In Hippocratis Epidemiarum I

Galen

Galen, In Hippocratis Epidemiarum I

Περὶ δ’ ἰσημερίην καὶ μέχρι πληϊάδος καὶ ὑπὸ χειμῶνα παρείποντο μὲν καὶ οἱ καῦσοι, ἀτὰρ καὶ φρενιτικοὶ τηνικαῦτα πλεῖστοι ἐγίνοντο καὶ ἔθνησκον τούτων πλεῖστοι.

Τοὺς καύσους καὶ τὰς φρενίτιδας ὁ μὲν αὐτὸς ἐργάζεται χυμὸς, οὐ τὸν αὐτὸν δὲ τόπον ἔχων. ἐν μὲν γὰρ ταῖς εὐρυχωρίαις τῶν ἀγγείων περιεχομένης τῆς ξανθῆς χολῆς

176
ἅμα τῷ αἵματι, συμβαίνει καθ’ ὃν ἂν τρόπον ἐκπυρωθῇ, τοὺς καύσους γίνεσθαι, καὶ μάλιστα ὅταν ἐν ταῖς κατὰ γαστέρα καὶ ἧπαρ ἢ κατὰ πνεύμονα φλεψὶν ἡ ζέσις γένηται τῆς χολῆς. ὅταν δ’ εἰς τὰ στερεὰ μόρια τοῦ σώματος ἀφικνῆται καὶ δι’ αὐτῶν φέροιτο, ῥῖγος ἐργάζεται. κατὰ δὲ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας στηριχθεῖσα τὰς φρενίτιδας ἐργάζεται. πρὶν δὲ στηριχθῆναι, διαῤῥέουσα κατὰ τὰς ἐν αὐτοῖς φλέβας, οὐ φρενίτιδας, ἀλλὰ τὰς ἐν ταῖς ἀκμαῖς τῶν πυρετῶν ἐπιφέρει παραφροσύνας. ἡ τοίνυν ἔμπροσθεν ἐν ταῖς κάτω φλεψὶ τὸν καῦσον ἐργαζομένη χολὴ, κατὰ τὴν ἀπ’ ἀρκτούρου μέχρι τῆς ἰσημερίας νότιον κατάστασιν, εἰς τὴν κεφαλὴν ἀναληφθεῖσα καὶ στηριχθεῖσα κατὰ τὸν ἐγκέφαλόν τε καὶ τὰς μήνιγγας ἐγέννησε τὰς φρενίτιδας.

Ἐγένοντο δὲ καὶ κατὰ θέρος ὀλίγοι.
177

Ὀλίγους φησὶ γεγονέναι φρενιτικούς. τὸ μὲν γὰρ ἄχρι κυνὸς αὐτοῦ μέρος ψυχρὸν ἦν, τὸ δὲ μέχρι ἀρκτούρου θερμὸν καὶ ξηρὸν, ὥστ’ οὐ δυνατὸν ἦν πληρῶσαι τοῦτο μεταξὺ τὴν κεφαλὴν ὥσπερ οὐδ’ ὁ περὶ τὸν ἀρκτοῦρον ἄχρι τῆς ἰσημερίας γενομένης νότος. οὔτε γὰρ ὑγρὸν ἦν οὔτε νότιον οὔτε πολυχρόνιον τὸ μεταξὺ κυνός τε καὶ ἀρκτούρου. ἐῤῥέθη ὅτι χολῆς πολλῆς ἐνεχθείσης ἐν τοῖς κατὰ τὸν ἐγκέφαλον χωρίοις καὶ φρενίτιδες ἐγένοντο.

Τοῖσι μὲν οὖν καυσώδεσιν ἀρχομένοισιν ἐπεσήμαινεν, οἷσι τὰ ὀλέθρια συνέπιπτεν, αὐτίκα γὰρ ἀρχομένοισι πυρετὸς ὀξὺς, σμικρὰ ἐπεῤῥίγουν, ἄγρυπνοι, ἀδήμονες, διψώδεες, ἀσώδεες, σμικρὰ ἐφιδροῦντες περὶ τὸ μέτωπον καὶ κληῖδας, αὖθις οὐδεὶς διόλου, πολλὰ παρέλεγον, φόβοι, δυσθυμίαι, ἄκρεα ὑπόψυχρα, πόδες ἄκροι, μᾶλλον δὲ τὰ περὶ χεῖρας, οἱ παροξυσμοὶ ἐν ἀρτίῃσι. τοῖς δὲ πλείστοισι
178
τεταρταίοισιν οἱ πόνοι μέγιστοι καὶ ἱδρῶτες ἐπὶ πλεῖστον ὑπόψυχροι καὶ ἄκρεα οὐκέτ’ ἀναθερμαινόμενα, ἀλλὰ ἦσαν πελιδνὰ, ὑπόψυχρα, οὐδ’ ἐδίψων. ἔτι τούτοισιν οὖρα μέλανα, λεπτὰ, ὀλίγα καὶ κοιλίαι. ἐφίσταντο οὐδ’ ᾑμοῤῥάγησαν ἐκ ῥινῶν, οὐδὲ τοῖσιν οἷσι ταῦτα συμπίπτει, ἀλλὰ σμικρὰ ἔσταξεν. οὐδ’ ἐς ὑποστροφὴν οὐδενὶ τούτων ἦλθεν, ἀλλ’ ἑκταῖοι ἀπέθνησκον σὺν ἱδρῶτι.

Ὥσπερ ἅπαντα τὰ κατὰ τοῦτο τὸ σύγγραμμα τῶν καθόλου λεγομένων αὐτῷ δι’ ἑτέρων βιβλίων παραδείγματ’ ἐστὶ τὴν ἐξέτασιν ἐν τοῖς καθ’ ἕκαστα λαμβάνοντι δι’ αὐτοψίας, κατὰ τὸν αὐτὸν τρόπον καὶ ταῦτα τὰ νῦν λεγόμενα. τοῖς γὰρ ὀλεθρίοις καύσοις γενέσθαι συμπτώματα φησὶ, κατ’ ἀρχὰς ἐπιῤῥιγοῦντες καὶ ἀγρυπνοῦντες καὶ ἀσώδεες, ἐφιδροῦντες μικρὰ περὶ μέτωπον καὶ κλεῖδα. τὸ μὲν γὰρ ὀξύν τε τὸν πυρετὸν αὐτοῖς εἶναι καὶ δίψος παρεῖναι τῆς τοῦ πάθους φύσεως ἴδια, καὶ ταῦτα τῆς κακοηθείας ἴδια, τό τε ῥιγοῦν εὐθέως ἐν ἀρχῇ. καὶ γὰρ κρίνειν εἴωθε

179
τοὺς καυσώδεις πυρετοὺς τὸ ῥῖγος, οὐ μὴν αὐτίκα γ’ ἐπιφαίνεσθαι χρὴ κρίσιμα. τὸ δὲ τῆς ἀγρυπνίας καὶ τῆς ἀδημονίας σύμπτωμα διὰ παντός ἐστι μοχθηρὸν, οὐ κατὰ μόνην τὴν ἀρχὴν, ὥσπερ γε καὶ τὸ ἐφιδροῦν. τὸ δὲ παραλέγειν, ὅπερ ἐστὶ παρὰ τὰ κατὰ φύσιν λέγειν, τουτέστι παραφρονεῖν, βεβλαμμένον δηλοῖ τὸν ἐγκέφαλον. οἵ γε μὴν φόβοι δριμείας ἱκανῶς καὶ κατωπτημένης τῆς ξανθῆς χολῆς εἰσι συμπτώματα. συγγενεῖς δὲ τοῖς φόβοις εἰσὶ καὶ αἱ δυσθυμίαι. ἡ δὲ τῶν ἄκρων περίψυξις ὀλεθριώτατον καύσοις ἐστὶ σύμπτωμά τε καὶ σημεῖον, ὥσπερ γε καὶ τὸ παρανοῆσαι, διὰ τὴν τοῦ πυρετοῦ θερμασίαν ἐκπυρουμένης τῆς κεφαλῆς. ἴδιον δ’ ἐστὶ καὶ οἰκεῖον ὀξέων πυρετῶν καὶ τὸ διακαίεσθαι τοῖς ἄκροις τοῦ σώματος μέρεσιν. ἐάν ποτ’ οὖν καταψύχηται ταῦτα, διακαιομένων τῶν περὶ τὰ σπλάγχνα χωρίων, ἐν μὲν τοῖς μέσοις τοῦ σώματος ἠθροῖσθαι δηλοῦται τὸ αἷμα, τὰ δ’ ἄκρα λειφαιμεῖν τε καὶ καταψύχεσθαι καὶ νεκροῦσθαι τελέως, ἀπολιπούσης ἤδη τῆς φύσεως αὐτά. καὶ μὴν καὶ οἱ παροξυσμοὶ κατὰ τὰς ἀρτίας
180
ἡμέρας γιγνόμενοι κατ’ ἀρχὴν εὐθέως ἐνίοτε μὲν ἑκταίαν προδηλοῦσιν ἔσεσθαι κακίστην κρίσιν, ἐνίοτε δὲ εἰς μῆκος ἐκταθήσεται τὸ νόσημα. καὶ ὅταν γε σφοδρῶς κινῆται, τῆς τετάρτης μοχθηρὸν παροξυσμὸν ἐχούσης, ἀποθνήσκουσιν ἑκταῖοι, καθάπερ καὶ οὗτοι περὶ ὧν ὁ λόγος ἐστί. τεταρταίοις οὖν αὐτοῖς φησὶ τούς τε πόνους μεγίστους γίνεσθαι, τουτέστιν ἅπαντα τὰ ὀδυνώδη συμπτώματα, καὶ ἱδρῶτας ὑποψύχρους ἐπὶ πλεῖστον. τούτοις μὲν οὖν καὶ ὅτι καὶ ἡ ἕκτη τὸν θάνατον οἴσει μεθ’ ἱδρώτων πρόδηλον. τὸ δὲ καὶ τὰ ἄκρα πελιδνὰ γενέσθαι καὶ μηκέτ’ ἀναθερμαινόμενα νεκρώσεώς τε σημεῖόν ἐστι καὶ βέβαιον γνώρισμα τοῦ μὴ δύνασθαι τῆς ἕκτης ἡμέρας ἐξωτέρῳ τὴν δύναμιν ἐξαρκέσαι. ἐκ περιουσίας δέ τι καὶ ἄλλο σημεῖον αὐτοῖς ὀλέθριον προσεγένετο, τὸ μηκέτι διψῆν, καίτοι πρότερον ἐκαυσοῦντο. δυοῖν δὲ δήπου τούτοιν ἀναγκαῖόν ἐστι τὸ ἕτερον εἷναι, τὸ τοὺς διακαιομένους ἔμπροσθεν ὑπὸ δίψης ὕστερον ἀδίψους γενέσθαι, ἤτοι λύσιν τοῦ νοσήματος ἢ νέκρωσιν τῆς δυνάμεως, ὡς μηκέτ’ αἰσθάνεσθαι τῶν παρόντων
181
κακῶν. ἀλλ’ οὐκ ἐγίνετο τούτοις λύσις, ὀλεθρίων ὄντων συμπτωμάτων, ὥστ’ ἀναισθησίας ἦν σημεῖον αὐτοῖς τὸ μὴ διψῆν. ταῦτα μὲν οὖν ἅπαντα τὰ εἰρημένα συμπτώματα κακοήθη τε πάντα ἐστὶ δεινῶς καὶ ὀλέθρια, σὺν αὐτοῖς δ’ οὐχ ἥκιστα καὶ τὰ οὖρα μέλανά τε καὶ λεπτὰ ὀλίγα γιγνόμενα· μέλανα μὲν, ὡς ἂν ἤδη κατωπτημένου τοῦ χολώδους χυμοῦ, ὀλίγα δὲ διὰ τὸ ἐκπεφρύχθαι τὴν ἰκμάδα πᾶσαν ἐκ τοῦ αἵματος ὑπό τε τοῦ καυσώδους πυρετοῦ κἀκ τῶν οὐρητικῶν ὀργάνων ἤδη νενεκρωμένων. διὰ δὲ τὰς αὐτὰς αἰτίας καὶ κοιλίαι ἐφίστανται. καὶ μὲν δὴ καὶ τὰς ἐκ ῥινῶν στάξεις ὀλέθριον οὔσας σημεῖον καὶ ἄλλοις μὲν, ἐν καύσοις δὲ μάλιστα γενέσθαι φησὶν αὐτός. ὅτι ὀλεθριώτατον τοῦτο τοῖς καύσοις, δῆλον, εἴγε μάλιστα οἰκεῖόν ἐστιν αἱμοῤῥαγία.

Τοῖοι δὲ φρενιτικοῖσι ξυνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα
182
ἅπαντα, ἐκρίνετο δὲ τούτοισιν ὡς τὸ πολὺ ἑνδεκαταίοισιν, ἔστι δ’ οἶσι καὶ εἰκοσταίοισι.

Τοῖς ἄνευ τοῦ καυσωθῆναι φρενιτικοῖς γιγνομένοις τὰ εἰρημένα οὐ συνέπεσεν, ἐπεὶ τοῖς γε μετὰ τοῦ καυσωθῆναι περὶ τὴν ἕκτην ἡμέραν ὁ θάνατος ἐγένετο, διπλασιασθέντος αὐτοῦ τοῦ κακοῦ, φρενῖτις ἐγένετο. περὶ δὲ τὴν ἑνδεκάτην ἡμέραν ἀκολουθῆσαί φησι τὴν κρίσιν, ἐνίοις δὲ κατὰ τὴν εἰκοστήν.

Οἷσιν εὐθὺς οὐκ ἐξ ἀρχῆς ἡ φρενῖτις ἤρξατο περὶ τρίτην ἢ τετάρτην ἡμέραν, ἀλλὰ μετρίως ἔχουσιν ἐν τῷ πρώτῳ χρόνῳ, περὶ τὴν ἑβδόμην εἰς ὀξύτητα τὸ μέτωπον μετέπεσεν.

Οἷς μὲν περὶ τὴν γ΄ ἢ τετάρτην ἡμέραν ἤρξατο, διεκόπη δὲ μεταξὺ, κρίσεως ἡμιῤῥόπου γινομένης. τὸ δὲ

183
σφοδρῶς ὀξὺ τῆς φρενίτιδος οὐκ ἔσχον οἱ νοσοῦντες. ἐθεασάμεθα γὰρ ἤδη καὶ τοιαύτας φρενίτιδας.

Πλῆθος μὲν οὖν τῶν νοσημάτων ἐγένετο. ἐκ δὲ τῶν καμνόντων ἀπέθνησκον μάλιστα μειράκια, νέοι, ἀκμάζοντες, λεῖοι, ὑπολευκόχρωτες, ἰθύτριχες, μελανότριχες καὶ μελανόφθαλμοι, ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ὑψόφωνοι, ἰσχνόφωνοι, τρηχύφωνοι, τραυλοὶ, ὀργίλοι, καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοῦ εἴδεος ἀπέθνησκον.

Ὥσπερ ἔμπροσθεν ἔφην αὐτὰ μὲν τὰ γινόμενα ἀσαφῇ αὐτὸν διηγεῖσθαι, προστίθεσθαι δ’ ὑφ’ ἡμῶν τὰς αἰτίας, οὕτω νῦν φημὶ καὶ αὐτὴν τὴν διάνοιαν τοῦ λόγου οὐκ εἶναι σαφῆ. πότερον γὰρ ἐπὶ φρενιτίδων μόνον ἀκούειν χρὴ τῶν εἰρημένων ἢ ἐπὶ πάντων τῶν νοσημάτων ὧν προείρηκεν, ἄδηλον. καὶ γὰρ οὖν αὐτὴν τὴν ἀρχὴν τοῦ προκειμένου λόγου

184
διαφερόντως γράφουσιν, ἔνιοι μὲν ὡδί πως, πλῆθος δὲ τῶν νοσημάτων ἐγένετο, περὶ τῶν φρενιτικῶν αὐτῶν μόνων οἷς ἐπενήνεγκται ταῦτα βουλόμενοι τὸν λόγον εἶναι. τινὲς δὲ ὡδί. πλῆθος μὲν οὖν ἐγένετο τῶν νοσημάτων, περὶ πάντων αὖ καὶ οὗτοι τῶν εἰρημένων ἀξιοῦντες εἶναι τὸν λόγον. εἰ μὲν ἐπὶ πάντων ἀκούοιμεν ἄνευ τοῦ διορίσασθαι κατὰ τίνα μὲν τά τε μειράκια καὶ νέοι καὶ ἀκμάζοντες ἀπόλλυνται, κατὰ τίνα δ’ οἱ λεῖοι καὶ ὑπολευκόχρωτες, κατὰ τίνα δ’ οἱ ἰθύτριχες καὶ μελανότριχες καὶ μελανόφθαλμοι, κατὰ ποῖα δὲ ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες, ἢ πάλιν ἐν τίσιν οἱ ἰσχνόφωνοι, ἐν τίσι γ’ οἱ τραυλοὶ, ὥσπερ καὶ ὀργίλοι μὲν ἐν τίσι, γυναῖκες δ’ ἐν τίσι, εἰ μὴ πάντα ταῦτα διορισθείη, πλέον οὐδὲν ἡμῖν οὔτε εἰς πρόγνωσιν οὔτ’ εἰς θεραπείαν ἐκ τῶν εἰρημένων ὑπάρξει. εἰ δὲ μὴ περὶ πάντων τῶν νοσημάτων, ἀλλὰ περὶ ὦν τὸν λόγον ἐποιεῖτο μόνων τῶν φρενιτικῶν, ἀκούοιμεν εἰρῆσθαι ταῦτα, χαλεπώτατόν ἐστι καὶ οὕτως εὑρεῖν τὰς αἰτίας, δι’ ἃς ἀπόλοιντο οἱ πλεῖστοι
185
τῶν εἰρημένων. μετὰ καὶ αὐτὸ τὸ, τοὺς πλείστους ἀπόλλυσθαι, διττὸν εἶναι· τὸ μὲν ἕτερον, ἐπειδὴ πολλοὶ τῶν τοιούτων ἑάλωσαν τῷ φρενιτικῷ νοσήματι θανατώδη ἔχοντι τὴν τότε ἐπιδημίαν, διὰ τοῦτο εἰρῆσθαι πολλοὺς αὐτῶν διαφθαρῆναι, τὸ δ’ ἕτερον εἶναι, τῶν ἁλόντων τῇ φρενίτιδι τοὺς πλείστους ἀπολωλότας ἠκούσαμεν. ὥστε καὶ τὴν αἰτιολογίαν γίνεσθαι διττὴν, ὥστε καὶ πάντας οὗς εἶπεν ἐπιτηδείους ἁλῶναι τῷ φρενιτικῷ πάθει, κατὰ τὴν ὑποκειμένην κατάστασιν, ἐπιδεικνύντων ἡμῶν τῶν φρενιτισάντων τοὺς τοιούτους μάλιστα ἀποθανεῖν. ἡ μὲν οὖν ἀσάφεια τοῦ λόγου τοιαύτη ἐστι καὶ τοιαύτη, προηγεῖται δ’ αὖθις εὑρεῖν τὴν κρᾶσιν ἑκάστου τῶν εἰρημένων. οὐ γὰρ οἷόν τε συνῆφθαι τῇ καταστάσει τὸν λόγον ἄνευ τούτου. φαίνεται δ’ ἐν οἷς εἶπεν ὁ Ἱπποκράτης ἡλικιῶν μὲν θερμοτάτων μνημονεύων, μειράκια γὰρ, φησὶ, καὶ νέοι καὶ ἀκμάζοντες, φύσεών τε δυσδιαπνεύστων· καὶ γὰρ οἱ λεῖοι καὶ οἱ ὑπολευκόχρωτες, ἰθύτριχές τε, οἱ μελανότριχες καὶ οἱ μελανόφθαλμοι καὶ οἱ οἶκοι καὶ ἡσυχῇ καὶ ἐπὶ τὸ ῥᾴθυμον βεβιωκότες
186
ἐδείχθησαν ἡμῖν ἐν ἄλλοις τέ τισιν ὑπομνήμασι καὶ ἐν τοῖς περὶ κράσεων ἧττον διαπνεόμενοι, διότι καὶ ψυχρότεροι ταῖς κράσεσίν εἰσι. καὶ διὰ τὴν αὐτὴν αἰτίαν καὶ γυναῖκες, ἃς διὰ τὴν ἔμμηνον κάθαρσιν ἧσσον ἠδίκησεν ἡ κατάστασις, ὡς ἔμπροσθεν εἶπον, αἱ δ’ ἀποθανοῦσαι ἐκ τούτου τοῦ εἴδους ἦσαν. λοιπὸν οὖν ἐστὶν ἐπισκέψασθαι περὶ τῶν ἰσχνοφώνων καὶ τραχυφώνων καὶ τραυλῶν καὶ ὀργίλων καὶ πρῶτον γεγραμμένων τῶν ἰσχνοφώνων. εἰ μὲν οὖν οὕτως εἴη γεγραμμένον τοὺς ἰσχνοὺς τὴν φωνήν· ἰσχνόφωνοι γὰρ ἔτι καὶ νῦν λέγονταί τινες, ὥσπερ γε καὶ λεπτόφωνοι, ταῦτ’ οὖν ἑκατέρου ὀνόματος σημαίνοντος, διαφέρουσιν οὗτοι τῶν ἰσχνοφώνων, ὡς ἐν τοῖς περὶ φωνῆς εἴρηται, καὶ δέδεικται γίνεσθαι διὰ τὴν στενότητα τῆς τραχείας ἀρτηρίας τοῦ λάρυγγος. οἱ δὲ ἰσχνόφωνοι τὴν φωνὴν διὰ τὴν φυσικὴν μοχθηρίαν τῶν κινούντων τὸν λάρυγγα μυῶν, ἑκάτεροι δὲ δι’ ἀῤῥωστίαν τῆς ἐμφύτου θερμασίας ἀποτελοῦνται τοιοῦτοι, κατὰ τὴν πρώτην διάπλασιν. ὥσπερ
187
δ’ ἐν τοῖς τὸν λάρυγγα κινοῦσι μυσὶ φαυλότερον ἔξ ἀρχῆς οἱ ἰσχνόφωνοι διεπλάσθησαν, οὕτως τοῖς τῆς γλώττης οἱ τραυλοὶ τραχύφωνοι γίνονται διὰ τὴν τραχύτητα τῶν φωνητικῶν ὀργάνων. ὀνομάζω δ’ ὄργανα φωνητικὰ δι’ ὧν ἐκπεμπόμενον τὸ πνεῦμα φωνὴ γίνεται. ταῦτα δ’ ἐστὶν ἡ τραχεῖα ἀρτηρία καὶ ὁ λάρυγξ καὶ ἡ φάρυγξ, οἶον πλῆκτρον τοῦ φερομένου δι’ αὐτοῦ πνεύματος, ἐδείχθη γὰρ οὗτος ὄργανον φωνῆς, ὡς διαλέξεως γλῶττα. βραχὺ δὲ πρὸς γένεσιν καὶ ἡ φάρυγξ συντελεῖ, δασεῖαν αὐτὴν ἐργαζομένη. ταῦτ’ οὖν τὰ ὄργανα λεῖα μὲν ὄντα λείαν ἐδείχθη καὶ τὴν φωνὴν ἐργαζόμενα, τραχέα δὲ τραχεῖαν. ἡ δὲ τραχύτης αὕτη ἐδείχθη διὰ ξηρότητα γινομένη. τὰ μὲν οὖν ἄλλα πάντα μετὰ τὰς ἡλικίας ἄχρι δεῦρο λελεγμένα ψυχρᾶς ἐστι κράσεως σημεῖα. μόνη δ’ ἡ ξηρότης ἀμφοτέραις ταῖς κράσεσι συνέρχεται, τῇ τε ψυχρᾷ καὶ τῇ θερμῇ. τοῖς μὲν οὖν ἅμα τῷ ξηρῷ τῆς κράσεως ψυχροῖς οὖσι δυσδιαπνεύστοις εἶναι συμβήσεται, καθάπερ καὶ τοῖς προειρημένοις. ὅσοι δὲ θερμότεροι τούτων ὑπάρχουσιν, οὐκ
188
εὐθὺς ὑπάρχει τοῦτο, διότι τοὺς μὲν ἐξέλωμεν τοῦ λόγου, τοὺς δ’ ἄλλους φῶμεν, οἷς ἐφαρμόττει ὁ λόγος. ἦν δὲ προκείμενον ἀποθανεῖν πολλοὺς, ἐξ ὦν κατέλεξεν ἡλικιῶν τε καὶ φύσεων. ἔλεγον δὲ ἡλικίας εἶναι θερμὰς, ἐν αἷς ὁ πικρόχολος πλεονάζει χυμός· τὰς φύσεις δὲ δυσδιαφορήτους, ὥστ’ ἄχρι μὲν τοῦδε τὴν ἀρχὴν ὦν εἰρήκαμεν, ἔτι λείπεται περὶ τῶν ὀξυθύμων εἰπεῖν, οὓς ἐναντιωτάτους φησὶ τοῖς θυμώδεσιν ὄντας. ἀνδρεῖοι μὲν γάρ εἰσιν οἱ θυμώδεις καὶ καταφρονικοὶ τῶν μικρῶν πραγμάτων. μικρόψυχοι δ’ εἰσὶν οἱ ὀξύθυμοι, διότι τὸ γενναῖον τῆς τῶν ἀνδρῶν ψυχῆς οὐκ ἔχουσιν, ὥστε καὶ οἱ ὀξύθυμοι ψυχρότεροί τε ταῖς κράσεσι καὶ δυσδιαφόρητοι γενήσονται. τὸ δ’ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον, καὶ γυναῖκες πλεῖσται ἐκ τούτου τοὺς εἴδους ἀπέθνησκον, οὐ δῆλόν ἐστιν εἴτε πρὸς τὸ τέλος ἀναφέρειν χρὴ μόνον εἴτε πρὸς αὐτὰ τὰ προειρημένα. τελευταῖοι δ’ αὐτῶν εἰσὶν οἱ ὀξύθυμοι καὶ αὐτῶν τῶν γυναικῶν τὰς συγγενεῖς τοὺς εἴδους τούτου πλείστας ἀποθνήσκειν
189
ἐπενήνεκται. δύναταί γε μὴν ἀληθὴς ὁ λόγος εἶναι κατ’ ἄμφω καὶ πρὸς πάντα τὰ προειρημένα τὴν ἀναφορὰν ποιουμένου τοῦ Ἱπποκράτους καὶ πρὸς μόνον τὸ τελευταῖον. εἰ δὲ τὸ πρὸς πάντα ἀναφέρειν ἀληθές ἐστιν, ἄμεινον οὕτως ἀκούειν. ἐν μὲν γὰρ τοῖσι παισὶ καὶ τὸ τελευταῖον εἰρημένον περιέχεται, κατὰ τοῦτο δ’ οὐκέτι τὰ πάντα λέλεκται. τὰς μέντοι γυναῖκας τὸ εἴδους ἀποθανεῖν τούτου λέγειν αὐτὸν, αὐτοῖς ἀνδράσι παραβάλλοντα, προείρηται γὰρ ἀνωτέρω, γυναῖκες δ’ ἐνόσησαν μὲν πάμπολλαι, ἐλάσσους δ’ ἢ ἄνδρες, καὶ ἔθνησκον ἧσσον. ἀλλ’ ὁ νῦν λόγος αὐτῷ τοιοῦτός τίς ἐστι. τῶν γυναικῶν ὅσαι τοῖς εἰρημένοις πάθεσιν ἑάλωσαν ἀπέθνησκον μᾶλλον, ὅσαι τῆς προειρημένης ἰδέας ἦσαν.

Ἐν δὲ τῇ καταστάσει ταύτῃ ἐπὶ σημείων μάλιστα τεσσάρων διεσώζοντο. οἷσι γὰρ ἢ διὰ ῥινῶν καλῶς ἡμοῤῥάγησαν ἢ κατὰ κύστιν οὖρα πολλὰ καὶ πολλὴν ὑπόστασιν καὶ
190
καλὴν ἔχοντα ἔλθοι, ἢ κατὰ κοιλίην ταραχώδεα χολώδεα ἐπικαίρως ἢ δυσεντερικοὶ γένοιντο. πολλοῖς δὲ ξυνέπιπτε μὴ ὑφ’ ἑνὸς κρίνεσθαι τῶν ὑπογεγραμμένων σημείων, ἀλλὰ διεξιέναι διὰ πάντων τοῖς πλείστοισι καὶ δοκέειν μὲν ἔχειν ὀχληροτέρως, διεσώζοντο δὲ πάντες οἷσι ταῦτα ξυμπίπτει· γυναιξὶ δὲ παρθένοισι συνέπιπτε μὲν καὶ τὰ ὑπογεγραμμένα σημεῖα πάντα. ᾗσι δὲ ἢ τούτων τι καλῶς γένοιτο ἢ τὰ γυναικεῖα δαψιλέως ἐπιφανείη, διὰ τούτων ἐσώζοντο, καὶ ἔκρινε καὶ οὐδεμίαν οἶδα ἀπολουμένην ᾗσι τούτων τι καλῶς γένοιτο. Φίλωνος γὰρ τῇ θυγατρὶ ἐκ ῥινῶν λαῦρον ἐῤῥύη, ἑβδομαίη δὲ ἐοῦσα ἐδείπνησεν ἀκαιροτέρως, ἀπέθανεν.

Καὶ οὗτος ὁ λόγος σαφὴς καὶ ὁ ἐφεξῆς, ἔνθα περὶ τῶν γυναικῶν διαλέγεται. κεφάλαιον γάρ ἐστιν ὃ διδάσκει, τοὺς μὲν δι’ αἱμοῤῥαγίας, τοὺς δὲ δι’ οὔρων ἢ διαχωρημάτων,

191
ἐνίους δὲ καὶ εἰς δυσεντερίαν ἀποσκηψάντων τῶν αἰτίων δυνηθῆναι σωθῆναι.