῶν ἀῤῥώστων. οὐ γὰρ ταῖς ἀπὸ τῆς ἀρχῆς ἡμέραις προσέχειν χρὴ τὸν νοῦν, οὐδὲ ταύτας ἀριθμεῖν ἁπλῶς ἐφεξῆς, ἀλλὰ τοὺς παροξυσμοὺς, ὥσπερ ἐπὶ τριταίου ἀκριβοῦς αὐτὸς εἶπε κατὰ τοὺς ἀφορισμούς· τριταῖος ἀκριβὴς ἐν ἑπτὰ περιόδοισι κρίνεται τὸ μακρότατον. ὡς γὰρ οὗτος

250
ἐν ἑπτὰ περιόδοις κρίνεται, κατὰ τὸν αὐτὸν λόγον ἄλλος μὲν ἐν ἐννέα περιόδοις, ἄλλος δ’ ἐν ἕνδεκα καὶ οὕτως ἐφεξῆς κατὰ τὸν ἀριθμὸν τῶν κρινουσῶν ἡμερῶν. καὶ περὶ τῶν τεταρταίων ὁ αὐτὸς λόγος. ἐν γοῦν τῷ προγνωστικῷ φησί· γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου. ἐμοῦ δὲ καὶ ταύτην τὴν θεωρίαν προειπόντος ἐπ’ Εὐδήμου τοῦ φιλοσόφου, τρεῖς τεταρταίους ἔχοντος, ἕνα μὲν ἐξ αὐτῶν πρῶτον παύεσθαι τὸν ἐν ταῖσδε ταῖς ἡμέραις παροξυνόμενον καὶ μετὰ τοσάσδε περιόδους. ἐπεὶ δ’ οὗτος ἐπαύσατο, δεύτερον ἄλλον ἐν τῇδε τῇ ἡμέρᾳ, κᾄπειτα καὶ τὸν τρίτον ὁμοίως προειπόντος, ἐκ μαντικῆς ἔφασαν λέγεσθαι ταῦτα καὶ οὐκ ἐξ ἰατρικῆς θεωρίας, καίτοι τοὺς μάντεις οὐδέποτ’ ἀληθῶς ὁρῶντας ἐπ’ ἀῥῥώστου προειπόντας ἐν Ῥώμῃ. τῶν γὰρ ἐν ταῖς ἄλλαις πόλεσιν οὐ πεπείραμαι, σὺν θεῷ δ’ εἰπεῖν, ἡμεῖς οὐδέποτε ἀπετύχομεν ἐν οὐδεμιᾷ προῤῥήσει. καὶ σὺ τοίνυν, ἐὰν ἀσκήσῃς σαυτὸν ἐν τοῖς εἰρημένοις περὶ κρίσεως, Ἱπποκράτους τε καὶ τῆς τέχνης ἄξιος ἔσῃ. ταῦτα μὲν εἰρήσθω μοι κατὰ τὸ πάρεργον, ἐπὶ δὲ τὴν προκειμένην
251
ἐξήγησιν αὖθις ἴωμεν. ὥσπερ γὰρ ἅπαντα τὸν περὶ τῶν κρισίμων ἡμερῶν λόγον ἀκριβῶς διωρίσατο κατὰ τὸ προγνωστικὸν, οὕτω καὶ τὸν τῶν περιόδων. οὐδαμόθεν γοῦν ἐμνημόνευσε πεμπταίας ἢ ἑβδομαίας ἢ ἐναταίας οὐ μόνον κατὰ τὸ προγνωστικόν τι εἰπὼν, ἀλλ’ οὐδὲ κατὰ τοὺς ἀφορισμοὺς, καίτοι κατὰ τὸ προγνωστικὸν εἰπών· γίνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις ἐκ τούτου τοῦ κόσμου. κατὰ δὲ τοὺς ἀφορισμοὺς τριταῖον ἀκριβῆ κρίνεσθαι περιόδοις ἐν ἑπτὰ, δυνατὸν ἦν αὐτῷ καὶ περὶ πεμπταίου καὶ ἑβδομαίου καὶ ἐναταίου τὴν αὐτὴν ἀπόφασιν ποιήσασθαι, τὴν λέξιν ὡδί πως γράψαντι· γίγνεται δὲ καὶ τῶν τεταρταίων ἡ κατάστασις κατὰ τὸν αὐτὸν τρόπον καὶ πεμπταίων καὶ ἑβδομαίων καὶ ἐναταίων ἐκ τουτέου κόσμου.

Πρὸ τῆς τῶν κατὰ μέρος ἀῤῥώστων ἐξηγήσεως ἄμεινον εἶναί μοι δοκεῖ σαφηνείας τε καὶ συντομίας ἕνεκα κοινόν τινα περὶ πάντων αὐτῶν λόγον εἰπεῖν. ἐδείχθη μοι καὶ κατ’ ἄλλας μὲν πραγματείας, ἀλλὰ κἀν τῇ τῆς θεραπευτικῆς μεθόδου ὡς διττὴ ἡ τῶν ζητουμένων εὕρεσίς ἐστι,

252
μία μὲν ἡ διὰ τοῦ λόγου πρὸς τὴν γνῶσιν ἀφικουμένη τοῦ καθόλου τε καὶ κοινοῦ παντὸς τῶν κατὰ μέρος εἴδους, ἄλλη δὲ διὰ τῶν κατὰ μέρος ἐπὶ τὸ κοινόν τε καὶ καθόλου παραγινομένη. καὶ τὰ μὲν συμπληροῦντα εἶναι καθόλου, τὰς δὲ πράξεις τῶν τεχνιτῶν ἐπὶ τῶν ἀτόμων εἰδῶν γίγνεσθαι. δεῖσθαι δὲ τῆς ἐπ’ αὐτῶν γυμνασίας καὶ καθόλου πρότερον εὑρόντα καὶ μέντοι καὶ πρὸς βεβαίωσιν αὐτῶν τῶν ηὑρημένων καθόλου χρήσιμα γίγνεσθαι τὰ κατὰ μέρος. ἔστι δὲ καὶ πρὸς τὴν τῶν μανθανόντων γνῶσιν οἷον παραδείγματα ταῦτα τῶν ἐπιτεταγμένων αὐτοῖς καθόλου θεωρημάτων. διὰ τοῦτο κᾀγὼ κατὰ τὰς πραγματείας, ἃς ἐποιησάμην, οὐ τὰ καθόλου μόνον, ἀλλὰ καὶ τὰ κατὰ μέρος διῆλθον ἐκ τῶν Ἱπποκράτους βιβλίων καὶ μάλιστα τῶν ἐπιδημίων παραγράψας ῥήσεις, ἐν αἷς διηγήσατο ἅπαντα ἀπ’ ἀρχῆς μέχρι τέλους τὰ συμβαίνοντα τοῖς ἀῤῥώστοις. ἐν μὲν οὖν ταῖς δυσπνοίαις ἅπαντας τοὺς δυσπνοήσαντας ἐν ταῖς τῶν ἐπιδημιῶν συγγραφαῖς διῆλθον, ἐν δὲ τοῖς τῶν κρισίμων ἡμερῶν τοὺς κριθέντας, ἐπί τε τῶν ἄλλων ὡσαύτως. ὅθεν
253
οὐδ’ ἐξηγήσεως ἦν περιττοτέρας χρεία τοῖς βουλομένοις ἐπὶ τὰ τῆς τέχνης ἔργα σπεύδειν. ἀλλ’ ἐπειδὴ παρέγκεινταί τινες ἀσαφεῖς λέξεις, δι’ ἐκείνας ἔδοξεν ἄμεινον εἶναι καὶ τὰ τοιαῦτα ὑπομνήματα ποιήσασθαι δῆλα. εἰ μὲν οὖν ἁπάντων τῶν συμπτωμάτων ὅσα γεγονέναι φησὶν ἑκάστῳ τῶν νοσημάτων εἴτ’ οὖν τὴν ὅλην φύσιν ἢ τὰς αἰτίας τῆς γενέσεως εἴποιμι, τὰς γενομένας μοι πραγματείας ἐνταῦθα μεταφέρειν ἀναγκασθήσομαι πάσας, κινδυνεύσω τε καθ’ ἕκαστον ἄῤῥωστον ἓν γράψαι βιβλίον· εἰ δὲ τῶν ἐν τῷ προγνωστικῷ γεγραμμένων ἐν τῷ καθόλου τὰ παραδείγματα μόνα νῦν ἐπισημαινοίμην, ἀναπέμπων τὸ σύμπαν τῆς διδασκαλίας εἰς τὰς γεγραμμένας μοι πραγματείας, ἐλπίζω σύντομον ἔσεσθαι τὸν λόγον.

Φιλίσκος ᾤκει παρὰ τὸ τεῖχος καὶ κατεκλίθη. ἐν τῇ πρώτῃ πυρετὸς ὀξὺς, ἵδρωσεν ἐς νύκτα ἐπιπόνως. δευτέρῃ πάντα παρωξύνθη. ὀψὲ δ’ ἀπὸ κλυσματίου καλῶς διῆλθε, νύκτα δι’ ἡσυχίης. τρίτῃ πρωῒ καὶ μέχρι
254
μέσου ἡμέρης ἔδοξε γενέσθαι ἀπύρετος. πρὸς δείλην δὲ πυρετὸς ὀξὺς μεθ’ ἱδρῶτος, διψώδης, γλῶσσα δὴ ἐπεξηραίνετο, μέλαν οὔρησε, νύκτα δύσφορος, οὐκ ἐκοιμήθη, πάντα παρέκρουσε. τετάρτῃ πάντα παρωξύνθη, οὖρα μέλανα, νύκτα εὐφορωτέρην, οὖρα εὐχρούστερα. πέμπτῃ περὶ μέσον ἡμέρης, μικρὸν ἀπὸ ῥινῶν ἔσταξεν, ἄκρητον. οὖρα δὲ ποικίλα ἔχοντα ἐναιωρήματα στρογγύλα, γονοειδέα, διεσπαρμένα, οὐχ ἵδρυτο. προσθεμένῳ δὲ βάλανον, φυσώδεα σμικρὰ διῆλθε, νύκτα ἐπιπόνως, ὕπνοι σμικροὶ, λόγοι, λῆρος, ἄκρεα πάντοθεν ψυχρὰ καὶ οὐκέτ’ ἀναθερμαινόμενα, οὔρησε δὲ μέλανα, ἐκοιμήθη σμικρὰ, πρὸς ἡμέρην ἄφωνος, ἵδρωσε ψυχρὰ, ἄκρεα πελιδνὰ, περὶ δὲ μέσον ἡμέρης ἑκταῖος ἀπέθανεν. τουτέῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν καὶ μέγα. σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν.
255

Ἐπὶ τούτου τοῦ ἀῤῥώστου κατὰ τὴν τρίτην ἡμέραν ὁ μέλλων ἔσεσθαι θάνατος ἦν φανερὸς ἤδη τῷ μεμνημένῳ τῶν καθόλου θεωρημάτων. ἐν γὰρ τῇ πρώτῃ τῶν ἡμερῶν ὀξέος πυρετοῦ γενομένου καὶ μετὰ τοῦτο ἱδρῶτος ἐπιφανέντος οὐκ ἔλυσε τὸν πυρετὸν, ἀλλὰ καὶ τὴν νύκτα χαλεπὴν ἤνεγκεν. ἡ δευτέρα πάλιν ἅπαντα παρώξυνεν, εἶθ’ ἡ τρίτη μελάνων οὔρων ἔσχεν ἔκκρισιν. ἦν μὲν οὖν καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν γενόμενον εὐθέως μοχθηρόν. τὰ γὰρ κρίσιμα μὴ κρίνοντα, τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα, θανατώδη μὲν, ἄν τι τῶν ἐπ’ αὐτοῖς θανατωδῶν γένηται συμπτωμάτων ἢ σημείων, δύσκριτα δὲ, ἐὰν ἄνευ τούτων διαμένῃ τὰ σημεῖα τῆς τῶν χυμῶν ἀπεψίας. ἀλλ’ ἐπί γε τοῦ Φιλίσκου θανατῶδες ἐγένετο σημεῖον, ἐπὶ, τῷ μὴ λύσαντι τὸν πυρετὸν ἱδρῶτι, κατὰ τὴν τρίτην ἡμέραν, τὰ μέλανα τῶν οὔρων, μετὰ τοῦ καὶ διψώδη γενέσθαι καὶ τὴν γλῶσσαν ἐπιξηρανθῆναι καὶ δυσφορῆσαι δι’ ὅλης νυκτὸς, ἀγρυπνῆσαί τε καὶ παρακροῦσαι. καὶ τούτων οὕτως γενομένων ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν πάντα τε παροξυνθῆναί

256
φησι καὶ οὖρα πάλιν γενέσθαι μέλανα. μέμνησο τοιγαροῦν ὅτι τῆς τετάρτης ὁμοίως τῇ τρίτῃ χαλεπὰ συμπτώματα καὶ σημεῖα ἐχούσης ἐν ὀξεῖ νοσήματι τὴν κρίσιν ἐχρῆν ἐσομένην προσδοκᾷν διὰ ταχέων, εἰ μὲν ἐν ἀρτίαις παρωξύνετο, μᾶλλον ἐν ταῖς ἀρτίαις, εἰ δ’ ἐν ταῖς περιτταῖς, ἐν ἐκείναις. ἔνθα δ’ ἡ κρίσις, ἐνταῦθα δηλονότι καὶ ὁ θάνατος, ἐπί γε τῶν ὀλεθρίων νοσημάτων. καὶ τοίνυν ἀπέθανεν ἑκταῖος ὁ Φιλίσκος, διότι καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας ἦσαν αὐτῷ. τοῦτο γὰρ αὐτὸς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ τὸ τέλος τῆς ὅλης ἐξηγήσεως γράψας ὡδί· τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένῳ ἀραιὸν, μέγα, σπλὴν ἐπήρθη περιφερεῖ κυρτώματι, ἱδρῶτες ψυχροὶ διὰ τέλεος, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσιν. ἄλλος δ’ ἄν τις ἄῤῥωστος ἴσος ἐπὶ τοῖς αὐτοῖς συμπτώμασί τε καὶ σημείοις οὐ κατὰ τὴν ἕκτην, ἀλλὰ κατὰ τὴν ὀγδόην ἡμέραν ἀπέθανε τῆς τε δυνάμεως ἰσχυροτέρας οὔσης ἢ ὡς ἔτυχεν ὁ Φιλίσκος ἔχειν, τῶν τε συμπτωμάτων καὶ τῶν σημείων ἧττον ὀλεθρίων. ἐπὶ γὰρ
257
τούτῳ κατά τε τὴν τρίτην ἡμερῶν καὶ τὴν τετάρτην οὖρα μέλανα γενόμενα σαφῶς ἐδήλωσε τὸ μέγεθος τῆς κακοηθείας τοῦ νοσήματος, ἱδρῶτές τε ψυχροὶ γενόμενοι καὶ ἡ τοῦ αἵματος δὲ στάξις ἐν τῇ ε΄ τῶν ἡμερῶν ἐπεκύρωσε τὸν προσδοκώμενον ὄλεθρον σύντομον. ἔτι δὲ μᾶλλον ὅτι προσέγραψε τῇ στάξει τὸ ἄκρητον ὧδέ πως εἰπὼν, τῇ πέμπτῃ περὶ μέσον ἡμέρας μικρὸν ἐπέσταξεν ἀπὸ ῥινῶν ἄκρητον. ὅταν μὲν οὖν ἤτοι διαχώρησιν ἢ ἔμετον ἄκρητον εἴποι, τὸ ἄμικτον λέγει, διαχωρούσης ἢ ἐμουμένης ἤτοι τῆς ξανθῆς ἀμίκτου χολῆς ἢ τῆς μελαίνης ἢ τῆς ἰώδους· περὶ δὲ τῆς στάξεως ἐὰν ἀκούσωμεν ἄμικτον αἷμα τὸ ἐρυθρὸν, αὕτη γὰρ ἴδιος αὐτοῦ χροιὰ, ψεῦδός τι νοήσομεν. οὐδέποτε γὰρ ἐρυθροῦ στάξις ἀπὸ ῥινῶν ὀλεθρίῳ νοσήματι πέφηνεν, ἀλλ’ ἀεὶ μέλανος· εἰκὸς οὖν ἐστὶν αὐτὸ δὴ τοῦτο τὸ μέλαν ἄκρητον εἰπεῖν, βουληθέντος αὐτοῦ τὸ πάνυ τοιοῦτον. ἐν μὲν δὴ τῇ τρίτῃ τῶν ἡμερῶν ἐφαίνετο σαφῶς ἤδη τὸ τοῦ νοσήματος ὀλέθριον, οὐ μὴν ὁπότε τεθνήξεται δῆλον ἦν. ἐν δὲ τῇ τετάρτῃ τῶν ἡμερῶν τῶν μελάνων οὔρων διαμεινάντων καὶ τῶν παροξυσμῶν ἐν ταῖς ἀρτίαις
258
γιγνομένων, εἰ μὲν τῇ ἡλικίᾳ καὶ τῇ ῥώμῃ τῶν δυνάμεων ἀντεῖχεν, εἰκὸς ἦν ἄχρι τῆς ὀγδόης ἐξαρκέσαι τὸν ἄῤῥωστον· εἰ δὲ μὴ, κατὰ τὴν πέμπτην τεθνήξεσθαι. τῆς πέμπτης δ’ ἐπὶ τοῖς εἰρημένοις αἵματός τε στάξιν ἀκράτου ἐχούσης καὶ δηλονότι τοὺς ψυχροὺς ἱδρῶτας, οὓς διὰ παντὸς τοῦ νοσήματος ἔφη γενέσθαι, προσεδόκησεν ἄν τις εὐλόγως μὴ δυνηθήσεσθαι τὸν κατὰ τὴν ἕκτην ἡμέραν ἐσόμενον παροξυσμὸν ὑπομεῖναι τὸν κάμνοντα. ταῦτά τε οὖν ἀκόλουθα φαίνεται τοῖς καθόλου περὶ κρισίμων ἡμερῶν καὶ οὔρων καὶ ἱδρώτων εἰρημένοις, ἐπί τε τῶν κρισίμων συγγραμμάτων καὶ πρὸς αὐτοῖς τῶν περὶ δυσπνοίας τε καὶ παραφροσύνης. εἰρηκὼς γὰρ ἐν προγνωστικῷ, πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ· εἶτα νῦν ὅτι μὲν παρεφρόνησεν ὁ Φιλίσκος εἰρηκὼς, οὐδὲν δ’ ἐν ὅλῃ τῇ διηγήσει περὶ δυσπνοίας γεγραφὼς, εἰκότως ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσέθηκεν, τούτῳ τὸ πνεῦμα διὰ τέλεος ὥσπερ ἀνακαλουμένου, ἀραιὸν,
259
μέγα. πρόδηλον δ’ ὅτι ταὐτὸν ἐστιν ἀραιόν τε φάναι καὶ διὰ πολλοῦ χρόνου. τὸ δ’ ὥσπερ ἀνακαλουμένῳ οἷον ἀναμιμνησκομένῳ σημαίνει. δέδεικται γὰρ ἐν τοῖς περὶ δυσπνοίας ἀραιὸν καὶ μέγα γίνεσθαι τὸ πνεῦμα διὰ τὴν βλάβην τῆς διανοίας, ὥσπερ ἐπιλανθανομένου τῶν ἐνεργιῶν τοῦ κάμνοντος, ὡς μήθ’ ὅτε καταπαῦσαι προσῆκεν αὐταῖς ἐπίστασθαι μήθ’ ὅτε ἄρξασθαι.

Σιληνὸς ᾤκει ἐπὶ τοῦ Πλαταμῶνος πλησίον τῶν Εὐαλκίδεος, ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πῦρ ἔλαβεν. ἤρξατο δὲ πονέειν καὶ ὀσφὺν καὶ κεφαλὴν εἶχε βάρος καὶ τραχήλου ἦν ξύντασις. ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ διῆλθεν, οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα, διψώδης γλῶσσα ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη. δευτέρῃ πυρετὸς ὀξὺς, διαχωρήματα πλείω, λεπτότερα, ἔπαφρα,
260
οὖρα μέλανα, νύκτα δυσφόρως, μικρὰ παρέκρουσε. τρίτῃ πάντα παρωξύνθη, ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων παραμήκης, πρὸς ὀμφαλὸν ὑπολάπαρος, διαχωρήματα λεπτὰ, ὑπομέλανα, οὖρα θολερὰ, μέλανα, νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοὶ, γέλως, ᾠδὴ, κατέχειν οὐκ ἠδύνατο. τετάρτῃ διὰ τῶν αὐτῶν. πέμπτῃ διαχωρήματα ἄκρητα, χολώδεα, λεῖα, λίαν λιπαρὰ, οὖρα λεπτὰ, διαφανέα, μικρὰ, κατενόει. ἕκτῃ περὶ κεφαλὴν μικρὰ ἐφίδρωσεν, ἄκρεα ψυχρὰ, πελιδνὰ, πολὺς βληστρισμὸς, ἀπὸ κοιλίης οὐδὲν διῆλθεν, οὖρα ἐπέστη, πυρετὸς ὀξὺς, ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτι ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. ὀγδόῃ ἵδρωσε διόλου ψυχρὸν, ἐξανθήματα μεθ’ ἱδρῶτος ἐρυθρὰ, στρογγύλα, σμικρὰ, οἷον ἴονθοι παρέμενον, οὐκ ἀφίσταντο. ἀπὸ δὲ κοιλίας ἐρεθισμῷ σμικρῷ, κόπρανα λεπτὰ, οἷα ἄπεπτα. πολλὰ διῄει μετὰ πόνου, οὔρει μετ’ ὀδύνης δακνώδεα, ἄκρεα σμικρὰ ἀνεθερμαίνετο. ὕπνοι
261
λεπτοὶ, κωματώδεες, ἄφωνος, οὖρα λεπτὰ, διαφανέα. ἐνάτῃ διὰ τῶν αὐτῶν, δεκάτῃ ποτὰ οὐκ ἐδέχετο, κωματώδης, οἱ δ’ ὕπνοι λεπτοὶ, ἀπὸ δὲ κοιλίης ὅμοια, οὔρησεν ἀθρόον ὑπόπαχυ κείμενον, ὑπόστασις κριμνώδης λευκὴ, ἄκρεα πάλιν ψυχρά. ἑνδεκάτῃ ἀπέθανεν. ἐξ ἀρχῆς τουτέῳ καὶ διὰ τέλεος πνεῦμα μέγα, ἀραιὸν, ὑποχονδρίου παλμὸς συνεχὴς, ἡλικίη ὡς περὶ ἔτεα εἴκοσι.

Ἐπὶ τούτου προσέθηκε τὴν ἡλικίαν μὴ προσθεὶς ἐπὶ τοῦ πρώτου. ἐκεῖνος μὲν γὰρ εὐλόγως ἑκταῖος ἀπέθανεν ἐν ὀξεῖ νοσήματι κατὰ τὸ συνεχὲς, ὀλέθρια ἔχων ἀπὸ τῆς ἀρχῆς τά τε σημεῖα καὶ τὰ συμπτώματα. οὗτος δὲ παραπλησίως ἐκείνῳ διακείμενος ἀπ’ ἀρχῆς, ὅμως εἰς τὴν ια΄ ἡμέραν προῆλθε διὰ ῥώμην δυνάμεως, ἣν εἰκὸς, μὲν ἦν καὶ ἄλλως ὑπάρχειν αὐτῷ, καὶ διὰ τοῦ προσθεῖναι δὲ τὴν ἡλικίαν ἐνεδείξατο, μὴ προσθεὶς ἐπὶ τοῦ Φιλίσκου, ἐξ αὐτοῦ τοῦ μὴ προσθεῖναι δηλώσας ὅτι πλειόνων ἐτῶν ἦν,

262
ὥστε τὴν μὲν δύναμιν μὴ ἰσχυρὰν εἶναι. ἕτερος δ’ ἂν ἄῤῥωστος ἐπὶ τοῖς αὐτοῖς ἀπ’ ἀρχῆς σημείοις τε καὶ συμπτώμασιν, εἰ μὴ ἰσχυρῶς ἦν τὴν δύναμιν, ἑβδομαῖος ἀπέθανε, καὶ οὕτως γε πλησίον ἧκε τοῦ θανάτου κατ’ ἐκείνην τὴν ἡμέραν καὶ ἔγραψεν ἐπ’ αὐτοῦ· ἑβδόμῃ ἄφωνος, ἄκρεα οὐκέτ’ ἀνεθερμαίνετο, οὔρησεν οὐδέν. εὔδηλον οὖν ἐκ τούτων ὅτι πλησίον ἀφίκετο θανάτου. τῆς δυνάμεως δ’ ἰσχυρᾶς οὔσης ἴσχυσεν ἐξαρκέσαι πρὸς τὴν ἐφεξῆς ἡμέραν κρίσιμον οὖσαν ἑνδεκάτην, ἐπεί τοι κατὰ τὴν τρίτην ἢ τετάρτην ἡμέραν ἐν κακίστοις αὐτοῦ γενομένου σημείοις τε καὶ συμπτώμασιν, ἐπὶ τῆς ἑβδόμης ἐχρῆν ἀποθανεῖν, ὄντων γε τῶν παροξυσμῶν ἐν ταῖς περιτταῖς μᾶλλον, ὅπερ ἐδήλωσεν εἰπὼν, τρίτῃ παρωξύνθη πάντα, καὶ μετὰ ταῦτα πάλιν τετάρτῃ διὰ τῶν αὐτῶν. δυνηθεὶς οὖν ὑπερβῆναι, ὡς ἔφην, τὴν ζ΄ ἡμέραν διὰ ῥώμην δυνάμεως, ἐπὶ τῆς ὀγδόης ἡμέρας ἐξανθήματα μεθ’ ἱδρῶτος ἔσχεν ἐρυθρὰ, στρογγύλα, σμικρὰ, τῆς φύσεως αὐτοῦ διαμαχομένης ἐπὶ τῷ νοσήματι
263
καὶ πρὸς τὸ δέρμα τὴν περιουσίαν τῶν μοχθηρῶν χυμῶν ὠθούσης καὶ διὰ τοῦτό γε οὐκ ἐπὶ τῆς ἐνάτης ἡμέρας ἀπέθανεν, ἀλλ’ ἐπὶ τῆς ἑνδεκάτης. ὡς εἴ γε κατὰ τὴν ὀγδόην μηδὲν ἐγεγόνει τοιοῦτον, ἀκόλουθον ἦν ἀποθανεῖν αὐτὸν ἐπὶ τῆς ἐνάτης, γεγονυίας γε τῆς ἑβδόμης οἵαν εἶπεν. ἐπεὶ δὲ καὶ παρεφρόνησεν οὗτος ὁ ἄῤῥωστος ἐν τῇ νόσῳ, διὰ τοῦτο προσέθηκεν ἐπὶ τελευτῇ τῆς διηγήσεως, πνεῦμα σχεῖν αὐτὸν ἀραιὸν καὶ μέγα δι’ ὅλου τοῦ νοσήματος. ἀλλὰ καὶ ὑποχονδρίου παλμὸν συνεχῆ γεγονέναι φησὶν αὐτῷ. θόρυβον δὲ καὶ τοῦτο ἤ παραφροσύνην ἐλέγετο δηλοῦν ἐν προγνωστικῷ. ἔοικεν ἐν τῷ διαφράγματι φλεγμονὴ γεγονέναι τις τῷ ἀνθρώπῳ, δι’ ἤν κατὰ τῆς τρίτης ἡμέρας διήγησιν ἔγραψε, ὑποχονδρίου ξύντασις ἐξ ἀμφοτέρων παραμήκης πρὸς ὀμφαλὸν, ὑπολάπαρος. τὸ γὰρ ὑπολάπαρος ὑπόκενός ἐστι, τουτέστιν ὄγκου χωρὶς, ὅς γίνεται τῶν καθ’ ὑποχόνδρια μορίων φλεγμαινόντων. ὅταν μέντοι τῇ φλεγμονῇ τοῦ διαφράγματος κατὰ τὸ συνεχὲς ἀνέλκηται τὸ ὑποχόνδριον, συντείνεται χωρὶς ὄγκου. καὶ κατ’ ἀρχήν γε τῆς
264
ὅλης διηγήσεως ἔφη πονεῖν αὐτὸν ὀσφὺν καὶ κεφαλῆς ἔχειν βάρος καὶ τραχήλου σύντασιν, ἅπερ καὶ αὐτὰ πρὸς τὸ χεῖρον ὄντος τοῦ νοσήματος παρακρουστικὰ σημεῖα γίνεται καὶ εἴ γε μετ’ ἀγρυπνίας ἄνευ βάρους ἐγεγόνει ταῦτα, φρενιτικὸς ἂν ἀπετελέσθη. νυνὶ δὲ τὸ βάρος τῆς κεφαλῆς πλῆθος ἐνδεικνύμενον ἐν αὐτῇ περιέχεσθαι χυμῶν, οὐ πάνυ τι θερμῶν ἢ χολωδῶν ἢ πάντως ἄγρυπνος ἂν ἦν, ἐδήλωσε κωματώδη γενέσθαι τὸν κάμνοντα. λεχθήσεται δ’ ἐπὶ πλέον περὶ τῶν τοιούτων διαθέσεων, ἐν αἷς ἅμα κωματώδεις εἰσὶ καὶ παραφρονοῦσιν, ὅταν ἐξηγησώμεθα τὴν πρώτην ῥῆσιν τοῦ προῤῥητικοῦ. προσθεῖναι δὲ χρὴ τῷ παρόντι λόγῳ καὶ ταῦτα, ὡς ἐστὶ βέλτιον ἅπερ εἴρηται καὶ δι’ ἄλλων ἡμῖν πολλάκις ὅτι τῶν ἐπὶ προφανέσιν αἰτίαις ἀρξαμένων πυρέττειν, εἰ μηδεμίαν τῶν κατὰ τὸ σῶμα περιέχοιτο παρασκευὴν νοσήματος, ἐφήμερος ὁ πυρετὸς γίνεται. καίτοι γε τῷ Σιληνῷ πάντως ἂν ἐγεγόνει τοιοῦτον ἐκ κόπων καὶ πότων καὶ γυμνασίων ἀκαίρων πυρέξαντι μὴ πρόϋπαρ χούσης ἐν τῷ σώματι τῆς νοσώδους παρασκευῆς, ἥν διαγνώσῃ τοῖς γιγνομένοις εὐθέως περὶ τὴν πρώτην καὶ δευτέραν ἡμέραν συμπτώμασί τε καὶ σημείοις.
265
πρῶτον μὲν οὖν, ἔφη, πῦρ ἔλαβεν, οὕτως δ’ ὀνομάζειν εἰωθὼς τὸν πυρετὸν, ὅταν ᾖ σφοδρότατος. εἶτ’ ἐφεξῆς, ἀπὸ δὲ κοιλίης τῇ πρώτῃ χολώδεα, ἄκρητα, ἔπαφρα, κατακορέα, πολλὰ διῆλθε τούτῳ. εἶτ’ ἐφεξῆς· οὖρα μέλανα, μέλαιναν ὑπόστασιν ἔχοντα· καὶ πάλιν ἐφεξῆς· διψώδης γλῶσσα, ἐπίξηρος, νυκτὸς οὐδὲν ἐκοιμήθη, πλῆθος οὐ σμικρὸν ὀλεθρίων τε συμπτωμάτων καὶ σημείων ἐγένετο τῷ Σιληνῷ κατὰ τὴν πρώτην εὐθὺς ἡμέραν, ὡς νοῆσαί τινα δύνασθαι σαφῶς, τοὺς κόπους καὶ πότους καὶ γυμνάσια, προφάσεις γεγονέναι τοῦ νοσήματος, κυριώτατα γὰρ ἄν τις φαίη προφάσεις, τὰ φανερὰ τῶν αἰτίων. ὅταν δέ τινα καὶ ἄλλα μέλλοντα νοσεῖν ἄνθρωπον ἐξελέγξῃ προσγενόμενα, χρόνῳ μέντοι πλείονι προηγησάμενα, κυρίως ἄν τι γένοιτο τηνικαῦτα, δυνατὸν εἶναι καὶ τὸν Σιληνὸν τοῦτον ἐν χρόνῳ πολλῷ διητηθέντα τὸν τρόπον τὸν εἰρημένον, ἐξ αὐτοῦ αὐτῷ ἐσκευάσθαι τὸ νόσημα. ἐὰν μὲν γὰρ πονῇ τις, πολλὰ ταλαιπωρούμενος ἐν ταῖς ἐνεργείαις ἄχρι κόπου, πίνῃ δὲ δαψιλῶς καὶ ἀκαίρως
266
τε γυμνάζοιτο, τοῦτο δέ ἐστιν, ἤτοι γ’ ἐπὶ σιτίοις ἢ βραδυπεψίας γενομένης, πρὶν καλῶς εἰς αἷμα μεταβληθῆναι τὴν τροφὴν, οὗτος ἐν αὐτᾷ, τὸ μέντοι χολῶδες ἀθροίσειε διὰ τὰς ταλαιπωρίας, τὸ δ’ ὠμὸν καὶ ἄπεπτον διά τε τοὺς πότους καὶ τὰ ἄκαιρα γυμνάσια. χαλεπώτατα δέ εἰσι ταῦτα μάλιστα τῶν νόσων, ἐν αἷς ἀμφοτέρων ἀξιόλογον ἀθροίζεται πλῆθος.

Ἡροφῶντι πυρετὸς ὀξὺς, ἀπὸ κοιλίης ὀλίγα, τεινεσμώδεα κατ’ ἀρχὰς, μετὰ δὲ ταῦτα λεπτὰ διῄει, χολώδεα, ὑπόσυχνα, ὕπνοι οὐκ ἐνῆσαν οὖρα μέλανα, λεπτά. πέμπτῃ πρωῒ, κώφωσις, παρωξύνθη πάντα, σπλὴν ἐπῄρθη, ὑποχονδρίου ξύντασις, ἀπὸ κοιλίης ὀλίγα μέλανα διῆλθεν, παρεφρόνησεν. ἕκτῃ ἐλήρει, ἐς νύκτα ἱδρὼς, ψύξις, παράληρος παρέμενεν. ἑβδόμῃ περιέψυκτο, διψώδης, παρέκρουσε, ἐς νύκτα κατενόει, κατεκοιμήθη. ὀγδόῃ ἐπύρεξε σπλὴν ἐμειοῦτο, κατενόει πάντα, ἤλγησε, κατὰ βουβῶνα ἔπαρμα, τὸ
267
πρῶτον σπληνὸς κατ’ ἴξιν, ἔπειτα οἱ πόνοι ἐς ἀμφοτέρας κνήμας, ἐς νύκτα εὐφόρως, οὖρα εὐχροιότερα, ὑπόστασιν εἶχε μικρήν. ἐνάτῃ ἵδρωσε, ἐκρίθη, διέλιπε. πέμπτῃ ὑπέστρεψεν, αὐτίκα δὲ σπλὴν ἐπήρθη πυρετὸς ὀξὺς, κώφωσις πάλιν. μετὰ δὲ τὴν ὑποστροφὴν τρίτῃ σπλὴν ἐμειοῦτο, κώφωσις ἧσσον, σκέλεα ἐπώδυνα, νύκτα ἵδρωσεν, ἐκρίθη περὶ τὴν ἑπτακαιδεκάτην οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ.

Οὗτος ἐκ παραδόξου διεσώθη. κατὰ γὰρ τὰς πάντας ἡμέρας εἰκότως ἄν τις αὐτὸν ὑπενόησε τεθνήξεσθαι. καὶ γὰρ οὔρησε μέλανα καὶ διαχωρουμένων χολωδῶν συμπαυσαμένων ἠκολούθηκε κώφωσις, ὡς ἂν εἰς τὴν κεφαλὴν ἀνελθόντων αὐτῶν. ἀλλ’ ἐπὶ τούτοις μὲν εἰκότως παρεφρόνησεν, ἐπὶ δὲ τοῖς μέλασιν οὔροις, κακοῖς οὖσιν, οὐδὲν ἀντίῤῥοπον ἀγαθὸν ἐγένετο, πλὴν ὅτι σπλὴν ἐπήρθη πεμπταίῳ, δεξάμενός τι τῆς κακοχυμίας, εἶτα κατὰ τὴν ὀγδόην

268
ἡμέραν ἐκ τοῦ σπληνὸς, εἰς τὰ σκέλη μεθισταμένων αὐτῶν, ὁ μὲν ἐμειοῦτο, κατὰ δὲ τὴν ἐπὶ σκέλη φορὰν τῶν μεθισταμένων, ἤλγησε μὲν τὰ πρῶτα κατὰ βουβῶνα τὸν ἀριστερὸν, οὗτος γάρ ἐστι κατ’ ἴξιν σπληνὸς, ἔπειτα εἰς τὰς κνήμας ἀμφοτέρας, ἐφ’ οἷς δὴ συμπτώμασι διὰ τῆς νυκτὸς εὐφόρως ἔσχε καὶ οὔρησεν εὐχροώτερα καὶ λευκὴν ὑπόστασιν ἔχοντα μικράν. εἶτα κατὰ τὴν ἐπιοῦσαν ἡμέραν, ἥτις ἦν ἐνάτη, μεθ’ ἱδρῶτος ἐκρίθη. τοσοῦτον ἄρα ἥ τε κάτω μετάστασις ἴσχυσε τῶν λυπούντων ἥ τε τῶν οὔρων πέψις. ἀλλὰ γὰρ οὐδ’ οὕτως ἦν ἱκανὰ ταῦτα τελέως ἀπαλλάξαι τῆς νόσου τὸν κάμνοντα ἱδρώσαντα κατὰ τὴν θ ἡμέραν. ὑπελείφθη τοιγαροῦν αὐτῷ μόριόν τι τῆς κακοχυμίας ὃ κατὰ τὴν ιδ΄ ἡμέραν ὑποστροφὴν ἤνεγκεν, ἐφ’ ᾖ τὸ σύμπαν ἑπτακαιδεκαταῖος ἐκρίθη, φυλαττομένης καὶ κατὰ τοῦτον τὸν ἄῤῥωστον τῆς ἐπὶ τῶν κρισίμων ἡμερῶν τηρήσεως.